Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Τρίτη αὐτῶν πρότασις, ἡ ἐκ προσώπου τοῦ πάντα ὑποστήσαντος Κυρίου λέγουσα προφητεία· «Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος.» Χρονικὴν γὰρ ἐντεῦθεν τὴν ἄχρονον καὶ ὑπὲρ νοῦν ὕπαρξιν αὐτοῦ ἀπειθάνοις ἐκδοχαῖς ἀναπλάττουσιν, καὶ βιάζονται τὴν κακίαν αὐτῶν ἀρετὴν νομισθῆναι. Ὅσοι δὲ τοῦτον τὸν Μονογενῆ πλουσιολόγον Θεὸν οὐκ ἀγνοοῦσιν, ὡς οὗτοι, ἐπιδεῶς ἔχουσι καὶ τῆς τοῦ χρυσοῦ ῥήματος τούτου θεολογίας. Δηλοῖ γὰρ ἡ μὲν ἀρχὴ, τὸ αἴτιον αὐτὸν εἶναι, ὡς ἄναρχον, καθὰ ὁ Θεὸς Πατὴρ τῆς πάντων συστάσεως, Ὁ γὰρ ὢν ἀρχὴ οὐκ ἔχει τὸν προϋπάρχοντα, ὡς ὁ ὕστατος οὐκ ἔχει τὸν ὕστατον. Ἀρχὴ γὰρ, ὥς φησιν Ἀριστοτέλης ἐν πέμπτῳ τῶν Μετὰ τὰ φυσικὰ, λέγεται πολλαχῶς. Λέγεται μὲν γὰρ ἀρχὴ, οἷον βασιλεία, στρατηγία· λέγεται δὲ καὶ τοπικῶς, ὡς ἀρχὴ δρόμου ἡ βαλβίς· λέγεται δὲ καὶ χρονικῶς, ὡς ἀρχὴ ἔτους ἤδε ἡ ἡμέρα· λέγεται δὲ καὶ φυσικῶς, ὡς ἀρχὴ βρέφους τὸ σπέρμα· λέγεται δὲ καὶ κατὰ αἰτίαν, ὡς ἀρχὴ τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός. Οὕτως οὖν λέγομεν αὐτὸν ἀρχὴν, ὡς αἴτιον καὶ Δημιουργόν· τὸ δέ γε τέλος τὸ εἰς αὐτὸν, ὡς ἀπερίγραφον καὶ μόνον ἔχοντα ἀθανασίαν, πάντων τὰ πέρατα συνερείδεσθαι, καὶ μετὰ τὴν τοῦδε τοῦ παντὸς πληρότητα εἰς ἀεὶ καὶ ἀπείρως διαμένειν αὐτόν. Οὐκοῦν ὁ ἄπειρος γένεσιν ἔχειν οὐ δύναται· μὴ δυνάμενος δὲ, αὐτὸς μὲν ἀγένητός ἐστι, καίτοι γεννητὸς ὢν ἐκ τῆς ὑποστάσεως τοῦ Θεοῦ Πατρὸς φυσικῶς· τὰ δὲ γενητὰ γεγένηνται ἐξ αὐτοῦ δημιουργικῶς. Τούτοις ἑπομένως νοηθείη ἂν καὶ ὅπερ Παῦλος Κολοσσαεῦσιν ἐξήγγειλε τόνδε τὸν τρόπον· «Καὶ αὐτός ἐστι πρὸ πάντων·» οὐχ ὡς ποιητὸς μὴ γένοιτο!, ἀλλ' ὡς γεννητός. Εἰ μὴ γὰρ ἦν ἀνάρχως αὐτὸς πρὸ πάντων γεννηθεὶς ἀληθινῶς καὶ ὁμοουσίως, οὐκ ἂν κατ' εἰκόνα ἡμεῖς αὐτοῦ ὁμοούσιοι τοῦ ἡμᾶς τεκόντος ἐγενήθημεν· καὶ εἰ μὴ προῆν ἀδημιουργήτως ὁ ποιητὴς καὶ προνοητὴς, οὐκ ἂν ὑπῆν δημιουργικῶς τὰ ποιητὰ καὶ προνοούμενα.

Intertext edge

Open linked passage

Note