Fragmenta in Proverbia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Τουτέστιν ἐν γήρᾳ· ἣ διὰ τοῦ κατατριβῆναι τὰς σάρκας, τὴν ἀκολασίαν δηλοῖ φθοράν τινα οὖσαν. Στ. ιβʹ. ιδʹ. Εἰσάγει τὸν διαφθαρέντα κακίζοντα ἑαυτὸν, ὡς μισήσαντα παιδείαν, καί φησιν· Ἀπολοίμην ἂν καὶ διεφθάρην, κατατρίψας τὰς σάρκας μου ἐν ἀσωτίαις, καὶ τὴν ζωὴν αὐτὴν μικροῦ δεῖν προηκάμην. Διὸ φανερὸν ἐγένετο τὸ ἐπιτίμιόν μου ἐν μέσῳ Ἐκκλησίας καὶ Συναγωγῆς. Μετανενοηκότος γὰρ ἡ φωνὴ, καὶ μὴ γεγονότος ἐν ᾧ παρ' ὀλίγον γεγένηται. Ὅμοιον καὶ τὸ, “Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.” Ἀνανήψας γὰρ καὶ αἰσθηθεὶς, Ποῦ ἔστι, λέγει, τὸ παρὰ μικρόν; Πῶς οὖν ἔνι τὴν ἐκ τῆς φύσεως μανίαν παραμυθήσασθαι; Στ. ιεʹ. Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ, καὶ πηγή· τοῖς μὲν προσερχομένοις ταῖς ἀρεταῖς φρέαρ ἔστι· τοῖς δὲ κατ' αὐτὰς τελειωθεῖσι, πηγή. Λέγεται δὲ ἡ γνῶσις καὶ μήτηρ, καὶ γυνὴ, καὶ ἀδελφή· μήτηρ, ὅτι δι' αὐτῆς ὑπὸ τοῦ διδασκάλου γεγεννήμεθα· γυνὴ, ὅτι συνοῦσα τίκτει ἀρετὰς καὶ ὀρθὰ δόγματα· ἀδελφὴ, ὅτι ἐξ ἑνὸς Θεοῦ γεγόναμεν. Καὶ εἶπα τὴν σοφίαν ἀδελφήν. Στ. ιςʹ, ιζʹ. Ὅρα ὡς οὐ μόνον τῇ ἀφθονίᾳ τὴν εὐκολίαν ἐνδείκνυται, ἀλλὰ καὶ τῷ μηδένα κοινωνὸν ἔχειν τῆς ἀπολαύσεως· διπλασιάζει δὲ αὐτὸ καὶ κτῆσιν ἀποκαλεῖ· οἶδε γὰρ τὴν τοῦ πράγματος ἡδονήν. Στ. ηʹ. Κἂν τὴν φυσικὴν τῶν ἀλόγων ἐργασίαν μίμησαι· ἢ ἴσθι, τουτέστι πορεύου. Πολλοὶ γὰρ ἀγαθοεργοῦσιν ἀπὸ θεωρίας ἢ ἀκοῆς, καὶ οὐκ ἐξ ἐπιστήμης. Μελίσσας λέγει προφήτας καὶ ἀποστόλους, ὧν οἱ πόνοι χρήσιμοι τοῖς τε μεγάλοις τὴν ἕξιν καὶ τοῖς βραχέσι· κηρὸν μὲν οὖν λέγει τὰ πράγματα· μέλι δὲ, τὴν τούτων θεωρίαν. Ὥσπερ ὁδηγεῖ τὰς αἶγας ὁ κτῖλος, οὕτως ὁ ἐσσὴν τὰς μελίσσας. Καλὸν οὖν παρὰ πάντα τὸν βίον ἡ τάξις. Στ. ιβʹ. Ἄφρων ὁ ἄθεος, ὁ τὸ θεωρητικὸν ἀπολέσας· παράνομος δὲ, ὁ τὸ πρακτικόν. Στ. αʹ. Κατὰ κοινοῦ φύλαξον, ἵν' ᾖ σοι, φησὶ, καὶ βιῶναι ζωὴν αἰώνιον, καὶ διορατικῷ γενέσθαι. Πολλῷ γὰρ τοῦ τῶν ὀμμάτων φωτὸς λαμπρότερον αἱ τῶν θείων ἐντολῶν τηρήσεις ἡμῖν ἀναλάμπουσιν. Στ. γʹ. Χεὶρ, ἡ ὁλοσχερὴς πρᾶξις· δάκτυλος δὲ, ἡ μερικωτέρα. Πειθόμενος δέ μοι πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς ὑποδοχὴν τῶν ἀρετῶν. Στ. ιθʹ. Συνοικεῖν ἀνδρὶ προσποιεῖται, ὡς κατὰ νόμον βιοῦσα· καὶ ἀναιρεῖ πάντα τὰ φοβερὰ καὶ κωλυτικὰ, τὴν ἀποδημίαν προβαλλομένη τοῦ συνοικοῦντος. Στ. κζʹ. Ὁ γὰρ οἶκος αὐτῆς ὁδοὶ ᾅδου, εἰς ταμεῖα θανάτου κατάγουσαι. Οἱ γὰρ πειθόμενοι αὐτῇ, χοϊκοὶ γινόμενοι παρ' αὐτῆς καὶ γήινοι, οὕτως ἀπολοῦνται. Τὸ δὲ, “Ἐπὶ πέταυρον ᾅδου,” οἱ λοιποὶ ἐν βάθεσιν εἶπον. Στ. κβʹ. Πολλὰ σημαίνουσα, καθάπερ εἴπομεν, ἡ ἀρχὴ, νῦν τὸ ἀΐδιον δηλοῖ, καὶ τὸ αἴτιον, καὶ τὸ ποιητικόν. Ἡ δὲ ἀρχὴ τινῶν ἐστιν ἀρχὴ, καὶ σημαίνει σχέσιν, ἀλλ' οὐκ οὐσίωσιν. Τὰ γὰρ πρός τι, τοιαῦτα· ὡς τὸ δεξιὸν καὶ ἀριστερόν. Οὐσία τοίνυν οὖσα ἡ τοῦ Θεοῦ σοφία, οὐκ ἀρχὴ τινῶν ἐστι· καὶ πρὸ κτίσεως γὰρ ἔχει τὸ εἶναι σοφία. Ἡνίκα δὲ σχέσιν τὴν πρὸς τὰ γενητὰ δέξεται, τότε ἀρχὴ γίνεται τῶν ὁδῶν τοῦ Θεοῦ ποιητικῶν καὶ προνοητικῶν, εἰς τὰ ἔργα ἃτὴν ὕπαρξιν ἐκ τοῦ Δημιουργοῦ ἔχει μηδὲν αὐτῇ συνενεγκόντα πρὸς τὸ εἶναι σοφίαν· ἀλλ' ἡ σχέσις καθ' ἣν ἀρχὴ καὶ δημιουργὸς λέγεται, τότε ὑπέστη, ὅτε καὶ τὰ γενόμενα. Ἀρχὴ γὰρ οὐ προϋπάρχει ὧν ἔστιν ἀρχή· οὔτε ταῦτα μετ' ἐκείνην ὑπάρχειν λέγεται, εἰ τὴν οὐσίαν ἔχουσιν ἐν χρόνῳ τὰ κτίσματα. Οὖσα γὰρ ἀΐδιος ἡ σοφία οὐχ ὑπόκειται χρόνῳ. Σύζυγος οὖν ἡ ἀρχὴ τοῖς κτίσμασι. Προὐπάρχων τῆς κτίσεως, σοφία ὢν, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐὰν λέγει· “Κύριος ἔκτισέ με,” μὴ οὐσίωσιν τὴν νόησιν ἔχῃ, ἀλλ' εἰς σχέσιν τὴν πρὸς τὰ κτίσματα. Εἰς ἔργα γὰρ ἐκτίσθαι φησὶν, ἐπὶ τῷ ἀρχὴ εἶναι τῶν ποιητικῶν καὶ προνοητικῶν ὁδῶν τοῦ Θεοῦ, τουτέστιν αἰτία, εἰσαγωγικῶς γε μὴν ἔτι εἰπεῖν. Ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονεν, ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν· καὶ πρὸ αἰώνων ὢν καὶ ἀΐδιος, καθ' ὃ Θεὸς Λόγος ἐστὶν, ἐκτίσθαι λέγεται ὅτι γέννησιν τὴν ἐκ Μαρίας ἔσχε, γενόμενος σάρξ· ὡς ἂν οἱ θέλοντες κατὰ Θεὸν ὁδεύειν καὶ πρὸς Θεὸν, χρῶνται διδασκάλῳ, ὑπογραμμὸν ἀρίστου βίου καὶ διδασκαλίαν τοῖς ἑπομένοις παρέχοντα. Ὅτι δὲ τὸ, “ἔκτισεν,” οὐ δηλοῖ πάντως οὐσίωσιν, δηλοῖ λέγων ὁ Δαυίδ· “Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.” Αἰτεῖ γὰρ οὐχ ὡς μὴ ἔχων, λαβεῖν, ἀλλ' ὡς ῥιπώσας αὐτὴν, ἀναλαβεῖν αὖθις κεκαθαρμένην. Καὶ Παῦλος δὲ λέγων τοὺς δύο κτίζεσθαι εἰς ἕνα καινὸν ἄνθρωπον, οὐκ οὐσίωσιν ἀνθρώπων, ἀλλ' ἕνωσιν ἐξ ὁμονοίας δηλοῖ· ὥσπερ οἱ ἑρμηνεύσαντες “Ἐκτίσατό με” ἐξέδωκαν. Στ.
1.2.1
Ἀντὶ τοῦ, Κατέβαλεν αἰτίαν τε καὶ κρηπῖδα τῶν κτισμάτων· κατὰ τὸ, “Πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστι πρὸ πάντων.” Καὶ αὐτὸς δέ φησιν ὁ Κύριος· “Ἐγώ εἰμι ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ.” Ὡς γὰρ θεμέλιος βουλόμενος εἶναι τῆς Ἐκκλησίας, ἄνθρωπος ὑπέμεινε γενέσθαι, ἵν' ἐπ' αὐτῷ ἱδρυνθῇ μὴ σαλευομένη· οὕτω καὶ τῇ κτίσει παρασχεῖν τὸ εἶναι βουλόμενος, κατ' αὐτὴν γέγονεν, τὴν προειρημένην σχέσιν εἰσάγων, γινόμενος τοῖς ἐσομένοις ἀρχὴ καὶ αἰτία· ἀλλ' εἰ καὶ κατὰ ταῦτα, φησὶν, ἐκτίσθην, ἀλλὰ πρὸ πάντων γεννᾷ με Θεὸς, ὅπερ ἐστὶν Υἱόν. Στ.
