Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in Psalmos
Didymus the BlindPsal 7 · pg-scrape-grcMore by Didymus the Blind
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/didymus-the-blind" aria-label="More works by Didymus the Blind"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1
ἐπιγραφῇ τοῦ τετάρτου ὡς πρᾶξιν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ· καὶ ἐπεί εἰσιν ἐπιγραφαὶ ε χουσαι Ψαλμὸν ᾠδῆς ἠ Ωιδὴν ψαλμοῦ, ῥητέον περὶ αὐτῶν, ὡς ψαλμοῦ μὲν ᾠδή ἐστιν ἡ περὶ πρακτικῶν καὶ ἠθικῆς παιδεύσεως θεωρία, ψαλμὸς δὲ ᾠδῆς ἡ ἀναγκαίως ἐν τῷ θεωρεῖν τὴν ἀλήθειαν παραλαμβανομένη πρᾶξις· πολλὰ γὰρ πράττεται ὑπὲρ θεωρίας τῆς σοφίας, α ψαλμὸν ᾠδῆς οὐκ ἀπὸ σκοποῦ τις ἐρεῖ. τούτων ω δε θεωρουμένων, εἰκότως τὸν προκείμενον ψαλμὸν ᾳ δει ὁ Δαυὶδ πρακτικὸν ο ντα θεωρῶν περὶ ἑκάστου τῶν πραττομένων σοφῶς καὶ πάνυ θεοπρεπῶς, γνῶναι θέλων τί ε καστον δηλοῦται ἐκ τῶν ου τως αἰσθητῶς ἐπιτελουμένων.̓ Εκθετέον δὲ καὶ αὐτὰς τὰς τοῦ ψαλμοῦ λέξεις ου τως ἀρχομένας· Κύριε ὁ θεός μου κ. τ. λ. 40 Ps 7, 2– 3 Τίς δὲ ου τος η ὁ εἰπὼν Σῴζων οὐκ ε στιν πάρεξ ἐμοῦ, ὁ ἐληλυθὼς Ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ Δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντίλυτρον ἀντὶ πολλῶν· ταῦτα δὲ δηλοῖ, ὡς ὁ πατὴρ θεὸς ω ν σῴζει διὰ υἱοῦ θεοῦ λόγου ο ντος· ο θεν οὐδὲ ἐν τοῖς προκειμένοις διαιρετέον τὴν θεότητα πατρὸς καὶ υἱοῦ, ὡς ε δοξέ τισιν. 41 Ps 7, 7– 8 Παρακαλῶ Κύριε, ἀναστάντα σε ἐν ὀργῇ ὑψηλὸν ἐν τοῖς πέρασιν τῶν ἐχθρῶν ὀφθῆναι· ου τω γὰρ τέλος ε ξει τὰ τῆς ἀδικίας, δι' η ν ἐχθροί μου τυγχάνουσιν. δυνατὸν πέρατα ἐχθρῶν εἰπεῖν τὰς ἀλαζονείας καὶ ὑψαυχενίας αὐτῶν, ἐφ' α ς φθάσαντες καὶ ει ναι βέβαιοι ἐν αὐταῖς ἡγούμενοι ἐν τέλεσιν ἀρίστοις ει ναι ἑαυτοὺς ὑπονοοῦσιν. οὐκ ἀμυντικοῦ ἡ εὐχή· Μὴ γὰρ ἀποδιδοὺς κακὰ ἀντὶ κακῶν, φειδὼ πρὸς τοὺς ἐχθροὺς ο ντας αὐτῷ ε χων, ευ χεται γνῶναι αὐτούς, ὡς θεὸς ὑψοῦται ἐν τοῖς πέρασιν αὐτῶν, ὀργῇ χρησάμενος οὐ κατὰ τῆς οὐσίας αὐτῶν ἀλλ' η ς ε χουσιν χειρίστης προθέσεως. φερομένης δὲ γραφῆς ἐχούσης Εν τοῖς πέρασι τῶν ἐχθρῶν μου, φανεροῦται ὡς οἱ τοῦ ἁγίου καὶ θεοῦ̓ τυγχάνουσιν ἐχθροί. 42 Ps 7, 9 Μονονουχὶ κατὰ τὴν ἀκακίαν καὶ δικαιοσύνην τὴν ἐμὴν ἐπάγαγέ σου τὸ κρίμα· ου τω γὰρ καὶ δικαιωθήσομαι, ἀδικίας οὐχ εὑρισκομένης ἐν ταῖς πράξεσίν μου. ἀκακίαν δὲ ἐν τούτοις, φησίν, οὐ τὴν εὐήθειαν ἐκληπτέον κατὰ τὸ γεγραμμένον Ακακος πιστεύει παντὶ λόγῳ, ἀλλὰ τὴν ἁπλότητα τὴν δόλου καθαρεύουσαν, καθ' ο σημαινόμενον ει ρηται πρὸς τὸν θεὸν ὑπὸ τοῦ ἁγίοὐ Εμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ τὸ̓ Εν ἀκακίᾳ μου ἐπορεύθην. Φερομένου ε ν τισιν ἀντιγράφοις Κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην σου, ἐξηγητέον τὴν λέξιν ου τως· ε στιν τις δικαιοσύνη θεοῦ ἀνθρώποις ἐφικτή, διαστελλομένη πρὸς δικαιοσύνην ὑποδεεστέραν. Παῦλος γοῦν περὶ τῆς διαφορᾶς τούτων γράφων περὶ Ιουδαίων Μαρτυρῶ γὰρ αὐτοῖς, ε φη, ο τι ζῆλον θεοῦ ε χουσιν ἀλλ' οὐ κατ'̓ ἐπίγνωσιν· ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην καὶ τὴν ἰδίαν θέλοντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν. θεοῦ δὲ δικαιοσύνην λέγων τὴν εἰς πάντας τοὺς πιστεύοντας διὰ̓ Ιησοῦ Χριστοῦ γινομένην, η ν καὶ αὐτὸς ε σχεν ποθήσας, λέγει πάντα ἀποπεπέμφθαι δι' α ἰουδαϊκῶς δίκαιος ὑπῆρχεν, ι να εὑρεθῇ τὴν ἐκ θεοῦ διὰ πίστεως δικαιοσύνην ε χων καὶ μὴ τὴν ἑαυτοῦ. ταύτην καὶ τοῖς μαθηταῖς ὑπαρχθῆναι ὁ Ιησοῦς θέλων ει πεν πρὸς αὐτοὺς̓ Εὰν μὴ περισσεύσῃ ὑμῶν ἡ̓ δικαιοσύνη πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ταύτης τῆς διαστολῆς ου σης ἀνθρωπίνης δικαιοσύνης καὶ τῆς τοῦ θεοῦ, κατὰ τὴν τοῦ δεσπότου βούλεται κριθῆναι, εἰδὼς ὡς̓ Αποβήσεται αὐτῷ εἰς σωτηρίαν τὸ ου τω κριθῆναι. 43 Ps 7, 10– 11̓ Επὶ θεοῦ τὸ ἐξετάζειν καὶ ἐρευνᾶν καρδίας, οὐ τὸ ζητεῖν καὶ ἀνιχνεύειν δηλοῖ, ἀλλὰ τὸ παντελῆ κατάληψιν ε χειν· γνώστης γὰρ τῶν κρυπτῶν ἐστιν, καὶ πᾶς νοῦς αὐτῷ πεφανέρωται. Νεφροὺς δὲ οὐ τοὺς σωματικοὺς ἀκούειν δεῖ, ἀλλὰ ψυχῆς νοητικὰς δυνάμεις ὁμωνύμως τοῖς σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ πλειόνων γραφῶν, ω ν μία ἐστὶν ἡ̓ Εγγὺς ει τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν. ει ρηται τοῦτο περὶ φαύλων ἀνθρώπων, λόγῳ μὲν ὁμολογούντων θεὸν ει ναι, οὐκ ἐχόντων δὲ αὐτὸν ἐν διανοήσει. Δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. δυνάμει τοῦτο διδάσκει, εἰ τοὺς εὐθεῖς τῇ καρδίᾳ σῴζει. ἀπαιτῶ δὲ δικαίαν βοήθειαν παρ' αὐτοῦ ἐφ' ῃ σωθήσομαι· εὐθείαν καρδίαν ε χω ἐκτὸς ου σαν παντὸς δόλου· διὸ καὶ ἐπὶ τῇ ἀκακίᾳ μου κριθῆναι δέομαι. 44 Ps 7, 12– 14 Δέησιν προσενέγκας ἐπὶ τῷ συντελεσθῆναι τὴν πονηρίαν τῶν ἁμαρτωλῶν καὶ ὑψωθῆναι τὸν κύριον ἐπὶ τοῖς πέρασι τῶν ἐχθρῶν ἀναστάντα ἐν ὀργῇ δι' ἀγάπην τὴν πρὸς τοὺς πλησίον, οὐδένα βούλεται ἀκουσίως παθεῖν τὴν συντέλειαν τῆς πονηρίας ἀλλὰ γνώσει προαιρετικῇ γνόντας τὸν θεὸν κριτὴν τυγχάνοντα. εἰ δὲ κριτὴς δίκαιος ὁ θεός, φοβητέον τὸ ἁμαρτάνειν· ε χομεν γὰρ τὸν λόγον πρὸς κριτὴν τὸ κρυπτὸν ὁρῶντα καὶ μηδὲν τῶν δρωμένων ἀγνοοῦντα. Ωσπερ δὲ κριτής, ου τω καὶ δίκαιός ἐστιν κατ' ἀξίαν ἐπάγων τὸ κρίμα τοῖς ὑπ' αὐτοῦ δικαζομένοις. κριτὴς δὲ ω ν δίκαιος καὶ ἰσχὺν ε χει ω στ' ἀμελλητὶ δύνασθαι κολάζειν τοὺς πταίοντας. ει ποτ' ου ν τις μὴ παρ' αὐτὰ δίκας εἰσπράττεται τῶν ἀσεβουμένων καὶ ἁμαρτανομένων, μακροθυμίᾳ τῇ ἐξ ἀγαθότητος τοῦ κριτοῦ γίνεται ὑπέρθεσις τῆς ἀνταποδόσεως· εἰ γὰρ δίκαιος κριτὴς καὶ ἰσχυρὸς η ν μόνον, α ρδην τὸ πᾶν ἀπώλλυτο, τῆς διανοίας τῶν ἀνθρώπων ἐπιρρεπῶς ἐχούσης πρὸς τὸ ἁμαρτάνειν, τῷ δὲ ε χειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ μακροθυμεῖν. ἀγαθὸς γὰρ οὐ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει, καίτοι ἑκάστοτε ἀσεβείας ου σης καὶ ἁμαρτημάτων γινομένων. μακροθυμεῖ δὲ οὐχ ι να ἐπιμένωμεν τῇ κακίᾳ ἀλλ' ι να καιρὸν καὶ τόπον μετανοίας ε χωμεν· βούλεται γὰρ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ι να ζῇ ὑπὲρ τὸν θάνατον ο ν δέχεται ἐπιμένων τῷ ἁμαρτάνειν, τὸ λεγόμενον ἀγνοῶν ο τι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε α γει. Πλὴν εἰ καὶ μὴ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν δι' ὑπερβάλλουσαν ἀγαθότητά τε καὶ μακροθυμίαν, ἀλλά γε τοῖς ἐμμένουσι τῇ κακίᾳ διὰ βίου ἐπαχθήσεται ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς τουτέστιν ἐν ἡμέρᾳ κρίσεως.̓ Εὰν γὰρ μὴ ἐπιστραφῆτε, φησίν, ἡδόμενοι τῷ ἐμμένειν τῇ ἁμαρτίᾳ, στιλβώσει τὴν ῥομφαίαν αὐτοῦ (ἀντὶ τοῦ ἀκονήσει). σὺν αὐτῇ δὲ καὶ τὸ τόξον αὐτοῦ εὐτρεπίσει, ἑτοιμάζων ἐν αὐτῇ σκεύη θανάτου, ἐξεργασάμενος η δη τὰ τῶν κολάσεων βέλη κατὰ τῶν καιομένων ἐκ τῆς πυρώσεως τῶν παθῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων εὑρίσκεται δηλουμένη ἡ κόλασις τῷ τῆς ῥομφαίας ὀνόματι. τὸ γὰρ ἐν Αμως τῷ προφήτῃ ου τως ε χον̓ Εν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ, οὐκ αἰσθητὴν μάχαιραν σημαίνει· οὐ γὰρ ἐξ α παντος πάντες οἱ ἁμαρτωλοὶ σφαγῇ προχείρως νοουμένῃ ἀναιροῦνται· ου μὴ ο ντος ἀναγκαίου παρίσταται πάντας τοὺς ἁμαρτωλοὺς κολάσει τελευτᾶν παραδοθέντας ψυχῇ καὶ σώματι ἀπολέσθαι ἐν γεέννῃ. τὸ αὐτὸ δηλοῦται καὶ ἐν τῷ προφήτῃ Σοφονίᾳ, λέγοντος τοῦ θεοῦ· Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε, τῇ σαφηνισθείσῃ θεοῦ ῥομφαίᾳ παντὸς διὰ σκοτασμὸν τὸν ἐξ ἀγνοίας καὶ κακίας Αἰθίοπος προσαγορευομένου. φανερώτατα δ' ἐν̓ Εξόδῳ ἀντὶ ὠμοτάτης τιμωρίας ἡ ῥομφαία παρελήφθη· ε νθα οἱ γραμματεῖς τῶν υἱῶν̓ Ισραὴλ οἱ ἐπὶ τῶν ε ργων τοῦ τυράννου, ὑπ' αὐτοῦ χειροτονηθέντες, πικροτάτῃ ἀπειλῇ καὶ θλίψει ὑποπεσόντες συντυχόντες Μωυσεῖ καὶ̓ Ααρὼν ε λεγον ἐπαρώμενοι· Ιδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι· ἐβδελύξασθε γὰρ τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. οὐ γὰρ τὴν ἐκ σιδήρου μάχαιραν ὑπειδόμενοι, ἀλλὰ τὴν ὠμότητα τοῦ α ρχοντος ταῦτ' εἰρήκασιν. Παρίσταται καὶ ἐκ τούτων τῶν λέξεων ἡ τοῦ θεοῦ μακροθυμία οὐκ ἀποτόμως χρησαμένου κατὰ τῶν μὴ μετανοούντων τῇ ῥομφαίᾳ ἀλλὰ στιλβώσαντος αὐτήν. καὶ τὸ τόξον δὲ ἐνέτεινεν καὶ ἡτοίμασεν ἐπὶ τῷ βαλεῖν τὰ τῆς κολάσεως βέλη, ἀλλ' οὐκ ἀπέλυσέν πω τὰ βέλη καίτοι ἐξεργασάμενος αὐτὰ καὶ ἑτοίμως ε χων πρὸς τὸ βαλεῖν. δυνατὸν ἐν τόξῳ σκεύη θανάτου ἡτοιμάσθαι εἰπεῖν τοὺς ὑπηρετοῦντας ταῖς κολάσεσιν σκεύη ὀργῆς πολλαχοῦ ὀνομαζομένους· ου τοι δέ εἰσιν οἱ πονηροὶ α γγελοι δι' ω ν ὀργὴ καὶ θυμὸς καὶ θλῖψις ἐπὶ τοὺς ἀξίους ἐκπέμπεται. εἰ δὲ καὶ τὰ ἐξειργασμένα τοῖς καιομένοις βέλη πληρωθέντα τοῦ δηλητηρίου φαρμάκου εἰσὶ τὰ σκεύη τοῦ θανάτου, ἐπιστατέον. 45 Ps 7, 15– 17̔ Ο ὠδινήσας ἀνομίαν συνέλαβεν πόνον ἐπὶ τῷ τεκεῖν ἀδικίαν. ταῦτα τὰ γεννήματα ο λεθρον τῷ κυήσαντι προξενεῖ, κολασθησομένῳ δι' ἀνομίαν καὶ ἀδικίαν α ἐποίησεν, οι ς καταλλήλως καὶ πόνον τὸν ἐν τῇ κολάσει συλλήψεται η πόνον τὸν ἐπὶ τῷ ἁμαρτάνειν. βαρυτάτη γὰρ καὶ ἐπαχθὴς ἡ τῆς ἀνομίας ἐργασία, παραβαλλομένη ταλάντῳ μολίβου· οὐδὲν γὰρ κατωφερέστερον τῆς κακίας ἀεὶ κάτω φερούσης τὸν κατ' αὐτὴν ποιωθέντα. Ει ρηταί τισιν ὡς, διὰ τὸ α τακτον τῆς κακίας, πρὸ τῆς συλλήψεως τῆς ὠδινήσεως λεχθείσης. ἐπὶ γὰρ τῶν κυουσῶν μετὰ τὴν σύλληψιν ἡ ὠδὶν μεθ' η ν τὸ τεκεῖν, ἐνταῦθα δὲ πρὸ τῆς συλλήψεως ἡ ὠδὶν ὠνόμασται τῷ μηδὲν τῶν ἐν κακίᾳ εἱρμὸν καὶ τάξιν ε χειν. ευ δὲ καὶ τὸ προτετάχθαι τῆς ἀδικίας τὴν ἀνομίαν. ἐκ ταύτης γὰρ α νομος γεγονώς τις, οὐκ ε τι ὑπὸ τὸν νόμον ἐστὶν τῆς δικαιοσύνης, ὡς λοιπὸν καὶ κατὰ τῶν α λλων ἀνθρώπων ἐπιτίθεσθαι ἐπὶ τῷ ἀδικεῖν αὐτούς. εὑρίσκεται τοῦτο μάλιστα περὶ τὸν Κάϊν· πρότερον γὰρ α νομος γεγονὼς τῷ μὴ ὀρθῶς διαιρεῖν α ε δει θεῷ θύειν, υ στερον καὶ ἀδικίαν ε τεκεν φονικῶς ἐπιθέμενος τῷ ἀδελφῷ. μάλιστα δὲ τῷ διαβόλῳ προσοικειοῦνται αἱ φωναὶ αυ ται ἀρχεκάκῳ ο ντι διὰ τὸ πρὸ πάντων ἠνομηκέναι καὶ ἠδικηκέναι. καὶ πᾶς δὲ ἁμαρτάνων πρῶτον ἑαυτόν, ει τα α λλον η α λλους βλάπτει· ἐπιζήμιον γὰρ καὶ βλαπτικὸν ο ν τὸ κακόν, πρὸ πάντων τὸν μετέχοντα αὐτὸν ζημιοῖ καὶ βλάπτει·̓ Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, ο θεν προσφυῶς ει ρηται τὸ̔ Αμαρτάνοντας καταδιώξεται κακά. Τίς δὲ ὁ λάκκος ο ν ω ρυξεν ὁ ψεγόμενος η η ν ἐποίησεν κακίαν; γέγραπται γὰρ περὶ ἁμαρτανούσης ψυχῆς̔ Ως ψύχει λάκκος υ δωρ, ου τως ψύχει κακία αὐτῆς. βόθρος δὲ πολλαχοῦ τῆς γραφῆς ἀντὶ κακίας λαμβάνεται ὡς τὸ Τυφλὸς τυφλὸν ἐὰν ὁδηγεῖ, ἀμφότεροι ἐμπεσοῦνται εἰς βόθρον· καὶ ἐνταῦθα γὰρ τοὺς ὑπ' ἀγνοίας καὶ α λλης κακίας τυφλοὺς διδασκάλους καὶ μαθητὰς ἐκληπτέον. 46 Ps 7, 18̓ Απὸ τοῦ ἐλπίζειν ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ ἀρξάμενος τοῦ
2
προσδοκῶν αὐτά· εὐχαριστίαν γὰρ δηλοῖ ἐνταῦθα τὸ̓ Εξομολογήσομαι· διὸ καὶ συνέζευκται αὐτῷ τὸ Ψαλῶ. ἐξομολογεῖται δὲ οὐχ ὡς ε τυχεν, ἀλλὰ Κατὰ τὴν δικαιοσύνην τοῦ θεοῦ· καὶ ψάλλει οὐ παρέργως, ἀλλὰ Τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου, ὡς η δη σχῶν ἐπικεκλημένον ἑαυτῷ αὐτό. διὸ καὶ ὑψηλὸς κατὰ ἁγιότητα καὶ ἀρετήν ἐστιν· οὐδεὶς γὰρ ταπεινὸς ἀλλὰ μόνος ὁ ὑπὲρ εὐσεβείας μετεωριζόμενος μετέσχει τῆς τοῦ ὑψίστου προσηγορίας. 47 Ps 8, 1̔ Ο γὰρ ἑκάστου ἀνθρώπου βίος ἀμπελὼν κατὰ τὰς γραφὰς καλεῖται. περὶ τοῦ τοιούτου Ναβουθαὶ ὁ δίκαιος ἀντέστη τῷ τυραννικῶς ἀπαιτοῦντι, αἱρούμενος τεθνᾶναι μᾶλλον η δοῦναι τὸν ἀμπελῶνα αὐτοῦ τῷ θέλοντι αὐτὸν ποιῆσαι κῆπον λαχάνων. μεγαλόψυχος γὰρ ὁ ἀνὴρ καὶ ὁ ἀμπελὼν περιμάχητος, βίος ω ν α ριστος, πρακτικὸς α μα καὶ θεωρητικός. τοῦτον οἱ πονηροὶ λαμβάνειν ἐθέλουσιν οὐκ ἐπὶ τῷ καρποφορεῖν κατ' αὐτόν, ἀλλὰ κατασπᾶν εἰς πρόσκαιρα καὶ ταχὺ μαραινόμενα πράγματα, λάχανα εἰκότως ὀνομαζόμενα·̔ Ωσεὶ λάχανα γάρ φησι ταχὺ ἀποπεσοῦνται. περὶ τῶν προσκαίρους σπουδὰς ἐχόντων ει ρηται τοῦτο. τούτῳ τῷ ἀμπελῶνι παραπλήσιοι καὶ οἱ ἐν τῷ Αισματι τῶν ᾀσμάτων εἰσὶν ὀνομαζόμενοι ἐν τῷ Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ε θεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Παρειλήφαμεν δὲ τὰ νῦν ταύτην τὴν λέξιν μόνον τοῦ δεῖξαι χάριν ο τι τὸ ο νομα τοῦ ἀμπελῶνος σημαίνει βίον. ὁ κατὰ τὸν τοιοῦτον ἀμπελῶνα καρποφορῶν βότρυας ἀληθείας καὶ σταφυλὴν φέρει. τὰ ου τω γενήματα τῆς ἀμπέλου καιρὸν ε χοντα τοῦ τρυγηθῆναι δρέψασθαι προσήκει καὶ εἰς ληνοὺς ἀπαγαγεῖν, ι ν' ἐκθλιβέντα οι νον ποιήσωσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. καὶ ἐπεὶ πρακτικὸς καὶ θεωρητικὸς ὁ βίος τυγχάνει, οἱ μὲν θεωρήματα τῆς ἀληθείας, ὁ δὲ ε ργα ἐπαινετὰ καρποφορήσει. οὐ μία δέ ἐστιν ἡ ληνὸς ἐφ' η ν φέρονται οἱ καρποί, ἀλλὰ πλείους, ο θεν οὐχ ὑπὲρ τῆς ληνοῦ ἀλλ'̔ Υπὲρ τῶν ληνῶν ἡ ἐπιλήνιος ᾠδή. πάλιν δ' αυ, ἐπεὶ πολλαὶ αἱ πρακτικαὶ ἀρεταὶ τοῦ καρποῦ, ἑκάστης οἰκείας τις ε σται ληνός, α λλη ληνὸς σωφροσύνης ἐφ' η ν φέρουσι τοὺς καρποὺς οἱ ἀγαμίαν κατορθοῦντες οἱ κοίτην ἀμίαντον διατηροῦντες, α λλη ἀνδρείας ἐφ' η ν οἱ ταύτης γεωργοὶ φέρουσι, καὶ περὶ τῶν ἑτέρων δὲ ἀρετῶν ἐρείδουσι τὰ παραπλήσια. πλειόνων δὲ οὐσῶν ληνῶν εἰς α ς φέρουσιν οἱ γεωργοῦντες δίκην ἀμπελώνων τὰς πρακτικὰς ἀρετάς, ἀνάγκη καὶ τοῦ θεωρητικοῦ βίου πλείονας ει ναι εἰς α ς φέρουσι τὰ δόγματα καὶ θεωρήματα τῆς ἀληθείας οι α βότρυς καρποφορήσαντες, τούτων λεγομένων Μὴ λάθῃ τις ἑαυτόν, τὴν ἀντακολούθησιν τῶν ἀρετῶν ἀθετῶν. ε νθα γὰρ μία καὶ αἱ ὁμογενεῖς, ἀλλ' ἐπεὶ μὴ πρὸς πάσας τὴν ι σην ῥοπὴν ε χουσιν οἱ μετέχοντες, ἀφ' η ς ε χουσι, μᾶλλον τῶν α λλων χρηματίζουσιν· ὁ μᾶλλον δικαιοσύνης μετέχων ἀπὸ ταύτης παρονομάζεται, ὡσαύτως καὶ ἐφ' ἑκάστης τῶν ἑτέρων. ου τω γὰρ νοήσεις καὶ τοὺς λεχθέντας διαφόρους μακαρισμοὺς ἐν τῷ Εὐαγγελίῳ, ἐκ τοῦ πλειστοδυναμοῦντος πράου τινὸς ὀνομαζομένου, ἑτέρου δὲ ἐλεήμονος, καὶ καταλλήλως ἐπὶ τῶν λοιπῶν.̓ Αλλὰ καὶ ἐν ἀριθμῷ οἰκείῳ ἡ ᾠδὴ αυ τη τέτακται ὀγδόη ου σα. ε χει γὰρ συμφωνίαν πολλὴν πρὸς τὴν ἀναστάσιμον ἡμέραν τοῦ κυρίου, ἐν ῃ τρυγητὸς πολλῶν ἀμπέλων γέγονεν, ἀποστελλομένων τῶν μαθητῶν τοῦ ἀναστάντος ἐκ νεκρῶν μαθητεῦσαι τὰ ε θνη πάντα καὶ μαρτυρῆσαι τῷ ἀναστάντι ε ως ἐσχάτου τῆς γῆς, ι ν' ἐκταθῇ ἁπανταχῆ τοῦ ἀναστάντος ἡ προσηγορία, ὡς εὐθέως ἐκ τῶν λέξεων τοῦ ψαλμοῦ παρίσταται. 48 Ps 8, 2– 3 Πάλαι μὲν τοῦ̓ Ισραὴλ μόνου ἐπανέχοντος τῇ θεοσεβείᾳ ἐλέγετο περὶ θεοῦ̓ Εν τῷ̓ Ισραὴλ μέγα τὸ ο νομα αὐτοῦ, νῦν δὲ πληρωθείσης τῆς προφητείας τῆς Πάντα τὰ ε θνη δουλεύσουσιν αὐτῷ (αὐτὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία), Θαυμαστὸν τὸ ο νομά σου ἐν πάσῃ τῇ γῇ γέγονεν τῶν ἁπανταχοῦ μετεχόντων τῆς Χριστοῦ προσηγορίας.