Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialexis Montanistae et orthodoxi
Didymus the BlindOrth 1 · pg-scrape-grcMore by Didymus the Blind
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Dialexis Montanistae et orthodoxi Μοντανιστοῦ καὶ Ὀρθοδόξου διάλεξις. Μοντανιστὴς εἶπεν· Ἡμεῖς τῷ ἁγίῳ Παύλῳ πειθόμενοι Μοντανὸν ἐδεξάμεθα, ὡς ἔχοντα τὸ τέλειον τοῦ ἁγίου πνεύματος, τουτέστιν τὸν παράκλητον. Αὐτὸς γὰρ εἶπεν Παῦλος· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· καί· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. 450 Ὀρθόδοξος· Ἀληθεύων εἶπεν ὁ ἅγιος Παῦλος ἢ ψευδόμενος; {Μ.} Ἀληθεύων. {Ο.} Κατήργηται οὖν τὰ τοῦ ἀποστόλου; {Μ.} Μὴ γένοιτο. {Ο.} Πῶς οὖν εἶπεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται, ὡς ἀληθεύων ἢ ὡς ψευδόμενος; {Μ.} Αὐτὸς εἶπεν· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. {Ο.} Ἀληθῶς λέγεις, ἀλλ' οὐκ ἐνόησας, ὅτι πᾶς λόγος ἐν τῷ αἰῶνι τούτῳ μέρος ἐστὶ τοῦ ἐν τῷ μέλλοντι αἰῶνι φανησομένου μυστηρίου. Νῦν γὰρ πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καὶ ἐν τοῖς λόγοις ἔχομεν· τότε δὲ ἡ γνῶσις, ὅτε πρόσωπον πρὸς πρόσωπον ὀψώμεθα.! Ἄρτι πιστεύομεν, ὅτι αὐτὸς κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Τῶν οὖν πραγμάτων κατὰ πρόσωπον ὀφθέντων τὸ ἐκ μέρους καταργηθήσεται. Οὐκέτι γὰρ ἀπὸ λόγων ἔχομεν τὴν πίστιν, ἀλλὰ ἀπ' αὐτῆς τῆς θέας, καὶ τοῦτό ἐστιν τὸ ἐκ μέρους καταργηθήσεται. {Μ.} Καταργηθήσεται οὖν καὶ ἡ πίστις; {Ο.} Καταργηθήσεται. Ἀντὶ τοῦ παύεται. Ἀμέλει αὐτῆς ὅλης τῆς περικοπῆς μνησθῶμεν τῇ συνέσει τοῦ πνεύματος. Λέγει δὲ οὕτως· ἡ ἀγάπη οὐδέποτε πίπτει· εἴτε δὲ προφητεία, καταργηθήσεται. Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γιγνώσκωμεν ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Ὁρᾶς, ὅτι καταργηθήσεται ἐπὶ τὸ βέλτιον· ὅ ἐστι τί; Παρόντων τῶν πιστευομένων παύ 451 σεται ἡ πίστις. Οὐκέτι γὰρ πιστεύομεν, ἀλλ' ὁρῶμεν. Πίστις δὲ βλεπομένη οὐκ ἔστι πίστις. Ὃ γὰρ βλέπει τις, τί καὶ πιστεύει; καὶ τοῦτό ἐστι· βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Τότε, πότε; Δῆλον, ὅτε τὸ τέλος. {Μ.} Ἰδοὺ οὖν ἦλθεν Μοντανὸς ὁ παράκλητος καὶ ἔδωκεν ἡμῖν τὸ τέλειον. {Ο.} Τὸ τέλειον ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται ἢ οὔ; {Μ.} Οὕτως γέγραπται. {Ο.} Ὁρῶμεν δέ, ὅτι Μοντανὸς καταργεῖται ἕως σήμερον· τὰ δὲ τοῦ ἁγίου Παύλου αὔξουσιν. {Μ.} Καί τοι γε ὑμεῖς τὰ Παύλου καταργεῖτε λέγοντος μετὰ Χριστὸν μὴ εἶναι προφήτας. {Ο.} Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ ἃ διδάσκει ἡ ἐκκλησία. Ἡμεῖς γὰρ ἴσμεν, ὅτι καὶ μετὰ Χριστὸν προφῆται. Αὐτὸς γὰρ Ἰησοῦς εἶπεν, ὅτι· Ἰδοὺ ἐγὼ ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν. Καὶ Παῦλος λέγει· Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δέ, ἵνα προφητεύητε. Καὶ πάλιν λέγει· Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; ἐὰν δὲ πάντες προφητεύσωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ καὶ φανερὰ γίνεται ὑπὸ πάντων, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων, ὅτι ὄντως Θεὸς ἐστὶν ἐν ἡμῖν. {Μ.} Πῶς οὖν ὑμεῖς λέγετε, ὅτι μετὰ Χριστὸν οὐκ ἐγένετό τις προφήτης; {Ο.} Ἡμεῖς καὶ μετὰ Χριστὸν ὁμολογοῦμεν γεγενῆσθαι προφήτας καὶ αὐτοὺς τοὺς ἀποστόλους ἔχειν καὶ τῆς προφητείας 452 τὸ χάρισμα. Πῶς γὰρ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σαπφείραν ἤλεγξε νοσφισαμένους ἐκ τῆς τιμῆς τοῦ χωρίου, εἰ μὴ χάρισμα προφητείας εἶχε; Πῶς δὲ καὶ ὁ ἅγιος Παῦλος ἔλεγε τὰ μέλλοντα ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἔσεσθαι, εἰ μὴ καὶ αὐτὸς εἶχεν χάρισμα προφητείας; {Μ.} Πῶς οὖν οὐ δέχεσθε Μοντανὸν τὸν ἅγιον; {Ο.} Ὅτι ψευδοπροφήτης ἦν οὐδὲν ἀληθὲς λέγων. {Μ.} Μὴ βλασφήμει, ἄνθρωπε, τὸν παράκλητον. {Ο.} Ἐγὼ αἰνῶ καὶ δοξάζω τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας, Μοντανὸν δὲ βδελύσσομαι ὡς τὸ βδέλυγμα τῆς ἐρημώσεως. {Μ.} Πῶς; {Ο.} Πρῶτον, ὅτι λέγει· Ἐγώ εἰμι ὁ πατὴρ καὶ ἐγώ εἰμι ὁ υἱὸς καὶ ἐγὼ ὁ παράκλητος. {Μ.} Ὑμεῖς δὲ λέγετε, ὅτι· Ἄλλος ἐστὶν ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλο τὸ πνεῦμα τὸ ἅγιον. {Ο.} Ἐὰν ἡμεῖς λέγωμεν, οὐδὲν ἀξιόπιστον· ἐὰν δὲ ὁ υἱὸς διδάσκῃ, ἄλλον εἶναι τὸν πατέρα καὶ ἄλλον τὸν παράκλητον, τὸ πνεῦμα τὸ ἅγιον, ἀνάγκη πείθεσθαι. {Μ.} Δεῖξον, ποῦ διδάσκει. {Ο.} Ὅταν λέγῃ· Ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό· ὑμεῖς δὲ γιγνώσκετε, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. Πῶς οὐχὶ φανερῶς ἄλλον παράκλητον ἀκούων ἄλλον παρ' αὐτὸν τὸν λέγοντα νοεῖς; {Μ.} Εἰ ἄλλος καὶ ἄλλος καὶ ἄλλος, τρεῖς θεοί. {Ο.} Μὴ γένοιτο. {Μ.} Πῶς· μὴ γένοιτο; {Ο.} Ὅτι ἡ θεία γραφὴ τὰ τὴν αὐτὴν ἔχοντα φύσιν καὶ βουλὴν ἑνοῖ. {Μ.} Μὴ γένοιτο. {Ο.