1.3.1
Θρόνον τὴν ἑαυτοῦ βασιλείαν, ἀνέμους δὲ τὰ νοερὰ πνεύματα λέγει· ἢ καθὼς καὶ Δαυίδ· “Ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·” τὸ κουφότερον αὐτοῦ τῆς οὐσίας καὶ ἀσώματον παραστῆσαι βουλόμενος. Στ. κθʹ. Ὅρα διαιρουμένους τὰ ἔργα, τὴν σοφίαν καὶ τὸν Θεόν. Ὁ μὲν ἐποίει, φησίν· ἐγὼ δὲ ἥρμοζον. Ἰσχυρὰ δὲ, πῶς; Οὐ δεόμενά τινος ὑποβάθρας· βουλήσει γὰρ μόνῃ κατέχεται τοῦ Θεοῦ. Στ. λεʹ. Ἢ ὅτι ἅμα τῷ φανῆναι παρέχω ζωὴν, ἢ ὅτι ἀποκαλύψει τινὶ συγκαταβαίνων πρὸς τὴν ἐκείνου ἀσθένειαν, τότε ἐξέρχεται· ζωὴ γὰρ ὢν, καὶ ἔξω γενόμενος τοῖς δυναμένοις ἰδεῖν αὐτὸν, ζωὴν δίδωσι· θέλησιν δὲ ἢ ἀγάπην φησὶν, ἢ ὅτι ἐποίησεν ἡμᾶς αὐτεξουσίους εἰς τὸ ἑτοίμους εἶναι πράττειν ἃ δεῖ. Στ. βʹ. Ἐκκλινάτω, ἵνα φρόνησιν λάβῃ· ῥώννυται γὰρ ὁ ἀτελὴς ὑπὸ τῶν τῆς σοφίας λόγων καὶ μυστηρίων. Στ. εʹ. Ἡ αὐτὴ τροφὴ καὶ κρέα ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτου αὐτῶν μεταλαμβάνειν λέγονται καὶ ὡς οἴνου κεκερασμένου· εἰ δὲ τοῦτο, πῶς νοήσομεν. “Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος,” Ἄρτον δέ μοι νόει τὰς στερεὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ οἶνον, τὴν ἐκ μελέτης τῶν θείων Γραφῶν ἐπίγνωσιν αὐτοῦ· ὡσαύτως δὲ καὶ τὸ θεῖον σῶμα καὶ τίμιον αἷμα αὐτοῦ. Στ. εʹ. Ἀκούει ὁ φυσικὸς νοήμων, “Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα.” Τὰς βιωτικὰς φροντίδας καῦμα καλεῖ· τοὺς ὑπ' αὐτοῦ δὲ ξηραινομένους καλεῖ χόρτον· ὁ δὲ Σωτὴρ διὰ τῆς παραβολῆς τὰς θλίψεις δηλοῖ· τὰς κατὰ τοῦ λόγου δὲ καὶ τοὺς διωγμοὺς ἐκάλεσε καῦμα. Στ. ιγʹ. Ὁ σοφὸς ἐπιτιμητικῷ λόγῳ εἰς αἴσθησιν ἄγει τὸν βαρυκάρδιον. Στ. ζʹ. Ὁρᾷς ὅτι οὐ τὸ ἐπιθυμεῖν πονηρὸν, ἀλλὰ τὸ τοιῶσδε ἐπιθυμεῖν, πονηρόν; Τῶν δὲ ἀσεβῶν καὶ ἐλπίδες πονηραί· πᾶν γὰρ ὃ ἐλπίσει, ἀπώλεια. Στ. ηʹ. Τὸ, “Ἀντ' αὐτοῦ,” οὐχ ὡς ὑποκειμένου τοῦ εὐσεβοῦς τῇ δίκῃ, ἀλλ' ἐπειδὴ ἡ παγὶς ἕστηκεν ἀπὸ τοῦ πονηροῦ κατὰ τοῦ δικαίου, ὁ μὲν εὐσεβὴς ῥύεται ἐξ αὐτῆς παρὰ τοῦ Θεοῦ, ὁ δὲ ἀσεβὴς ἐγκαταλειφθεὶς παρὰ τῆς θείας προνοίας πίπτει ἐν αὐτῇ· ἢ ὅτι ἐπειδὴ ὁ δίκαιος ὑπόκειταί τισιν ὡς ἄνθρωπος ἁμαρτίαις, ἐλθὼν δὲ ὁ ἀσεβὴς καὶ κακοποιήσας τὸν δίκαιον, τῶν μὲν ἁμαρτιῶν καὶ τῶν μελλουσῶν κολάσεων ἐῤῥύσατο αὐτὸν, εἰς ἑαυτὸν δὲ τὰς τιμωρίας ὑπεδέξατο, παραδίδοται δὲ οὐχ ὑπό τινος ἄλλου, ἀλλ' ὑπὸ τῆς ἰδίας κακίας, ὡς προπαραδοὺς ἑαυτὸν εἰς ἀδόκιμον νοῦν. Στ. κδʹ. Οἱ συνάγοντες φθορὰν ἐλαττοῦνται τῶν ἀρετῶν· ἢ οἱ λόγους συνάγοντες, καὶ μὴ μεταδιδόντες. Στ. κθʹ. Ὁ ἐφ' ἑκάστῳ τῶν ἐλαττωμάτων τοῦ ἰδίου οἴκου δυσχεραίνων, ἄοικος ἔσται· δουλεύσει δὲ ἄφρων φρονίμῳ. Στ. λαʹ. Ἀσεβὴς τοίνυν, φησὶν, ὁ τὸν Θεὸν μισῶν· ἁμαρτωλὸς δὲ, ὁ περὶ τὰς πράξεις πονηρός· δίκαιον δὲ ἐνταῦθα τὸν πρακτικὸν μετὰ λόγου καὶ ἐπιστήμης λέγει· πολλὴ γάρ ἐστιν ἡ τῆς δικαιοσύνης ἀκρίβεια. Στ. βʹ Τὸ κρεῖσσον, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθοῦ. Στ. θʹ. Ὁ πρακτικὸς καὶ ἰδιώτης, τοῦ ἐν λόγῳ καὶ κομψοῦ καὶ ἀπράκτου, τιμιώτερος. Στ. ιβʹ. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται, τουτέστιν αἱ ἀγαθαὶ ἕξεις. Στ. ιζʹ. Ὃ ἐὰν λέγῃ, φησὶ, πιστοῦται τοῖς ἔργοις· καὶ εἰ ἔργου ἐστὶ πιστότερον· ἢ ἀντὶ τοῦ, φανερὰν, βεβασανισμένην, ἀνέλεγκτον, ἱκανὴν αὐτὴν ἐπιδεῖξαι· ἀδίκων δὲ μάρτυς, ὁ συνιστᾷν ἐπιχειρῶν ἃ ἂν ἄδικα πράττῃ· δόλιος δὲ, ὡς οὐδὲν ἔχων εὐθές. Στ. κεʹ. Ὁ μὲν τῶν κολάσεων λόγος ταράσσει τὸν ἄρτι φοιτῶντα τῷ πρακτικῷ βίῳ· εὐφραίνει δὲ ὁ τῶν ἐπαγγελιῶν. Ὁ γὰρ τέλειος δίκαιος οὐ φοβηθήσεται ἀπὸ ἀκοῆς πονηρᾶς, φόβον ἔχων Κυρίου τὸν ὑπεραίροντα πάντα. Στ. κςʹ. Ὁ μὲν δίκαιος, εἰδὼς τὴν ἀνθρωπίνην ἀσθένειαν, συγγινώσκει, κἂν ἁμάρτημα ᾖ τὸ παρὰ τοῦ φίλου· ἢ ὅτι ἐπιγινώσκων ὅτι κατ' εἰκόνα Θεοῦ ἐστιν ὁ φίλος, σύμφωνος ἑαυτοῦ ἐστι μετριοφρονῶν, καὶ φυλάσσων ἑαυτὸν, καὶ μηδὲν τῆς ἐχθρᾶς κακίας ἔχων, ἀστασιάστους ἔχει τοὺς λογισμούς. Στ. βʹ. Ὁ μὲν γὰρ ἕξει τὸ τέλος τῆς ἀρετῆς, οἱ δὲ καρπὸν οὐχ ἔξουσιν ὥριμον· πτοήσει δ' ἑαυτὸν, οὐχ εὑρίσκων συστῆναι τῇ ἑαυτοῦ ἁμαρτίᾳ. Στ. ιδʹ. Νόμος ὁ φυσικὸς, ἀφ' οὗ βρύει τὸ τῆς ζωῆς αἴτιον· δικαίῳ γὰρ νόμος οὐ κεῖται· τιμωρία δὲ ἐπὶ θάνατον τῷ παγιδευθέντι κακοῖς· ἡ πηγὴ ζωῆς, τὰ ἔργα τῶν ἐντολῶν. Δικαίοις τοῖς ἔθνεσιν ὁ τῶν ἐκ περιτομῆς πλοῦτος προσγενήσεται. Στ. ιʹ. Ὁ νοῦς αἰσθανόμενος ἁμαρτίας, ὀδυνᾷ τὴν ψυχήν· οἰκίαι δὲ τῶν ἀσεβῶν, ἕξεις καὶ διαθέσεις· σκηναὶ δέ εἰσιν αἱ προαιρέσεις· ἔστι δὲ ὁδὸς, ἣ δοκεῖ ὀρθὴ εἶναι, ἡ τῶν ὄντων τὰ δοκοῦντα προκρίνουσα. Καρτερικῶς τὸ πρακτέον λογίζεται. Μερίδα σχήσουσιν, ἢ συμμερίσονται· ὁ θρασὺς γὰρ οὐκ ἂν εἴη δειλός. Στ. κʹ, κγʹ. Τοῦτο ἐμοὶ δοκεῖ ὡς οὐκ ἐν τάξει παραινέσεως τέθεικεν, ἀλλὰ τὰ συμβάντα ἀπαγγέλλει· εἶτα διορθωτικῶς τὸ ἐπαγόμενον· τὸ, “Ὁ ἀτιμάζων πένητα ἁμαρτάνει·” τὰ γὰρ αὐτόθι δῆλα κακά· οὐδὲ διορθοῦταί τις, οὐκ ἂν καταγνοίη τῶν τοιούτων· τίς δ' ἂν τοὺς ἄλλους ἐπαινέσειεν; Ὁ ὑπὲρ ἀρετῆς φροντίζων περιττεύει πράξει καὶ γνώσει. Καὶ γὰρ ὁ περὶ τῶν πρακτέων ἀεὶ σκοπῶν ἕξει τι πλέον· ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος, ἤγουν ὁ τοὺς πόνους ἐκτρεπόμενος ἐν ἐνδείᾳ ἔσται τῶν ἀρετῶν. Στ. ιςʹ. Τὸ, νοσσιὰ, ποτὲ τὸν τόπον σημαίνει, ποτὲδὲ τὰ ἐνοσσεύοντα ζῶα. Ἢ τοίνυν ὁ τόπος τῆς σοφίας, τὰ θεωρήματα ἐν οἷς οἰκεί, αἱρετώτερά ἐστι τῆς ψευδωνύμου γνώσεως. ἢ τὰ κυήματα τῆς σοφίας. Ὥσπερ γὰρ χρυσὸς ἀργύρου κρείσσων, οὕτω καὶ σοφία φρονήσεως· ἡ μὲν γὰρ ἐν τῷ γινώσκειν ἐστὶν, ἡ δὲ ἐν τῷ ἑρμηνεύειν τὰ γινωσκόμενα. Ἢ νοσσιὰς σοφίας, τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ἐκεῖθεν μονάς· σοφία δὲ ὁ Χριστός. Στ. ιζʹ. Τὸ γὰρ ἀδιάστατον τῶν πράξεων ἔχουσαι, τὸ τῆς ζωῆς τῆς καταλλήλου μῆκος ἔχουσιν, ἀπὸ κακῶν ἐκκλίνουσαι, τουτέστι θανάτου. Στ. κθʹ. Ἐνταῦθα ἄνδρα παράνομον διάβολον καλεῖ, ὃς ἀποπειρᾶται τῶν ἀνθρώπων, γνῶναι θέλων τίνες εἰσὶν ἐξ αὐτῶν ὅμοιοι αὐτῷ καὶ θέλοντες παρανομεῖν· καὶ ἀπάγων αὐτοῦς εἰς ὁδοὺς ἤτοι εἰς πράξεις οὐκ ἀγαθάς· ὁ αὐτὸς δέ ἐστιν ὁ στηρίζων τοὺς ὀφθαλμοὺς ἐφ' ἕκαστον τῶν ἀνθρώπων, καὶ νοῶν ἀκριβῶς πρὸς ποῖον πάθος ἐπιῤῥεπῶς τις ἔχει· καὶ γνοὺς ἐκ τῶν κινημάτων, ἱστᾷ αὑτοῦ παγίδας· καὶ συλλαβὼν ἀπάγει αὐτὸν εἰς πάντα τὰ κακά. Ὁρίζειν δὲ τοῖς χείλεσιν εἶπεν, διότι ταῖς πονηραῖς αὑτοῦ ὑποβολαῖς, ἔργοις τελειῶσαι σπουδάζει διὰ τῶν ἀνθρώπων πάντα τὰ αὐτῷ καταθύμια· οὗτος δέ ἐστιν ἡ κάμινος τῆς κακίας, ἡ φλέγουσα τὸν ὑποδεξάμενον τοῖς δελεάσμασιν αὐτοῦ εἰς πᾶσαν κακίαν. Στ. λʹ. Ὀφθαλμὸς θεωρῶν καλὰ, ἤτοι διακεκριμένος· τίνα δὲ τὰ καλὰ, ζητητέον· καὶ μὴ θεωρῶν χρυσὸν, λυπεῖται· εἴτε σῶμα λαμπρὸν, πάλιν κατατήκεται· ἀλλὰ τίνα ἐστὶ τὰ καλὰ, ἄκουσον· Τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν καὶ τὴν κτίσιν πᾶσαν· ὥστε τὰ τοιαῦτα βλέπετε, οἷον τὴν ψυχὴν εὐφραίνει· ἐπεὶ τί ὄφελος τερφθῆναι μὲν τὸν ὀφθαλμὸν, μηδὲν δὲ γενέσθαι πλέον, ἀλλὰ τὴν ψυχὴν διαφθαρῆναι; Στ. λαʹ. Τὰ πολλὰ τῆς κακίας αὐτοῦ ἀνωτέρω εἰπόντες, τοῖς εἰρημένοις τὰ λείποντα προσθήσομεν. Μετὰ τῶν ὑπερβολῶν αὐτοῦ πάντων λέγει καὶ ταῦτα τοῖς πειθομένοις αὐτῷ· Τοῦτο τὸ πρᾶγμα κατ' ἀνάγκην ἐστὶ (τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν), χρηστέον αὐτῷ. Ἡ ἡδονὴ φυσική ἐστι, χρηστέον αὐτῇ· ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Ὁπόταν δὲ εἰς πάντα καταπείσῃ τὸν ὑπήκοον αὐτοῦ, τότε ποιεῖ αὐτὸν ἐγκαυχᾶσθαι κατὰ διάνοιαν, ὡς δικαιοσύνας μεγάλας ποιῶν, καὶ ὅτι ἐν τοῖς γηραιοῖς ταῦτα ὑποτίθεται. Στ. ςʹ. Ὁ πιστὸς μὴ σπεύδων περὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν· ἀγαπῶν γὰρ ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου· ἢ καὶ, Ὁ πιστὸς ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, ὡς χρήματα τοῦ νοῦ τροπικῶς εἰρημένους· ὁ δὲ ἄπιστος, οὐδὲ τοῦ τυχόντος ἅψεται πράγματος τῶν λόγων δι' ἀκαθαρσίαν ψυχῆς. Στ. κηʹ. Ἐνεὸς, ὁ τῇ σιωπῇ τὴν ἑαυτοῦ ἀμαθίαν, ἢ τὸ πάθος κρύπτων παρ' ἑαυτῷ ἣ τοῖς πέλας, δοκεῖ. Στ. ζʹ. Οὐ πᾶσαν ἐκτελεῖ τὴν κακίαν (ἀδύνατον γὰρ), ἀλλὰ πράττει τὰ συνυπάρχειν δυνάμενα· ἔτι δὲ κακοποιῶν οὐκ ἐπαύσατο. Ἢ ἔννοιαν ἀγαθὴν τὸν Χριστὸν λέγει· αὐτὸς γὰρ αὐτὴν ἐγγυᾷ· καὶ πᾶς δὲ ὁ ἀγαθὰ πράττων εὐρήσει αὐτόν· φρόνιμον γὰρ τὸν πᾶν ἔργον ἀγαθὸν ποιοῦντα λέγει. Στ. κδʹ. Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ τὰς χεῖρας ἀδίκως· τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος, πῶς ἐμπλησθήσεται ἄρτων; Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον ἡμῶν προσφέρουσαι τῷ στόματι τὸν ἀπ' οὐρανοῦ καταβάντα. Οὐ δύναται τοίνυν οὗτος οὐδὲ τὴν ἀρχὴν ὠφεληθῆναι, ὀκνηρὸς ὤν. Στ. καʹ. Ἤγουν ἡ κρίσις καλύπτει τὴν ἀπολογίαν τῶν ἀσεβῶν. Ὑπερβάλλει γὰρ ὁ Θεὸς τοὺς εὖ ποιοῦντας ταῖς ἀμοιβαῖς. Στ. κςʹ. Μὴ δίδου σεαυτὸν εἰς τὸ ὑπερτίθεσθαι μετανοεῖν, αἰσχυνόμενός τινα. Ἐὰν γὰρ ἀποθάνῃς, καὶ οὐκ ἔχῃς καιρὸν τοῦ μετανοῆσαι, οὐκέτι ἕξεις ἀνάπαυσιν. Στ. κγʹ. Εἰσάγει δὲ παρ' ἑαυτῷ τὸν βάσκανον διάβολον, καὶ τρώγει τὸν ψωμὸν αὑτοῦ μετ' αὐτοῦ, ὁ μετὰ κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας ποιῶν τι τῶν ἀγαθῶν ἔργων· ὁ γὰρ τοιοῦτος ἀπέχει τὸν μισθὸν αὐτοῦ. Καὶ γὰρ ὁ διάβολος φανεροῖ αὐτὰ τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ ἐπαίνου τοῦ πρὸς τὸν ἀνθρωπάρεσκον λοιμανῆται καὶ ἀποστερήσῃ τῶν αἰωνίων ἀγαθῶν. Στ. κʹ. Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθὰ (ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς), διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν Κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ Κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔκγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. Ἀκολουθεῖ δὲ ταῦτα τοῖς εἰρημένοις. Οἱ μὲν γὰρ ἐχθροὶ, φησὶ, πονηροὶ ὄντες, ἑτέρων ἐπέχαιρον πτώμασιν· ὃ δὲ μέμφῃ σὺ, μὴ ζηλώσῃς. Τὸ γὰρ λαμπρὸν δῆθεν αὐτῶν καὶ ἀπατηλὸν, μέχρι τούτου τοῦ βίου, καὶ σβέννυται τελευτῇ· πολλάκις δὲ καὶ ἔτι ζώντων διελεγχθέντων ἐσβέσθη. Στ. ζʹ. Ὁ σοφὸς ταῦτα τῇ σοφίᾳ φησιν, ἢ ὁ τοῦ Χριστοῦ δοῦλος τῷ Κυρίῳ. Δύο δὲ φήσας, περὶ πλειόνων αἰτεῖ· ἀλλὰ τὸ δοκοῦν πρῶτον προαιτητικόν ἐστι τοῦ τυχεῖν ὧν αἰτεῖ λέγοντος· Μή μου παρακούσῃς, ἀλλὰ δίδου τὴν χάριν· ἐφ' ᾧ τὸ πρῶτον ἐπήγαγεν αἴτημα· Μάταιον λόγον, τὴν ψευδώνυμον μακράν μου ποίησον, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι. Ὁ κόρος ὑπερηφανίαν ποιεῖ, καὶ τὸ δοκεῖν ὑπὲρ ἔλεγχον εἶναι· λόγῳ καὶ ἔργῳ ὡς ἀναμάρτητον. Τὸ γὰρ, Τίς με ὁρᾷ, ἀντὶ τοῦ, Ἐλέγχει, φησίν· ἵνα μὴ πλησθεὶς σοφίας, ἀκατάληπτος εἶναι δόξω τοῖς ἄλλοις, ἢ καὶ ψεύστης δόξω τὰ ὑπὲρ τούτους λαλῶν. Στ. ιεʹ. Ἡ βδέλλα τίκτεται μὲν ἐν τοῖς γλυκέσι τῶνὑδάτων, σκωληκοειδὲς οὖσα τι ζῶον· λειοτάτη δέ ἐστι τῇ ἁφῇ, ἥτις τοῖς χανδὸν τοῦ ὕδατος μεταλαμβάνουσι, λεληθότως ὑπεισέρχεται τῇ λειότητι· εἶτα περιπλακεῖσα ἔνδον τινὶ τῶν μορίων, οὐ πρότερον ἀποῤῥήγνυται, ἕως ἂν τῇ ἐκπόσει τοῦ αἵματος ἀποκτείνῃ τὸν ἄνθρωπον· αἱμοπότης γάρ ἐστι, καὶ ἐντεῦθεν τρέφεται καὶ αὔξεται. Ταύτῃ νῦν εἴκασε τὸν διάβολον. ὅστις βίᾳ τῶν ἀνθρώπων κρατεῖν οὐ δυνάμενος· τρισὶ γὰρ κέχρηται μάλιστα κατ' αὐτῶν ὁρμητηρίοις, ἥδων, θέλγων ἀπατῶν, καὶ διὰ τοῦτο κατὰ μικρὸν λεληθότως αὐτοὺς ἀναιρῶν· πρῶτον μὲν γὰρ αὐτοὺς ταῖς