̓ Εμεγάλυνεν γὰρ ἐπὶ πάντας τὸ ο νομα αὐτοῦ, ὡς ἐν α λλῳ ψαλμῷ φέρεται. τίς δὲ ἡ αἰτία τοῦ ἁπανταχοῦ γῆς θαυμάζεσθαι τὸ ο νομα αὐτοῦ ἀποδίδοται ἐν τῷ ἑπομένῳ στίχῳ. ἐπεὶ γάρ φησιν̓ Επήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν, ο τε ἀνελήφθης ἐκ νεκρῶν ἀναστάς, οἱ ἁπανταχοῦ γῆς α νθρωποι Χριστιανοὶ καλοῦνται τῇ σοῦ τοῦ Χριστοῦ προσηγορίᾳ. μεγαλοπρέπεια τοῦ σωτῆρος ἐπαιρομένη ἐστὶν ὑπεράνω τῶν οὐρανῶν ἡ οἰκονομία, η ν ἀνεδέξατο ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. τί γάρ ἐστιν εὑρεῖν ἐν αὐτῇ ἀπολειπόμενον τοῦ ε χειν ἐν μεγάλοις τὸ πρέπον; ὑπεράνω τῶν οὐρανῶν ἐπήρθη ἡ μεγαλοπρέπεια αὐτοῦ καθίσαντος ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς μετὰ τὸ καθαρισμὸν τῶν ἁμαρτιῶν πεποιηκέναι. ταύτῃ τῇ νοήσει ληπτέον καὶ τὸ ὑψηλότερον αὐτὸν τῶν οὐρανῶν γεγονέναι μετὰ τὴν ἀνάστασιν. μήποτε δὲ οἱ ἀπὸ ἐθνῶν πιστεύοντες πάντες καὶ οἱ ἐκ περιτομῆς προσελθόντες τῷ εὐαγγελίῳ, οι αν καὶ ο σην ποτὲ ἐὰν ε χωσι τοῦ ε ξω ἀνθρώπου ἡλικίαν, βρέφη εἰσὶν τῇ κακίᾳ, νηπιάζονται διὰ τὸ ἁπλότητα ε χειν μὴ εἰδότα τὴν πονηρίαν. διαφορὰ νηπίων καὶ θηλαζόντων παρίσταται ἐκ τῆς λέξεως, τῶν μὲν ε τι γάλα δεχομένων τῶν θηλαζόντων, τῶν δὲ ὑπεραναβάντων τὴν ἡλικίαν ταύτην νηπίων χρηματιζόντων, οι ς κατάλληλον τὸ μετὰ τὸ γάλα βρῶμα κατὰ τὸν ἀπόστολον γράψαντα Κορινθίοις Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. ἐπιστατέον καὶ ἑτέρως· ὁ εἰσαγόμενος, γάλα δεχόμενος, θηλάζων ἐστίν, ὁ δὲ τελειωθεὶς κατὰ φρόνησιν, νηπιάζων δὲ τῇ κακίᾳ, νήπιος ὑπάρχει· τοιοῦτοι δὲ πάντες οἱ στραφέντες καὶ γενόμενοι ὡς τὰ παιδία. 49 Ps 8, 6 Οὐ γὰρ πολὺ αὐτῶν ἀπολείπεται τὸ πεφυκέναι γνῶσίν σου ε χειν καὶ ὁμοιοῦσθαί σοι ἁγιότητος καὶ ἀρετῆς ἀναλήψει ὡς ἐφικτόν. ὀρθότατα δὲ καὶ Ηλάττωσας αὐτὸν ει ρηται, ἀλλ' οὐκ ἐλάττονα πεποίηκας. ἰσότιμος̓ γὰρ καὶ ἰσοσθενὴς ω ν τοῖς ἀθανάτοις λογικοῖς ὁ α νθρωπος ἠλαττώθη ἐκείνων θεοῦ προνοίᾳ, δι' ου σὺ δὲ μόνος ὁ προνοούμενος θνητῇ ὑπερβληθεὶς ζωῇ τῷ σαρκὶ συμπλακῆναι. ἀλλ' εἰ καὶ ου τω γέγονε τὰ κατ' αὐτόν, ο μως ε χει ὑπερβάλλουσαν τιμὴν τιμῇ καὶ δόξῃ στεφανωθεὶς ὑπὸ σοῦ ἐν τῷ κατ' εἰκόνα καὶ ὁμοίωσιν σὴν γεγονέναι, δι' η ν εἰκόνα καὶ ὁμοίωσιν ἐνεχείρισας λογικῷ ο ντι τὴν τῶν θνητῶν ζῴων προστασίαν ὑποτάξας αὐτῷ τὰ πάντα ὡς ὑπὸ πόδας αὐτὰ ε χειν. Ταύτας τὰς λέξεις περὶ Χριστοῦ εἰρημένας̔ Εβραίοις γράφει Παῦλος ω δε ἀρχόμενος τῆς περιοχῆς· Διεμαρτύρατο δέ που τις Τί ἐστιν α νθρωπος, ο τι μιμνῄσκῃ αὐτοῦ; καὶ θεὶς ἐφεξῆς τὰς ἑτέρας λέξεις τοῦ ψαλμοῦ ἐπήγαγεν Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν̓ Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον· ε πρεπεν γὰρ αὐτῷ, δι' ου τὰ πάντα καὶ δι' ο ν τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 50 Ps 8, 8– 9 Ορα τὴν ἀκολουθίαν· οὐ καθάπαξ πάντων θνητῶν ζῴων α ρχειν τέθειται, ἀλλὰ τῶν ἡμέρων. οὐ γὰρ κρατεῖ μονοκέρωτος, οὐδὲ τῶν α λλων ἰσχυρῶν τε καὶ ἀγρίων παρίσταται ὡς ἡμέρων α ρχειν ἐκ τοῦ Πρόβατα καὶ βόας πάσας, ε τι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, καὶ τὰ ἑξῆς. Νομίζω τοῦτο μὴ καλῶς εἰρῆσθαι. πρὸ γὰρ τῆς παραβάσεως καὶ τούτων η ρχεν ὁ α νθρωπος· οἱ δίκαιοι δὲ καὶ τούτων μετὰ τὴν παράβασιν α ρχουσιν, ὡς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων βληθεὶς καὶ μηδεμίαν ἐξ αὐτῶν ὑποστὰς βλάβην, καὶ ὁ Παῦλος τὴν ε χιδναν τῆς ἑαυτοῦ χειρὸς ἐκτινάξας ἐπὶ τὴν πυράν. Θῆρες γὰρ α γριοι, φησίν, εἰρηνεύσουσίν σοι· πρὸς δὲ τούτοις διὰ τῶν κτηνῶν τοῦ πεδίου περιείληπται καὶ τὰ θηρία, ὡς ἐν τῇ Γενέσει μεμαθήκαμεν. 51 Ps 8, 10 Επρεπεν τὴν ἐπὶ ἀναστάσει τοῦ σωτῆρος λεγομένην ᾠδὴν ο μοιον ε χειν τῇ ἀρχῇ τὸ τέλος· καὶ γὰρ ἀρχόμενος καὶ λήγων τῇ αὐτῇ κέχρηται λέξει, διδάσκοντος τοῦ πνεύματος τὴν ἀρχὴν τῷ τέλει καθ' ὑποκείμενον ει ναι· συνᾴδει τῷ̔ Ως θαυμαστὸν τὸ ο νομά σου ἐν πάσῃ τῇ γῇ τὸ Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. 52 Ps 9, 1 Μὴ προσκειμένου δὲ τοῦ τίνος ὁ υἱὸς ὑπάρχει, φανερὸν ο τι ὁ σωτήρ ἐστιν δηλούμενος πολλαχοῦ ου τως ὀνομαζόμενος. ἐν γοῦν τῇ πρὸς̔ Εβραίους ἐπιστολῇ ὁ Παῦλος, Χριστός, ει πεν, ὡς υἱὸς ἐπὶ τὸν οι κον αὐτοῦ, ου οι κός ἐσμεν ἡμεῖς· καὶ πάλιν̓ Επ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ· καὶ αὐτὸς δὲ ὁ σωτὴρ περὶ ἑαυτοῦ ἐν τῷ Εὐαγγελίᾠ Εὰν ου ν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ο ντως ἐλεύθεροι γενήσεσθε. Ευ δὲ καὶ τὸ Εἰς τέλος ἀναφορὰν ε χειν τὴν προκειμένην ἐπινίκιον ᾠδήν. τοῦ γὰρ τέλους ἐκείνου χάριν ἐπεδήμησεν ὁ σωτήρ, περὶ ου ὁ πρόκριτος τῶν ἀποστόλων γράφει Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν, περὶ η ς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, καὶ μετ' ὀλίγα Προμαρτυράμενοι τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. Ισως̓ Ιουδαῖοι περὶ τοῦ̓ Αβεσσαλὼμ ο ντος υἱοῦ τοῦ ψάλλοντος ἐροῦσιν τὴν ἐπιγραφὴν ει ναι, ἐλεγχόμενοι ὡς οὐ καλῶς αὐτὴν ἐξειλήφασιν, α τε διὰ πάντων ἐσφαλμένοι τῷ μὴ ἐρευνᾶν τὰς γραφάς. τί γὰρ καὶ πειθανὸν εἰπεῖν ε χουσιν εἰς τὸ Περὶ τῶν κρυφίων, εἰ μὴ α ρα περὶ τῶν κρύβδην γεναμένων σκέψεων τοῦ̓ Αβεσσαλὼμ ἀροῦσιν τὰ ὑπὲρ τῶν κρυφίων κεῖσθαι; ε χει δὲ πολλὴν εὐήθειαν τὸ λεγόμενον ὑπ' αὐτῶν. 53 Ps 9, 5– 6 Η τοιαύτη κάθισις κριτὴν αὐτὸν σημαίνει, ἀλλ' οὐ τὸ ἐπί τινος καθέδρας ἱδρῦσθαι.̔ ἐπίστησον, εἰ χώραν ε χει ε τι εἰπεῖν, ἐπιτιμηθέντων τῶν ἐθνῶν, ἀπόλλυσθαι ἀσεβῆ τὸν α θεον τρόπον αὐτῶν ω στε μηκέτι χρηματίζειν αὐτούς. συμβήσεται δὲ τοῦτο, πληρουμένου τοῦ πρότερον εἰρημένου ε χοντος ου τως·̔ Οδὸς ἀσεβῶν ἀπολεῖται. 54 Ps 9, 7a̔ Ρομφαῖαι δὲ τοῦ ἐχθροῦ ει εν α ν ι σως αἱ αἱρετικαὶ διδασκαλίαι καὶ αἱ κατ' ει δος κακίαι, αι τινες ἐξέλειπον ὡς μηκέτι δύνασθαι ὑπεραγωνίζεσθαι ω ν ει χον πόλεων, καὶ αὐταὶ καθαιρεθήσονται· ἀθροίσματα δὲ αἱ πόλεις παρανόμως συστᾶσαι καὶ διοικούμεναι. γέγραπται γὰρ περὶ τοῦ ἱδρυσαμένου αὐτὰς ὡς ει η Οἰκοδομῶν πόλεις ἐν αι μασιν καὶ ἑτοιμάζων πόλεις ἐν ἀδικίαις. ἡ γὰρ υ λη αὐτῶν ἀδικήματα καὶ ε κχυσις αἱμάτων τῶν σκανδαλιζομένων ἐστίν. ταύτας καθελεῖ ἐπιδημήσας ὁ σωτήρ, καθελῶν τὸν ἐχθρὸν τυραννικῶς κρατεῖν θέλοντα ω ν ῳ ετο ἐσχηκέναι πόλεων. οἱ ταύτην τὴν ἀνδραγαθίαν ο μματι θείῳ θεασάμενοι εὐφημοῦντες τὸν ἀριστέα φασὶν ὡς ἐκ μιᾶς φωνῆς τὴν χαριστήριον προφέροντες φωνήν, ἀρχόμενοι ω δε· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ο νομά σου, ο τι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, κύριε, ο τι ε θηκας πόλεις εἰς χῶμα, πόλις τῶν ἀσεβῶν εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. ἐπίστησον εἰ σημαίνει τὸ ἀνέγερτον πτῶμα τῆς Ιερουσαλὴμ, τοῦ σωτῆρος ἐν αὐτῇ σταυρωθέντος, τῶν̔ πολιτῶν αὐτῆς ο ντων λοιπὸν ἀσεβῶν διὰ τὴν κυριοκτονίαν. Ps 9, 7b Τὸ Μετ' η χους ἀντὶ τοῦ Οὐ σὺν ἠρεμίᾳ ἀλαλαγμοῦ νικησάντων τὸ κατόρθωμα ὑπῆρκται. 55 Ps 9, 8b. 9 Προτρέπει τὰ προκείμενα ἀναχωρῆσαι μὲν κακίας καὶ δυσσεβείας, προσελθεῖν δὲ ἀρετῇ καὶ εὐσεβείᾳ. τίς γὰρ νοῦν ε χων πιστεύσας τοῖς ου τως εἰρημένοις οὐ φοβηθήσεται, μὴ ὑποπέσῃ τῷ κρίνοντι ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι διὰ πράξεις ψεκτὰς καὶ φρόνημα ἀσεβές; ου τω γὰρ κρίνοντος αὐτοῦ ἀναπόδραστον τὸ κρίμα ε σται. 56 Ps 9, 10 Τούτου δηλωτικὸν τὸ ἐκ προσώπου λεχθὲν τοῦ θεοῦ Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ τὸ ἐν ἑκατοστῷ πρώτῳ ψαλμῷ ου τω ε χον· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών, ο τι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ο τι η κει καιρός. 57 Ps 9, 11 Πάσης ἀνθρωπίνης πεποιθήσεως ἀνωτέρω χωρήσαντες (γνῶσιν γὰρ τοῦ ὀνόματός σου ε χοντες ἀσφαλῆ καὶ τελείαν) ἐπ' οὐδενὶ ἐκείνων ἐλπίσουσιν, ζητοῦσι δὲ θεὸν οἱ πάντα παρ' αὐτοῦ θέλοντες ὑπαρχθῆναι α ἐξ ἑαυτῶν ε χειν οὐχ οι οί τέ εἰσιν, ο θεν οὐκ ἐγκαταλείπονται ὑπ' αὐτοῦ.̔ Οσίως καὶ φρονίμως καὶ ταύτης τῆς λέξεως ἀκοῦσαι προσήκει. εἰ γὰρ νομίσοι τις μὴ ἐγκαταλείπεσθαι ὑπὸ θεοῦ τὸν ἐν τοῖς βιωτικοῖς εὐοδούμενον, σφάλλεται. πολλοὶ γὰρ ἀσεβεῖς διάγουσιν ου τως. ἐπεὶ ω ρα λέγειν τὸν Αβελ ἐγκαταλελεῖφθαι (ἀνῃρέθη γάρ), ἀλλὰ καὶ τοὺς προφητὰς καὶ ἀποστόλους· ἐθλίβησαν γὰρ διηνεκῶς, καὶ τέλος ἀνῃρέθησαν ὑπὸ ἀνθρώπων οἱ πλεῖστοι αὐτῶν. ου τω διαστολῆς γεγενημένης φαμὲν μὴ ἐγκαταλελεῖφθαι τὸν μέχρις ἐσχάτης ἀναπνοῆς περιεχόμενον ὑπὸ θεοῦ, κα ν μυριάκις ὑπ' ἐχθρῶν πάθῃ. τοῦτο γὰρ ἀληθῶς τὸ μὴ ἐγκαταλειφθῆναι ὑπὸ κυρίου ἐστίν. Παρίσταται ὁ τρόπος ὡς δεῖ ζητεῖν τὸν θεὸν ἐκ τῶν ἐν τῇ Σοφίᾳ ου τως ἐχόντων· Φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ο τι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 58 Ps 9, 12– 13 Υμνον εἰπεῖν προστάττονται οἱ πνεύματι καὶ νοῒ τὸ ψάλλειν ἐσχηκότες, ψάλλουσιν δὲ ου τοι εὐσεβεῖ νοήσει καὶ ἐπινοίᾳ τοῦ πνεύματος· προστάττονται γὰρ ᾳ δειν καὶ ψάλλειν τῇ καρδίᾳ. οἱ ου τω ψάλλοντες τῷ κατοικοῦντι ἐν τῇ Σιὼν κυρίῳ καθ' ὑφήγησιν τοῦ ἁγίου πνεύματος καὶ ἑτέραν πρόσταξιν δέχονται πρὸς αὐτοῦ ἐν τῷ ἀναγγεῖλαι ἐν τοῖς ε θνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ. ταῦτα δέ ἐστιν, ο σα θαυμασίως ἐποίησεν ἐπιδημήσας νοητά τε καὶ αἰσθητά. ῥηθείη δ' α ν ἡ δευτέρα πρόσταξις μάλιστα τοῖς ἀποστόλοις πεμφθεῖσιν μαθητεῦσαι πάντα τὰ ε θνη. Καὶ ο τι ἐκζητῶν τὰ αι ματα αὐτῶν ἐμνήσθη τῶν ἀναιρεθέντων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. τούτοις, φησίν, ἐπιφέρεται τὸ Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων, περὶ ου ἐπαπορήσει τις λέγων· πῶς ε κραζον πρὸς θεὸν οἱ ἀπὸ ἐθνῶν πένητες ο ντες, καίτοι ἀναιρεθέντες ὑπὸ τῆς κατεχούσης πολυθέου ἀπάτης καὶ τῶν ἐνεργούντων αὐτὴν ἀοράτων ἐχθρῶν; πρὸς ο λεκτέον πραγματικῶς αὐτοὺς τὴν κραυγὴν ἀναφέρειν, ὡς τοῦ Αβελ τὸ αι μα βοᾷ πρὸς τὸν θεὸν καὶ ὁ μισθὸς ὁ ἀποστερηθεὶς τῶν ἐργατῶν· Ιδοὺ γάρ φησιν ὁ μισθὸς τῶν ἀμησάντων τὰς χώρας ὑμῶν κράζει, ὁ̓ ἀποστερηθεὶς ἀφ' ὑμῶν· κραυγὴ γὰρ ἡ τοῦ ἀποστερηθέντος μισθοῦ τῷ μὴ ει ναι παρὰ τῷ ἐργασαμένῳ ἀλλὰ τῷ κτήτορι τῆς χώρας τῆς ἀμηθείσης. 59 Ps 9, 13̔ Ρηθείη δὲ καὶ ἑτέρα διάνοια· οὐ πάντως οἱ αὐτοὶ τῶν ἀπὸ ἐθνῶν, ω ν ἐμνήσθη τὰ αι ματα, οἱ πένητές εἰσιν ω ν τῆς φωνῆς οὐκ ἐπελάθετο ὁ εὐεργέτης. δύνανται γὰρ ου τοι ει ναι οἱ περὶ ἐθνῶν προφητικῶς προαναφωνήσαντες, ω ν ὁ μὲν ει πεν Πρὸς σὲ ε θνη η ξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, ὁ δὲ Πάντα τὰ ε θνη ο σα ἐποίησας η ξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. πένητες δὲ καὶ ἐν τούτοις ει ρηνται οἱ πολὺ τοῦ πλούτου τῆς θεότητος ἀπολειπόμενοι η καὶ τῆς θείας γνώσεως· τέως γὰρ ἐκ μέρους προεφήτευον. 60 Ps 9, 14 Κάτω που τυγχάνοντος τοῦ θανάτου ἐκείνου περὶ ου γέγραπται Κατέπιεν ὁ θάνατος ἰσχύσας, οἱ ἐχθροὶ ποιοῦσιν ἐν αὐτῷ γενέσθαι τοὺς ὑπ' αὐτῶν ταπεινουμένους, η τοι διὰ κακώσεως, η τοῦ ἁμαρτάνειν. τούτου τοῦ θανάτου καὶ τῆς ἐπ' αὐτῷ ταπεινώσεως δυνατὸν ἐκτὸς γενέσθαι ἐλέῳ θεοῦ. ὁ γὰρ ε τι περὶ τὰ τῇδε ε χων καὶ προσπάσχων τῷ κόσμῳ ἐν ταπεινώσει τυγχάνων, εἰ λάβοι αι σθησιν τῶν οἰκείων κακῶν καὶ γνῶσιν τῆς τοῦ θεοῦ ἀγαθότητος, εὐχῆς τρόπῳ ἐρεῖ̓ Ελέησόν με καὶ ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου γεγενημένην· αὐτοὶ γὰρ ἐταπείνωσαν καθελκύσαντές με· σὺ δὲ μόνος δύνασαι δι' ἀγαθότητα οὐσιωδῶς προσοῦσαν ὑψῶσαί με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Ps 9, 15b Θυγατέρας τῆς Σιὼν ἀκούειν δεῖ τοὺς μετέχοντας ταύτης καταλλήλως τῷ λέγεσθαί τινας υἱοὺς φωτὸς καὶ εἰρήνης καὶ σοφίας· πύλαι δὲ τῆς θυγατρὸς τῆς Σιών, ἀπεναντίως ταῖς πύλαις τοῦ θανάτου ε χουσαι, πράξεις εἰσὶν ἐπαινεταὶ καὶ αἱ ἐπιτελεσθεῖσαι κατ' ἀρετὴν καὶ σοφίαν θεοῦ θεωρίαι. 61 Ps 9, 16– 17 Τῆς ἀρετῆς ἀφθαρσίας λεγομένης ἐν τῷ Η χάρις̔ μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν̓ Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ, ἡ ἀπεναντίως ε χουσα κακία διαφθορὰ καὶ φθορὰ ἀκολούθως κληθήσεται. παρίσταται τὸ φθορὰν τὴν κακίαν λέγεσθαι ἐκ τοῦ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, καὶ ἐκ τοῦ ἐν τῷ προφήτῃ λεγομένου πρὸς τοὺς φαύλους Ενεκεν ἀφθαρσίας διεφθάρητε φθορᾷ· σύμφωνον τούτοις καὶ τὸ Τῇ διαφθορᾷ σου,̓ Ισραήλ, τίς βοηθήσει;̔ Η ου τω λεγομένη διαφθορὰ ἐν τῷ πράττεσθαι τὸ ει ναι ε χουσα πεποιῆσθαι ὑπὸ τῶν ἐχόντων αὐτὴν ἐπαγγέλλεται. φησὶν ὁ λόγος ἐμπεπῆχθαι τὰ ε θνη ἐν ῃ ἐποίησαν διαφθορᾷ. οὐ γὰρ α λλος τῇ α λλου ἀσεβείᾳ καὶ ἁμαρτίᾳ ἐνέχεται· ε καστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. ει τ' ἐπεὶ οἱ κακοὶ πρότερον ἑαυτοὺς βλάψαντες καὶ ἑτέρους εἰς τὴν αὐτὴν βλάβην δι' ἀπάτης α γειν πειρῶνται, σκευάζουσιν κεκρυμμένως παγίδας ἐν τοῖς δολεροῖς φρονήμασιν καὶ λόγοις αὐτῶν ἐπὶ τῷ ἀγρεῦσαι τὸν ἀπροοράτως ε χοντα. αὐτῇ δὲ τῇ παγίδι ῃ ε κρυψαν τιμωροῦνται. δίκας γὰρ διδόασιν καὶ δι' ου ς ἠπάτησαν. γίνεται δὲ τὸ παθεῖν ου τως διακρίσει τοῦ προνοουμένου θεοῦ· πῶς γὰρ οὐ κρίμα αὐτοῦ τὸ ἐν τοῖς ε ργοις αὐτοῦ συλλαμβάνεσθαι τὸν ἁμαρτωλὸν ε χοντα τὴν πρόφασιν τοῦ καταδικάζεσθαι ἐξ ω ν ε δρασεν πονηρῶς; τούτῳ συνᾴδει τὸ ὀλίγῳ πρότερον λεχθὲν ε χον ω δε·̔ Ο ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν. Περὶ τοῦ διαψάλματος εἰρηκότες η δη, περὶ τῆς τοῦ διαψάλματος ᾠδῆς νυνὶ λεκτέον. ἀρξαμένου τοῦ προκειμένου ψαλμοῦ ἀπὸ τοῦ̓ Εξομολογήσομαί σοι, κύριε, παρέτεινεν ἡ ἀπαγγελία ε ως τοῦ Συνελήφθη ὁ ἁμαρτωλός· μεθ' η ν λέξιν ᾠδῆς ἀρχομένης ἀπὸ τοῦ̓ Αποστραφήτωσαν, ἀκόλουθον τῷ διαψάλματι συμπλέξαι τῆς ᾠδῆς τὸ ο νομα. εἰ γὰρ ο λος ὁ ψαλμὸς ᾠδὴ ει ρηται, τρόπῳ καὶ δυνάμει κα ν πρὸ αὐτοῦ πάντως ἐτάττετο ἡ ᾠδῆς προσηγορία, ὡς ἐπὶ πλειόνων ψαλμῶν ἀποδείκνυται. τῷ δὲ μὴ ου τως ε χειν, ἀρχὴν δὲ λαμβάνειν μετὰ τὸ διάψαλμα τὸ ᾳ σμα, εἰκότως̓ Ωιδὴ διαψάλματος μεταξὺ τέθειται. δειχθήσεται ὡς ᾠδῆς διάνοιαν ε χει τὰ ἑξῆς τῶν λέξεων αὐτῶν ἐκτεθεισῶν̓ Αποστραφήτωσαν κτλ. 62 Ps 9, 18– 19̓ Αποστραφήτωσαν οἱ ἁμαρτωλοί, οἱ πολεμίων δίκην ἐπιτιθέμενοι, εἰς τὸν ᾳ δην. ἑρμηνεύων δὲ τίνες οἱ ἁμαρτωλοί, ἐπήγαγεν ὡς τὰ ἐπιλανθανόμενα ε θνη τοῦ θεοῦ εἰσιν. ἁμαρτωλοὺς δὲ καὶ ε θνη οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ ἀσάρκους δυνάμεις ἐκλαβεῖν δεῖ. εἰ γὰρ μὴ σημαίνει οὐσίαν ἀλλὰ ποιὸν ἡ ἁμαρτωλὸς φωνή, παρωνυμία ου σα ἀπὸ τῆς ἁμαρτίας, πάντα τὸν μετέχοντα ἁμαρτίας ου τως ὀνομαστέον. καταλλήλως τούτοις καὶ τὰ ε θνη ἐκλήψει. ω σπερ δὲ οὐκ ω ν τις ἐν οὐρανῷ τοπικῶς, ε τι ἐπὶ γῆς περιπατῶν, δύναται ἐκεῖ πολιτείᾳ καὶ νοήσει τυγχάνειν, ου τω μὴ διατρίβων τις ἐν ᾳ δῃ τοπικῶς δύναται σημεῖα φέρειν νεκρότητος καὶ αὐτοῦ τοῦ ἁμαρτάνειν, ὡς οἰκεῖν αὐτὸν τὸν ᾳ δην η δη καίτοι ο ντα ἐν τῇ μετὰ σώματος ζωῇ. Πτωχὸς δὲ λέγεται καὶ ὁ πτωχεύων δι' ἁμαρτίαν, καὶ ὁ μέτριος καὶ α τυφος, καὶ ὁ χρῄζων δέξασθαι παρὰ θεοῦ· ε καστος δὲ γενητός ἐστι τοιοῦτος. κατὰ πάντας τούτους τοὺς τρόπους ὁ λεγόμενος πτωχὸς μνημονεύεται θεῷ. κα ν διά τι σύμφερον δόξῃ λήθης τι αὐτοῦ γίνεσθαι, οὐκ εἰς τὸ παντελὲς δὲ παραμένει αυ τη, καὶ διὰ τοῦτο Οὐκ εἰς τέλος ἐπιληθήσεται. Τίνος δὲ διοίσει πτωχὸς πένητος, προϊόντες ἐροῦμεν ο τ' α ν καιρὸς καλέσῃ εἰπεῖν περὶ τούτων. 63 Ps 9, 20 Σύ, κύριε, ὁ τοὺς ὀγκυλλομένους καὶ ἀπαυθαδιζομένους πίπτειν ποιῶν ἀπὸ τοῦ ψεκτοῦ υ ψους, ἀντιταττόμενος τοῖς ὑπερηφάνοις· μὴ τοίνυν κραταιούσθωσαν, ἀλλὰ Κριτήθωσαν ἐνώπιόν σου· ε ψεται γὰρ αὐτοῖς ὑπερβάλλουσα ὠφέλεια.