} Ἀκούεις Παύλου τοῦ ἀποστόλου λέγοντος, ὅτι· Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, 453 ἀλλὰ πάντες ἐν Χριστῷ Ἰησοῦ εἷς ἐστε. Καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀκούομεν λέγοντος περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ὅτι οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Εἰ δὲ τὰ ἐν διαστάσει ὄντα οὐκέτι εἰσὶ δύο διὰ τὸ ταὐτὸν τῆς βουλῆς καὶ τῆς φύσεως, πῶς δυνατὸν τὰ ἀσώματα ὑπὸ ἀριθμὸν καὶ θέσιν γενέσθαι; {Μ.} Οὐκ ἔστιν οὖν εἷς θεός. {Ο.} Εἷς θεὸς τῷ λόγῳ τῆς φύσεως, τῇ δὲ ὑποστάσει ἄλλος ἐστὶν ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλος τὸ πνεῦμα τὸ ἅγιον. {Μ.} Πῶς οὖν ὁ υἱὸς λέγει· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσονται, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; Καὶ πάλιν λέγει· Ἄν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου τηρήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὁ ἐμὸς οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με. Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνο ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει πάντα, ἃ εἶπον ἐγώ. {Ο.} Ἄκων συναινεῖς τῷ λόγῳ τῆς ἀληθείας. Εἰ γὰρ πείθῃ τοῖς εἰρημένοις, ὀρθοποδήσεις πρὸς τὴν ἀλήθειαν. Ἤκουσας, ὅτι λέγει· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οὐκ εἶπεν· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε πάντες, ὅτι ἐγὼ πατὴρ καὶ υἱός εἰμι. Ἀκούεις δέ, ὅτι λέγει· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ· οὐκ εἶπε πρὸς αὐτόν· Ἐλεύσομαι ἐγὼ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ μονὴν ποιήσω· ἀλλὰ καὶ τό· Ὁ λόγος ὁ ἐμὸς οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με, οὐδὲν ἕτερον δηλοῖ ἢ τῶν ὑποστάσεων τὴν ἰδιότητα· καὶ ὅταν δέ· ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων, ἀκούσῃς, ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖνος διδάξει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν, πῶς οὐ σαυτὸν ἐρυθριάσας ὁμολογήσεις τῶν τριῶν ὑποστάσεων τὴν εὐκρίνειαν; 454 {Μ.} Ἐν ἡμέρᾳ... κρίσεως αἱ τρεῖς ὑποστάσεις καθέζονται κρῖναι ζῶντας καὶ νεκρούς. {Ο.} Τὸ καθέζονται σωματικῶς ἀκούων πνευματικῶς νόει, ἵνα μὴ τόπους καὶ χωρισμοὺς σωμάτων ὑπολάβῃς, ἀλλὰ τὸ πάγιον τῆς φύσεως. Πανταχοῦ γὰρ ὁ πατήρ, πανταχοῦ ὁ υἱός, πανταχοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ οὐδὲν μέσον ἐστὶν νοῦ καὶ λόγου καὶ πνοῆς, οὕτως οὐδὲν μέσον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Νοῆσαι δὲ δεῖ τὸν πατέρα τέλειον, ἐν τελείᾳ ὑποστάσει, καὶ τὸν υἱὸν τέλειον ἐν τελείᾳ ὑποστάσει, καὶ τὸ πνεῦμα τὸ ἅγιον, τέλειον ἐν τελείᾳ ὑποστάσει, παρὰ τοῦ πατρὸς ἐκπορευόμενον. {Μ.} Πῶς ἐγχωρεῖ; Αὐτὸς λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. {Ο.} Οὐκ εἶπεν· Ἕν εἰμι, ἀλλ' ἕν ἐσμεν, ἵνα τῶν ὑποστάσεων τὸ ἐνυπόστατον γνῶμεν. Ἐκεῖνο δὲ θαυμάζω, ὅτι μέμνησαι τῶν εὐαγγελίων καὶ οὐκ ὀρθοποδεῖς πρὸς τὴν ἀλήθειαν αὐτῶν. {Μ.} Ἐγὼ τοῖς εὐαγγελίοις πείθομαι. {Ο.} Δεῖξον οὖν, ποῦ γέγραπται ἐν τοῖς εὐαγγελίοις, ὅτι· Ἐγώ εἰμι καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα. {Μ.} Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. {Ο.} Ἀλλὰ τὸν πατέρα· οὐχ ἑαυτὸν φήσας εἶναι πατέρα, ἀλλὰ τοιοῦτον οἷον τὸν πατέρα. {Μ.} Θέλεις γνῶναι, ὅτι ὀρφανοί εἰσιν οἱ μὴ δεχόμενοι τὸν παράκλητον; Ἄκουε τοῦ Κυρίου λέγοντος· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς· καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. Καὶ μετ' ὀλίγα λέγει· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. Οἱ τοίνυν μὴ δεξάμενοι τὸν παράκλητον ὀρφανοί εἰσιν. {Ο.} Ἀληθῶς οὐ μόνον ὀρφανοί εἰσιν, ἀλλὰ καὶ ἄθεοι οἱ μὴ δεξάμενοι τὸν παράκλητον. {Μ.} Διὰ τί οὖν οὐ δέχεσθε αὐτόν; {Ο.} Ἡμεῖς καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, ὑμεῖς δὲ οὔτε 455 ἔγνωτε οὔτε ἐδέξασθε, ἀλλ' ἠπατήθητε παρὰ Μοντανοῦ, καὶ τοιαύτην ἀπάτην, ἣν οὐκ ἂν ἠπατήθησαν ἄνθρωποι μὴ γενόμενοι σκεύη τοῦ διαβόλου. Πρῶτον γὰρ πείθει ὑμᾶς εἰπεῖν τοὺς ἀποστόλους ὀρφανοὺς καὶ τὸν Κύριον Ἰησοῦν ψεύστην τὸν εἰρηκότα αὐτοῖς· Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς. {Μ.} Ἡμεῖς γὰρ λέγομεν, ὅτι οὐκ ἦν ὁ Χριστὸς ἐν τοῖς ἀποστόλοις. {Ο.} Ὁ λέγων, ὅτι οὐκ ἦν ἐν τοῖς ἀποστόλοις ὁ παράκλητος, ἀλλ' ἐν Μοντανῷ, πάντως οὐδὲ τὸν Χριστὸν δώσει ἐν αὐτοῖς. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Καὶ εὑρέθησαν καθ' ὑμᾶς ὀρφανοὶ καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς ψεύστης, καὶ Μοντανὸς ὁ τοῦ Ἀπόλλωνος ἱερεὺς ἀληθής. Τί δὲ ταύτης τῆς ἀπάτης ἐστὶν ἀθλιώτερον; {Μ.} Λέγομεν καὶ ἡμεῖς, ὅτι οἱ ἀπόστολοι ἔσχον ἐκ τοῦ πνεύματος, ἀλλ' οὐ τὸ πλήρωμα τοῦ παρακλήτου εἶχον. {Ο.} Καὶ ὁ λέγων· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, οὐκ εἶχε τὸ πνεῦμα, ἀλλὰ Μοντανὸς ὁ ἱερεὺς τοῦ εἰδώλου; {Μ.} Παῦλος γὰρ οὐκ ἦν διώκτης; {Ο.} Ἀλλὰ σκεῦος ἐκλογῆς γέγονε. {Μ.} Καὶ Μοντανός. {Ο.} Ἀλλ' ἐκ τούτου γινώσκεται ὁ ἀληθὴς προφήτης ἐκ τοῦ τὰ τοῦ θεοῦ αὐτὸν λέγειν, καὶ ὁ ψευδοπροφήτης ἐν τῷ τὰ ἐναντία αὐτὸν τῷ θεῷ λέγειν. {Μ.} Καὶ πότε Μοντανὸς ἐναντία τῷ θεῷ εἶπεν; {Ο.