De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ἐκ βλασφημίας εἰς βλασφημίαν ἰόντες, προΐσχονται εὐθὺς μετὰ τὰ προκείμενα τὸ παρὰ Παύλου θεολογικῶς εἰρημένον· «Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·» κατὰ τὸ σφίσι δοκοῦν ἑρμηνεύοντες συλλογιστικῶς· ὅτι ἡ τοιάδε θέσις δηλοῖ δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ ἐκτίσθαι αὐτόν. Καὶ ἡ φράσις δὲ, καὶ ἡ διάνοια τὴν ἐνανθρώπησιν αὐτοῦ ὑποδείκνυσιν, Ἐν αὐτῇ γὰρ, φησὶ, Χριστὸς ὠνομάσθη, καθ' ὁμοιότητα τῶν πρὸ αὐτοῦ κληθέντων χριστῶν. Εἰ δὲ καὶ εἰς τὴν θεότητα αὐτοῦ δεκτέον τὸ ῥητὸν, αὐτόθεν τὸ ἀκραιφνὲς τῆς πρὸς τὸν Πατέρα αὐτοῦ ὁμοουσιότητος κατασημαίνεται, καὶ δηλοῖ πᾶσαν τὴν πατρικὴν δύναμίν τε καὶ σοφίαν ἐναποκεῖσθαι αὐτῷ, ὡς Λόγῳ δημιουργικῷ, καὶ Υἱῷ αὐτοῦ ἀληθινῷ.