̔ Ερμηνευθείη δὲ τὸ Μὴ κραταιούσθω α νθρωπος ὡς λεχθὲν περὶ διαβόλου, περὶ ου ει ρηται ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὡς ο ντος ἀνθρώπου ἐχθροῦ, ἀλλὰ καὶ ἐν τῇ προφητείᾳ Ου τος ὁ α νθρωπος ὁ παροξύνων τὴν γῆν. καὶ ἐπεὶ ὁ α νθρωπος ου τος ἐκραταιοῦτο πρὸ τῆς τοῦ σωτῆρος καθόδου λέγων Τὴν οἰκουμένην ο λην ἀπολήψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ· οὐκ ε στιν ο ς διαφεύξεταί με η ἀντείπῃ μοι, οὐκ ἐνεγκὸν τὸ γένος τῶν ἀνθρώπων τοὺς μεθ' ὑπερηφανίας αὐτοῦ λόγους πρεσβείαν προσάγει τῷ σωτῆρι λέγον̓ Ανάστηθι, ω δέσποτα, κατάβηθι πρὸς ἡμᾶς, ι να μὴ ἐπὶ πολὺ ὁ καθ' ἡμῶν ὑπερηφανευόμενος α νθρωπος κραταιωθῇ· α νθρωπος δὲ ει ρηται ὁ διάβολος οὐ τῷ θνητὸν λογικὸν ζῷον ει ναι, ἀλλὰ τῷ θεότητος ἀποπεπτωκέναι ὡσαύτως ἐκείνοις πρὸς ου ς ὁ θεὸς̓ Εγὼ ει πα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς α νθρωποι ἀποθνῄσκετε. 64 Ps 9, 22– 23 ἁ Ο προφήτης ὡς α νθρωπος ἐρωτᾷ καὶ πυνθάνεται τοῦ θεοῦ λέγων Ινα τί, κύριε, ἀφέστηκας μακρόθεν; ει πεν δ' α ν ὁ λόγος πρὸς αὐτὸν ἀποκρινόμενος ο τι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν α γει τοὺς ἁμαρτάνοντας. ἀφέστηκεν δὲ τῶν ἁμαρτωλῶν μακρὰν ὁ θεός, τῆς ἁμαρτίας αὐτῆς διοριζούσης καὶ μακρὰν ἐλαυνούσης τοὺς ἁμαρτάνοντας κατὰ τὰ εἰρημένον· Αἱ ἁμαρτίαι ὑμῶν διϊστῶσιν μεταξὺ ἐμοῦ καὶ ὑμῶν. α λλως γὰρ ὁ θεὸς ἀεὶ τοῖς πᾶσι πάρεστι καὶ τὰ πάντα πληροῖ πανταχοῦ τυγχάνων. διὸ λέλεκται ἐν προφητείαις. Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ θεὸς πόρρωθεν. θλιβομένων δὲ κατὰ τὸν ἐνεστῶτα βίον τῶν δικαίων καὶ ὑπὸ τῶν ἀσεβῶν καταπονουμένων, Ωσπερ μακρὰν ἀφεστώς, καταλείπεις αὐτούς, φησίν, ω κύριε, καὶ ὑπερορᾷς· διὸ καὶ αυ ξει ἡ ὑπερηφανία τῶν ἀσεβῶν, τὸν δὲ σὸν πένητα καὶ πτωχὸν ἐμπυρίζει ζηλοῦντα τὸν θεοσεβῆ ζῆλον καὶ ε νδοθεν φλεγόμενον τὴν ψυχήν. 65 Ps 9, 24 Καὶ μάλιστα οἱ θείου πλούτου καὶ σοφίας στερούμενοι καὶ μὴ ἀκριβεῖς ο ντες περὶ τὰ δόγματα τῆς εὐσεβείας· ου τοι γὰρ τοῖς τῆς σοφῆς προνοίας προσκόπτουσιν κρίμασιν ἐπαινοῦντες τὸν ἁμαρτωλὸν ἐφ' οι ς ἐπιθυμεῖ, φανεροῦ ο ντος ὡς οὐ τῶν αἱρετῶν ἀλλὰ τῶν ἡδέων καὶ ἐμπαθῶν ὀρέγεται ὁ ἁμαρτωλός. πρὸς τούτοις ἐκ τοῦ αὐτοῦ σφάλματος εὐλογίαν ἡγοῦνται τοὺς πλοῦτον καὶ δόξαν ἀνθρωπίνην καὶ πρόσκαιρον ε χοντας, φάσκοντες τοὺς ἀδικοῦντας πρὸς θεοῦ εὐλογεῖσθαι· ε δει δὲ τοπάσαι ὡς ἡ τοῦ θεοῦ εὐλογία δίδοται δικαίοις. 66 Ps 9, 25– 27 Εἰ καὶ ε δοξεν μακρὰν ἀφεστάναι καὶ ὑπερορᾶν θεὸς τοὺς θλιβομένους διὰ τὸ ταράττεσθαι ὑπὸ τῆς τοῦ ἀσεβοῦς ὑπερηφανίας, ἀλλ' ου ν πάνυ ἀγανακτεῖ κατὰ τοῦ ὑπερηφάνου σκανδαλίσαντος καὶ (ι να κατὰ τὴν γραφὴν ει πω) ἐμπυρίσαντος τὸν πτωχὸν καὶ διὰ τὸ κακῶς κεχρῆσθαι τοῖς ὑπάρξασιν αὐτῷ τῇ θεοῦ προνοίᾳ. τοῦτο γὰρ ἐκ τῶν ἑξῆς λέξεων παρίσταται· ει ρηται γὰρ Παρώξυνε τὸν κύριον ὁ ἁμαρτωλός. ου τος δ' ἐστὶν ὁ ὑπερηφανευόμενος ἀσεβὴς καὶ ἐπὶ ταῖς ἐπιθυμίαις ἑαυτοῦ ἐπαινούμενος. εἰς τοσοῦτον δὲ παρώξυνεν τὸν κύριον ὡς ἐπιτεταμένην τὴν ὀργὴν γενέσθαι, η ν αὐτὸς ἑαυτῷ ἐθησαύρισεν κατὰ τὸ λεχθὲν Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Πλὴν εἰ καὶ πολλὴ ἡ θησαυρισθεῖσα ὑπ' αὐτοῦ ὀργή, ἀλλά γε οὐκ ε σται κατὰ τὸ πλῆθος καὶ μέγεθος αὐτῆς ἐκζήτησις ἐν ἡμέρᾳ κρίσεως δι' ἀγαθότητα τοῦ κρίνοντος θεοῦ. εἰ γὰρ ἐκζήτησις κατὰ τὸ πλῆθος τῆς ὀργῆς ἐγίνετο, α ρδην ἀπώλλυντο καὶ παρ' αὐτὰ οἱ κακοί. τοῦτ' αὐτὸ θεωρήσαντες τῷ ἀγαθότητα ἐνδεικνυμένῳ φασὶν̓ Εὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; Πρόφασις δὲ τοῦ παροξύναι τὸν ἁμαρτωλὸν τὸν κύριόν ἐστιν τὸ μὴ πρὸ ὀφθαλμῶν καὶ ἐνώπιον αὐτὸν ε χειν, ἐπείπερ ἀπεστράφη θεόν. πᾶς γὰρ ἁμαρτάνων τοῦτο πράττει· διό φησιν ὁ θεὸς περὶ παντὸς τοιούτου Εστρεψαν ἐπ' ἐμὲ νῶτα αὐτῶν καὶ οὐχὶ πρόσωπα. ταύτης τῆς ἀσεβείας ὁ Κάϊν πατὴρ γεγονὼς̓ Εξῆλθεν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἀποστραφεὶς αὐτὸν δηλονότι. Εἰ περὶ ἀνθρώπων ἁμαρτωλῶν λέγεται ταῦτα, πολλῷ μᾶλλον καὶ περὶ διαβόλου παροξύναντος τὸν θεὸν καὶ οὐκ ε χοντος αὐτὸν ἐνώπιον αὐτοῦ. μάλιστα γὰρ αἱ ἑπόμεναι λέξεις περὶ αὐτοῦ λέγονται· Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. τίνος γὰρ ἀνθρώπου Βεβηλοῦνται αἱ ὁδοὶ ἐν παντὶ καιρῷ, τῶν ἀσεβῶν καθηκόντως πολλὰ πολλάκις ἐπιτελούντων; βαδίζει δὲ βεβήλως οὐκ εἰς μόνας πράξεις ἐπιλήπτους α γων τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπρονοησίαν ὁρίζων. πολλοὺς γοῦν ε πεισεν ἀπροστασίαστον τὸν κόσμον δογματίσαι, πρότερον αὐτὸς ἐκπεσὼν τῆς ὀρθῆς περὶ διοικήσεως θεοῦ καὶ κρίσεως γνώμης. παρίσταται τοῦτο ἐκ τοῦ λεγομένου τῷ θεῷ περὶ αὐτοῦ Ανταναιρεῖται τὰ̓ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, οὐχ ὡς πάντως τοῦτο σχήσοντος, ἀλλὰ διὰ τὸ αὐτὸν τοῦτο προτεθεῖσθαι· ψεῦδος γὰρ τὸ κύριον αὐτὸν Πάντων τῶν ἐχθρῶν αὐτοῦ ει ναι η γενήσεσθαι. μάλιστα γὰρ ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἐν ἁγιότητι τέλειοι ω ν οὐδενὸς βασιλεύει. μόνων δὲ τῶν ποιούντων τὴν ἁμαρτίαν κατακυριεύει· ει ρηται γὰρ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. ὁ δὲ δοῦλος τῆς ἁμαρτίας κατακυριεύεται ὑπὸ τοῦ διαβόλου τοῦ ἐνεργήσαντος ἐν αὐτῷ τὴν ἁμαρτίαν. Κατὰ δὲ τὸ ἀκόρεστον τῆς κακίας αὐτοῦ ἐστιν τὸ ἑξῆς ἐπιφερόμενον· Ει πεν γάρ, φησίν, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν α νευ κακοῦ. δηλοῖ τὸ ῥῆμα τῆς ἀλαζονείας αὐτοῦ θράσος ὁμοῦ καὶ ἀναισχυντίαν. Ταύτῃ τῇ φωνῇ ἐπιστήσας τις ἑρμηνεύσει περὶ μόνων τῶν ἀνθρώπων ἐχθρῶν αὐτοῦ γεναμένων εἰρῆσθαι Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. εἰ γὰρ ἀπὸ γενεᾶς εἰς γενεὰν ει πεν ἐν τῇ καρδίᾳ α νευ κακοῦ μηδεπώποτε κεκλονῆσθαι, φανερὸν ὡς περὶ τῶν κατὰ διαδοχὴν ἐχόντων τὸ ει ναι μόνων ἀνθρώπων ει ρηται. πλὴν οὐδὲ τοῦτο πάντως ἀληθές· τῶν γὰρ ἁγίων πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων οὐκ ἐκυρίευσεν· μᾶλλον γὰρ αὐτοὶ αὐτὸν ὑπὸ πόδας ε σχον τοῦ̓ Ιησοῦ τὴν ἐξουσίαν ταύτην ὀρέξαντος. 67 Ps 9, 28̔ Ο τῆς ἁγιότητος αὐτοῦ ἐκπεσών, τῆς ἀληθείας καὶ εὐλογίας πόρρω ἑαυτὸν ἀπαγαγών, τὸ στόμα πλῆρες ε χει ἀρᾶς δι' ω ν λέγει πειρώμενος ὑπὸ κόλασιν καὶ ἀρὰν ποιεῖν τοὺς ἀπατωμένους. ε χει δὲ αὐτοῦ ὁ λόγος σὺν τῷ δολερῷ πολλὴν δεινότητα· διὸ σὺν τῇ ἀρᾷ καὶ πικρίας καὶ δόλου ὁ λόγος αὐτοῦ πλήρης ἐστίν, στόμα αὐτοῦ καλούμενος. καὶ ἐπεὶ τούτων ε καστον ἐπὶ τὸ βλάψαι καὶ ἀπολέσαι προφέρει ὑπὸ τὴν γλῶσσαν αὐτοῦ, αὐτὴ δὲ ὁ λόγος ὁ δολερός ἐστιν, πόνος καὶ κόπος ὑπάρχει· οὐδὲν γὰρ προσηνὲς η χρηστόν, ἀλλ' ει τι κόπον καὶ πόνον ἐμποιῶν προφέρει. 68 Ps 9, 29® 32 Διὰ πάντων βλαπτικὸς καὶ ἀπωλείας προθέμενος ει ναι αι τιος, ἐπιλέγεται δοκοῦντας ει ναι πλουσίους ἐν λόγῳ (ψευδώνυμον γνῶσιν ε χοντας) ἀνθρώπους, καὶ σὺν αὐτοῖς καθεζόμενος κεκρυμμένως ἐπὶ τῷ λανθάνειν τίς ἐστιν ἐνεδρεύειν πειρᾶται, ι να ἀθῷον ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις αὐτοῦ βέλεσι· θανάτου γὰρ ποιητικὰ ταῦτα κατασπῶντος ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς τὸν ὑπὸ τῶν βελῶν βαλλόμενον. Στίξαι δυνατὸν καὶ ου τως· Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων· μεθ' ο στίξαντες̓ ἐπιφέρομεν̓ Εν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. τὸ γὰῤ Εν ἀποκρύφοις ἀμφιβολίαν ποιοῦν ἑκατέρως διαστέλλεται, ο περ η δη πεποιήκαμεν πρότερον στίξαντες̓ Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, υ στερον ου τως ἀναγνόντες·̓ Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. πλὴν εἰ καὶ̓ Ενεδρεύει πλουσίοις τοῖς προειρημένοις συγκαθήμενος ἐπὶ τῷ ἑλεῖν καὶ ἀποκτεῖναι ἀθῷον, ἀλλά γε ἐπιστατέον ὡς οὐδένα τῶν κατὰ θεὸν σοφῶν τρῶσαι δύναται ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ· ο θεν τοὺς ὀφθαλμοὺς εἰς τὸν πένητα ε χει πειθόμενος αὐτὸν ε χειν ἁλωτόν, τὸν αὐτὸν ο ντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ.̓ Ενεδρεύει ἐν ἀποκρύφῳ οι α α γριος λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ τοῦ ἁρπάσαι πτωχὸν διὰ λόγων ἀπατηλῶν (ε στιν δ' ο τε καὶ διὰ πράξεων), ο ν καὶ ἑλκύσει μετὰ τὸ ἁρπάσαι ἐν τῇ παγίδι αὐτοῦ ἐπὶ τῷ καταφαγεῖν. θὴρ γὰρ α γριός ἐστιν, μᾶλλον δὲ αὐτὸ τοῦτο λέων. πολλάκις γοῦν ἐνεδρεύων, περὶ οἰκονομίας δῆθεν ὁμιλῶν, ἐγκρύπτει τὸν περὶ φιλαργυρίας λόγον. ὡς αυ περὶ σωφροσύνης φθεγγόμενος τρόπον ἀκολασίας ὑποβάλλει, ου τως τὴν Ευ αν ἠπάτησεν ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἰσοθείαν ὑποβαλὼν καὶ τὸν̓ Ιουδὰν διὰ φιλαργυρίας. Τὸ κύψαι κείμενον δηλοῖ, ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν ε πεσεν· πῶς γὰρ οὐ κάτω τὴν βλέψιν ε χει ὁ ἀθετῶν πρόνοιαν διὰ τοῦ λέγειν̓ Επιλέλησται ὁ θεός, καὶ τὰ ἑξῆς; 69 Ps 9, 35– 37a Δυνάμενος παραχρῆμα ταπεινώσει τὸν ὑπερήφανον καταδυναστεύοντα τοὺς ταραττομένους ἐπὶ τῇ θρασύτητι αὐτοῦ, διὰ τί χρήσιμον, βοηθῆσαι αὐτοῖς δυνάμενος, ει ασας αὐτοὺς χρόνον τινὰ θλιβῆναι ἐφ' ῳ γινομένῳ ἐγνώσθης οὐ μόνον καὶ τὸν ἐπ' αὐτῷ καὶ δι' αὐτοῦ πόνον κατανοῶν; γέγονε δὲ τοῦτο, ι ν' οἱ ὠφεληθέντες διὰ τῆς προσκαίρου κακώσεως ἑκουσίως ἑαυτοὺς παραδῶσιν εἰς τὰς χεῖράς σου, πόθον λοιπὸν ε χοντες παιδεύεσθαι καὶ α ρχεσθαι ὑπὸ σοῦ. Σοὶ ου ν ἐγκαταλείπεται ὁ πτωχός· σὺ τὰ περὶ τῆς σωτηρίας αὐτοῦ οἰκονομήσεις, ι να πλούσιον αὐτὸν ποιήσῃς ἀγαθὰ οὐρανόθεν παρασχών. ου τω καὶ ὀρφανῷ αὐτὸς βοηθεῖ, προϊστάμενος καὶ ἀνατρέφων αὐτὸν εἰς υἱοῦ τάξιν. ὀρφανὸν ἐν τούτοις ἐκλαβεῖν δεῖ τόν ποτε ε χοντα πατέρα τὸν διάβολον διὰ κακίαν, νῦν δὲ αὐτὸν ἀποβαλόντα μετανοίας τρόπῳ. σύμβολα τούτων τῶν προσληφθέντων ὀρφανῶν ἐπὶ τῷ βοήθειαν ε χειν ὑπὸ θεοῦ ὁ̓ Αβραὰμ καταλιπὼν τὸν οι κον τοῦ πατρὸς ι να θεῷ ἀκολουθήσῃ κεκλημένος, καὶ οἱ Ζεβεδαίου υἱοὶ ἀφέντες τὸν πατέρα προτροπῇ τοῦ εἰπόντος̓ Ιησοῦ̓ Ακολουθεῖτέ μοι.̔ Αμαρτωλὸς δὲ τίς α ν ει η καὶ πονηρὸς μετὰ τοῦ α ρθρου εἰρημένος η ὁ διάβολος; τούτου ὁ βραχίων ὑπὸ κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται, ε χουσα ἐν τῷ ἐπιτελεῖσθαι τὸ ει ναι τέλος λαβοῦσα. οὐ γὰρ οὐσία τίς ἐστιν τὸ κακὸν ἀλλὰ ποιότης, καὶ ου τως ἐνστήσεται τὸ ἐπὶ πᾶσιν τέλος ου χάριν τὰ α λλα πάντα γέγονεν· αὐτὸς δὲ οὐδενὸς ε νεκά ἐστιν, ὡς τῆς βασιλείας αὐτοῦ μὴ ει ναι τέλος. οὐ γὰρ οι όν τε τὸν αὐτὸν ὑπὸ δύο κυρίους καὶ βασιλεῖς ει ναι. ο τε ἐκυρίευεν καὶ ἐβασίλευεν ἡ ἁμαρτία τοῦ αὐτὴν ποιοῦντος, ὁ θεὸς οὐ κύριος οὐ βασιλεὺς τοῦ ἁμαρτάνοντος η ν. ἐπειδὴ δὲ ζητηθεῖσα ἡ ἁμαρτία ἡ βασιλεύουσα τοῦ ἐνεργοῦντος αὐτὴν οὐχ ηὑρέθη, Κύριος εἰς τὸν αἰῶνα βασιλεύει καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 70 Ps 9, 37b Γῆ τοῦ θεοῦ ἡ ἀγαθὴ καρδία ει ρηται. ἐκ ταύτης τῆς γῆς ε θνη ἀπόλλυνται, ο τ' α ν ἐκβληθῇ πᾶν ἐνθύμημα φαῦλον καὶ λογισμὸς πονηρός· ε θνη γὰρ τὰ φαῦλα ἐνθυμήματα καὶ λογισμοὶ εὐεργεσίᾳ θεοῦ ἀπολλύμενα. εἰ δὲ καὶ τὴν τῶν πραέων γῆν δηλοῦσθαί τις βούλεται (κυρίου γὰρ καὶ αὐτή), ἀπόλλυνται ἐκ τῆς γῆς ταύτης ε θνη. πᾶς γὰρ ὁ ἁμαρτάνων οὐκ ἐπιτρεπόμενος εἰς αὐτὴν ἀναβῆναι· μόνοι γὰρ α γιοι κληρονομήσουσιν αὐτήν. ει ρηται γὰρ πρός τινος ἁγίου· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. καὶ πρὸς α λλον ὁ θεὸς ει πεν·̓ Αναβιβάσω σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. 71 Ps 9, 38̓ Επιθυμίᾳ τῶν πενήτων ὑπῆρχε τὸ πεσεῖν τὸν τυραννικῶς κατακυριεύσαντα αὐτῶν. ἐπεὶ ου ν ὑπῆρκται αυ τη συντριβέντος τοῦ βραχίονος τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, εἰκότως θεῷ τῷ τὰς καρδίας ἐπισταμένῳ καὶ τὸ κρυπτὸν εἰδότι ἡ ἐπιθυμία αὐτῶν πεφανέρωται, ἐνεργὴς ου σα προσευχή. εἰσήκουσεν δὲ αὐτῶν ὁ κύριος, προσέχοντος τοῦ ὠτὸς αὐτοῦ τῇ ἑτοιμασίᾳ τοῦ ἡγεμονικοῦ αὐτῶν· πῶς γὰρ οὐχ ἑτοίμην τὴν καρδίαν ει χον πρὸς τὸ σωθῆναι οἱ τῶν προλεχθέντων ε χοντες ἐπιθυμίαν; 72 Ps 9, 39 Διχῶς καὶ ἐνταῦθα τὸν α νθρωπον ἐκληπτέον, ει ς τε τὸ θνητὸν λογικὸν ζῷον ἀλαζονευόμενον, καὶ εἰς τὸν λέγοντα διάβολον Τὴν οἰκουμένην ο λην καταλήψομαι τῇ χειρί, καὶ οὐκ ε στιν ο ς διαφεύξεταί με η ἀντείπῃ μοι. οὐ γὰρ ε τι μεγαλαυχήσει συντριβόμενος ὑπὸ τοὺς πόδας τῶν ἁγίων πατούντων αὐτοῦ τὴν δύναμιν,̓ Ιησοῦ τοῦτο χαρισαμένου. 73 Ps 10, 1– 2 73̓ Αναγνωστέον δὲ καὶ ου τως·̓ Επὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μοὐ Ιδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, καὶ τὰ ἑξῆς; ἐφ' οι ς εἰρημένοις παρορμᾷ τὴν ψυχὴν ἑαυτοῦ μετεωρισθῆναι δίκην στρουθίου πτεροῖς ἀρετῆς, ι να περάσας ἐπὶ τὰ υ ψος ε χοντα ο ρη πνευματικὰ ἀβλαβὴς διαμείνῃ. ο πως δ' α ν ε χῃ τὰ τῆς διαστολῆς τοῦ ἀναγνώσματος, πεποιθέναι ἐπὶ κύριον προσήκει. 74 Ps 10, 1– 2 Κατὰ θεωρίαν δέ· πολλῶν σοφιστικῶς παρεσκευασμένων ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ὡς η δη τὸ ἡγεμονικὸν ε χειν τεταμένον, δι' ἑτοιμασίαν τόξῳ ἐντεταμένῳ ἐοικός, ἀλλὰ καὶ βέλη ε τοιμα, λόγοι δὲ πειθανοὶ ταῦτα, πρὸς τὸ κατατοξεῦσαί σε, ε χεις διατριβὴν ἐν ὑψηλοῖς ο ρεσιν, ε νθα γεναμένη οὐ τρωθήσει. ει ρηται δὲ ὡς τὰ θειότερα τῶν γραφῶν νοήματα τῇ τῶν ὀρῶν προσηγορίᾳ σημαίνεται· πρὸς τούτοις καὶ οἱ σοφοὶ διδάσκαλοι ἀπόστολοι καὶ προφῆται. Δυνατὸν ὑπὸ τοῦ πνεύματος εἰρημένον ἐκλαβεῖν τὸ Μετανάστευε ἐπὶ τὰ ο ρη ὡς στρουθίον, προτρεπομένου ἀναχωρεῖν τὸν διαδράναι θέλοντα τὴν ἰοβόλον τρῶσιν τῶν τοξοτῶν. εἰ δὲ καὶ ἀόρατοι δυνάμεις αἱ αὐταὶ ου σαι η συγγενεῖς τοῖς τοξόταις λέγοιεν τὸ Μετανάστευε ἐπὶ τὰ ο ρη ὡς στρουθίον, χλευαστικῶς αὐτὸ εἰρημένον ἐκληψόμεθα, ὑποδειλῶσαι θελόντων τοὺς ἐν ο λῃ καρδίᾳ ἐπὶ θεὸν πεποιθότας. ει τ' ἐπεὶ σκότους υἱοὶ καὶ νυκτός εἰσιν οἱ πρὸς τὸ ου τω σοφιστεύειν παρεσκευασμένοι τοξόται, ἐν ἀφεγγεῖ νυκτὶ κατατοξεύειν προτέθεινται τοὺς εὐθείαν καρδίαν ε χοντας. Ps 10, 3b̔ Ο κύριος δίκαιος ω ν τί ποιήσει η ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς τὰς παγίδας αὐτοῦ καὶ μερίσει αὐτοῖς ποτήριον κολάσεως ἐπὶ τῷ πίοντας αὐτοὺς ἀσθενῆσαι ἀπὸ τῆς πρὸς τὸ τοξεύειν ὁρμῆς; 75 Ps 10, 4– 7 Η περὶ τοῦ πατρὸς η καὶ αὐτοῦ τοῦ σωτῆρος· πρὸ τῆς ἐνανθρωπήσεως ναὸν α γιον αὐτοῦ ἐκληπτέον τὴν περὶ αὐτοῦ ἁγίαν καὶ οὐράνιον νόησιν. ω ν̓ Εν ναῷ ἁγίῳ αὐτοῦ καὶ τὸν θρόνον ε χει ἐν οὐρανῷ, θεϊκῶς καὶ ἐπουρανίως βασιλεύων. ἐσημειωσάμεθα καὶ ἐν τοῖς πρότερον ἀντὶ βασιλείας τὸν θρόνον λαμβάνεσθαι. αἱ δὲ ἐποπτικαὶ καὶ ε φοροι τοῦ θεοῦ δυνάμεις ὀφθαλμοὶ αὐτοῦ καλούμεναι, πρὸς τὸν πένητα γινόμεναι φρουροῦσιν αὐτὸν ἀβλαβῆ τῶν περὶ αὐτὸν οἰκονομηθέντων. τὰ βλέφαρα τῶν ὀφθαλμῶν τοῦ θεοῦ ἐξετάζει τὰς πράξεις καὶ τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκ τούτου παρίσταται τοῦ κριτοῦ τὸ φιλάνθρωπον. εἰ γὰρ ὀφθαλμοῖς ἐξήταζεν καὶ μὴ βλεφάροις, ἀνύποιστος η ν ἀνθρώποις ἡ κρίσις. τὸ δὲ τοῖς βλεφάροις ἑαυτοῦ ἐξετάζειν τὰ κατ' αὐτοὺς οὐ παρατηρεῖται πάντα τὰ ἁμαρτήματα τῶν κρινομένων οὐδὲ οι ου μεγέθους ὑπάρχει ταῦτα. ευ δὲ καὶ τὸ εἰπεῖν· τοὺς μὲν ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν εὐεργετούμενον ει ναι, κα ν ει ς πένης ὑπάρχῃ, τὰ δὲ βλέφαρα ἐπὶ τοὺς υἱούς· πολλοὺς ἀνθρώπων υἱούς, ι ν' αἱ μὲν εὐεργεσίαι δαψιλῶς παρρησίᾳ ἐπιτελῶνται, αἱ δὲ κολάσεις πολὺ τὸ κεκρυμμένον ε χωσι περὶ θεοῦ. καὶ ταῦτα λέξει διανοούμενα· οὐδὲν αἰσθητὸν βλέφαρον η ε τερόν τι τοιοῦτον ἐμφαίνουσιν, ο θεν καὶ ταῦτα θεοπρεπῶς νοητέον.