} Ὅταν μὲν ὁ θεὸς καὶ σωτὴρ ἡμῶν λέγῃ τὸν παράκλητον ἄλλον εἶναι παρ' ἑαυτὸν καὶ τοῖς ἀποστόλοις ἀποστέλλειν αὐτὸν ἐπαγγέλλεται, Μοντανὸς δὲ λέγει· Ἐγώ εἰμι ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, δῆλον, ὅτι ἐναντία τῷ υἱῷ λέγει καὶ ἔστι ψευδοπροφήτης. {Μ.} Καὶ ἡμεῖς λέγομεν, ὅτι εἶχον οἱ ἀπόστολοι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος, ἄλλ' οὐ τὸ πλήρωμα. {Ο.} Ὅτι οἱ ἀπόστολοι ναοὶ τοῦ πνεύματος ἦσαν καὶ πάντες οἱ ἅγιοι, ἄκουε Παύλου λέγοντος· Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν καὶ ἐν ἄλλοις· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, 456 ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Τοσούτων οὖν μαρτυριῶν οὐσῶν τῶν λεγουσῶν, ὅτι τὸ πνεῦμα ἦν καὶ ἔστιν ἐπὶ τοὺς πιστεύοντας, πῶς σὺ λέγεις μὴ εἶναι ἐπὶ τοὺς ἀποστόλους; {Μ.} Εἶπον, ὅτι ἀῤῥαβὼν ἦν τοῦ πνεύματος ἐν αὐτοῖς. {Ο.} Αὐτὸ τὸ πνεῦμα ἀῤῥαβών ἐστι τῶν ἐπηγγελμένων ἀγαθῶν, οἷον ἐπαγγελίαν ἔχομεν ἀφθαρσίας. Πόθεν ἡ ἀπόδειξις, ὅτι ἐσόμεθα ἄφθαρτοι ἐκ τοῦ πνεύματος, οὗ ἔδωκεν ἡμῖν, καὶ οὕτως πᾶσαν ἐπαγγελίαν ἐλπίζομεν πληροῦσθαι ἐκ τῆς τοῦ πνεύματος τοῦ ἁγίου παρουσίας ὡς εἶναι αὐτὸ ἀῤῥαβῶνα τῶν ἐπηγγελμένων ἀγαθῶν; Λέγει δὲ οὕτως ὁ Παῦλος· Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν, ὅ ἐστιν, ὅτι ἐβεβαιώθη σὺν ὑμῖν εἰς Χριστόν. Πόθεν τοῦτο ἐκ τοῦ πνεύματος, οὗ δέδωκεν ἡμῖν; Ἡ γὰρ ἀπόδειξις, ὧν ἐπηγγείλατο Χριστός, ἐκ τῆς τοῦ πνεύματος παρουσίας ἐστίν· ἐπηγγείλατο βασιλείαν οὐρανῶν, ἐπηγγείλατο ἀφθαρσίαν, ἀθανασίαν, σοφίαν, ἁγιασμόν, ἀπολύτρωσιν. Τίς ταύτης τῆς δωρεᾶς ἀπόδειξις καὶ πόθεν ἡμῖν τὸ ἀσφαλὲς ἐκ τοῦ πνεύματος, οὗ ἔδωκεν ἡμῖν; Ὁ γὰρ τὸ αἴτιον τῶν χαρισμάτων δεδωκὼς δώσει καὶ τὰ ἑπόμενα καὶ διὰ τοῦτο ἀῤῥαβὼν εἴρηται τὸ πνεῦμα τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης. {Μ.} Διὰ τί δὲ καὶ τὰς ἁγίας Μαξίμιλλαν καὶ Πρίσκιλλαν ἀποστρέφεσθε καὶ λέγετε μὴ ἐξὸν εἶναι προφητεύειν γυναιξίν; Οὐκ ἦσαν καὶ τῷ Φιλίππῳ θυγατέρες τέσσαρες προφητεύουσαι καὶ Δεββῶρα οὐκ ἦν προφῆτις; καὶ ὁ ἀπόστολος οὐ λέγει· Πᾶσα γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, εἰ οὐκ ἔστιν γυναιξὶν προφητεύειν οὐδὲ προσεύχεσθαι; Εἰ δὲ προσεύχονται, καὶ προφητευέτωσαν. {Ο.