Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τέταρτον προτείνουσιν ὑπὸ ἀκολάστου γλώσσης τὸ παρὰ Πέτρῳ ἐν ταῖς Πράξεσιν εἰρημένον· «Γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Καὶ τοῦτο δὲ οὐ περὶ τῆς θείας καὶ ἀκαταλήπτου γέγραπται οὐσίας τοῦ ἐν ἀρχῇ ὄντος Θεοῦ Λόγου, καὶ πρὸς τὸν Θεὸν ὄντος, καὶ οὐχ ἁρπαγμὸν ἡγησαμένου τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ περὶ τοῦ ἐκ Μαρίας συμμόρφου τῆς ταπεινώσεως ἡμῶν. Ἡ γὰρ μνήμη τοῦ σταυροῦ καὶ τὸ συνῆφθαι τῷ «ἐποίησεν» τὸ, «Ὃν ὑμεῖς ἐσταυρώσατε,» αὐτὸν ἐδήλωσεν, οὗ πολλαχοῦ μέμνηται ἡ Γραφή. Καὶ ὡς ὅταν ἐν ταῖς Πράξεσι λέγῃ ὁ αὐτὸς Πέτρος· «Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰκὼβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε· καὶ ᾐτήσατε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε.» Καὶ Ζαχαρίας φησίν· «Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυῒδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ Πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν, ὡς ἐπὶ ἀγαπητὸν, καὶ ὀδυνηθήσονται ἐπ' αὐτὸν, ὡς ἐπὶ πρωτότοκον.» Ἧστινος προφητείας ἀναμνησθεὶς Ἰωάννης μετὰ τὸν σωτήριον σταυρὸν, εἶπεν· «Ὄψονται, εἰς ὃν ἐξεκέντησαν.» Περὶ τούτου καὶ ὁ ἄγγελος συγχαίρων ἀνθρώποις ἔλεξεν· «Ἐτέχθη ἡμῖν Σωτὴρ σήμερον, ὅς ἐστι Χριστὸς Κύριος.» Ὁ δὲ σήμερον τεχθεὶς οὐκ ἄν ποτε ὁ προαιώνιος νοηθείη. Προσεκτέον οὖν καὶ τῷδε τῷ τοῦ Γράμματος θαύματι, ὅτι ἄγγελοι καὶ ἄνθρωποι μιᾶς νεαρᾶς θεογνωσίας ἑορτὴν ἐπετέλουν ἴσῃ διαθέσει ὁμοφωνοῦντες καὶ ὁμογνωμονοῦντες. Οὕτω δέ φαμεν, ἐπινοίᾳ τινὶ τὴν ἄφραστον αὐτοῦ οἰκονομίαν σημαίνοντες, καὶ τὴν εἰς τὴν θεότητα αὐτοῦ συντείνουσαν βλασφημίαν ἐκκλίνοντες, οὐκ ἄλλον δὲ πιστεύοντες εἶναι τὸν ἐκ Πατρὸς Υἱὸν, καὶ ἄλλον τὸν γενόμενον σάρκα καὶ σταυρωθέντα· ἐπεὶ μήποτε διαζεύγνυσθαι ἑαυτῆς, μηδὲ τρέπεσθαι πέφυκεν ἡ θεότης. Οὐδὲ γὰρ ὁ Ἀπόστολος δύο ἐνόησεν ἂν, εἰπών· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» Καὶ ὁ Ἱεροψάλτης γὰρ τὸ ἀπόῤῥητον τοῦτο μυστήριον τῆς οἰκονομίας καὶ κρύπτων πως καὶ ἀναπεπταμένως ἐκφαίνων, καὶ καλύπτων μᾶλλον ἢ ἀγνοῶν, καὶ ἀγνοῶν μᾶλλον ἢ καλύπτων, ἐν ρηʹ ψαλμῷ ὁμοιότροπον τοῦ μνημονευθέντος ῥήματος Πέτρου προφητεύει· «Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη· καὶ σὺ, Κύριε, ἐποίησας αὐτήν·» διὰ μὲν τὸ ὁμοουσίως συνυπάρχειν τῷ Πατρὶ, καὶ πάντα γεγενῆσθαι πρὸς αὐτοῦ, χεῖρα τοῦ Πατρὸς προσαγορεύων τὸν Θεὸν Λόγον. Διὰ δὲ τὸ ἀτρέπτως σάρκα, ὡς οἶδε καὶ ἠθέλησε, γεγενῆσθαι, λέγων αὐτὸν πεποιῆσθαι παρ' ἐκείνου, οὗ χείρ ἐστιν. Οὐκ ἀεὶ δὲ τὸ, «ἐποίησε,» νοεῖται ἀντὶ τοῦ, «ἔκτισεν,» ἀλλὰ καὶ κατὰ σχέσιν· ὡς τὸν ἤδη ὄντα κατ' οὐσίωσιν διδάσκαλον, τότε ποιεῖ τις τῶν ἑαυτοῦ παίδων διδάσκαλον, ὅταν διδάσκειν τοὺς παῖδας ὁ διδάσκαλος ἄρξηται· καὶ ὡς ὅτε παῖδα τότε ποιεῖ τις στρατιώτην, ἢ ῥήτορα, ὅταν τὴν στρατείαν, ἢ τὸ ῥητορεύειν ὁ παῖς μετέρχηται. Τῇ γὰρ διανοίᾳ ταύτῃ περὶ τοῦ Πατρὸς καὶ Θεοῦ εἶπεν· «Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καὶ Ἠσαΐας· «Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθός.» Καὶ ὁ Ἱεροψάλτης ἐν μὲν κθʹ ψαλμῷ· «Κύριος ἐγενήθη βοηθός μου·» ἐν δὲ λʹ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με·» καὶ Ἀβραὰμ πρὸς Σάῤῥαν τὴν ἑαυτοῦ σύμβιον· «Ἐγένετό μοι καὶ εἰς γυναῖκα·» καὶ ὁ Παῦλος· «Γινέσθω ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης.» Ἀκολούθως τούτῳ ἐκλαμβάνεται καὶ, «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Οὐ γὰρ περί του τοιῶσδε λόγῳ φάναι, ἢ τοιῶσδε, τὴν οὐσίαν αὐτοῦ δηλοῖ. Διὸ οὐχ ἁπλῶς τὸ, «κατεστάθην,» ἀλλ', «ἐπὶ τὸ ὄρος Σιὼν,» εἶπεν· ὑπάρχων γὰρ πάντων ἐξ ἀπείρου καὶ ἐπ' ἄπειρον βασιλεὺς φησὶ γάρ· «Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι·» καὶ, «Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων», ἐδόκει πως μήπω μὲν βασιλεύειν τῶν μὴ γινωσκόντων αὐτὸν, γεγενῆσθαι δὲ καὶ ἐπὶ αὐτοὺς βασιλεὺς ἐν τῇ ἐνανθρωπήσει, δι' ἣν αὐτός τε Δαυῒδ ἐξῄτει ἐν θʹ ψαλμῷ· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν·» Μιχαίας τε προεφήτευσεν· «Καὶ ὁ Κύριος βασιλεύει ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Διεσάφησαν δὲ περὶ τούτου καὶ οἱ ἔξω τοιάδε· Οὔνομα γὰρ βασιλεὺς Θεὸς ἄμβροτος οὔποτε λῆγον, Οὔποτ' ἀποφθινύθον, οὐδ' ἀποπαυόμενον. Ὁμοιότροπον τούτῳ ἐστὶ καὶ τὸ, «Δέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ὑμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.» Πάλιν γὰρ τὸν ἐξ ἡμῶν σύμμορφον γενόμενον ἡμῖν λέγει, καὶ προτρέπει δέξασθαι αὐτὸν, Θεὸν μὲν καὶ Υἱὸν τοῦ Θεοῦ ἀληθινὸν ἀνάρχως ὄντα, τότε δὲ δι' ἡμᾶς ἀρχιερέα πεποιημένον, ἐπειδὴ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, ἀποδραμὼν αὐτοῦ τῆς ἀκτίστου θεότητος. Ἑπομένως θεωρεῖται καὶ ἡ πρὸς Κορινθίους Παύλου φωνή· «Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ὑμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις· ἵνα, καθὼς γέγραπται, Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Κατὰ γὰρ Θεὸν, φασὶ, καὶ ἀγαθοὶ καὶ σοφοί εἰσιν ἄνθρωποι·» καὶ τὰ ἐναντία τούτων· Τὰ γὰρ περισσὰ κἀνόνητα σώματα Πίπτει βαρείαις πρὸς Θεοῦ δυσπραξίαις. Ὃν τρόπον γὰρ τεθεὶς φῶς εἶναι ἐθνῶν, οὐκ οὐσιωδῶς ἐγένετο τότε φῶς, ἀλλ' ᾧ φωτίζονται οἱ ἐπιγινώσκοντες αὐτὸν «Ἦν» γὰρ, φησὶν, «τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον»· οὕτω καὶ «βασιλεὺς κατεστάθη,» καὶ «Κύριος ἐγένετο,» φύσει καὶ ἀνάρχως ὢν Κύριος, ὅτε οἱ μαθηταὶ, ὡς γέγραπται, δοῦλοι αὐτοῦ γεγόνασιν· ὅτε ὁ Ἀπόστολος ἐπέστελλεν· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·» ὅτε καὶ πάντες, τὴν κυριότητα αὐτοῦ καὶ χριστότητα ἐπιγνόντες, Χριστιανοὶ ἐπεκλήθημεν, ὡς δοῦλοι τοῦ δεσποτικοῦ ὀνόματος μετασχόντες· καθὰ λέγει ἐν Ἡσαΐᾳ· «Τοῖς δὲ δουλεύουσίν μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Κατ' ἐμὲ δὲ ἰδικώτερον τὸ τῶν ὀρθοδόξων ἡμῶν γένος προφητεύει, περὶ οὗ ὁ αὐτὸς εἶπεν· «Οὗτοί εἰσιν σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ·» καὶ, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς Ἄσμασι κείμενον· «Ἐκλελοχισμένος ἀπὸ μυριάδων·» τοῦτ' ἔστιν, ἐκλελεγμένος, οὐχ ὡς ἐκ πολλῶν υἱῶν μόνος, ἀλλ' ἐπειδὴ Δαυῒδ, ἤτοι ἡ Θεοτόκος, ἐξ ἧς τὸ κατὰ σάρκα Χριστὸς ἐκ πάντων εἰς τὴν οἰκονομίαν ἐπελέγη· καὶ εἰκότως καὶ ἐν αὐτῷ εὐδόκησε, καὶ λέγει· «Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;» ἢ καὶ ἐπίλεκτος, ὡς Μονογενὴς, ἐκ πάντων, ἐν τῇ ἐνανθρωπήσει ἀναμάρτητος.

Intertext edge

Open linked passage

Note