̔ Ο Χριστός ἐστιν ου τῷ βήματι φανερωθῆναι πάντας δεῖ, ι να κομίσηται ε καστος τὰ διὰ τοῦ σώματος πρὸς α ε πραξεν ει τε ἀγαθὸν ει τε κακόν. εἰπὼν δὲ ὑπὸ κυρίου ἐξέτασιν γινομένην τοῦ δικαίου καὶ τοῦ ἀσεβοὺς ἐπιφέρει ὡς μισεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ τὴν κακίαν ου σαν ἀδικίαν ἀγαπῶν ποιῶν αὐτὴν κολαστέαν διὰ τοῦ ἁμαρτάνειν· ῳ ἐναντίον ποιεῖ ὁ δικαίως ἐνεργῶν, ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ καὶ πλησίον ὡς ἑαυτὸν ὁ εἰς ἀρετὴν αὐτὸν α γων. οὐ μάχεται τὸ Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ τῷ μὴ ἀνίστασθαι ἀσεβεῖς ἐν κρίσει. τὸ μὲν γὰρ τοὺς πάντῃ ἀθέους σημαίνει, τὸ δὲ τοὺς διὰ ἁμαρτάνειν καταφρονοῦντας θεοῦ. πλέονες γὰρ γραφαὶ δηλοῦσι τοῦτο, μάλιστα ἡ λέγουσα Εσται ὁ δίκαιος ὡς ὁ ἀσεβὴς ἐν Γενέσει. Επιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,̓ τουτέστι κολάσεις παγιδευούσας καὶ ἐντὸς ἀρκύων ποιούσας τοὺς ἀγρευομένους, εἰ μὴ α ρα τὸ παραδίδοσθαι αὐτοὺς ὑπ' αὐτοῦ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν· τοῦτο δηλοῖ καὶ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. καὶ ο ρα εἰ μὴ διὰ τοῦτὀ Επιβρέξει ἀλλ' οὐ βρέξει παγίδας ει ρηται· η δη γὰρ παγιδευθεῖσιν ὑφ' ἑαυτῶν ἐπιβρέχονται παγίδας. τοῦτο δηλοῦται καὶ ἐκ τοῦ Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. ἐφαρμόσεις πρὸς ἑκατέρας τὰς ἀποδόσεις τὸ ου τω γεγραμμένον ἐν Παροιμίαις· Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ θεός. πρὸς μὲν γὰρ τὴν προτέραν ἀπόδοσιν κολάσεις ει εν αἱ σκολιαὶ ὁδοὶ τοῖς διὰ κακίαν σκολιοῖς γεγενημένοις ἐκπεμπόμεναι, πρὸς δὲ τὴν ἑτέραν αἱ παραδόσεις εἰσὶν αι ς παραδίδονται οἱ ἑκουσίως ἁμαρτάνοντες, αι δηλοῦνται διὰ τῶν παθῶν τῆς ἀτιμίας καὶ τῶν κατηριθμημένων. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. αἱ ἐπίπονοι ἀνταποδόσεις δηλοῦνται πολλάκις ἐν τῇ γραφῇ ὀνόματι τοῦ ποτηρίου ὡς ἐν̔ Ησαίᾀ Εξεγείρου, ἐξεγείρου,̔ Ιερουσαλὴμ ἡ πιοῦσα τὸ ποτήριον τῆςπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ ἐν̔ Ιερεμίᾳ παρίσταται τὸ αὐτὸ ἐκ τῆς ἐχούσης ου τω φωνῆς· Ει πεν κύριος ὁ παντοκράτωρ ὁ θεὸς τοῦ̓ Ισραὴλ Λάβε τὸ ποτήριον τοῦ οι νου τοῦ ἀκράτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ε θνη πρὸς ου ς ἐγὼ ἀποστελῶ σε. μήποτ' ου ν συμφώνως τούτοις καὶ ἐν τοῖς προκειμένοις κόλασιν δηλοῖ̔ Η μερὶς τοῦ ποτηρίου τοῦ μερισθέντος αὐτοῖς, μάλιστα ο τι τὸ πλήρωμα τοῦ ποτηρίου τούτου Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἐστὶν ου σύμβολα τὰ ἐν Γενέσει ἀναγεγραμμένα ει δη κολάσεων ἐλθόντα ἐπὶ Σοδόμα καὶ Γόμορρα παρὰ κυρίου· πρὸς τούτῳ τῷ πυρὶ καὶ τῷ θείῳ καὶ Πνεῦμα καταιγίδος ἐστὶν ἐν τῷ ποτισμῷ τοῦ ποτηρίου. δηλοῖ τὸ πῦρ τὴν διὰ καύσεως ἀπειλήν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ε τι μᾶλλον τὸ πῦρ ἀφορμήν. πρὸς τούτοις τὸ Πνεῦμα τῆς καταιγίδος πειρασμοῦ τινος συστροφὴν δηλοῖ. ο τι δὲ πειρασμὸν ἡ καταιγὶς δηλοῖ, σαφῶς ε στι μαθεῖν ἀπὸ τοῦ ἐν̔ Ησαίᾳ γεγραμμένοὑ Ως καταιγὶς δι' ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς, φοβερὸν τὸ ο ραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. φύγωμεν τοίνυν τὴν ἀσέβειαν, ι να τοῦτο τὸ ποτήριον μακρὰν γένηται ἀφ' ἡμῶν, καὶ ἐν εὐσεβείᾳ ζήσωμεν, ι να πίωμεν τὸ μεθύσκον ὡς κράτιστον περὶ ου τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Οτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας ει δεν τὸ πρόσωπον αὐτοῦ. καὶ τούτου χάριν ἐπὶ τὸν πένητα τοὺς ὀφθαλμοὺς ε χει φροντίζων αὐτοῦ τῆς σωτηρίας, ἀλλὰ καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς παγίδας ἐπιπέμπει. οὐ γὰρ ὡς ε τυχεν, εἰ γίνεται τῶν τῆς προνοίας καὶ θεοῦ κρίσεως· δίκαιος δὲ κύριος κατ' οὐσίαν ἀλλ' οὐ μετοχῇ δικαιοσύνης ἐστίν. πλὴν εἰ καὶ ου τως ε χει φύσεως, ἀλλ' ου ν ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Εστιν καὶ α λλως εἰπεῖν ἀγαπᾶν αὐτὸν δικαιοσύνας· ἐπεὶ ἑκάστου κρίματος ε στιν τις δικαιοσύνη, πολλὰ δὲ τὰ κρίματα τοῦ θεοῦ περὶ ω ν γέγραπται Τὰ κρίματα τοῦ κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἀνάγκη καὶ τὰς δικαιοσύνας πολλὰς ει ναι. ω σπερ δὲ δίκαιός ἐστιν, ου τω καὶ εὐθύτητα βλέπων· εὐθύτητα δὲ ἐρεῖς γνώμην τὴν πρὸς τὸν ὀρθὸν λόγον κανονιζομένην· ταύτην ὁρᾷ χαίρων ἐπὶ τοῖς ε χουσιν. ῥηθείη καὶ περὶ τῆς εὐθύτητος ἁρμωνίως τῇ περὶ τῶν δικαιοσυνῶν δευτέρᾳ νοήσει ὑπαρχούσῃ ἐν τοῖς κρίμασιν τοῖς ἀνεξερευνήτοις αὐτοῦ, η ν διὰ τὸ πάνυ ἀποδέχεσθαι τὸ πρόσωπον αὐτοῦ ὁρᾷ· ἐπιφαίνεται γὰρ παρὼν ὁ θεὸς τοῖς ε ργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασιν τῶν κριμάτων. Ps 11, 1 Πλησθείσης τῆς ἀνθρωπότητος ἀπάτης καὶ κακίας ὡς μὴ ει ναι ε λεος καὶ ἀλήθειαν καὶ ἐπίγνωσιν θεοῦ ἐπὶ τῆς γῆς, ὑπὲρ καταλύσεως τῆς ὑπαρξάσης βλάβης χρεία γέγονε τῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς ἐπιδημίας. 76 Ps 11, 2 Εἰς τοῦτο λήψει τὸ ἐν̔ Ιερεμίᾳ· Εκαστος τῷ πλησίον αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. διὰ τί οὐκ ει πεν ἡ ἀλήθεια ἀλλ' αἱ ἀλήθειαι; τὸ μὲν διὰ τὰς διαφόρους ἀθεσίας τὰς ἐν τοῖς συναλλάγμασιν, τὸ δὲ διὰ τὰς ἐν τοῖς δόγμασιν κακοδοξίας. 77 Ps 11, 5 Οὐ γὰρ τὰ μέλη τοῦ σώματος ἐξολοθρευόμενα ἡγεῖσθαι δεῖ ἀλλὰ τὴν χρῆσιν τὴν δολίαν αὐτῶν καὶ τὸν μεγαλορήμονα λόγον· καὶ γὰρ ἐν Παροιμίαις ει ρηται Περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ α δικα χείλη μακρὰν α πωσαι ἀπὸ σοῦ. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταύτης τῆς θρασύτητος ὁ ἀσεβὴς εὐοδούμενος ἐν τῷ τυγχάνειν, ω ν ἐπιθυμεῖ, προφέρει φωνὴν τὴν ἐν τῷ̓ Ιὼβ Λέγει δὲ κυρίᾠ Απόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· τί ἱκανός, ο τι δουλεύσομεν αὐτῷ; καὶ γὰρ ου τοι τῆς προσούσης αὐτοῖς εὐπραγίας αι τιοι νομίζοντες ει ναι λέγουσι κυρίᾠ Απόστα· μὴ φανέρου μοι τὰς ὁδούς σου· εἰδέναι γὰρ αὐτὰς οὐ θέλω· τί γὰρ πλέον ἡμῶν ε χων ἱκανὸς ει, ι να δουλεύσωμέν σοι; 78 Ps 11, 6̓ Επὶ τῶν ἀσεβῶν μέγα φρονούντων ὡς μεγαλορήμονα γλῶτταν καὶ χείλη δόλια αὐχεῖν οἱ πτωχοὶ ταλαιπωροῦσι καὶ στενάζουσιν οἱ πένητες, τὸ τυραννικὸν αὐτῶν οὐ φέροντες. τούτου χάριν φησὶν ὁ κύριος̓ Αναστήσομαι νῦν, ι να, θείς μου τὴν βουλὴν ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ κατὰ τῶν ἐναβρυνομένων ὑπερηφάνως τῶν ὑποδεεστέρων· ἀπολύσω δὲ τοῦ ταλαιπωρεῖν καὶ στενάζειν τοὺς πτωχοὺς καὶ πένητας. πτωχοὺς καὶ ἐν τούτοις καὶ πένητας ἐρεῖς τοὺς μὴ οι ους τε ἐπαμύνειν ἑαυτοῖς δι' ἀσθένειαν προσοῦσαν η διὰ τὴν εἰς τοιαύτην κατάστασιν α γουσαν κακίαν. ου τοι ἀνώτεροι ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγένηνται, τοῦ κυρίου κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστάντος καὶ πρὸς ἡμᾶς ἐληλυθότος ὡς φανερωθῆναι τὴν σωτηρίαν τῶν ε ξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. ε στιν γοῦν καταλλήλως τοῖς προκειμένοις ἀκοῦσαι τὸ Ταλαίπωρος ἐγὼ α νθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐφ' ῳ λεχθέντι παρρησιαζόμενος ἑξῆς λέγει Εὐχαριστῶ τῷ θεῷ διὰ̓ Ιησοῦ Χριστοῦ. δείκνυται γὰρ διὰ τούτων, ὡς̓ Ιησοῦς ὁ Χριστὸς ὁ ῥυσάμενος τὸν ταλαιπωροῦντα, δι' ο ει χεν σῶμα θανάτου, ὁ εἰπών ἐστι Νῦν ἀναστήσομαι, λέγει κύριος. Επῆλθέν τισιν εἰπεῖν πτωχοὺς̓ μὲν ει ναι τοὺς μεταπεσόντας τοῦ πλούτου, πένητας δὲ τοὺς ἐκ πόνου δι' ἐργασίας γινομένου τὸ ζῆν ε χοντας· καὶ ε στιν γε κατὰ ταύτην τὴν νόησιν ὁ πτωχὸς πένης ἐξ ἀνάγκης, οὐκ ἀντιστρέφοντος τὸν πένητα πτωχὸν ει ναι. καὶ τάχα γε τὰ εἰρημένα περὶ τοῦ πτωχοῦ κατασκευάσεται, καὶ ἐκ τῆς γραφῆς ει ρηται γὰρ Πλούσιοι ἐπτώχευσαν, καὶ Οτι ἐπτωχεύσαμεν σφόδρα· συμφώνως τούτοις ἐκλήψεται καὶ τὸ περὶ τοῦ σωτῆρος λεχθὲν̔ Ως ἐπτώχευσεν δι' ἡμᾶς πλούσιος ω ν, ι ν' ἡμεῖς πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. συναινεῖ καὶ τοῖς περὶ τοῦ πένητος τὸ Στεναγμοῦ τῶν πενήτων, στενόντων ἀεὶ καὶ ὀλοφυρομένων ἐπὶ τῷ πόνῳ τῷ ἐκ τοῦ ἀπορεῖν τῶν ἐπιτηδείων προσόντι. τὸ Θήσομαι ἐν σωτηρίῳ δηλοῖ τὸ ὁρίσω καὶ ποιήσω, ω σπερ καὶ ἐν τῷ Ον ε θηκεν κληρονόμον πάντων, δηλούσης τῆς λέξεως ο ν ω ρισεν καὶ ἀνέδειξεν κληρονόμον. εἰς ταῦτα λήψει τὸ Εθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους καὶ τὰ ἑξῆς, καὶ τὸ πρὸς τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας εἰρημένον̔ Υμᾶς ε θετο τὸ πνεῦμα τὸ α γιον ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν· τὸ γὰρ Εθετο ἀπόδειξιν τὴν διὰ τοῦ ὡρίσθαι καὶ πεποιῆσθαι ἀποστόλους καὶ ἐπισκόπους δηλοῖ. 79 Ps Κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ διατηρεῖν καὶ ὁ σωτὴρ περὶ τῶν μαθητῶν ε λεγεν τῷ πατρὶ Πάτερ α γιε, τήρησον αὐτούς· ο τε η μην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτούς, καὶ ὁ πονηρὸς οὐχ η πτετο αὐτῶν. ει πον δὲ κατὰ τοῦτο τὸ σημαινόμενον διὰ τὸ ἐν τῇ Γενέσει λεχθὲν περὶ τοῦ̓ Αδὰμ πρὸς τὸν ο φιν Αὐτός σου τηρήσει κεφαλήν, σὺ δὲ τηρήσεις αὐτοῦ πτέρναν. οὐκ ε τι γὰρ ἐνταῦθα ταὐτὸν τῷ φυλάξαι τὸ τηρεῖν; φαίνεται γὰρ ἐξ αὐτοῦ τὸ Αὐτός σου ἐπιτηρήσει κεφαλήν, καὶ σὺ αὐτοῦ τὴν πτέρναν.̓ Αναπέμπει τὴν εὐχὴν ὁ φάσκων Σύ, κύριε, φυλάξεις ἡμᾶς, μετὰ τὸ πάντα ποιῆσαι τὰ παρ' ἑαυτῶν ἐν τῷ τηρεῖν τὴν λέγουσαν παραίνεσιν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· καὶ ἐπεὶ τούτων κατορθουμένων οὐκ αὐτάρκη πρὸς τὸ ἀνεπιβούλευτον τὰ ὑφ' ἡμῶν σπουδαζόμενα (̓ Εὰν γὰρ μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν), εἱρμὸς α γει μετὰ τὸ φρουρηθῆναι ἡμᾶς ὑφ' ἑαυτῶν προσευχὴν προσαγαγεῖν τὴν λέγουσαν Σύ, κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς. αὐτοῦ γὰρ φυλάττοντος θαρσήσωμεν, ὡς ἀνεπιβούλευτοι εἰς τὸν αἰῶνα ἐσόμεθα· υ ψιστος γὰρ ω ν, δέσποτα, καὶ ἐν ὑψηλοῖς ὑπάρχων, κατὰ τὸ προσὸν υ ψος τῇ ἀγαθότητί σου τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐπολυώρησας, κρίνας αὐτοὺς ἀξίους ει ναι τοῦ προστασίαν ε χειν ἐκ προνοίας τῆς σῆς. 80 Ps 12, 4b. 5a Εἰ καὶ πρεσβείας τρόπῳ ὑπὸ τοῦ ἁγίου λέγεται ταῦτα, ἀλλά γε οὐχ ὑποκείμενος λήθῃ θεοῦ ἀλλὰ τὰ α λλων εἰς ἑαυτὸν ἀναδεξάμενος λέγει τὰ τῆς αἰτήσεως πάντα. δῆλον δὲ ὡς οὐ περὶ αἰσθητοῦ φωτισμοῦ η υ πνου καὶ θανάτου τὰ τῆς αἰτήσεώς ἐστιν ἀλλὰ περὶ τοῦ ἐκ γνώσεως θεοῦ φωτισμοῦ. Φωτίσατε γὰρ ἑαυτοῖς φῶς γνώσεως, καὶ Προσέλθετε τῷ κυρίῳ καὶ φωτίσθητε. γίνεται δὲ ὁ φωτισμὸς ου τος οὐ περὶ τὸ τῆς σαρκὸς ο μμα (ὁρατικὸν γὰρ τοῦτο ἡλίου) καὶ ει τι ε τερον αἰσθητὸν φῶς τῶν ὁρώντων τὸν τῆς δικαιοσύνης η λιον· τὸ φῶς τὸ ἀληθινὸν ὀφθαλμῶν οὐ σώματος ἀλλὰ καρδίας ο ντων· τοῦ γὰρ ε σω ἀνθρώπου ὀφθαλμοὶ αἱ̓ νοητικαὶ δυνάμεις. τῷ ου τω φωτιζομένῳ ε πεται ζωὴν μακαρίαν ε χειν. Εγὼ γάρ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ κύριος λέγει·̔ Ο περιπατῶν ἐν ἐμοί, φησίν, ἐν τῇ σκοτίᾳ οὐ μὴ μείνῃ ἀλλ' ε ξει τὸ φῶς τῆς ζωῆς· η ς ζωῆς παραγινομένης εἰς τὸν φωτισθέντα, α πεστιν αὐτοῦ τὸ ὑπνῶσαι εἰς θάνατον, ὑπνοῦντος καὶ ἀποθνῄσκοντος τοῦ ο ντος ἐν σκότει τῆς ἀγνοίας. ὁ γὰρ δοὺς δι' ἀμελείας καὶ ῥαθυμίας εἰς υ πνον τοὺς ὀφθαλμοὺς αὐτοῦ εὐθέως τεθνήξεται, ἐκπίπτων τῆς σὺν ἀρετῇ ζωῆς· ο θεν φευκτέον τὸν ψεγόμενον υ πνον τοῦτον καὶ θάνατον, ι να, πεφωτισμένων τῶν ὀφθαλμῶν τῆς ψυχῆς, μηκέτι ει πῃ ὁ ἐχθρὸς Ισχυσα πρὸς αὐτόν, πάλαι νομίζων ἰσχυκέναι ο τε ἡμάρτομεν. 81 Ps 12, 5b. 6̓ Επεὶ χαιρέκακοι ο ντες οἱ θλίβοντες τοὺς δικαίους ἐχθροί, ἀγαλλιῶνται. εἰ συμβαίη ἐξ ἁμαρτίας γενέσθαι κλόνον, δέον λυπεῖσθαι ἐπὶ τοῖς πίπτουσι· ἀλλ' εἰ καὶ ἀγαλλιῶνται ἐπὶ τῷ σαλεύεσθαί τινα ἐκεῖνοι, ἐγώ, ω δέσποτα, ἐλέει τῷ σῷ ἐλπίζων οὐ πείσομαι ο ἰδεῖν ἐν ἐμοὶ ποθοῦσιν. προσδοκῶ γὰρ τὸ σωτήριόν σου θᾶττον παραγενόμενον ἐφ' ῳ ἀγαλλιᾶται ἡ καρδία μου· πῶς γὰρ οὐκ εὐφραίνεται καὶ ἀγαλλιᾶται ὁ πεῖραν θεοῦ σωτηρίας ε χων; Εἰ δὲ καὶ προφητεία ἐστὶν δηλουμένη περὶ τοῦ ἐλεύσεσθαι τὸ σωτήριον τοῦ θεοῦ τὸν Χριστόν, ἐπίσκεψαι. ου τος γὰρ ἐλθὼν ἐπὶ σωτηρίᾳ κόσμου καθεῖλεν τοὺς ἐφηδομένους ἐπὶ τοῖς κλονουμένοις κατὰ ψυχήν· καταβαλὼν σὺν αὐτοῖς τὸν ἐχθρὸν τὸν ὑψούμενον ὑπερηφάνως, ἐφώτισεν τοὺς ὀφθαλμούς, ι να μή τις ι δῃ τὸν τῆς ψυχῆς θάνατον. ου τος ἐπιδημήσας ἐπιβλέψας η κουσεν, ὀδύνην ε παυσεν· ω ν κατορθωθέντων ὁ εὐπαθὼν χαριστήριον ἐπινίκιον ᾠδὴν ᾳ δει λέγων· Αισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. Πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς λεγόμενον ὑπὸ κυρίου Ετι σοῦ λαλοῦντος ἐρῶ· Ιδοὺ̓ πάρειμι. λέγει δὲ ταῦτα πρὸς τοὺς συνόντας η δη. εὐπέπονθα τυχὼν ω ν ᾐτησάμην, ο θεν Ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. διὸ ἐφ' ἑκάστης εὐεργεσίας γινομένης εἰς ἡμᾶς ὑμνῶμεν καὶ ἡμεῖς τὸν προκείμενον υ μνον λέγοντες, μὴ θεωρίᾳ μόνῃ ἀλλὰ καὶ τῷ ψάλλειν· θεωρίαν γὰρ τὸ ᾳ δειν, ἐνέργειαν δὲ πρακτικὴν τὸ ψάλλειν δηλοῖ. 82 Ps 13, 1 Αφρων δὲ οὐ κοινῶν ἐννοιῶν λειπόμενος η τῆς σὺν δεινότητι ἐντρεχείας, ἀλλὰ τῆς μιᾶς τῶν ἀρετῶν φρονήσεως, περὶ η ς γέγραπται·̔ Ο κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, καὶ ὁ φυλάσσων φρόνησιν εὑρήσει ἀγαθά. ο τι δὲ ει χεν τὴν φυσικὴν ἐντρέχειαν, παρίστησιν ἡ λέξις δηλοῦσα ὡς οὐκ εἰς ὑπήκοόν τινων ἀλλ' ἐν τῇ ἑαυτῶν καρδίᾳ λέγει μὴ ει ναι θεόν. ῃ δει γὰρ ο τι οὐδεὶς ἐδέχετο τοὺς περὶ ἀρνήσεως θεοῦ λόγους. πάντων σχεδὸν ἀνθρώπων ἀδιάστροφον τὴν περὶ θεοῦ ε ννοιαν ἐχόντων, ε χει πολλὴν οἰκειότητα ὁ πρῶτος στίχος ὡς εἰρημένος περὶ διαβόλου. καὶ γὰρ ἐκεῖνος οὐ τινὶ η τισιν ει πεν ἀλλ'̓ Εν διανοίᾳ τῇ ἑαυτοῦ· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν α στρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· ε σομαι ο μοιος τῷ ὑψίστῳ. ω σπερ δὲ ὁ γνῶσιν ε χων θεοῦ τηρεῖ τὸν λόγον αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ εἰς ε ργα μεταβάλλει, ου τω πᾶς ἁμαρτάνων ἀγνοῶν θεὸν εἰς τοῦτο ε ρχεται· γράφει γοῦν̓ Ιωάννης, ὡς πᾶς ὁ ἁμαρτάνων μακράν ἐστιν τοῦ ε χειν γνῶσιν θεοῦ, ὡς Πᾶς ὁ ἁμαρτάνων οὐχ ἑόρακεν αὐτὸν οὐδ' ε γνωκεν αὐτόν. ἐκβαλὼν γὰρ ἀπὸ τῆς ψυχῆς τὴν προύχουσαν καὶ βασιλεύουσαν τῶν ἀρετῶν εὐσέβειαν, συναναχωρούσας αὐτῇ ε χει τὰς ἀρετάς. ο τι δὲ αυ τη ἡ νόησις ε ρρωται, δῆλον α ν γένοιτο ἐκ τῶν γεγραμμένων περὶ τῶν υἱῶν̓ Ηλί· οὐκ εἰδότες γὰρ ου τοι τὸν κύριον, λοιμοὶ ἀποδεδειγμένοι, ἡμάρτανον, μᾶλλον δὲ ἠσέβουν περὶ τὴν ἱερουργίαν, διαφθείροντες ἐν ἐπιτηδεύμασιν τοῖς τῆς νομοθεσίας τε καὶ θεοσεβείας. λήψει τὰ προκείμενα καὶ εἰς τὰ ἐν̔ Ιερεμίᾳ ἀπαγγελλόμενα ου τως· Τόκος ἐπὶ τόκον, δόλος ἐπὶ δόλον· πάντες μοιχῶνται, σύνοδος ἀθετούντων, ο τι ἐκ κακῶν εἰς κακὰ ἐξῆλθον· ἐμὲ δὲ οὐκ ῃ δεισαν, λέγει κύριος. πῶς γὰρ οὐκ ε μελλον, α γνοιαν θεοῦ ε χοντες, παραβάται ει ναι τῶν νόμων αὐτοῦ; Ταῦτα καθόλου θεωρούμενα πείθει διὰ μνήμης ε χειν θεόν, ι να ἐν ἐπιτηδεύμασιν ἐπαινετοὶ ἀποδειχθῶμεν, ἀφθάρτῳ προθέσει αὐτὰ μεταδιώκοντες.̓ Εν τοῖς βδελυχθεῖσιν τῷ διαφθείρειν ἐν τοῖς ἐπιτηδεύμασιν οὐδεὶς ποιῶν χρηστότητα εὑρίσκεται· πάντες γάρ εἰσιν πονηροί, πᾶσαν χρηστότητα ἐκτμηθέντες διὰ σκληρότητα καρδίας. 