} Ἡμεῖς τὰς προφητείας τῶν γυναικῶν οὐκ ἀποστρεφόμεθα, καὶ ἡ ἁγία Μαρία προεφήτευσε λέγουσα· Ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Καὶ ὡς καὶ αὐτὸς εἶπας ἦσαν τῷ ἁγίῳ Φιλίππῳ θυγατέρες προφητεύουσαι, 457 καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν προεφήτευεν. Ἀλλ' οὐκ ἐπιτρέπομεν αὐταῖς λαλεῖν ἐν ἐκκλησίαις οὐδὲ αὐθεντεῖν ἀνδρῶν, ὥστε καὶ βίβλους ἐξ ὀνόματος αὐτῶν γράφεσθαι. Τοῦτο γάρ ἐστιν ἀκατακαλύπτως αὐτὰς προσεύχεσθαι καὶ προφητεύειν, καὶ οὐ κατῄσχυνε τὴν κεφαλὴν τουτέστιν τὸν ἄνδρα. Μὴ γὰρ οὐκ ἠδύνατο ἡ ἁγία Θεοτόκος Μαρία ἐξ ὀνόματος ἑαυτῆς βιβλία γράψαι; Ἀλλ' οὐκ ἐποίησεν, ἵνα μὴ καταισχύνῃ τὴν κεφαλὴν αὐθεντοῦσα τῶν ἀνδρῶν. {Μ.} Τὸ γὰρ ἀκατακαλύπτῳ τῇ κεφαλῇ προσεύχεσθαι ἢ προφητεύειν ἐστὶ τὸ μὴ γράφειν βιβλία; {Ο.} Καὶ πάνυ. {Μ.} Ἐὰν οὖν λέγῃ ἡ ἁγία Μαρία· Ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί, μετὰ παῤῥησίας λέγει καὶ ἀνακεκαλυμμένως, ἢ οὔ; {Ο.} Ἔχει κάλυμμα τὸν εὐαγγελιστήν. Οὐ γὰρ ἐξ ὀνόματος αὐτῆς τὸ εὐαγγέλιον ἀναγέγραπται. {Μ.} Μή μοι τὰς ἀλληγορίας ὡς δόγματα λάμβανε. {Ο.} Μάλιστα μὲν οὖν ὁ ἅγιος Παῦλος καὶ τὰς ἀλληγορίας εἰς τὰς τῶν δογμάτων βεβαιώσεις ἔλαβε λέγων, ὅτι· Ἀβραὰμ δύο γυναῖκας ἔσχεν, ἅτινά εἰσιν ἀλληγορούμενα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι. Δῶμεν δέ, ὅτι οὐ διὰ ἀλληγορίαν τὸ τῆς κεφαλῆς κάλυμμα. Στῆσόν μοι ἐπὶ πάντων τὴν ἀλληγορίαν, ἐὰν ᾖ πενιχρὰ γυνὴ καὶ μὴ ἔχῃ, τί κατακαλύπτεται, οὐ δεῖ αὐτὴν προσεύχεσθαι οὐδὲ προφητεύειν; {Μ.} Καὶ δύναται εἰς τοσοῦτον εἶναι πενιχρά, ὡς μὴ ἔχειν, τί σκεπάσεται. {Ο.} Πολλάκις μὲν εἴδομεν οὕτως πενιχρὰς γυναῖκας ὥστε μὴ ἔχειν, τί σκεπάσονται. Ἐπειδὴ δὲ αὐτὸς οὐ θέλεις εἶναι πενιχρὰς γυναῖκας ὥστε μὴ ἔχειν, τί σκεπάσονται, τί ποιεῖς ἐπὶ τῶν βαπτιζομένων; Ἆρα οὐ δεῖ αὐτὰς βαπτιζομένας προσεύχεσθαι; Τί δὲ λέγεις καὶ ἐπὶ τῶν ἀνδρῶν τῶν πολλάκις διὰ κάκωσιν σκεπαζομένων τὴν κεφαλήν; Ἆρα καὶ τούτους κωλύεις προσεύχεσθαι ἢ προφητεύειν; {Μ.} Ἐν ἐκείνῃ τῇ ὥρᾳ, ᾗ προσεύχεται ἢ προφητεύει, ἀνακαλύπτεται. {Ο.} Οὐ δεῖ αὐτὸν ἀδιαλείπτως προσεύχεσθαι, ἀλλὰ παρα 458 κούειν τοῦ ἀποστόλου διδάσκοντος αὐτόν, τοῦ λέγοντος· Ἀδιαλείπτως προσεύχεσθε. Καὶ τὴν γυναῖκα δὲ συμβουλεύεις βαπτιζομένην μὴ προσεύχεσθαι. {Μ.} Διὰ τοῦτο οὖν οὐ δέχεσθε Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ἐπειδὴ βιβλία συνέταξαν. {Ο.} Οὐ διὰ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ ψευδοπροφήτιδες γεγόνασι μετὰ τοῦ ἐξάρχου αὐτῶν Μοντανοῦ. {Μ.} Πόθεν, ὅτι ψευδοπροφήτιδες γεγόνασιν; {Ο.} Τὰ αὐτὰ Μοντανῷ εἰρήκασιν; {Μ.} Ναί. {Ο.} Ἠλέγχθη δὲ Μοντανὸς ἐναντία ταῖς θείαις γραφαῖς εἰρηκώς, καὶ αὐταὶ ἄρα αὐτῷ συνεκβληθήσονται.

Intertext edge

Open linked passage

Note