Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De trinitate -
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Καὶ εἰς ἕτερα δὲ θεῖα ῥητὰ διηνέχθησαν πρὸς τὴν ἀλήθειαν, καὶ ἔτι διαφέρονται· οἷον εἰς τὸ τῆς προφητείας Ἡσαΐου, ἔνθα ὁ Πατὴρ ἔφη· «Μέγα σοί ἐστι κληθῆναί σε παῖδά μου·» καὶ εἰς τὸ Παύλῳ γεγραμμένον· «Ὁ ὁρισθεὶς Υἱὸς Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης.» Καὶ ταῦτα γὰρ τῇ θεότητι αὐτοῦ ἐπιῤῥιπτοῦσι, λεχθέντα περὶ τῆς ἐκ Μαρίας δουλικῆς μορφῆς, περὶ ἧς ὁ ἄγγελος εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Ἔτι μὴν διαφέρονται καὶ εἰς τὸ, «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης·» τὸ πᾶν τῇ θεότητι αὐτοῦ ἀπονέμοντες. Λέγει δὲ ἐνταῦθα Πατέρα μὲν, τοῦ μὴ ὁρωμένου· Θεὸν δὲ, τοῦ ὁρωμένου. Περὶ οὗ ὁ αὐτὸς ἄγγελος καὶ μικρῷ πρόσθεν φαίνεται ἐπὶ προσήκοντι καιρῷ, καὶ νεαροῖς τοῖς μνημονευθεῖσιν ὀνόμασιν εὐαγγελισάμενος οὑτωσί· «Τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται.» Προσέτι διαφέρονται λώβη γάρ ἐστι τὰ νοήματα καὶ ῥήματα αὐτῶν καὶ εἰς τήνδε τὴν λέγουσαν δεσποτικὴν ῥῆσιν· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν.» Κἀνταῦθα γὰρ Πατέρα καλεῖ, ἑαυτοῦ μὲν κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· Θεὸν δὲ, ἑαυτοῦ μὲν διὰ τὴν πρόσφατον αὐτοῦ μορφὴν, ἡμῶν δὲ κατὰ ἀλήθειαν· ἵνα καὶ τὸ ἀρχαῖον καὶ τὸ πρόσφατον σημαίνηται Συγκαταβὰς γὰρ εἰς ὅλα τοῖς δούλοις ὁ Δεσπότης, τὸν ἑαυτοῦ Πατέρα, ἡμῶν δὲ Θεόν. Πατέρα μὲν καὶ ἡμῶν δι' ἀγαθότητα ἐποίησεν, οὐκ ὄντων φύσει υἱῶν, Θεὸν δὲ καὶ ἑαυτοῦ ἐκάλεσε διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, ἣν σαφέστερον προανεφώνησεν, εἰπών· «Ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.» Πῶς γὰρ ἂν καὶ ἐγχωρεῖ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, τοῦ ἀληθινοῦ καὶ μεγάλου Θεοῦ, εἶναι Θεός; Ὥσπερ οὖν ἡμῶν ἐστι Θεὸς τῇ ἀληθείᾳ, καὶ οὐ Πατὴρ κατὰ φύσιν· οὕτως αὐτοῦ μόνου ἀληθῶς κατ' οὐσίαν ἐστὶ Πατὴρ, καὶ οὐ Θεὸς κατὰ τὴν ἄνω γέννησιν· καὶ ἡμεῖς. μέτοχοι τοῦ Χριστοῦ γεγονότες, καταξιούμεθα τὸν ἐπουράνιον Θεὸν ἐπικαλεῖσθαι· «Πάτερἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·» οὕτω καὶ ὁ ἀγαπητὸς Υἱὸς, μετασχὼν, κατὰ Παῦλον Ἑβραίοις ἐπιστέλλοντα, παραπλησίως τοῖς παιδίοις αἵματος καὶ σαρκὸς, καλεῖ τὸν Πατέρα Θεόν. Πρὸς οἷς καὶ τὸ μὴ μίξαντα εἰπεῖν, Πατέρα ἡμῶν καὶ Θεὸν ἡμῶν, ἀλλὰ κεχωρισμένως, «Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν,» ἔδειξε τὴν προλεχθεῖσαν διαφορὰν αὐτοῦ τε καὶ ἡμῶν. Οὐχ εὑρίσκεται γὰρ ἑαυτοῦ καὶ ἀνθρώπων ἐπικοίνως εἰρηκώς· Πατέρα ἡμῶν. Ἀλλὰ καὶ ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, περὶ τῶν μετὰ παῤῥησίας καὶ ἐλευθεροστομίας ὁμολογούντων αὐτὸν ἔμπροσθεν τῶν ἀνθρώπων Θεὸν καὶ Υἱὸν τοῦ Θεοῦ μονογενῆ, ὅ ἐστιν ὁμοούσιον, ὑπισχνεῖται· «Κἀγὼ, φησὶν, ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου·» οὐ, τοῦ Πατρὸς ἡμῶν. Οὗ τί ἂν εἴη μεῖζον, ἐν μὲν ἀγαθοῖς, τοῦ ὁμολογηθῆναι ἡμᾶς ὑπ' αὐτοῦ· ἐν δὲ αἰσχίοις, τοῦ ἀρνηθῆναι ἐκείνοις τὴν ἀπὸ τοῦ Θεοῦ γνῶσιν, ὡς ἀντὶ τῆς ἀληθείας ἀνθῃρημένοις ψεῦδος; Καὶ τὸ, «Ἀναβαίνω» δὲ «πρὸς τὸν Πατέρα,» διὰ τὴν οἰκονομίαν εἶπεν, εὐαγγελιζόμενος τοὺς μαθητὰς, οὓς φιλῶν ἀδελφοὺς ἐκάλει, ὅταν ἀναβιβάζηται ἡ ἐξ ἡμῶν ἀπαρχὴ, ἀναβαίνοντος τοῦ ἀεὶ ὄντος πρὸς τὸν ὄντως ὄντα αὐτοῦ Πατέρα. Ἐπείτοιγε λέγει· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ ὢν ἐν τῷ οὐρανῷ·» διὰ τῶν τοιούτων λέξεων τῇ θεότητι μυστικῶς ἅμα καὶ λευκῶς σημαίνων εἶναι αὐτόν.

Intertext edge

Open linked passage

Note