83 Ps 13, 4– 5̔ Ως Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικεῖ ἐν σώματι καταχρέῳ ἁμαρτίας, ου τως οὐ δέχεται γνῶσιν θείαν ὁ ε τι ἀνομίας ἐργαζόμενος· οὐδεὶς γὰρ ἁμαρτάνων ὁρᾷ η γινώσκει θεόν, κατὰ τὸ γεγραμμένον ἐν τῇ̓ Ιωάννου ἐπιστολῇ· ο θεν ὁ γνωστικὸς ει ναι ποθῶν σπείρει εἰς δικαιοσύνην, τρυγᾷ καρπὸν ζωῆς, ι ν' ου τω φωτίσῃ ἑαυτῷ φῶς γνώσεως. καὶ ἐπεὶ ἐργάται ἀνομίας τυγχάνουσιν οἱ ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ὡς κατεσθίειν αὐτὸν οι α α ρτον, γνώσεως θεοῦ στεροῦνται· κατεσθίει δέ τίς τινα βλάπτειν αὐτὸν προτιθέμενος, κατὰ τὸ̓ Αλλήλους δάκνετε καὶ κατεσθίετε· βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. καὶ ἐν Ησαίᾳ δὲ γέγραπται ου τως·̔ Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ελληνας ἀφ' ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν Ισραὴλ ο λῳ τῷ στόματι. πλὴν κα ν ποτε δυνηθῶσιν κατεσθίειν τὸν τοῦ θεοῦ̓ λαὸν παραδοθέντα αὐτοῖς, δι' ἁμαρτίας δίκην ὑφέξουσι· Αγιος γὰῤ Ισραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ η ξει ἐπ' αὐτούς, φησὶν κύριος. οἱ προκείμενοι κατεσθίειν τὸν θεοῦ λαὸν α ρτου δίκην τὸν κύριον οὐκ ἐπεκαλέσαντο, τῇ αὐτῶν δυνάμει πάντα ἀνύειν καὶ καταδυναστευκέναι τὸν θεοῦ λαὸν οἰόμενοι. εἰ γὰρ η σαν εἰδότες ὡς δι' ἁμαρτίας κρίσει θεοῦ παρέλαβον αὐτόν, κα ν ἐφοβήθησαν ε τι μᾶλλον ὡς μέτρον ἐπιθέσθαι κατὰ τοῦ παραδοθέντος, ι να μὴ κρίματι τῷ αὐτῷ ὑποπέσωσιν. διὸ λέγεται πρὸς αὐτοὺς πέρα τοῦ προσήκοντος ἐξαγριωθέντας·̓ Ανθ' ω ν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. ου τως καταδυναστεύσαντες τὸν λαὸν τοῦ θεοῦ ἀδίκως, εἰς δειλίαν ἐνέπεσαν. ε νθα οὐδὲ φοβεῖσθαι ε δει· φόβος γὰρ οὐκ η ν, εἰ παραλαβόντες τοὺς κρίσει θεοῦ παραδοθέντας φιλανθρώπως καὶ ἡμέρως προσενεχθέντες η σαν. ἐπειδὴ δὲ σκληρῶς καὶ ἀνελεημόνως πάντα ἐποίησαν, ἐδειλίασαν περιπεσόντες οι ς α λλους διέθηκαν. ὑπῆρκται δὲ τοῦτο.̓ Επεὶ ἐν γενεᾷ δικαίων ὁ θεός, γενεὰν δικαίων ἐρεῖς η τοι τὴν τῶν δικαίων πραγμάτων συμφωνίαν ἐν ῃ ὁ δίκαιος κριτὴς εὑρίσκεται, η τὴν τῶν δικαίων ἀνδρῶν ὁμοφροσύνην καὶ τὴν εἰς ταὐτὸν σύνοδον. Εἰ γὰρ ε νθα δύο καὶ τρεῖς συνέρχονται ἐπὶ τῇ αὐτοῦ προσηγορίᾳ, παρὼν εὑρίσκεται ὁ κύριος, ποσῷ μᾶλλον εὑρεθείη α ν ε νθα ο λῃ δικαίων γενεᾷ; ο τι δὲ οἱ τῆς αὐτῆς γνώμης καὶ βίου τοῦ αὐτοῦ μίαν συμπληροῦσι γενεὰν κα ν ἐν διαφόροις χρόνοις γένωνται, μετὰ ταῦτα ῥηθείη ο ταν εἰς τοῦτο καλέσῃ καιρός. Δειλιᾷ τις φόβῳ ῳ οὐκ η ν φόβος· καὶ̔ Ο φοβούμενος α νθρωπον καὶ α παξ ἁπλῶς τοὺς ἀποκτένοντας τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνάμενος ἀποκτεῖναι. ει ρηται γὰρ Πλὴν τοῦ θεοῦ μὴ φοβοῦ α λλον. τούτῳ τῷ πάθει συσχεθεῖσαν τὴν̔ Ιερουσαλὴμ ὁ κύριος ἐλέγχει λέγων· Τίς ου σα εὐλαβήθης ἀπὸ ἀνθρώπου θνητοῦ; 84 Ps 13, 7 Τίς δὲ η ν ἡ αἰχμαλωσία τοῦ λαοῦ πρῶτον θεωρητέον, ι να καὶ τὴν ἐπιστροφὴν αὐτοῦ ἑπομένως ι δωμεν. ὁ ἐκπίπτων παρ' ἰδίαν ῥαθυμίαν τῆς τοῦ ἀγαθοῦ ποιήσεως αἰχμαλωτίζεται ὑπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ὡς γενέσθαι ὑπὸ τὸν καταδυναστεύοντα τυραννικῶς διάβολον ε χοντα τὸ κράτος τοῦ θανάτου· τοῦτον ου τω ἑλόντα τοῖς πολεμίοις ε ξω τῆς πατρίδος (αυ τη δ' ἐστὶν ἡ τῆς ἀρετῆς μετουσία) γεγενημένον ἀνακαλεῖται μετανοίας τρόπῳ ὁ κύριος, α μα καὶ α φεσιν τῶν προημαρτημένων ὑπισχούμενος· καὶ τοῦτό ἐστιν τὸ λυτρωθῆναι τοὺς αἰχμαλώτους καὶ ἐπιστραφῆναι τὴν αἰχμαλωσίαν. πληρωθέντος δὲ τούτου τῷ κυριακῷ σταυρῷ ὡς πάντα τὸν ἀπὸ τῶν ἐθνῶν πιστεύοντα λαὸν λελυτρῶσθαι, ἀγαλλιᾷ̓ Ιακώβ. ὁ αὐτὸς κατὰ τὸ ὑποκείμενόν ἐστιν†, ἐπινοίᾳ μόνῃ ε χων τὴν διαφοράν. εἰ μὲν γὰρ πράττων τὰ καλὰ καὶ ἐνεργῶν τὰ κατὰ ἀρετὴν πτερνίζει τὰ πάθη καὶ κακίας καὶ τὰς ἐνεργούσας πονηρὰς δυνάμεις ὡς νικητὴς αὐτῶν ἀναφανῆναι,̓ Ιακώβ ἐστιν ἀγαλλιώμενος· εἰ δὲ μετὰ τὸν πρακτικὸν βίον καρδίαν καθαρὰν κεκτημένος ὁρᾷ τὸν θεόν,̓ Ισραήλ ἐστιν, νοῦς ὁρῶν θεόν. ου τω γὰρ μεταλαμβάνεται εἰς̔ Ελλήνων φωνὴν εὐφραινόμενος θείαν εὐφροσύνην· οὐδεὶς λυπεῖ λαβεῖν ἐκ παραλλήλου τὸ̓ Αγαλλιάσθω καὶ Εὐφραινέσθω εἰρῆσθαι. 85 Ps 14, 1 Ορα εἰ ὁ κατὰ νόμον πολιτευόμενος τὸν γενόμενον παιδαγωγὸν εἰς Χριστὸν παροικεῖ ἐν τῷ σκηνώματι τοῦ κυρίου, τευτάζων περὶ τὴν σκήνην τοῦ μαρτυρίου. ὁ δὲ ἐπὶ τὸν Χριστὸν φθάσας προσηκάμενος τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ο ρει ἁγίῳ τοῦ θεοῦ, οὐχ ἑτέρῳ ο ντι τοῦ υἱοῦ τοῦ θεοῦ, περὶ ου προφητικῶς ἐλέχθη Εμφανὲς ε σται τὸ ο ρος τοῦ κυρίου. ἐπίστησον εἰ ὀρθῶς̓ νοηθείη, ο ρος μὲν α γιον τοῦ θεοῦ ὁ θεὸς λόγος ει ναι, σκήνωμα δὲ αὐτοῦ ο ν ἀνέλαβεν α νθρωπον· καὶ ἐπιγνῶναι δεῖ πρότερον κατὰ σάρκα Χριστόν, ει τα κατὰ τὸ ἐκ πατρὸς μονογενὴς ει ναι. παροικεῖ ἐν τῷ σκηνώματι ὁ λέγων Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, τοῦ θεασαμένου τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, οὐκέτι παροικοῦντος ἀλλὰ κατοικοῦντος ἐν τῷ ο ρει τῷ ἁγίῳ τοῦ θεοῦ. καὶ πρὸς αὐτὸν ει ρηται·̓ Επ' ο ρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών. ἰσάγγελον τοίνυν α νδρα ζητῶν ὁ προφήτης, τὸν δυνάμενον λέγειν̔ Ημῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἠρώτα πρὸς ο ν ἀποκρίνεται ὁ δεσπότης· Πορευόμενος κτλ. 86 Ps 14, 3 Ο διαγραφόμενος ἐκ τῶν προκειμένων̔ φιλάλληλος καὶ φιλέταιρος ὑπάρχων σπεύδει σοφὸς ει ναι, σοφοῖς συνδιατρίβων, παντὶ σθένει τῶν ἀφρόνων ἀπάγων ἑαυτόν, ο πως μὴ γνωσθῇ ει ς ω ν αὐτῶν. εἰ τοίνυν ἐκτρέπεται τοὺς φαύλους, σύνεστι δὲ τοῖς ἀγαθοῖς (ἀγαθοὶ γὰρ οἱ σοφοὶ οι ς συμπορεύεσθαι προτέθειται), ὀνειδισμὸν οὐ δέχεται ἐπὶ τοῖς ἐγγίζουσιν αὐτῷ, ὀνειδιζομένων ἀεὶ τῶν ἐχόντων κακοὺς ἐγγίζοντας αὐτοῖς ὡς αυ ὑμνουμένων τῶν πλησίον καὶ φίλους ἀγαθοὺς ἐχόντων. τούτῳ αὐτῷ ἀπαρέσκεται ὁ φάσκων· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, ου τός μοι ἐλειτούργει· λαλῶν α δικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου. 87 Ps 14, 4c Εστιν δὲ ο ρκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ' ῳ βεβαιοῦται τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου. εἰ δὲ καί ποτε τῶν πρὸς ου ς ὁ λόγος χάριν καὶ θεοῦ μάρτυρος χρεία, ἀπεριέργως καὶ τοῦτο ποιεῖ, ὡς ὁ θεσπέσιος ἀπόστολος τύπον καὶ ἀγωγὴν ο ρκων καταλειπὼν ἐν ταῖς̓ Επιστολαῖς ο που μέν φησιν· Μάρτυς μοί ἐστιν ὁ θεὸς ῳ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ· ο που δέ· Μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν· καὶ πάλιν· Οι δεν ὁ ω ν θεὸς ἐπὶ πάντας, οὐ ψεύδομαι. αυ τη γὰρ ἀνεπίληπτος πίστις· καὶ γὰρ ο ρκος οὐδὲν ε τερόν ἐστιν η λόγος μετὰ θεοῦ μαρτυρίας η πρᾶγμα βεβαιούμενον μετὰ θεοῦ μαρτυρίας. ο πως δ' α ν ε χῃ ὁ ο ρκος, οὐκ ἀθετεῖ ὀμνὺς τῷ πλησίον. 88 Ps 14, 5ab Εστιν δὲ καὶ δανείζειν πνευματικῶς α νευ τόκου, καθὸ σημαινόμενον ει ρηται τοῖς μαθηταῖς̓ Ιησοῦ πρὸς τοῦ διδασκάλου· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. πῶς γὰρ α ν αἰσθητῶς τοῦτο φήσειέν τις εἰρῆσθαι τοῖς λέγουσιν̓ Αφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τοῖς μετὰ παρρησίας λέγουσιν̓ Αργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι; ἐπεὶ τοίνυν περιγράφεται τὸ αἰσθητῶς δανείζειν τοὺς ἁγίους (α ν ποτε λέγωνται τοῦτο ποιεῖν), πνευματικῶς αὐτὸ ἐκλαβεῖν δεῖ, δανείζοντος παντὸς νοητῶς τὸν διδάσκοντα λόγον ο ντα ἀργύριον ἐπὶ τῷ κερδῆσαί τι σωματικόν. εἰ γὰρ καὶ σπείροντες τὰ πνευματικὰ ἐν τῷ διδάσκειν τὰ σαρκικὰ δέχονται πρὸς μόνον τὸ τραφῆναι (Αξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ), ο μως οὐ δανείζουσιν· οὐ γὰρ τὸ κατ' ἀξίαν τῶν δοθέντων λογικῶν ἀργυρίων δέχονται, ἀλλ' η μόνην τροφήν. 89 Ps 14, 5c Οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα, διὰ βίου μένων αι ς κατώρθωσεν ἀρεταῖς. ταὐτὸν γὰρ τὸ λεγόμενον ἐνταῦθα τῷ Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, καὶ τῷ Εσται σοι δοῦλος εἰς τὸν αἰῶνα. α σειστος εἰς τὸν αἰῶνα μένει ὁ ἀκούσας τῶν̓ Ιησοῦ λόγων καὶ ποιήσας αὐτούς· ε χει γὰρ τῆς ἑαυτοῦ πολιτείας οἰκίας ὀνομαζομένης τοὺς θεμελίους ἐπὶ τὸν Χριστὸν ἱδρυμένους, καλούμενον πέτραν. ου τω βέβαιοι η σαν περὶ ω ν̓ Ιησοῦς ει πεν· Εἰσί τινες τῶν ω δε ἑστηκότων· καὶ ε τι περὶ ω ν ὁ ἀπόστολος γράφει· Τεθεμελιωμένοι καὶ ἐρριζωμένοι ἐν τῇ ἀγάπῃ. εἰ δὲ τὸ εἰς τὸν αἰῶνα μὴ σαλεύεσθαι καὶ πλείονά τινα παρέκτασιν αἰῶνος ἐμφαίνει παραπλησίως τῷ εἰρημένῳ Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα, ἐπίσκεψαι. 90 Ps 15, 1a̓ Ακλόνητοι μένοντες εἰς τὸν αἰῶνα οἱ α γιοι βίον κατορθοῦσιν οὐ χρόνῳ περιοριζόμενον ἀλλ' ἀεὶ μένοντα, οι α στήλην τῆς νίκης αὐτῶν σύμβολον ου σαν· καὶ ταύτη στηλογραφία τοῦ Δαυὶδ ει ναι ει ρηται ἡ τοῦ ἐκτεθησομένου
3
αὐτῶν τυγχάνουσιν· ου τω δ' ε χουσιν αἱ τῶν ἁμαρτωλῶν ὡς μὴ παραμένειν αὐτάς. πρόσκαιρος γοῦν ἡ τῆς ἁμαρτίας ἀπόλαυσις ει ρηται, καὶ τὸ μὴ ε σεσθαι τὴν ἁμαρτίαν τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητουμένη γὰρ οὐχ εὑρεθήσεται. ἀλλ' οὐχ ὁ τῶν ἁγίων βίος τοιοῦτος· σκοποῦσι γὰρ τὰ μὴ βλεπόμενα καὶ αἰώνια. λέγεται γοῦν περὶ ἑκάστου αὐτῶν·̔ Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ ἐπεὶ ἑτέρως λέγεται στήλη, ε νθα γραφαὶ ἀνάκεινται περὶ νόμων α ς καλοῦσιν κυρβικὰς καὶ πίνακας, λεκτέον καὶ ου τως στηλογραφίαν τῶν ἁγίων, α ς παραδεδώκασιν διδασκαλίας γραφείσας οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις, τουτέστιν εὐέκτοις καὶ εὐπαραδέκτως ἐχούσαις πρὸς τὴν γραφήν. ο πως δ' ε χει τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ, θεοῦ φανεροῦντος εἰσόμεθα. 91 Ps 15, 1b. 2̓ Επεὶ σὲ ἐλπίδα ε χω, ω δέσποτα, Φύλαξόν με· ου τως γὰρ ἀβλαβῶς διατελέσαι δυνήσομαι, μυρίων ἐφεδρευόντων ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων. ταῦτα εὐξάμενος ἐπήγαγεν τὸ Ει πα τῷ κυρίῳ Κύριός μου ει σύ. τίς ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ; δοῦλος γὰρ ω ν η ς ποιεῖ ἁμαρτίας οὐ δύναται δουλεύειν θεῷ· Οὐδεὶς γὰρ δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν. Λεχθείη καὶ ἑτέρως εἰς τὸ προκείμενον. γράφει ὁ ἀπόστολος ὡς Οὐδεὶς δύναται εἰπεῖν Κύριος̓ Ιησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τοῦ λέγειν ἐν τούτοις γινομένου πράξει καὶ διαθέσει. εἰ γὰρ ψιλῶς ἐκληφθείη, ἀληθὲς οὐκ ε σται, μυρίων αἱρετικῶν καὶ ὑποκριτῶν λεγόντων ψιλὴν τὴν προφορὰν καὶ οὐ δήπου πνεῦμα α γιον ἐχόντων. φησὶν γοῦν αὐτὸς ὁ σωτήρ· Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε κύριε· κἀγώ, φησίν, ὁμολογήσω αὐτοῖς̓ Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς ε γνων. καὶ πάλιν· Τί με λέγετε Κύριε κύριε καὶ οὐ ποιεῖτε α λέγω; ὡς τοίνυν ὁ λέγων κύριον Ιησοῦν ἐν πνεύματι ἁγίῳ οὐ ψιλῇ̓ προφορᾷ ἀλλ' ε ργῳ σπουδαίῳ καὶ διαθέσει ἀληθῶς δοῦλός ἐστιν, ὡς ἀκοῦσαι μετὰ τῶν ἀποστόλων̔ Υμεῖς φωνεῖτέ μἑ Ο κύριος καὶ̔ Ο διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ· ου τως ὁ τὰ προκείμενα ἀπαγγέλλων πρακτικῷ καὶ θεωρητικῷ βίῳ ῳ ε στησεν ἀκατάλυτον στήλην βοᾷ Ει πα τῷ κυρίῳ Κύριός μου ει σύ. Καὶ ἐπεὶ κύριός μου τυγχάνεις, ἐκ τῶν σῶν δογμάτων προσάγω σοι δῶρα οὐχ ὡς ἐνδεεῖ η χρῄζοντι· οι δα γὰρ ὡς οὐκ ε χων χρείαν τῶν ἡμετέρων ἀγαθῶν δέχῃ αὐτὰ ἐπὶ τῷ καθ' ὑπερβολὴν πλείονα καὶ μείζονα χαρίσασθαι. οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων ἀλλὰ καὶ πνευματικῶς προσενεκτέα ἡ φωνή. καὶ γὰρ ἀρετὰς ἱερουργοῦμεν, κα ν τὰ ἑαυτῶν σώματα διὰ παντελῶς σωφροσύνης. ι σμεν ο τι δέχεται αὐτὰ ὁ θεός, οὐκ εἰς ἰδίαν ὠφέλειαν ἀλλ' ο πως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτόν· τίνος γὰρ χάριν ζητεῖ ὁ θεὸς τὴν ἀνθρωπίνην ἀρετήν, οὐχ ι να τὰ ἐπάξια χαρίσηται ἀνθ' ω ν αὐτῷ προσηγάγομεν; 92 Ps 15, 3a Οἱ θεοῦ α γιοι ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν. ε στι δὲ αυ τη ἡ ἐπουράνιος̔ Ιερουσαλὴμ ἐφ' η ν γίνονται ἐν οὐρανῷ τὸ πολίτευμα ε χοντες, κα ν ἐν γῇ ε τι διατρίβωσιν. 93 Ps 15, 4bc Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν ἀλλ'̓ Εξ αἱμάτων· οὐδ' ἀπολελυμένως λέγει μὴ μνησθήσεσθαι τῶν ὀνομάτων αὐτῶν ἀλλ' η Διὰ χειλέων μου. μήποτ' ου ν ἐπεί εἰσίν τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων, ἐκχέοντες αὐτὰς διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων ἀλλ' ἐξ ἀθανασίας συνάγει αὐτούς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς ἀλλ' διαθέσεως βάθος ἐχούσης. Λελέξεται καὶ ου τως· εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν προφῆται καὶ ἀπόστολοι, ἐκχυθέντος τοῦ αι ματος αὐτῶν, ἀλλ' οὐκ ἐν τούτοις τοῖς πολλοῖς αι μασιν συνάξω τὰς συναγωγὰς αὐτῶν ἀλλ'̣ μόνῳ ἑνὶ αι ματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· τοῦτο γὰρ τιμὴ δέδοται, ι να λυτρωθῶσιν ἐκ τῆς ματαίας πατροπαραδότου αὐτῶν ἀναστροφῆς. τῶν ου τω λελυτρωμένων μεμνήσεται οὐ προφορᾷ μόνῃ ἀλλὰ βαθείᾳ νοήσει. 94 Ps 15, 5a̔ Ο ἀνωτέρω παντὸς τοῦ κόσμου γεγονὼς διαθέσει οὐδὲν ε τερον μερίδα καὶ κληρονομίαν ε χει η τὸν θεόν· ο θεν πᾶσιν ἀποτακτέον ι ν' εἰπεῖν δυνηθῇ τις Μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ω σπερ δὲ τῆς κληρονομίας, ου τω καὶ τοῦ ποτηρίου τοῦ εὐφραίνοντος τὸν δίκαιον μερίς ἐστιν ὁ κύριος. α ξιον θεωρῆσαι πῶς ποτήριον ὁ κύριος γίνεταί τινος. μήποτ' ου ν ἠθικὴν διδασκαλίαν παρέχων καὶ ταύτῃ τρέφων τὸν ἐν κρυπτῷ α νθρωπον α ρτος γίνεται, στηρίζων τὴν καρδίαν τοῦ ἐσθίοντος· ω ν καὶ ποτήριον κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, παρέχων εὐφροσύνην τῷ πίνοντι διὰ συγκαταθέσεως τὸν φωτισμὸν τῆς γνώσεως. τοῦτο τὸ ποτήριον πρὸς τῆς ἀληθινῆς ἀμπέλου χορηγεῖται ἐπὶ τῷ ποτισθῆναι καὶ εὐφρανθῆναι τὸν νοῦν, ὡς χαριστηρίως εἰπεῖν τὸν μετειληφότα Εδωκας εὐφροσύνην εἰς καρδίαν μου. 95 Ps 15, 6 Νοήσεις δὲ καὶ ου τως· ὁ θεὸν ε χων ἁρμονίως καὶ τὰ αὐτοῦ ε ξει. ο θεν ὁ τὸν κύριον μερίδα τῆς κληρονομίας ε χων καὶ τῶν αὐτοῦ ἀπολαύσει, λέγων· Σὺ ει ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί· η οὐκ ἀποκαθίστησιν ταύτην, φάσκων· Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; ει ποι δὲ ὁ αὐτός· Μερίς μου ει ἐν γῇ ζώντων. τῆς ου τως πνευματικῆς κληρονομίας πρὸς ἀναλογίαν πίστεως καὶ ἀρίστου βίου διδομένης τοῖς κληρονόμοις, εἰκότως ἐπενήνεκται τὸ Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· σύμβολον δὲ μέτρου καὶ κλήρου τὸ σχοινίον. ἀμέλει γοῦν καὶ τῆς αἰσθητῆς γῆς, εἰς η ν εἰσήχθησαν ὑπὸ̓ Ιησοῦ τοῦ Ναυὴ οἱ̔ Εβραῖοι, μεριζομένης, πολλάκις ἀναγέγραπται· Επεσεν δὲ τὸ σχοινίον τῇ φυλῇ̓ Ιούδα ἡ Ρουβὶν η ἑτέρουτινὸς τῶν δώδεκα ἐπὶ τόδε τὸ κλίμα, τὸ ἀνατολικὸν φέρε η α λλο παρὰ τοῦτο. τούτων ω δε τεθεωρημένων ὁ λέγων· Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, παρίστησιν ὡς ἀγαθὰ αὐτῷ ἐμερίσθη, εἰς τὰ κράτιστα τῆς κληρονομίας ἐλθόντος τοῦ κλήρου αὐτοῦ, ο ν δηλοῖ διὰ τῶν πνευματικῶν τούτων γεωμετρικῶν σχοινίων. τοιοῦτο σχοινίον α γγελος ἐν τῇ χειρὶ αὐτοῦ κατέχων ω φθη Ζαχαρίᾳ τῷ προφήτῃ ἐπὶ τῷ μετρῆσαι πόσον τὸ μῆκος καὶ πλάτος τῆς ἀληθινῆς̔ Ιερουσαλήμ. Εξῆς̔ ἐπενήνεκται· Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν, σημαίνων διὰ τούτου ὡς καλλίστη ἀληθῶς ἡ κληρονομία μου τυγχάνει. κατὰ τοῦτο τὸ σημαινόμενον κράτιστος η ν ὁ Θεόφιλος, ῳ γράφει Λουκᾶς ὁ εὐαγγελίστης. Ps 15, 7 Μή τις ἀνάρμοστον ἡγείσθω πρὸς Χριστὸν τὸ ῥητόν. εἰ γὰρ ἀγγελικῆς ἐδεήθη ῥοπῆς δεικνὺς τὸ ἀνθρώπινον, τί καιρόν; εἰ παρὰ τῆς συμφύσεως θεότητος ἐσοφίζετο, σοφίζων μὲν ὡς θεὸς καὶ πηγὴ σοφίας, σοφιζόμενος δὲ ὡς α νθρωπος. 96 Ps ab̓ Επεὶ ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται τὰ προκείμενα, φυλάττεται δὲ χωρὶς πάσης μεταβολῆς τὸ λέγον ταῦτα πρόσωπον ἀπὸ τοῦ Κύριος ἡ μερὶς τῆς κληρονομίας μου, καὶ τούτους τοὺς στίχους ὑπὸ κυρίου εἰρημένους ἐκλαμβάνων τις οὐχ ἁμαρτάνει. οἱ μὴ ε χοντες δὲ περὶ θεοῦ ἐννοίας διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν ει ναι τοῦ πατρὸς τὸν υἱὸν διὰ τὸ Κάθου ἐκ δεξιῶν μου, η κεκαθικέναι τὸν σωτῆρα μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης, οι ς ἀδύνατόν τι εἰπεῖν. εἰ γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς ὁ υἱὸς τοπικῶς, ἀδύνατον ἐκ δεξιῶν τοῦ υἱοῦ ει ναι τὸν πατέρα κατ' αὐτὸ τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ υἱός· Προωρώμην τὸν κύριον ἐκ δεξιῶν μου· ο θεν ἑτέρως η κατὰ τόπον ἐκληπτέον τὸν υἱὸν δεξιὸν τοῦ πατρὸς καὶ τὸν πατέρα τοῦ υἱοῦ, ὡσαύτως τῷ̓ Εγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν. Σκοπητέον δέ, ἀνθρώπου καὶ θεοῦ α μα τοῦ σωτῆρος νοουμένου, πότερον ἐπὶ τῆς θεότητος δεῖ αὐτὰ ἑρμηνεῦσαι η ἐπὶ τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας. ἀλλ' οὐ δυνατὸν εὐσεβῶς ἐκλαβεῖν ὡς ἐκ προσώπου τοῦ θεοῦ λόγου εἰρῆσθαι ε χειν ἐκ δεξιῶν αὐτοῦ τὸν πατέρα καὶ ἐνώπιον ἑαυτοῦ διαπαντός, ο πως ἀκλόνητος διαμείνῃ. α τρεπτος γὰρ ὁ θεὸς λόγος, οὐδὲ κατὰ ποσὸν κλόνον ὑφιστάμενος. καὶ ἐπεὶ ἀπεμφαίνει αἰτίαν εἰπεῖν τοῦ μὴ σαλευθῆναι τὸν θεὸν λόγον, ο ντος ἐν ο ψει αὐτοῦ καὶ ἐκ δεξιῶν διαπαντὸς τοῦ πατρὸς (αὐτὸς γὰρ ἐν τῷ πατρὶ τυγχάνων καὶ ε χων αὐτὸν ἐν ἑαυτῷ, ἐκ δεξιῶν τινος καὶ ἐνώπιον διαπαντὸς ὑπάρχων), αι τιος καθίσταται τοῦ μὴ κλονεῖσθαι τὸν ὁρῶντα αὐτὸν καὶ ἐκ δεξιῶν αὐτὸν ε χοντα. ἐπεὶ τοίνυν ἀπεμφαίνει, μᾶλλον δὲ ἀσεβές ἐστιν περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ αὐτὰ ἐκλαβεῖν χωρὶς τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας, ἁρμονίως ἐκδοτέον εἰρῆσθαι αὐτά, ο τε γέγονεν ἀτρέπτως α νθρωπος καὶ ἐταπείνωσεν ἑαυτὸν καὶ ἐπτώχευσεν πλούσιος ω ν. αὐτοῦ γὰρ γέγονε τὸ ἀνθρώπινον, ὁμοιωθὲν ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· ἀλλ' οὐδὲ α ψυχος η ν αὐτοῦ ἡ σὰρξ, ω ς τινες ἐνόμισαν. πῶς γὰρ σὰρξ ψυχὴν οὐκ ε χουσα ἐρεῖ ἐκ δεξιῶν ε χειν θεὸν καὶ προορᾶν αὐτὸν διαπαντός, ι να μὴ ἁμαρτάνῃ; ἁμαρτητικὴ γὰρ κίνησις ἐκ τοῦ σαλευθῆναι παρίσταται. εἰ δὲ ἀδύνατα ταῦτα (σῶμα γὰρ οὐ προορᾷ θεόν, οὐ νόησιν ε χει τοῦ ο ντος ἐκ δεξιῶν καὶ ἐνώπιον διαπαντός), λείπεται κατ' οἰκονομίαν ἀνθρωπίνως εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ θεοῦ λόγου σαρκωθέντος ἀτρέπτως καὶ τελείως καὶ ἀληθῶς· ὡς ἐξ ἑνὸς γὰρ προσώπου τὰ πάντα λελέξεται, τά τε θεοπρεπῆ καὶ ἀνθρώπινα, ὡς α νθρωπος τοίνυν ο τε γέγονεν, ἐκ δεξιῶν ε χων τὸν θεὸν οὐ κλονηθείη, κα ν πικρὰ περιεστηκότα ῃ, κα ν παραστῶσιν οἱ βασιλεῖς τῆς γῆς καὶ συναχθῶσιν οἱ α ρχοντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· ου τω γοῦν μὴ κλονηθεὶς κατὰ ψυχήν,̔ Αμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πειρασθεὶς κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.̔ Εξῆς ἐπιφέρεται ὡς ηὐφράνθη ἡ καρδία αὐτοῦ καὶ ἠγαλλιάσατο ἡ γλώσσα αὐτοῦ ἐπὶ τῷ ε χειν ἐκ δεξιῶν καὶ ἐνώπιον ἑαυτοῦ τὸν κύριον διαπαντός. ἐπαινετὴ ἀγαλλίασις καὶ εὐφροσύνη τυγχάνει, ο τε οὐ διά τι τῶν τυχόντων γίνεται ἀλλ' ἐπὶ κατανοήσει θεοῦ. 97 Ps 15, 9c. 10 Καὶ ἐκ τούτων τῶν συλλαβῶν δηλοῦται μάλιστα τελείως ἐνηνθρωπηκέναι τὸν κύριον· τῆς γὰρ σαρκὸς ἀποτεθειμένης ἐν τῷ μνημείῳ ἡ ψυχὴ αὐτοῦ γέγονεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, μεθ' ο ἀναστὰς ε λαβε τὴν σάρκα η ν τέως διαζεύξας η ν ἀπὸ τοῦ σώματος. ει ρηται δὲ ἐπ' ἐλπίδι κατεσκηνωκέναι ἡ σὰρξ διὰ τὴν ἐσομένην παρ' αὐτὰ ἀνάστασιν· οὐ γὰρ διαλυθεῖσα η φθοράν τινα παθοῦσα ἀλλ' ἀβλαβὴς διαμείνασα συνεζεύχθη πάλιν τῇ μὴ ἐγκαταλειφθείσῃ εἰς τὸν ᾳ δην ψυχῇ. εἰ δὲ ἡ προκειμένη ψυχὴ καὶ σαρκὸς χωριζομένη ὑφέστηκεν καὶ ἐν τῷ ᾳ δῃ γίνεται, ε νθα αἱ λογικαὶ τῶν ἀνθρώπων ψυχαί, δῆλον ο τι οὐ δύναται α λογος ει ναι· ἡ γὰρ α λογος ψυχὴ χωριζομένη σαρκὸς οὐχ ὑφίσταται οὐδὲ εἰς τὸν ᾳ δην πορεύεται. ἀλλὰ μὴν ἡ τοῦ̓ Ιησοῦ ψυχὴ ἑκατέρων πείραν ε σχεν· γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφίσταται· λογικὴ α ρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ω σπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει ἐκ τῆς Μαρίας προελθοῦσα. Εἰ δὲ καὶ ε δοξεν πεπονθέναι διὰ τὸν σταυρόν, ἀλλ' ου ν οὐκ ει δεν διαφθοράν, ἀβλαβῶν διαμεινάντων τῆς τε ψυχῆς καὶ τῆς σαρκὸς ἐξ ω ν συντεθέντων ἀνεδείχθη. πάλιν ὁ ο σιος τοῦ θεοῦ οὐχ ἑωρακὼς διαφθορὰν ἀλλὰ καὶ αι τιος τῆς τῶν α λλων νεκρῶν ἐγέρσεως· δι' αὐτὸν γὰρ πρωτότοκον ἐκ τῶν νεκρῶν γεγενημένον τὸ φθαρτὸν καὶ θνητὸν ἡμῶν ἀφθαρσίαν ἐνδυσάμενον συναπαθανατίζεται τῷ μὴ ἑωρακότι διαφθορὰν ὁσίῳ τοῦ θεοῦ. 98 Ps 15, 11̓ Εκ νεκρῶν ἀναστὰς ὁ σαρκωθεὶς τοῦ θεοῦ λόγος ὑμνεῖ, καθὸ α νθρωπος γέγονε μὴ ἀπολειπὼν καὶ τοῦ ει ναι θεός, τὸν φανερώσαντα αὐτῷ τὰς ἀγούσας ὁδοὺς ἐπὶ τὴν αἰώνιον ζωήν, ι να καὶ εὐφροσύνης πληρωθῇ τελείας ὁ πάσης εὐφροσύνης πνευματικῆς ἐμπιμπλῶν τοὺς ἁγίους. θεοῦ δὲ πρόσωπον ἡ εἰκὼν αὐτοῦ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί δὲ ἀκολουθεῖ τῷ ὁδεύσαντι τὰς γνωσθείσας ὁδοὺς τῆς ζωῆς η τὸ θείαν τέρψιν ε χειν ἐν τῇ δεξιᾷ τοῦ θεοῦ ου σῃ ἀληθείᾳ καὶ σοφίᾳ; αυ τη δέ ἐστιν ὁ μονογενὴς τοῦ θεοῦ υἱός. καὶ ἐπεὶ ἀνυπέρβλητος τυγχάνει ἡ ἐν τῇ δεξιᾷ τοῦ θεοῦ τέρψις, τέλος ε σται ε σχατον ὀρεκτὸν ου σα· οὐ γὰρ α λλου χάριν ἀλλ' αὐτῆς ε νεκα τὰ πάντα. 99 Ps 16, 2̓ Αλαζονείαν καταψηφίζονταί τινες τοῦ εὐχομένου φάσκοντες ὡς τῶν μετρίων τὸ η θος· οὐδεὶς λέξει τὸ Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, καὶ τὸ Εκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι. ἀλλ' οὐκ ἀλαζὼν ὁ Δαυὶδ ποιῶν πάντα τὰ̓ θελήματα τοῦ θεοῦ ἀλλὰ σὺν ἀγαθότητι κριθῆναι θέλων παρεκάλει ἐξελθεῖν αὐτοῦ τὸ κρίμα ἐκ τοῦ θεϊκοῦ προσώπου. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. ευ χεται τοῖς ὀφθαλμοῖς τοῦ ε σω ἀνθρώπου εὐθύτητα ἰδεῖν καθ' η ν κρινεῖ ὁ θεὸς ἐξάγων τὸ κρίμα ἐκ προσώπου ἑαυτοῦ, η ευ χεται τὴν ἀρετὴν εὐθύτητας θεάσασθαι. εἰ δὲ ευ χεται αὐτὴν ἰδεῖν, ου πω παροῦσαν αὐτὴν ε χει, ῳ ε πεται τὸ μὴ ἀλαζονεύεσθαι αὐτὸν ου τω τὴν εὐχὴν ἀναφέροντα. ταῦτα περὶ τῆς παντελοῦς ἀρετῆς εἰρῆσθαι ἡγητέον, η τις ὀψέ ποτε παραγίνεται πλείστων ο σων προδιανυσθέντων. 100 Ps 16, 3 Καὶ διὰ τῶν προκειμένων ἐμφαίνεται πολλὴ παρρησία τοῦ λέγοντος. εἰ γὰρ ταῦτα ἐπὶ θεοῦ λέγει, πολλὴν ἑαυτοῦ ἐμφαίνει καθαρότητα· δοκιμάζεται γὰρ ἡ καρδία παντὸς τοῦ σκυθρωπὰ ὑπομένοντος, ο τ' α ν ἐν παντὶ θλιβόμενος μὴ στενοχωρῆται, ἀλλ' ὑπομένων εἰς τέλος ἀποδείκνυται δίκαιος· οι ος η ν̓ Ιὼβ ῳ ει πεν ὁ θεός· Οι ει με α λλως σοι κεχρηματικέναι η ι να ἀναφανῇς δίκαιος, πρὸς τῷ δεδοκιμάσθαι τὴν καρδίαν αὐτοῦ ὑπὸ τοῦ κυρίου καὶ πεπυρῶσθαι καὶ μὴ ηὑρᾶσθαι ἐν αὐτῷ ἀδικίαν;̓ Ακόλουθον ἰδεῖν τί σημαίνεται ἐκ τοῦ̓ Επεσκέψω νυκτός· καὶ ο ρα εἰ τὴν κατάστασιν τῶν σκυθρωπῶν διὰ τὸ ἀφεγγὲς καὶ μηδὲν ἱλαρὸν ε χειν νύκτα καλεῖ, ἐν ῃ ἐπισκεψάμενος αὐτὸν ὁ θεὸς δόκιμον ἀπέφηνεν καὶ πυρώσας διὰ τῶν θλιβερῶν καθαρὸν πάντων ἀδικημάτων ἀνέδειξεν. ῥηθείη τὸ̓ Επεσκέψω νυκτὸς καὶ ου τως· ἐπεὶ τῆς καρδίας τὰ κρύφια οὐκ εἰσὶν φανερὰ η μόνῳ τῷ πρὸς ο ν ει ρηται Σὺ μόνος γινώσκεις τὰς καρδίας τῶν ἀνθρώπων, νὺξ ὠνομάσθη, α καὶ αὐτά, καίτοι τοῖς α λλοις ο ντα σκοτεινὰ διὰ τὸ ἀκατάληπτον, σοὶ τῷ δοκιμάσαντί με διὰ τὸ ἐπεσκέφθαι με νυκτὸς πεφανέρωται. τούτῳ συνᾴδει τὸ Εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου κύριος. 101 Ps 16, 4a Τὸ ἀπαγγέλλειν τὰ ε ργα τῶν ἀνθρώπων πράξει καὶ διαθέσει, ε τι μὴν καὶ λόγῳ, φαύλων ἐστίν. τίνα δὲ τὰ ε ργα τούτων η ἐκεῖνα περὶ ω ν ὁ ἀπόστολος γράφει· Οπου γὰρ ε ρεις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ α νθρωποί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; κωλυτικὸν τοῦ λαλεῖν τὰ ε ργα τῶν ἀνθρώπων τυγχάνει καὶ τὸ μὴ εὑρέσθαι ἐν αὐτῷ ἀδικίαν ὑπὸ θεοῦ πυρωθέντι διὰ πειρασμῶν καὶ τῶν παραπλησίων. 102 Ps 16, 4b Αἱ ἐπὶ ἀρετὴν φέρουσαι ὁδοὶ δοκοῦσιν σκληραὶ ει ναι πολὺ τὸ τραχὺ ε χουσαι· πῶς γὰρ οὐ σκληρὰ ἡ ὁδὸς ἡ παραγγέλλουσα τῷ ῥαπίζοντι εἰς θατέραν τῶν σιαγόνων καὶ τὴν λοιπὴν προχείρως εἰς ὑποδοχὴν υ βρεως παρέχειν; πρὸς τούτοις δοκεῖ τραχεία ὁδὸς ει ναι καθ' η ν ε ως θανάτου ἀγωνίζεταί τις ὑπὲρ τῆς ἀληθείας. ε στιν ο τε δι' αἰκιῶν πικροτάτων ἀπειλῆς τε πυρὸς καὶ σιδήρου καὶ προσβολῆς θηρίων ἀγρίων τελειουμένου τούτου πλὴν εἰ καὶ σκληραὶ αυ ται αἱ ὁδοὶ καὶ αἱ συγγενεῖς αὐταῖς, ἀλλά γε φυλάττονται διὰ τοὺς λόγους τῶν χειλέων τοῦ προστάττοντος θεοῦ καὶ ἐξευμαρίζονται ὡς μηκέτι σκληρόν τι η βαρὺ ε χειν.̓ Ιωάννης γοῦν γράφει τὸ Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, καὶ ὁ̓ Ιησοῦς τοῖς ἀκούουσι τοὺς λόγους αὐτοῦ λέγει Ο ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. ἐκ γὰρ πολλοῦ̔ συνεθισμοῦ καὶ γυμνασίων ἀδιαστάτως προσαγομένων καὶ τὰ α χθη κουφότατα φαίνεται καὶ τὰ πικρὰ καὶ ἀηδῆ κατορθοῦται σὺν ῥᾳστώνῃ πολλῇ. 103 Ps 16, 5a Τρίβοι δὲ τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ αἱ τηρήσεις τῶν ἐντολῶν τυγχάνουσιν, μᾶλλον δὲ αἱ κατ' ἀρετὴν ἐνέργειαι λεῖαι καὶ ὁμαλαὶ ἀναδειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν σπευδόντων φθᾶσαι ἐπὶ τὸ τέλος αὐτῶν· τέλος δὲ αὐτῶν ἡ μακαριότης καὶ ἡ τῶν ἐπαγγελιῶν ἀπόδοσίς ἐστιν. δράμωμεν τοίνυν κατ' αὐτάς, ι να σωτηρίας τύχωμεν, οὐ κλονουμένων τῶν διαβημάτων τουτέστιν οὐ σφαλλομένων. ο τ' α ν ὁ κύριος ἐν ταῖς τρίβοις αὐτοῦ καταρτίσῃ αὐτά, ὁ ταύτης τῆς αἰτήσεως τυχών φησιν Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα, καὶ τὸ̔ Οδὸν ἐντολῶν σου ε δραμον, ο τ' α ν ἐπλάτυνας τὴν καρδίαν μου. 104 Ps 16, 6– 7b Τὸ Κεκράξομαι πνευματικῶς ἀκουστέον· οὐ γὰρ γεγωνοτέρᾳ τῇ φωνῇ πρὸς τὸν ἀόρατον θεὸν κεκραγέναι δεῖ ἀλλ' ἐπιτεταμένῃ νοήσει· αυ τη δὲ ἡ κραυγὴ τοῦ ε σω ἀνθρώπου. Θαυμαστοῖ τὰ ἐλέη αὐτοῦ ἐπὶ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν, ο τ' α ν παραδοξότερόν τι ε χωσιν τὰ δι' εὐεργεσίαν ἐλέη γενόμενα, ὡς τοῦ θεοῦ κλίνοντος πρὸς ἡμᾶς εἰσακούει τῶν ῥημάτων τῆς φωνῆς ἡμῶν, οὐκ α λλο τι τυγχάνον η ἡ συγκαταβαίνουσα δι' ἀγαθότητα δύναμις αὐτοῦ ἐπὶ τῷ δέχεσθαι τοὺς ἡμετέρους λόγους. εἰς τοῦτο λήψῃ τὸ Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ω τα αὐτοῦ εἰς δέησιν αὐτῶν. 105 Ps 16, 7c– 9a̓ Τῆς δεξιᾶς τοῦ θεοῦ οὐχ ἑτέρας ου σης τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὡς καὶ μικρῷ πρότερον ει ρηται, ο τε προέκειτο τὸ Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος, ἀνθιστάμενοι ταύτῃ διάβολος καὶ οἱ τούτου α γγελοι καὶ πρὸς τούτοις α νθρωποι γόητες καὶ πονηροὶ ἀφ' ω ν ἀβλαβὴς διαμεῖναι ποθῶν ὁ α γιος λέγει τῷ θεῷ· Φύλαξόν με ἀπὸ τῶν ἀνθισταμένων τῇ σῇ δεξιᾷ κατὰ τὴν τοῦ ὀφθαλμοῦ μου κόρην, ι ν' ἀβλαβὴς ὁ νοῦς μου διαμείνῃ· ἀλλὰ καὶ ἐν σκέπῃ τῶν πτερύγων σου σκέπασόν με ἀπὸ προσώπου ἀσεβῶν τῶν περιβαλεῖν με ταλαιπωρίᾳ ποθούντων. δυνατὸν δὲ ἀσεβεῖς καὶ ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ θεοῦ κατ' ἐπίνοιαν διαφόρους εἰπεῖν, καθ' ὑποκείμενον τοὺς αὐτοὺς τυγχάνοντας. οὐ παντὸς δὲ ἡ φωνὴ ἡ Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ ἀλλὰ μόνου τοῦ πεφωτισμένου κατὰ τὴν ψυχὴν ε χοντος τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτισμένους. Τὸ δὲ̓ Εν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με πνευματικῶς ἐκληπτέον· αἱ γὰρ σκεπαστικαὶ τοῦ θεοῦ δυνάμεις πτέρυγες αὐτοῦ καλοῦνται, δι' ω ν σκέπει καὶ εἰς εὐθυμίαν α γει τὸν παρακαλοῦντα ἐξαιρεθῆναι ἀπὸ ἀσεβῶν τῶν ταλαιπωρίαν κατ' αὐτοῦ διανοουμένων. ου τοι δὲ ἀόρατοί τινές εἰσιν ἐχθροὶ ταλαιπώρους ποιοῦντες τοὺς ἁλισκομένους πρὸς αὐτῶν τῷ ὑποβαλεῖν αὐτοὺς ἁμαρτίᾳ. 106 Ps 16, 9b– 11 Τὸ α γριον καὶ ὠμὸν τῶν ἀνθισταμένων σημαίνει διὰ τοῦ εἰπεῖν περιέχεσθαι τὴν ψυχὴν ἑαυτοῦ ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς υ λην προσπάθειαν. ο λοι γὰρ δι' ο λων ὑλικοὶ καὶ σάρκινοι, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, τυγχάνουσιν καὶ ἀπὸ πολλῆς εὐθυμίας καὶ τρυφῆς στέατος ω σπερ καὶ πιμελῆς ἐπληροῦντο. διὸ ὁ Σύμμαχος Τῷ στέατι αὐτῶν ἀπεφράγησαν· διὸ καὶ λαλεῖ τὸ στόμα αὐτῶν ὑπερηφανίαν, οὐδὲν φιλικὸν η καθῆκον εὐσταθῶς προφερόντων. ου τοι οἱ ἐχθροὶ ἀπὸ πολλῆς ἀλαζονείας ἐκβάλλοντες οἱονεὶ τὸν ταῦτα λέγοντα περικυκλοῦσιν ἐπὶ τῷ βλάψαι καὶ ἀπολέσαι τὸν ἐντὸς ἀρκύων γεγενημένον. οὐ γὰρ χρηστόν τι η ἀγαθὸν ἐπιτηδεύουσιν, ἐπεὶ παραβάται θείων νόμων γεγενημένοι διὰ τοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ τεθεῖσθαι ἐκκλινόντων καὶ παρανόμων γινομένων· τοῦτο γὰρ παρίσταται ἐκ τοῦ ἐν τῇ γῇ τοὺς ὀφθαλμοὺς αὐτῶν τεθεικέναι, σκοπεῖν θέλοντας τὰ πρόσκαιρα καὶ φρονεῖν τὰ ἐπίγεια ἐκκλίνοντας ἐκ τοῦ τὴν εὐθείαν ὁδὸν μὴ βούλεσθαι βαδίζειν ἀλλὰ τὰς σκολιὰς α ς ὁ ε χων ταλανίζεται· Ω γάρ, φησίν, οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, ω ν αἱ ὁδοὶ σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. ου τοι μὲν ἐπὶ τῷ ἐκκλίναι ε θεντο τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ, τῶν δὲ φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου τιθέντων τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῷ οὐρανῷ ἐπὶ τῷ κατορθῶσαι εὐθείαν ὁδὸν τὴν εἰς οὐρανοὺς ἀναφέρουσαν. 