De trinitate -
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ἕν τι καὶ τοῦτο πάθημα αἱρετικὸν καθέστηκε, τὸ λέγειν· Εἰ ἀμπέλῳ ἡ Γραφὴ παρείκασε τὸν Χριστὸν, κλήμασι δ' ἀνθρώπους, γεωργῷ δὲ τὸν Πατέρα, ἔστι δὲ ἡ ἄμπελος ὁμοφυὴς τοῖς κλήμασι, καὶ οὐ τῷ γεωργῷ· ἀναφαίνεται, φησὶν, ὁ Υἱὸς ὁμοφυὴς ἡμῖν, οὐ τῷ Θεῷ καὶ Πατρί. Ἡμεῖς δὲ ἀπαντῶντες τῷ λόγῳ αὐτῶν, φαμὲν, ὅτι κατὰ μὲν τὴν θεότητα, αὐτὸς τῆς γεωργοῦ ὑποστάσεως καρπὸς ὑπάρχει· κατὰ δὲ τὴν σάρκα, ἡμεῖς αὐτοῦ κλήματα τυγχάνομεν· προσέχοντες οὐχ ἥκιστα καὶ Παύλῳ δογματικῶς διατεινομένῳ· «Ἡμεῖς γάρ ἐσμεν σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους·» αὖθίς τε αὖ· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν;» Ἐκ γὰρ δὴ τῆς τοιᾶσδε ἀποστολικῆς φράσεως ἐκβάλλονται καὶ οἵδε οἱ αἱρετικοὶ, καὶ οἱ κρίνοντες τὴν σάρκα τοῦ Δεσπότου ἐξ οὐρανοῦ, ἀλλ' οὐκ ἀνθρωπείαν τυγχάνειν.