τῆς ψευδοδοξίας ὁδοῖς ἐνάγει πρὸς ἀπώλειαν, ὅπερ δὴ καὶ ᾅδην καλεῖ, τῷ τέλει τῆς δίκης δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος· ἔπειτα περιβάλλων τῇ τῆς ἀκολασίας ἡδυπαθείᾳ, ὃ δὴ καὶ ἔρωτα καλεῖ γυναικῶν. Ἐπὶ τούτοις φιλαργυρίᾳ, ἤτοι πλεονεξίᾳ, ὅπερ δὴ καὶ γῆν οὐκ ἐμπιπλαμένην ὕδατος ἔφη· τοιαύτη γὰρ ἡ ψαμμώδης ἄπληστος. Ταῦτα τοίνυν εἰσὶ τὰ πάθη, ἅτινα ἐξεύρηται τῷ πονηρῷ πρὸς τὴν τῶν ἀνθρώπων ἀπώλειαν, ἅπερ οὕτως φιλεῖ καὶ στέργει, ὡς ἂν θυγατέρας ἰδίας. Τὸ τέταρτον δὲ καλεῖ τὴν τούτων τριβὴν καὶ συνήθειαν· οὐδὲ γὰρ ὁ πρὸς ἅπαξ ψευδοδοξήσας, ἢ πορνεύσας, ἢ ἐπιθυμήσας τοῦ πλείονος, εὐθὺς ὑπέπεσε τοῖς παθήμασιν, ἀλλ' ὁ τῇ συνηθείᾳ λοιπὸν καὶ τὴν αἴσθησιν ἡττηθείς· τοιούτους γὰρ ἂν εὕροις τοὺς ταῖς ψευδοδοξίαις ἐντεθαμμένους, οὐδέποτε κόρον λαμβάνοντας, ἀλλ' ἀεὶ προεπιτείνοντας τὰ πάθη, ὡς καὶ ἑτέρους ἐπὶ ταῦτα προτρέπεσθαι. Ὥσπερ οὖν καὶ ὕδωρ καὶ πῦρ τῇ χορηγίᾳ τῶν προσφόρων οὐ παύεται, οὐδὲ λέγει, Ἀρκεῖ, ἀλλὰ μᾶλλον ἐπαῦον γίνεται· τό τε ὕδωρ τῇ ἐπιῤῥοῇ τοῦ ὕδατος οὐ λήγει, ἀλλ' αὔξεται· ἃ καὶ σὺ, φησὶν, ὦ παῖ, γινώσκων, ἀπέχου τούτων, ἵνα μὴ λάθῃς κατὰ βραχὺ, καθάπερ βδέλλῃ λειοτάτῃ, τῇ ἡδονῇ τὰν βίον ἀποσυλώμενος. Στ. ιθʹ, κʹ. Ἴχνη ἀετοῦ πετομένου, ἡ τοῦ σοφοῦ ψυχὴ, ἣ, σοφὸς οὖσα, ἀδυνάτως ἔχει πρὸς τὸ γνῶναι ἀφ' ἑαυτῆς τὰ τοῦ νοητοῦ ἀετοῦ πετάσματα· περὶ οὗ γέγραπται· Ἀετὸς ὁ μέγας καὶ ὁ μακρὸς τῇ ἐκτάσει καὶ πλήρης ὀνύχων, οὐκ ἔχων ἴχνος τῆς παρουσίας τοῦ διαβόλου, εἰ καὶ προέπτη μοι πόθεν οὐκ οἶδα· ἐκκλίνοντος γὰρ ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον, τῷ μὴ ἔχειν με πρὸς αὐτὸν πόθον. Τοιαύτη ὁδὸς μοιχαλίδος, ἡ νενοθευμένη διδασκαλία. Στ. κβʹ. Ὁ ἐξ ἐθνῶν λαὸς, δοῦλος ὢν τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου τὸ πρότερον· οὕτως· Ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς· καὶ, Ἄφρων πλησθῇ σιτίων τῶν τῆς ζωῆς· καὶ, Μισητὴ γυνὴ, ὅ ἐστι πόρνη· πόρνη γὰρ ἦν ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὀπίσω θεῶν ἀλλοτρίων πορευομένη· καὶ οἰκέτις ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν, ἡ τῶν ἐθνῶν Ἐκκλησία τὴν Συναγωγὴν οὖσαν κυρίαν· ταύτης γὰρ ὁ νόμος καὶ οἱ προφῆται δέονται.– Τῆς διανοητικῆς ἐπισκέψεως δούλη ἡ κατὰ τὸ γράμμα, ἣν Ἰουδαῖοι μὲν ὡς δέσποιναν προετίμων· τὰ δὲ ἔθνη μεταλαμβάνοντα τὸ ῥητὸν εἰς τὸ πνευματικὸν, τὴν ὡς δέσποιναν παρ' ἐκείνοις ἐξέβαλον, τὴν σωματικὴν τοῦ νόμου παρατήρησιν. Στ. κεʹ. Τὰ ἔθνη φησὶν, οἷς οὐκ ἔστιν ἰσχὺς, καὶ θησαυρίζουσιν ἑαυτοῖς δι' ἔργων ἀγαθῶν τὴν αἰώνιονζωήν. Καὶ οἱ χοιρογρύλλιοι· εἶδος ἰχθύος, ἤτοι οἱ λαγωοὶ οἱ καλούμενοι οἴστροι, τὰ πρώην ἀσθενῆ ἔθνη, καταφυγόντα πρὸς τὸν Χριστόν· πέτρα γὰρ καταφυγὴ τοῖς χοιρογρυλλίοις, οἳ ἐποιήσαντο ἐν πέτραις. Καὶ σὺ οὖν, φησὶ, κἂν ἀσθενὲς ᾖς ζῶον, ἐπιλαβοῦ τῆς πέτρας τῆς ἀληθοῦς πίστεως, καὶ πρὸς αὐτὴν τὸν βίον ἀπεύθυνε. Πράξεσιν ἐρειδόμενος εἰς τὴν βασιλείαν εἰσέρχεται. Οὐκοῦν καὶ σὺ, φησὶ, μὴ διὰ τὸ ἀσθενὲς τῆς πίστεως ἀπιστήσῃς τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἀλλὰ πιστεύων τῇ περὶ αὐτῆς ὑποσχέσει, τὰ ταύτης ποιητικὰ μετέρχου προστάγματα. Λέων Χριστός· πάντα γὰρ τὰ λογικὰ πρὸς αὐτὸν κτήνη εἰσί· Μωϋσῆς γάρ φησιν· “Ἐγὼ δὲ ἄλογός (7) εἰμι.” Τὸ τὴν φυσικὴν ἐνέργειαν, ἀνεμποδίστως διαβαίνειν λέγεται. Στ. λαʹ. Ὁ ὑπὲρ ἁμαρτιῶν προσενεχθεὶς, καὶ ἐν ὕψει βαίνων, ἔχει ἐφεπομένην αὐτῷ τὴν ἀγέλην. “Ὅταν γὰρ ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” Ὁ ἀλεκτριὼν διδασκάλου πρόσωπον φέρει, ὃς τὸν λόγον σπείρων ἐν ταῖς ψυχαῖς, ἰσχυρῶς ἐστι προσαγγέλλων τὸ φῶς. “Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.” Οὗτος ἦν ὁ ἀπ' ἀρχῆς διυπνίζων τὰς καρδίας τῶν ἀνθρώπων, καὶ τὴν ἡμέραν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας διὰ πολλῶν προμηνύων· καὶ σκότος ἐκθλίβων, καὶ τὸ φῶς αἰώνιον πᾶσι φανερῶς ὑποδεικνύων. Ἐμπεριπατῶν ἐν θηλείαις εὐψύχως, τουτέστιν ἐν ταῖς Ἐκκλησίαις, εὐψύχως καὶ γενναίως, ὥς φησιν· “Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.” Στ. λβʹ. Ἢ καὶ ἐὰν εἰς τὸν νοῦν τῶν Γραφῶν καθιῇς σεαυτόν· ἢ, ἐὰν μὴ ἔχῃς μαθητικὸν οὖς, ἀλλ' ἀντιλογητικὸς εἶ, ἀκούσῃ; “Εἰ δέ τις φιλόνεικος εἶ, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν.” Στ. γʹ. Ἡδοναῖς ἢ διδαχαῖς ἀλλοτρίαις τὸν σὸν πλοῦτον μὴ δώσεις. Μετὰ βουλῆς οἰνοπότει. Τὸν τῆς ἀληθινῆς ἀμπέλου πίνων οἶνον, τὴν τῶν Γραφῶν ἑρμηνείαν, καὶ τὴν τῶν ὄντων θεωρίαν, μετὰ πολλῆς προσέρχου διακρίσεως τῇ τῆς διανοίας ἐπισκέψει. Στ.
1.4.1
Νῦν λύπην εἶπε τὸν πόνον. Οἱ οὖν διὰ Θεὸν κοπιῶντες καὶ ὀδυνώμενοι, ἐπ' ἂν μεθυσθῶσι τῆς πρὸς τοῦ οἴκου Κυρίου πιότητος, τῶν ὀδυνῶν ἐπιλανθάνονται. Στ. ηʹ. Τὴν προαίρεσίν σου ἔχε εἰς τὸ προσέχειν τοὺς λόγους μου, εἰρημένους ὑπὸ Θεοῦ. Στ.
1.5.1
Ἄνεμος βορέας, ὁ διάβολος, διεγείρων καὶ πειράζων τοὺς ἁγίους ὑψηλοὺς αὐτοὺς ὄντας, καὶ μὴ θέλων ἐργάζεσθαι· ἢ ἐγείρων λόγους κατὰ τῶν ἑαυτοῦ δογμάτων. Στ. γʹ. Ὥσπερ οὖν ταῦτα μεταφέρει μᾶλλον ἐπὶ τὸ εὖ ἔχον τὰ ζῶα, οὕτως ἡ ῥάβδος, τουτέστιν ἐπιτιμία, τὸ παράνομον ἔθνος ῥυθμίζει. Στ. ζʹ. Τῶν τοιούτων, φησὶ, περιαίρει μᾶλλον τὴν δυναστείαν, καὶ μήτε πρακτικὴν ἀρχὴν μήτε λογικὴν τούτοις ἐγχείριζε. Στ. ιεʹ. Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ, ἥτις λέγεται χεὶρ, οὐ βρώσεται ἐκ τοῦ τῆς ζωῆς δένδρου. Στ. κγʹ. Τῶν μαθητῶν σου, ἵνα μὴ πρὸς τὴν ἕξιν ἐπάγῃς τὴν διδασκαλίαν. Στ. κβʹ. Τὴν θεωρίαν τῶν γεγονότων, καὶ τὴν θεωρίαν τῆς ἁγίας Τριάδος, ἔνδυμα εἶναι λέγει νοῦ καθαροῦ, ἐκ βύσσου καὶ πορφύρας.