107 Ps a Επεὶ μακροθυμοῦντος σοῦ̓ κοιμᾶσθαί σε ε δοξαν μὴ παρ' αὐτὰ δίκην εἰσπραττόμενοι ἐφ' οι ς φονικῶς διέκειντο,̓ Ανάστηθι λοιπόν, ω κύριε, ι να προφθάσῃς αὐτοὺς ἐπὶ τῷ ὑποσκελισθῆναι. συνοίσει γὰρ αὐτοῖς παθεῖν τοῦτο, ι να μὴ ἀεὶ ἐπὶ τὸ κακὸν τρέχοντες αὐξάνωσι τὴν ἀπώλειαν αὐτῶν· περισχόντες γὰρ τὴν ψυχήν μου καὶ τὰ α λλα ποιοῦντες εἰ μὴ κωλυθεῖεν, τὰ μέγιστα αὐτὴν βλάπτουσιν· ο θεν̔ Υποσκέλισον αὐτούς, ι να μηκέτι κατ' ἐμοῦ δύνωνται, σοῦ ῥυσαμένου τὴν ψυχήν μου ἀφ' ἑκάστου ο ντος τοιούτου καὶ διὰ τοῦτο ἀσεβοῦς ὀνομαζομένου·̔ Ρῦσαι γὰρ τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς. Τὴν ῥομφαίαν ἑαυτοῦ ἐκ τῆς χειρὸς αὐτῶν λήψεται· ει χον γὰρ αὐτὴν εὐλόγως δοθεῖσαν. αι ρεται δὲ ἀπ' αὐτῶν οὐ χρωμένων ὡς δεῖ. διὸ καὶ ἐν τῇ γῇ ὀλιγοῦνται, τουτέστιν εὐτελίζονται. οἱ γὰρ περὶ τὰ ὑλικὰ καὶ χοϊκὰ γινόμενοι προσπαθοῦντες αὐτοῖς ἀποβάλλουσιν τῆς ψυχῆς τὸ ἀνάστημα καὶ τὸν πλοῦτον ο ν ει χον, εἰ μὴ τὰ ὑλικὰ προτέθειντο. διὰ τοῦτο καὶ μὴ ο ντες ὀνομάζονται ὡς ἐν τῷ Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ου σιν. 108 Ps 16, 14b– ε Τῶν ἐπὶ κακῷ συμφωνούντων καὶ ὁμονοούντων τῆς ζωῆς ὁ μερισμὸς ὠφέλιμος· ο γὰρ πρᾶξαι προτέθειντο κακὸν ὁμοφρονοῦντες, τοῦτο ἀποβάλλουσιν ἀτελὲς γινόμενον διαστασιάσαντες πρὸς αὐτούς, ὡς γέγονεν ἐπὶ τῶν προτεθειμένων πύργον καὶ πόλιν οἰκοδομῆσαι ἐπὶ κακῷ τῷ ἑαυτῶν· εὐεργετῶν γὰρ αὐτοὺς ὁ θεὸς συνέχεεν τὰς γλώσσας αὐτῶν, ὡς μηκέτι εἰδέναι ε καστον τὰ παρὰ τῶν πλησίον λεγόμενα, ι να ἡ προκαταλαβοῦσα α γνοια διαστασιάζειν αὐτοὺς πρὸς ἑαυτοὺς παρασκευάσασα ἀτελῆ τὴν πρόθεσιν αὐτῶν ἀποδείξῃ. τοῦτο ου ν ἐστι τὸ δηλούμενον ἐν τῷ Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· κεκρυμμένα δὲ θεοῦ τὰ ἀνάξια τῆς μνήμης αὐτοῦ, ω ν πάντων τὰ κατάλοιπα τοῖς νηπίοις κατέλειπον μετὰ τὸ πλησθῆναι τὴν κοιλίαν αὐτῶν. ο τι δὲ ἀνάξια τῶν ο ψεων τοῦ θεοῦ τὰ ἐπίληπτα, παρίσταται ἐκ τοῦ Κάϊν (̓ Εξῆλθεν γὰρ ου τος ἀπὸ προσώπου τοῦ θεοῦ) καὶ ἐκ τοῦ Οὐ διαμένουσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τούτων τῶν μακρὰν θεοῦ τυγχανόντων ἐμφορηθέντες τὰ κατάλοιπα ει ασαν τοῖς νηπίοις αὐτῶν, χορτασθέντες ὑείων τουτέστιν ἀκαθάρτων. πάντων γὰρ τῶν μολυνόντων χαλεπώτεροι οἱ καὶ ἑαυτοὺς βλάπτοντες καὶ ἑτέρων αι τιοι γινόμενοι, ο δηλοῦται διὰ τοῦ Καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. τέλειον γὰρ ἀπατῆσαι οὐχ οι οί τέ εἰσιν· διὸ περὶ αὐτῶν γέγραπται·̓ Ανθ' ω ν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. Φέρεται γραφὴ ε χουσἀ Εχορτάσθησαν υἱῶν· δι' ου ς υἱωνοὺς εἰς κόρον ε σχον. διαμερισθέντες ἐν τῇ ζωῇ ἑαυτῶν, πολύτροπον τὴν βλάβην ε σχον. οὐ μόνον γὰρ αὐτοὶ ἀλλὰ καὶ οἱ νήπιοι αὐτῶν ἐκορέσθησαν τῶν κεκρυμμένων τοῦ θεοῦ. 109 Ps 16, 15̓ Εκεῖνοι μὲν ου τω, φησίν, καθ' α ει ρηται,̓ Εγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· οὐ γὰρ τῶν κρυπτομένων ἀπὸ σοῦ ἡ ἀρετὴ ὡς ἡ ἐκείνων κακία. κἀκεῖνοι μὲν αὐθάδεις ο ντες καὶ οἰόμενοι πάντων ει ναι πλήρεις μηδὲν ε χοντες ὡς ἀπεντεῦθεν δοκεῖν αὐτοὺς κεχορτάσθαι, ἐγὼ δὲ ἐκ μέρους γινώσκων α ρτι τότε χορτασθήσομαι, ο τ' α ν ὀφθῇ ἡ δόξα σου ὑφισταμένη κατὰ τὸ ἐρχόμενον τέλειον, ῳ προσβάλλειν τότε δυνατὸν Πρόσωπον πρὸς πρόσωπον. δυνατὸν ὀφθησομένην θεοῦ δόξαν ἐκλαβεῖν τὸν μονογενῆ υἱὸν περὶ ου γέγραπται· Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ, καὶ ὀφθήσεται ἡ δόξα κυρίου. πληροῦται τούτων ε καστον, ο τ' α ν Θεασώμεθα τὴν δόξαν τοῦ υἱοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 110 Ps 17, 1 Συναριθμείσθωσαν δὲ τοῖς ἐχθροῖς τοῖς ἀφ' ω ν ἐρρύσθη καὶ ἀόρατοι διάφοροι.̔ Ρηθείη δὲ καὶ πρὸς ἑκάστην λέξιν τὰ φαινόμενα. Εἰς τὸ τέλος, φησίν, τῷ παιδὶ κυρίου τῷ Δαυίδ. τέλος ἐν τούτοις ληπτέον κατὰ πάντων τῶν ἐχθρῶν νίκην· ὑπὲρ ταύτης γὰρ καὶ οἱ πόλεμοι καὶ πάντα τὰ συντείνοντα πρὸς ἀριστείαν βασιλέως. τέλος δὲ ὀρθῶς λέγεται τὸ ου χάριν τὰ α λλα, αὐτὸ δὲ οὐδενὸς ε νεκα. νίκης τοιγαροῦν ὑπαρξάσης οὐκ α λλῳ δεῖ εὐχαριστῆσαι η τῷ θεῷ τῷ ὀρέξαντι αὐτήν. ει ρηται γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ Εσδρα· Παρὰ σοῦ ἡ νίκη. ἀναφέρει δὲ τὴν ᾠδὴν ὁ Δαυὶδ τῷ κυρίῳ, ὡς παῖς καὶ θεραπευτὴς αὐτοῦ πάντας τοὺς λόγους τῆς εὐχαριστίας σοφῶς καὶ πιστῶς διεξιὼν ἐν τῇ ἡμέρᾳ (τουτέστιν ἐν τῷ φωτισμῷ) ἐκείνῃ, ο τε πάντες οἱ ἐχθροὶ καὶ ὁ τοῦ̓ Ισραὴλ βασιλεὺς Σαοὺλ κατελύθησαν, τοῦ Δαυὶδ ἀβλαβοῦς ἀπ' αὐτῶν ῥερυσμένου. καὶ ταῦτα ὡς πρὸς τὴν ἱστορίαν.̓ Επειδὴ δὲ πολλοῖς τῶν πιστῶν δοκεῖ ἐκ προσώπου τοῦ σωτῆρος ει ναι τὴν ᾠδήν, λεκτέον μετὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν εἰρῆσθαι τὸν ἐπινίκιον υ μνον, ῥυσθέντος αὐτοῦ ἐκ πάντων τῶν φρυαξάντων ἐθνῶν καὶ μελετησάντων κενὰ λαῶν ἀλλὰ καὶ τῶν παραστάντων βασιλέων καὶ συναχθέντων ἀρχόντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. ἐρεῖς δὲ αὐτὸν ε ρρυσθαι καὶ ἐκ χειρὸς Σαούλ, ἐκ τοῦ τότε κρατοῦντος τῶν̓ Ιουδαίων, ῳ, μετὰ τοῦ τρόπου, οὐκ ἀπεικὸς γὰρ κεκρατηκέναι αὐτῶν τρόπον ὠμόθυμον καὶ σὺν αὐτῷ πνεῦμα πονηρὸν εἰρηκότων μὴ ε χειν βασιλέα θεόν· πῶς γὰρ οὐκ ε μελλον ἀρνησάμενοι θεὸν ὑπὸ φαύλου τινὸς βασιλεύεσθαι; 111 Ps 17, 5b. 6 Χείμαρροι δὲ ἀνομίας ἐκλήθησαν, ὡς α λλος φησίν, καὶ διὰ τὸ εἰς ἀνομίαν ε ρχεσθαι τοὺς μὴ γενναίως ὑφισταμένους τὰ πειρατήρια. εἰ δὲ περὶ τοῦ ἑπομένου τοῖς ἁμαρτάνουσι θανάτου καὶ τοῦ πρὸς αὐτὸν ἁρμονίαν ε χοντος ᾳ δου τυγχάνουσιν αἱ προκείμεναι λέξεις, καὶ ὠδῖνες θανάτου καὶ ᾳ δου τὰ ἁμαρτήματα τὰ πρὸς θάνατον ὑπάρχει. καταλλήλως ταύτῃ τῇ νοήσει χειμάρρους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας καὶ θανάτου παγίδας τὰς ἀποτελουμένας πρακτικῶς ἁμαρτίας. Κατὰ τὴν προτέραν ἀπόδοσιν ἁρμόζει τὰ προκείμενα τῇ κατὰ σάρκα τοῦ κυρίου οἰκονομίᾳ. ε χουσι γὰρ πολλὴν οἰκειότητα πρὸς τὸ Νῦν ἡ ψυχή μου τετάρακται καὶ τὸ Περίλυπός ἐστιν ἡ ψυχή μου ε ως θανάτου. 112 Ps 17, 7 Πολλὴν δὲ παρρησίαν ἀπὸ καθαρᾶς συνειδήσεως ἡ εὐχή, ἐπεὶ τὸ ἐπικαλεῖσθαι πρὸς τὸν κύριον ει πεν ἀναφορὰν ε χειν, πρὸς τὸν θεὸν δὲ τὴν κραυγὴν αὐτοῦ ἐφθακέναι. ο ρα μήποτε συμφώνως τῷ̔ Ημῖν δὲ ει ς θεὸς ὁ πατὴρ καὶ ει ς κύριος̓ Ιησοῦς Χριστός. θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν ἐκληψόμεθα, εἰ μὴ α ρα κατὰ τοῦ αὐτοῦ ἀμφότερα λέγεται πατρὸς καὶ υἱοῦ θεοῦ καὶ κυρίου ο ντος διὰ τὸ ταὐτὸν τῆς θεότητος καὶ κυριότητος. Πῶς δὲ εἰπὼν Ηκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου; μελλητικῶς λέγεται εἰσελεύσεσθαι εἰς τὰ ω τα τοῦ θεοῦ ἡ κραυγὴ αὐτοῦ. πρὸς τοῦτο ὁ μέν τις ἐρεῖ· η δη ἐπακούσαντος θεοῦ ὡς ἐκτὸς τῆς θλίψεως γενέσθαι τὸν εὐξάμενον, πιστεύει ο τι πάλιν κράξας πρὸς θεὸν ε χει αὐτὸν δεχόμενον εἰς τὰ ω τα καὶ ἐνώπιον αὐτοῦ τὴν ἀναπεμπομένην κραυγὴν ὑπ' αὐτοῦ. α λλου λέξοντος· ὁ δὲ αἰσθηθεὶς α μα τῷ ἐπικαλέσασθαι ἐκ ναοῦ ἁγίου αὐτοῦ ἐπινεύσαντα τὸν παρακληθέντα θαρρεῖ ο τι ἐκβάσεως τεύξεται τὰ περὶ ω ν ηυ ξατο, εἰσελευσομένης εἰς τὰ ω τα τοῦ θεοῦ καὶ ἐνώπιον αὐτοῦ τῆς ἀπὸ καθαρᾶς διαθέσεως ἀναπεμφθείσης κραυγῆς. Ps 17, 8b Τὰ ο ρη ταῦτα μεθίστησιν ἀπὸ τῶν ἠπατημένων ὁ α πασαν τὴν ὡς κόκκον σινάπεως ε χων πίστιν·̓ Εὰν γάρ φησιν ὁ Παῦλος ε χω πίστιν ω στε ο ρη μεθιστάνειν. τούτων ὑπῆρχε καὶ τὸ πνεῦμα τοῦ σεληνιασμοῦ περὶ ου φησιν ὁ σωτήρ· Εἰ ει χετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε α ν τῷ ο ρει τούτῳ Μετάβηθι ε νθεν ἐκεῖ. 113 Ps a̓ Ανέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· τῆς μοχθηρᾶς υ λης δαπανωμένης ἀναλογίαν ἐχούσης πρὸς τὰ ἐποικοδομούμενα ἐπὶ τῷ Χριστῷ, θεμελίῳ ο ντι, ὑπὸ φαύλων ἀνθρώπων ξύλα χόρτον καλάμην, πράξεις δὲ φαῦλαι καὶ γνῶμαι χείριστοι (διὸ καταναλούμενα ὑπὸ τῆς ἐλθούσης εἰς αὐτὰ ὀργῆς) καπνὸν ἀνέπεμψαν. Ανθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. οἱ α νθρακες ὁτὲ μὲν τὰς κολάσεις σημαίνουσιν, ὁτὲ δὲ τοὺς διαπύρους καὶ θερμοὺς τοῦ θεοῦ λόγους καθαίροντας τοὺς τῆς ψυχῆς λογισμούς. τὰς κολάσεις σημαίνει ἐν τῷ̓ Εὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν α νθρακας πυρὸς σωρεύσεις ὑπὸ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὸ Πεσοῦνται ἐπ' αὐτοὺς α νθρακες πυρὸς καὶ καταβαλεῖς αὐτούς. ου τοι ε σονταί σοι βοήθεια. ὁ δὲ διάπυρος λόγος δηλοῦται περὶ ου ὁ̔ Ησαΐας Καὶ ἀπεστάλη ε ν τῶν σεραφείν. τῆς τοίνυν παρεσκευασμένης πρὸς ἀρετὴν ψυχῆς θερμαίνει καὶ πυρώσει τοὺς λογισμοὺς ω στε λαμπροὺς καὶ φαιδροὺς ἀποδεῖξαι, καταφλέξει δὲ τῶν ἁμαρτωλῶν τὰς πράξεις καθαίρων αὐτούς, τοὺς δὲ μὴ τοῦτο τὸ πῦρ δεξαμένους τὸ αἰώνιον πῦρ φλέξει. Τὸ δὲ Εκλινεν οὐρανοὺς καὶ κατέβη ἀκολούθως τῷ περὶ τῆς οἰκονομίας ἐπέδωκεν λόγῳ καὶ ου τος. ἐπεὶ γὰρ ἐν οὐρανοῖς οἰκεῖν λέγεται ὁ σωτήρ, α νθρωπος γενόμενος μεταβάλλει τὴν οι κησιν· ἐπὶ γὰρ τῆς γῆς ω φθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. οἰκεῖ δὲ ἐν οὐρανοῖς οὐ τοπικῶς οὐδὲ καταβαίνει μεταβατικῶς (ταῦτα γὰρ σωμάτων η σῶμα περικειμένων), ἀλλὰ καθ' ο οἰκεῖν λέγεται τοὺς οὐρανούς·̓ Εν μορφῇ γὰρ θεοῦ ὑπάρχων, μορφὴν δούλου λαβὼν κατελήλυθεν, οὐδὲ μιᾶς περὶ αὐτὸν τοπικῆς μεταβολῆς γινομένης. 114 Ps 17, 11 Καὶ ἐπέβη ἐπὶ χερουβεὶμ καὶ ἐπετάσθη. ἡ χερουβεὶμ φωνὴ εἰς πληθυσμὸν γνώσεως μεταλαμβάνεται· ε νθα ου ν πολλὴ γνῶσις, μᾶλλον δὲ ἀκραιφνεστάτη. ἐκεῖθεν ἐπιβαίνων διὰ τῆς ἐπῃρημένης καὶ μετεώρου νοήσεως πέταται. οὐκ ἀπογνωστέον δὲ καί τι ει δος ἀθανάτων ζῴων πληρεστάτην κεχωρηκέναι γνῶσιν τῷδε τῷ ὀνόματι σημαίνεσθαι. καὶ τούτοις ου ν τοῖς λογικοῖς ζῴοις ἐπιβὰς ὁ θεὸς ι πταται διὰ τῆς ὀξυτάτης νοήσεως.̓ Επετάσθη ἐπὶ πτερύγων ἀνέμων. εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν ἀνέμων ἐκλήψεται τὸ λεγόμενον, ἐρεῖ τὸν θεὸν κατὰ τὸν προνοητικὸν αὐτοῦ λόγον ἐπιβάντα τῶν πτερύγων τῶν ἀνέμων, τουτέστι τῷ μετεωρισμῷ αὐτῶν α γειν αὐτοὺς ῃ αὐτὸς βούλεται· Εξάγων γάρ ἐστιν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. εἰ δὲ τοὺς̓ πνεύματι μετεωριζομένους καὶ δίκην ἀνέμων πνόας ἐκπέμποντας σοφοὺς α νδρας ἐκλάβοι τις ἀνέμους, καὶ τούτων ταῖς πτέρυξιν ὁ θεὸς ἐπιβαίνων ι πταται πανταχοῦ· πτέρυγες δὲ αὐτῶν αἱ ὑπέρτεροι καὶ ὑψιπετεῖς νοήσεις. καὶ ἀνέμους δὲ διδασκαλίας ει πεν ὁ ἀπόστολος Παῦλος, περὶ ἑτεροδόξων λέγων Παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. ω σπερ ου ν ἐπὶ ψεκτῶν διδασκάλων ει εν α νεμοι ω ν ταῖς πτέρυξιν ἐπιβαίνει τὰ λαοπλανᾶ πνεύματα, ου τως ταῖς πτέρυξιν παντὸς ἀνέμου ἀληθοῦς διδασκαλίας ἐπιβαίνων ὁ θεὸς ο που βούλεται πνεῖ. καὶ τοῦτό ἐστιν τὸ πετασθῆναι ἐπὶ πτερύγων ἀνέμων. 115 Ps 17, 12ab Προηγουμένως καὶ ἀληθῶς οἰκῶν ὁ θεός ἐστιν φῶς ἀπρόσιτον τὸν υἱὸν ο ς ἐστιν φῶς ἀληθινόν, καὶ τὸ πνεῦμα τὸ α γιον τυγχάνον γνώσεως καὶ σοφίας υ παρξις, ω σπερ τούτου τοῦ φωτὸς λέγεσθαι Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. κατὰ δεύτερον δὲ λόγον· διὰ τὴν περὶ τὴν οὐσίαν αὐτοῦ ἀκαταληψίαν σκότος λέγεται τεθεικέναι ἀποκρυφὴν αὐτοῦ. τὸ γὰρ ἀσαφὲς καὶ ἀκατάληπτον διὰ τὸ περὶ τὸ πρᾶγμα βάθος σκότος λέγεται. ταύτῃ γὰρ καὶ σκότος ει ρηται τὸ Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον· καὶ̓ Ανακαλύπτων ὁ θεὸς βαθέα ἐκ σκότους, φανερῶν καὶ σαφηνίζων τὰ ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κρυπτόμενα. Κύκλῳ αὐτοῦ σκηνὴ αὐτοῦ. ω σπερ τὸν ὑπὸ σκηνῆς περιεχόμενον οὐκ ε στιν θεάσασθαι μὴ εἰσελθόντα ἐν αὐτῇ, ου τως καὶ τὸν θεὸν ὑπὸ ἀσαφείας καὶ δυσκαταληψίας κυκλούμενον οὐκ ε στιν ἰδεῖν μὴ εἰσβάλλοντα ε νδον τοῦ τῆς δυσκαταληψίας περιπετάσματος. αὐτίκα γοῦν περὶ Μωυσέως ει ρηται ὡς α ρα Εἰσῆλθεν εἰς τὸν γνόφον ου η ν ὁ θεός· ἐπιστήσας γὰρ τῇ περὶ θεοῦ ἐννοίᾳ καὶ δημιουργίᾳ καὶ προνοίᾳ αὐτοῦ, ε γνω ει σω τούτων περιέχεσθαι τὸν θεόν, ὡς, ὀλίγον διοίξαντα ταύτην τὴν περὶ αὐτὸν σκηνήν, ἐκ τοῦ κατ' εἰκόνα τὸν ου ἡ εἰκὼν καὶ ἐκ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητὴν θεωρῆσαι. 116 Ps 17, 12c. 13a̓ Εν πολλοῖς τόποις τῆς γραφῆς τὰς νεφέλας ἀλληγορικῶς φερομένας εὑρίσκομεν. τὸν γὰρ οι κον τοῦ̓ Ισραὴλ ἀμπελῶνα εἰπών, νεφέλας ἐντολὰς λαμβανούσας μὴκ' ε τι βρέχειν αὐτόν, οὐκ α λλας η τοὺς προφήτας εὑρίσκομεν. οὐκ ε τι γοῦν παρ' ἐκείνοις τὸ Τάδε λέγει κύριος, καὶ τὸ̓ Εγένετο λόγος κυρίου πρός με· μέχρι τούτων τῶν νεφελῶν ἡ ἀλήθεια λάμπει. αυ ται γοῦν αἱ νεφέλαι ψυχαῖς ῥέουσαι πνευματικῶν λόγων ὑετὸν οὐ γῆς ἀλλ' ἀέρος εἰσίν· τοῖς γὰρ ἐπιγείοις ἀποταξάμεναι καὶ μηκέτ' αὐτὰ φρονοῦσαι, μετεωριζόμεναι καὶ ἐπαιρόμεναι ὑπὸ τῆς σφῶν ἀρετῆς καὶ τοῦ ἐνεργοῦντος πνεύματος ἀέρος εἰσίν. τὸ ἐν αὐταῖς ου ν υ δωρ, πρὶν ὑπὸ̓ Ιησοῦ ἐκβάσεως καὶ σαφηνείας τυχεῖν, διὰ τὸ τοῖς πολλοῖς δυσθεώρητον σκοτεινὸν ει ναι λέγεται. ο τ' α ν δὲ λαλήσαντος τοῦ θεοῦ ἐν τῷ υἱῷ ἐπ' ἐσχάτων τῶν ἡμερῶν πληρωθῶσιν ὁ νόμος καὶ οἱ προφῆται,̓ Απὸ τῆς τηλαυγήσεως (τουτέστιν ἐπιλάμψεως αὐτοῦ) ἐνώπιον αὐτοῦ συνελεύσονται, νεφέλαι φανεραὶ καὶ ἀρίδηλοι γινόμεναι διὰ τὸ παρεῖναι τὸν προαναφωνηθέντα ὑπ' αὐτῶν. 117 Ps 17, 13b– 15 Σκοτεινῶν νεφελῶν εἰς φῶς διὰ σαφηνείας προελθουσῶν οὐδεμίας ἀπολογίας ὑπολείπεται πρόφασις τοῖς ἁμαρτάνουσιν· διὸ εὐθέως τηλαυγήσει τῶν νεφελῶν ἀκολουθεῖ χάλαζαν καὶ α νθρακας πυρὸς ει ναι. ει δη δὲ κολάσεων διὰ τῶν προσηγοριῶν σημαίνεται καὶ τῶν περὶ Χριστοῦ προφητευομένων ἐκβάσεως τετυχηκότων. ὁ θεὸς εὐθὺς οὐρανόθεν βροντᾷ, η τοι διὰ τῆς μεγαλοφωνίας τῶν πληρουμένων λόγων ὑπὸ̓ Ιησοῦ, η τῷ ἑκάστῃ διανοίᾳ ἐμβάλλειν θεολογίας ὑψολητάτους λόγους τὸν θεὸν περὶ τοῦ μονογενοῦς υἱοῦ, μόνον οὐχὶ τοῦτο κεκραγώς· Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα, ἀλλὰ καὶ ἀποκαλύπτων τὸν υἱὸν αὐτοῦ φωνὴν δίδωσιν ὁ υ ψιστος τοῖς ὑψηλῶς περὶ Χριστοῦ διαλαβοῦσιν, ο τε οὐχ αι μα καὶ σὰρξ αὐτοῖς ἀπεκάλυψεν ἀλλ' ὁ πατὴρ ὁ οὐράνιος τὸν ι διον υἱόν. ω σπερ δὲ τοῖς παρεσκευασμένοις τὸν νοῦν πρὸς θεοπτίαν καὶ τὴν ἀκοὴν τοῦ ε σω ἀνθρώπου διοίξασιν βροντᾷ ἐξ οὐρανοῦ ὁ κύριος καὶ ὁ υ ψιστος τὴν φωνὴν αὐτοῦ δίδωσιν, ι ν' ὑπὸ τῆς οὐρανόθεν ἐρχομένης βροντῆς μετεωρισθέντες ἐκστῶσι μὲν τῶν γηΐνων, προσπελάσωσι δὲ τῷ οὐρανῷ, τὴν εἰκόνα τοῦ ἐπουρανίου φέροντες, καὶ τὰ ὑψηλὰ τῶν νοημάτων πρὸς τοῦ ὑψίστου διδόμενα λάβωσιν· ου τω τοῖς ἐναντίως διακειμένοις ἐξαποστέλλει βέλη ὁ κύριος ἱκανῶς ε χοντα συνταράξαι τοὺς πρότερον περὶ τὸ κακὸν ὁμονοοῦντας. βέλη δὲ νῦν λέγει τοὺς προαναφωνοῦντας τὰς κολάσεις λόγους· ἱκαναὶ γὰρ αἱ ἀπειλαὶ ἐκταράξαι καὶ θορυβῆσαι τὴν ψυχήν, ο τ' α ν δὲ καὶ τὰς μετ' αἰνιγμάτων λεγομένας ἀπειλὰς σαφηνίσῃ καὶ φωτίσῃ ἀστραπῶν δίκην, τοὺς ὑπὸ τῶν βελῶν τῶν προειρημένων σκορπισθέντας συνταράξει. οἱ γὰρ σκορπιζόμενοι τὴν πρὸς τὸ κακὸν συμφωνίαν ἀποβάλλουσιν ὡς ἐν ταράχῳ καὶ συγχύσει γενόμενοι. 118 Ps 17, 16a Τῶν προειρημένων ἁπάντων συμβεβηκότων, ὀφθήσονται αἱ πηγαὶ τῶν ὑδάτων. καὶ εἰ μὲν πηγάς τις λέγοι ὑδάτων τὰς ἐνεσπαρμένας ἡμῖν περὶ θεοῦ καὶ τῶν καλῶν ἐννοίας, ὀφθήσεσθαι ταύτας ἐρεῖ ἀναστελλομένης τῆς ἐπικειμένης τῇ ψυχῇ ἀγνοίας καὶ κακίας. αυ ται γὰρ περιαιρεθεῖσαι οὐκ ε τι κρύψουσιν τὰς ἐν ἡμῖν πηγὰς τῶν ἀγαθῶν. εἰ δὲ καὶ πᾶσαν θεόπνευστον γραφὴν πνευματικὴν ὑπὸ ἀσαφείας κεκαλυμμένην πηγὰς ἐρεῖ ὀφθησομένας, ἐπίστησον· ο τ' α ν ου ν ἐπιστρεψάντων ἡμῶν πρὸς κύριον περιαιρεθῇ τὸ τῆς ἀγνοίας καὶ ἀσαφείας κάλυμμα, ὀφθήσονται αἱ ἐγκείμεναι τῶν ὑδάτων πηγαὶ ὡς εὐκόλως ἀφ' ἑκάστης ἀρύεσθαι κατὰ τὸ̓ Αντλήσατε υ δωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. τοῦτο γὰρ τὸ υ δωρ εὐφρασίας ἐστὶν παρεκτικὸν οὐσῶν σωτηρίου πηγῶν, αι ἀπενεμήθησαν τῷ διορατικῷ καὶ νῦν ὁρᾶν τὸν θεὸν ε χοντι γένει κατὰ τὸ̓ Εν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν,̓ Ισραήλ. 119 Ps 17, 16bc Τῆς οἰκουμένης ἐποικοδομήσης δι' ω ν πράττει καὶ λέγει καὶ νοεῖ θεμελίοις τισὶν προκαταβεβλημένοις, οὐκ α ν ἁμάρτοις τὰς ε ξεις καὶ διαθέσεις θεμέλια λέγων τῆς οἰκουμένης· ο τ' α ν διασκορπίσῃ τοὺς φαύλους τοῖς βέλεσιν αὐτοῦ καὶ συνταράξῃ ἐκλάμψει τῶν ἀστραπῶν αὐτοῦ, τῶν κρυπτῶν τῶν ἀνθρώπων φανερῶν γινομένων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τοῦ σκότους καὶ φανεροῦντος τὰ θεμέλια τῆς οἰκουμένης, ἀνακαλύψει βαθέα ἐκ σκότους ἀπὸ τῆς ἐπιτιμήσεως τῆς οἰκουμένης ὑπ' αὐτοῦ κατὰ πάντων. εἰ δὲ καὶ θεμέλια οἰκουμένης λέγει τις τοὺς θείους α νδρας διὰ τὸ ευ τονον τοῦ βίου καὶ τὴν στερρότητα τῆς ἀρετῆς ἐφ' οι ς ἐποικοδομοῦνται οἱ κατὰ Χριστὸν πολιτευόμενοι, ἀνακαλύπτεσθαι καὶ τούτους τοὺς θεμελίους συμβήσεται, ἐπιτιμήσεως γινομένης κατὰ τῶν ἁμαρτανόντων. τῆς γὰρ κολάσεως τούτων μὴ ἁπτομένης τῶν θεμελίων φανέρωσις καὶ ἀνακάλυψις αὐτῶν ε σται. 120 Ps 17, 16δ Οὐ παραυτὰ τοῖς ἁμαρτάνουσιν θεὸς ἐπαφεῖ τὰς τιμωρίας. εἰ γὰρ τοῦτο ἐγίνετο, τὸ πᾶν α ρδην ἀπώλλυτο. ἀλλ' ἀγαθότητι καὶ φιλανθρωπίᾳ πολλῇ, ἑκάστοτε πλήθους ἁμαρτημάτων γινομένου, οὐ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει. καὶ τοῦτό ἐστιν τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς ἑαυτοῦ διὰ τὸ προαναφωνεῖν τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. 121 Ps 17, 17– 19a̓ Εξ ὑδάτων πολλῶν, η τοι τῶν ταραχωδῶν καὶ ἁλμυρῶν πραγμάτων τοῦ βίου τροπικῶς θαλάττης ὀνομαζομένων η ἀντικειμένων δυνάμεων συγκεχυμένων καὶ τεταραγμένων· ἐπίστησον δὲ εἰ καὶ δόγματα τῆς ἀθεότητος υ δωρ ἐστὶν πολὺ οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. δυνατοὺς δὲ ἐχθροὺς ἐξ ω ν ῥύεται ὁ θεὸς τοὺς ἀοράτους ῥητέον, τάχα δὲ καὶ τοὺς ἐν ὑπεροχαῖς ἀνθρώπους καὶ τοὺς ἀπατᾶν προτιθεμένους διὰ ψευδωνύμου γνώσεως, ο τ' α ν δεινοὶ περὶ σοφιστείαν ω σιν. οὐχ ἁμάρτοι δέ τις καὶ τοὺς ἰδίους λογισμούς, ο τ' α ν δυσαρεστῶνται τῇ προνοίᾳ η καὶ περὶ α λλην ἀσέβειαν ἐπανέχωσιν, ἐχθροὺς δυνατοὺς λέγων, καὶ ῥυσθῆναι ἐκ τῶν μισούντων, ο τ' α ν ὑπὲρ αὐτὸν κραταιωθῶσιν, ἀξιοῖ, μισούντων δὲ μάτην· οὐδὲ ει ς γὰρ διὰ τὸ φαῦλος ει ναι μισούμενος παρρησιάσεται πρὸς θεὸν ταύτην τὴν εὐχὴν εἰπεῖν, ἀλλ' ο τ' α ν διὰ Χριστὸν καὶ τὸν ὀρθὸν βίον μισῆται παρὰ τῶν ἁμαρτωλῶν τῶν τὴν θεοσέβειαν βδελυττομένων· ε λεγχον γὰρ τῆς ἑαυτῶν πολιτείας ἡγοῦνται τὴν τοῦ δικαίου ἀναστροφήν. ου τοι δὲ οἱ μισητικῶς πρὸς τὸν δίκαιον ε χοντες τότε μάλιστα ἐπιτίθενται, ο τ' α ν κακώσεως καιρὸς ἐνστῇ. τὸ γὰρ κρίμα τῆς προνοίας ἀγνοοῦντες οὐ δι' α λλο τι η δι' ἁμαρτίας θλίβεσθαι τὸν δίκαιον ὑπολαμβάνουσιν ὡς οἱ διαλεγόμενοι τῷ̓ Ιώβ. τοῦ γὰρ θεοῦ θλίψεσιν αὐτὸν ὑποβαλόντος ο πως ἀναδειχθῇ δίκαιος, ε φασκον ἐκεῖνοι ἀσεβείας καὶ ἁμαρτίας χάριν τούτοις περιπεπτωκέναι τὸν α νδρα· ἀλλὰ καὶ κατὰ τοῦ πταίοντος ἰσχυροὶ πάντες οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ διάβολος, ὡς νοεῖσθαι νῦν κάκωσιν τὴν ἁμαρτίαν. 122 Ps 17, 19b̓ Εν ἡμέρᾳ γὰρ κακώσεως ο τ' α ν τις πρὸς τὸν θεὸν καταφύγῃ ε ξει αὐτὸν ἀντιστήριγμα αὐτοῦ γινόμενον, τουτέστιν ἀντιστηρίζοντα αὐτὸν ι να μὴ κλονηθεὶς καταπέσῃ. καὶ περὶ τῆς τελείας γοῦν ψυχῆς ἀντιστήριγμα τὸν θεὸν λόγον ἐχούσης θαυμαστικῶς οἱ ἀποδεχόμενοι τὴν ἀνάβασιν καὶ λάμπρυνσιν αὐτῆς φάσκουσιν· Τίς αυ τη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφὸν αὐτῆς; 123 Ps 17, 20a̓ Αντιστήριγμα γὰρ ὁ κύριος γινόμενός τινι ἐξάγει αὐτὸν ἐκ τῆς στενότητος τῶν θλιβερῶν, πλατυσμὸν αὐτῷ δωρούμενος κατὰ τὸ̓ Εν θλίψει ἐπλάτυνάς μοι. ἐν θλίψει δὲ πλατύνεταί τις οὐκ ε ξω τῆς θλίψεως πάντως γινόμενος ἀλλὰ γενναίως καὶ εὐλαβῶς πρὸς αὐτὴν τεταμένος. 124 Ps 17, 20b– 21̔ Ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, κα ν ο τι μάλιστα πλείστην ε χωσι δύναμιν· ἠθέλησεν γάρ με πάντα τὰ θελήματα αὐτοῦ ποιοῦντα. Πάνυ γε καθαροῦ καὶ τελείου ἡ παρρησία, μηδὲν κα ν τὸ βραχύτατον καταγινώσκοντος ἑαυτοῦ, ο θεν οἱ τὸν
4
προσάπτουσιν αὐτῷ πεπειραμένῳ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. δικαιοσύνην δὲ τὴν καθόλου πρακτικὴν ἀρετὴν λέγει, καθαριότητα δὲ χειρῶν τὰς πρακτικὰς ἐνεργείας καθαρὰς καὶ ἀμολύντους γινομένας τῷ ἀπὸ βελτίστης ε ξεως ἐπιτελεῖσθαι· πολλαχοῦ γὰρ τὰς χεῖρας ἐπὶ τῶν πρακτικῶν δυνάμεων λεγομένας ε στιν εὑρεῖν. 125 Ps 17, 22 Ταῦτα δὲ οὐκ ἀλαζονικῶς φησιν, ω ς τινες οι ονται, ἀλλ' ἀνατιθεὶς τῷ θεῷ τὴν αἰτίαν τῶν κατορθωμάτων. φυλάσσει δὲ τὰς ὁδοὺς κυρίου ὁ ταῖς ἐντολαῖς αὐτοῦ πορευόμενος, καὶ οὐκ ἀσεβεῖ ἀπὸ τοῦ θεοῦ ἑαυτοῦ ὁ ὀρθῶς περὶ τῶν τῆς ἀληθείας δογμάτων διειληφώς, ἀμέμπτως περὶ θεοῦ ἐννοῶν καὶ ἁγίως περὶ Χριστοῦ διαλαμβάνων καὶ εὐσεβῶς περὶ τοῦ ἁγίου πνεύματος ἐνθυμούμενος καὶ περὶ τῶν α λλων δογμάτων ο ν δεῖ τρόπον δοξάζων. 126 Ps 17, 23a Εἰ γὰρ καὶ ἀνεξεύρητα τὰ κρίματα αὐτοῦ καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ' ου ν δυνατὸν ἐνώπιον αὐτὰ ε χοντα μὴ δυσαρεστεῖσθαι τῇ προνοίᾳ μηδὲ ἀσεβεῖν εἰς τὸν προνοούμενον. εἰ γὰρ καὶ μὴ καταλαμβάνωμεν ἀλλά γε διατεθέντες ο τι θεοῦ κρίσει ταῦτα ἐπιτελεῖται, εὐαρεστούμεθα αὐτοῖς. καὶ αὐτὸ δὲ τὸ ο νομα τὸ Κρίματα τὴν ὀρθότητα τῆς διοικήσεως σημαίνει· ἐμπεριέχεται γὰρ καὶ συνεξακούεται τῷ κατὰ δικαιοσύνην γεγονέναι, τῶν παρὰ τὸ ὀρθὸν ἐπιτελουμένων κριμάτων αὐτὸ τοῦτο ἀδίκων καὶ διεστραμμένων. Ενεκεν γὰρ τούτου, φησίν, ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 127 Ps 17, 23b Τῶν τοῦ θεοῦ, φησίν, δικαιωμάτων ἀντέχομαι· ἀναχωροῦσι γὰρ ἐκείνων τῶν μὴ περιεχομένων αὐτῶν. δικαιώματα δὲ ῥητέον τὰ κατ' ἰσότητα καὶ δικαιοσύνην νενομοθετημένα, ὡς τὸ̓ Εὰν κτήσῃ παῖδἁ Εβραῖον, καὶ τὰ ἑξῆς. τούτων γὰρ ἁπάντων προτέτακται Καὶ ταῦτα τὰ δικαιώματα α παραθήσεις, καὶ τὰ ἑξῆς. δύναται δὲ τὰ α μα τοῖς δικαιώμασιν ὠνομασμένα κρίματα σημαίνειν τοὺς δεδοκιμασμένους καὶ ἐξητασμένους τοῦ θεοῦ λόγους· ου τοι γὰρ διὰ τὸ μὴ ἐλέγχεσθαι η ἀνατρέπεσθαι κεκριμένοι ο ντες κρίματα ει ρηνται· ταύτῃ γὰρ καὶ οἱ λογισμοὶ τῶν δικαίων κρίματα, τουτέστιν ἠκριβωμένοι καὶ δεδοκιμασμένοι, καὶ αὐτὸ τοῦτο κανόσιν ἐοικότες. 128 Ps 17, 24a Τάχα οἱ μὴ διὰ θεὸν ἀλλὰ διὰ δόξαν η ε τερόν τι τὸ α μωμον ε χοντες καὶ ἀναμάρτητον α μωμοι μὲν ει ναι δύνανται, οὐ μὴν μετὰ θεοῦ· οἱ δὲ διὰ θεόν τ' ἀγαθὸν καὶ μὴ α λλου του χάριν ἀσπασάμενοι μετὰ θεοῦ εἰσιν α μωμοι· αυ τη γὰρ ἡ πρὸς θεὸν ε νωσις ἀμώμους καὶ ἀγαθοὺς φυλάττει. οἱ δὲ ἀποζευγνύμενοι καὶ χωριζόμενοι θεοῦ μωμητοὶ εὐθὺς γίνονται, τεκνὰ μωμητὰ διὰ τὸ ἁμαρτεῖν γινόμενα. 129 Ps 17, 24b̔ Ο τὰ προειρημένα πάντα κατορθώσας, πῶς ἰδίαν αὐτοῦ ἀνομίαν λέγει; ἐπιστήσεις μήποτ' ου ν ο βούλεται λέγειν ἐστὶν τοῦτο·̔ Η διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ε γκειται ἐπιμελῶς ἐκ νεότητος, ὡς ἐπιρρεπῶς ε χειν πρὸς τὸ ἁμαρτάνειν ἡδονῇ θελγόμενος. ὁ ου ν τῷ νόμῳ τοῦ θεοῦ ἑαυτὸν ἐπιδεδωκὼς φυλάττεται ἀπὸ τῆς ἐνσκιρωσάσης τῶν ἀνθρώπων ἀνομίας. τάχα δὲ καὶ τὸ λεγόμενον ἐν ἡμῖν τῆς σαρκὸς φρόνημα, ε χθρα ο ν πρὸς θεὸν καὶ τῷ νόμῳ αὐτοῦ μὴ ὑποταττόμενον, ἀνομία τοῦ ἀνθρώπου ἐστίν, ἀφ' η ς φυλάττεταί τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατῶν καὶ ἀπεχόμενος τῶν τῆς σαρκὸς ε ργων. 130 Ps 17, 25 Δικαιοσύνην ἐνταῦθα καλεῖ τὴν ἐκ πίστεως̓ Ιησοῦ Χριστοῦ συνισταμένην. Δικαιοσύνη γὰρ θεοῦ πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τῷ γὰρ ὀρθῶς πιστεύοντἱ Η πίστις εἰς δικαιοσύνην λογίζεται. συζύγως δὲ καθαριότητα χειρῶν ἐρεῖς τὰ λαμπρῶς καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ε ργα, ω ν χωρὶς ἡ πίστις νεκρά ἐστιν. 131 Ps 17, 26– 28̓ Αθρόας μεταβολῆς προσώπου γεγενημένης, ἐρεῖ τις πρὸς τὸν θεὸν τοὺς προκειμένους στίχους λέγεσθαι διὰ τὰ ἑπόμενα· οὐκ α λλῳ γὰρ ἐρεῖ τὸ Οτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις, η τῷ θεῷ. α λλος δὲ λέξει μὴ πρὸς τὸν θεὸν ἀλλὰ πρὸς α νθρωπον ταῦτα λέγεσθαι τῷ τὸν ὁσίοις συνδιατρίβοντα μιμεῖσθαι ἐκείνων τὴν ἀρετήν, τὸν δὲ σὺν φαύλοις ο ντα διαστροφὴν ὑφίστασθαι, ῃ φησιν ἡ θεία τῶν Παροιμιῶν γραφή·̔ Ο συμπορευόμενος σοφοῖς σοφὸς ε σται, ὁ δὲ συμπορευόμενος α φροσιν γνωσθήσεται. ἑρμηνεύσεις ου τως· Μετὰ τοῦ ὁσίου, ω δέσποτα, ὁσιωθήσῃ, παρέχων αὐτῷ τὴν ἐκ σοῦ χορηγουμένην ὁσιότητα ι να τελειωθέντα κατ' αὐτὴν εἰς τὴν ἁρμόζουσαν ἐπαγγελίαν εἰσάξῃς, καὶ τὰ α λλα ἀκολούθως τῷ πρὸ αὐτοῦ. Ευ δέ φησιν καὶ τὸ εἰπεῖν Διαστρέψεις· δυναμένου γὰρ εἰπεῖν Μετὰ στρεβλοῦ διαστρέφῃ, τοῦτο μὲν οὐκ ει ρηκεν ἀλλὰ Διαστρέψεις. τὴν γὰρ πρὸς τὰ φαῦλα πορείαν κωλύων ὁ θεὸς διαστρέφει τὸν ε πειτα κατατρέχοντα, φράσσων τὴν ὁδὸν αὐτοῦ ἐν σκώλοψιν καὶ τὰς τρίβους αὐτοῦ ἀνοικοδομῶν· ἀρχὴ γὰρ εὐεργεσίας τὸ κωλύεσθαι τῶν κακῶν.̔ Ο δὲ ἐπ' ἀνθρώπου ἐξειλῆφθαι βουλόμενος ἐρεῖ τὸν συνόντα ὁσίῳ α νδρα ἐκ τῶν πραττομένων ὁσίων ὁσιοῦσθαι, ὡς̓ Ελισσαιὲ μετὰ τοῦ̔ Ηλία καὶ Τιμόθεος μετὰ τοῦ Παύλου· καὶ ὁ σὺν τῷ ἀθῴῳ σπεύδων ει ναι, τὴν ἐκείνου ἀρετὴν σπασάμενος, ἀθῷος ε σται. ὁμοίως δὲ καὶ ὁ ἀνδρὶ ἐκλεκτῷ συνδιατρίβων καὶ ὁ στρεβλῷ δὲ συνὼν κατὰ τὸ ἐθέλειν αὐτῷ ἐξομοιοῦσθαι διαστρέψει ἑαυτοῦ τὸν βίον. ὁ δὲ ου τως τοὺς στίχους σαφηνίσας μεταβαλεῖ πρὸς τὸν θεὸν τὸ πρόσωπον ἀπὸ τοῦ Οτι σὺ λαὸν ταπεινὸν σώσεις. 132 Ps 17, 29 Τὸ δεκτικὸν φωτὸς τῆς ψυχῆς μόριον η τοι δύναμις, τουτέστιν ὁ νοῦς ο καὶ λογιστικόν τινες καλοῦσιν, λύχνος αὐτῆς ει ναι λέγεται, οὐκ ω ν αὐτὸς κατ' οὐσίαν φῶς ἀλλὰ φωτὸς δεκτικός. τὸ δὲ σκότος αὐτῆς τὸ θυμοειδὲς καὶ ἐπιθυμητικόν ἐστιν. ο τ' α ν ου ν ὁ νοῦς φωτισθῇ ὑπὸ τοῦ κυρίου μεταδόντος αὐτῷ τῶν ἰδίων αὐγῶν, τὸ τηνικάδε καὶ τὰ τῆς ψυχῆς α λογα κινήματα φωτίζεται ἐπιστημονικῶς ἐπιτελούμενα, οὐχ ο τι ἐξ αὐτῶν τὰ α λογα μετέχει φωτὸς (ἐπιστήμης γὰρ ἀνεπίδεκτα) ἀλλ' ο τι ὑπὸ νοῦ πεφωτισμένου ὑπὸ ἐπιστήμης καὶ ἀρετῆς ο ν δεῖ τρόπον α γονται. ο τ' α ν ου ν ὑπὸ τοῦ κυρίου φωτισθῇ ὁ νοῦς ο ς ει ρηται λύχνος, ἀναγκαίως ἀκολουθήσει καὶ τὸ φωτισθῆναι τὸ εἰρημένον ἡμῶν σκότος. εἰ δὲ τὸ ἐν ἡμῖν πεφυκὸς φωτίζεσθαι, τουτέστιν ὁ νοῦς, δι' α γνοιαν καὶ ἀνεπιστημοσύνην σκότος ει η, πολλῷ πλέον αἱ α λογοι τῆς ψυχῆς δυνάμεις, οὐκ ε χουσαι πεφωτισμένον ἡγεμόνα, ἐπιτεταμένον ει εν σκότος. καὶ τοῦτό ἐστιν ο φησιν ὁ σωτήρ· Εἰ ου ν τὸ ἐν σοὶ φῶς σκότος ἐστίν, τὸ σκότος πόσον; εἰ γὰρ ὁ ὀφθαλμὸς τοῦ σώματος, τουτέστιν ὁ νοῦς, ὀφείλων ει ναι λύχνος ἐστέρηται φωτός, πολλῷ πλέον τὸ α λλο, ι ν' ου τως ει πω, σῶμα τῆς ψυχῆς σκότος ὑπάρχει, σῶμα δὲ οὐχ ο περίκειται ἀνθρώπινον ἀλλὰ τὸ κατὰ τὴν α λογον σύστασιν αὐτῆς τυγχάνον. Τάχα δὲ καὶ οἱ τὴν γνῶσιν τῆς ἀληθείας πεφωτισμένοι ἐξημμένον ε χουσι τὸν λύχνον, τοῦ κυρίου αὐτοῖς τοῦτο δεδωκότος· τὰς δὲ πράξεις κατ' ὀρθὸν α γοντες ἐκ τοῦ πεφωτίσθαι τὸν νοῦν καὶ τὸ σκότος αὐτῶν ε χουσιν φωτιζόμενον. οὐχ η κιστα δὲ καὶ τοῦτο ῥηθείη. οἱ θεωρίαν ἐπιστημονικὴν περὶ τῶν νοητῶν καὶ ἀοράτων πραγμάτων ἐσχηκότες πεφωτισμένον ὑπὸ κυρίου ε χουσι λύχνον, ἀλλὰ καὶ περὶ τῶν αἰσθητῶν ευ μάλα κατὰ τὴν γνώμην διακείμενοι τὴν αι σθησιν φωτεινῶς ἀντιλαμβανομένην τῶν πραγμάτων ε χουσιν, η τις σκότος ἐστὶν τῷ μὴ πεφυκέναι καθ' ἑαυτὴν φωτίζεσθαι τουτέστιν ἐπιστήμην δέχεσθαι· η γὰρ α ν καὶ τὰ α λογα ἐπιστήμην ἐδέχοντο αι σθησιν ε χοντα; 133 Ps 17, 30 Οὐκ α λλως ῥυσθῆναι δυνατὸν ἀπὸ τῶν περιεστηκότων πραγμάτων πικρῶν η ἐν θεῷ γινόμενον· ἐν θεῷ δέ τις γίνεται μετέχων αὐτοῦ. ὡς γὰρ ἐκ τῶν ἀγνοημάτων ῥύεταί τις ἐν ἐπιστήμῃ γεγενημένος, ου τως ἐν θεῷ τις σπεύδων ει ναι ῥυσθήσεται ἀπὸ πειρατηρίου, εἰς πειρασμὸν μὴ εἰσερχόμενος οὐ τῷ ἐκτὸς πειρασμοῦ γενέσθαι ἀλλὰ τῷ μὴ ἁλῶναι ταῖς παγίσιν αὐτοῦ. διὰ τοῦτο γὰρ καὶ ὁ ὁμολογῶν̓ Ιησοῦν ε μπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ ἐστιν· Πᾶς γὰρ ο ς α ν ὁμολογήσῃ ἐν ἐμοὶ ε μπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ε μπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. ὁμολογεῖ τις γὰῤ Ιησοῦν μετέχων αὐτοῦ, καὶ ὁμολογεῖται ὑπὸ τοῦ θεοῦ ἐν αὐτῷ τυγχάνων. διατειχίζει δὲ ἡμᾶς ἀπὸ τοῦ θεοῦ τὸ πλῆθος τῶν πρὸς ἡμῶν παραλόγως πραττομένων καὶ διΐστησιν, ῃ φησιν ὁ προφήτης· Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου ῥύσασθαι; η ἐβάρυνεν τὸ ου ς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διϊστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ. καὶ ο τ' α ν ου ν ἐν θεῷ τις γένηται κολλώμενος αὐτῷ καὶ ε ν πρὸς αὐτὸν γινόμενος, ὑπερβαίνει τὸ τῶν ἁμαρτημάτων τεῖχος εἰς νῶτον καὶ ὀπίσω αὐτὰ ῥίπτων, ι να μὴ ὑπὸ μηδενὸς διειργόμενος τοῦ θεοῦ προσβάλῃ αὐτῷ πρόσωπον πρὸς πρόσωπον. Τάχα δὲ καὶ ὁ τῶν σωματικῶν καὶ αἰσθητῶν ο γκος, χωρῶν μεταξὺ τῆς νοήσεως ἡμῶν καὶ τοῦ θεοῦ, διαζεύγνυσιν ἡμᾶς αὐτοῦ. ο τ' α ν ου ν ἐπιστημονικῶς κατὰ τὸ δυνατὸν τῇ περὶ θεοῦ ἐννοίᾳ ἀνωτέρω πάντων σωμάτων καὶ αἰσθήσεως αὐτὸν καταλάβωμεν ἑνωθῆναι αὐτῷ γλιχόμενοι, ἀναχωροῦμεν τῶν αἰσθητῶν καὶ σωμάτων ὡς ὑπερπηδῆσαι τὸν κόσμον καὶ τὰ ὁρατὰ πάντα, ι ν' ου τω τῷ θεῷ παραστῆναι δυνηθῶμεν. 134 Ps 17, 31̔ Ο ἡμέτερος θεὸς α μωμον ε χει τὴν πρὸς αὐτὸν α γουσαν ὁδόν. αυ τη δέ ἐστιν ἡ ἀρετή, η ν ὁδεύοντες διὰ μελέτης καὶ ἀσκήσεως α μωμοι ἀποδειχθησόμεθα πρὸς αὐτὸν ἐρχόμενοι. μάλιστα δὲ α μωμος ει η ὁδὸς θεοῦ ὁ εἰπών·̓ Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. διὰ ταύτης γὰρ τῆς ὁδοῦ πρὸς τὸν πατέρα ἐλθεῖν ε στιν. Τὸ λόγιον κυρίου πεπυρωμένον, τῷ α δολον καὶ καθαρὸν ει ναι, η τῷ πῦρ ει ναι θερμαῖνον τοὺς μετέχοντας ἀναλίσκειν τὴν τῆς υ λης ἀχυρμίαν. Υπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν. Οἱ̔ ἐπιγνώμονες τῆς προσούσης αὐτοῖς ἀσθενείας, ο τ' α ν ἰσχυροτέρους φωράσωσι τοὺς προσπολεμοῦντας, ἐπὶ θεὸν τὴν ἐλπίδα ῥίψαντες ὑπέρμαχον ε χειν αὐτὸν ἀξιοῦσι, Πολέμησον, λέγοντες, τοὺς πολεμοῦντάς με. καὶ ου τως θεὸς τῇ ἑαυτοῦ ἀσπίδι ὑπερμαχεῖ αὐτῶν κατὰ τὸ Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. 135 Ps 17, 32a Οὐδεὶς γὰρ ἀληθῶς καὶ κυρίως θεὸς πλὴν τοῦ θεοῦ λόγου, ο ς καὶ μονογενὴς θεὸς ει ρηται διὰ τὸ μόνος ει ναι ὡς ὁ πατὴρ θεός. πάντες γὰρ οἱ α λλοι παρουσίᾳ θεοῦ λόγου θεοὶ κατασκευάζονται. ἐκείνους γὰρ θεοὺς ει πεν, πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. ὁ δέ γε σωτὴρ οὐ μετέχων θεότητος θεός ἐστιν, ποιητικὸς ω ν θεῶν. 136 Ps 17, 32b Εἰπὼν μηδένα θεὸν κυρίως ει ναι πλὴν τοῦ κυρίου λέγει μηδὲ θεὸν ει ναί τινα ὡς τὸν θεὸν ἡμῶν. οὐδεὶς γὰρ τῶν κατὰ μετοχὴν θεῶν ὡς ὁ κύριος̓ Ιησοῦς Χριστὸς ει ναι δύναται η ὁ θεὸς ἡμῶν ὡς ὁ τοῦ μονογενοῦς πατήρ·̔ Ημῖν γὰρ ει ς θεὸς ὁ πατὴρ καὶ ει ς κύριος̓ Ιησοῦς ὁ Χριστός. εἰ δὲ καὶ ἐκ παραλλήλου οἱ δύο στίχοι εἰρῆσθαι δύνανται, καὶ αὐτὸς ἐπιστήσεις. 137 Ps 17, 33– 34̓ Ενταῦθα Περιζωννύων με δύναμιν λέγεται. παρὰ δὲ Παύλῳ τὴν ἀλήθειαν περιζώννυνται οἱ τὴν πανοπλίαν τοῦ θεοῦ ἐνδυσάμενοι, ἐξ ου συνάγεται τὴν ἀλήθειαν ει ναι τὸν Χριστὸν τὴν θεοῦ δύναμιν· φησὶν γὰρ ὁ σωτήρ·̓ Εγώ εἰμι ἡ ἀλήθεια· ὁ δὲ Παῦλος· Χριστὸς θεοῦ δύναμις. Καὶ ε θετο α μωμον τὴν ὁδόν μου, τουτέστιν ἀπέδειξεν. τὸ γὰρ θεῖναι νῦν τὸ ἀποδεῖξαι σημαίνει, ω σπερ καὶ τὸ Ον ε θηκεν κληρονόμον πάντων. Καλῶς δ' ε χει καὶ ἀπὸ τούτου τοῦ στίχου ἐκ προσώπου Χριστοῦ τὸν ο λον ψαλμὸν ἀπηγγέλθαι. ὁ ταῦτα δὲ λέγων, ἀναιρήσας τὰς ὀφιώδεις κακίας καὶ τὰς ἐνεργησάσας αὐτὰς πονηρὰς δυνάμεις, ὑπὸ θεοῦ τοὺς τοῦ ε σω ἀνθρώπου πόδας (τουτέστιν τὰς πορευτικὰς δυνάμεις) κατηρτισμένους ε χει, ι να δυνηθῇ εἰπεῖν Ανευ ἀνομίας ε δραμον καὶ κατηύθυνα· καὶ πληρώσας τὴν πορείαν ἐν τοῖς ὑψηλοῖς ἀκούσεται πρὸς τοῦ θεοῦ Σὺ δὲ αὐτὸς στῆθι μετ' ἐμοῦ. καὶ τὸ ἑστάναι δ' ἐν τοῖς ὑψηλοῖς οὐκ ἐξ ἑαυτοῦ τις ἀλλ' ἐκ τοῦ θεοῦ ε χει. 138 Ps 17, 35a Ωσπερ τὰ α λλα καλά, ου τω καὶ τὸ πολεμεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις πρὸς τοῦ θεοῦ διδασκόμεθα. τὰς γὰρ χεῖρας τῆς ψυχῆς (λέγω δὴ τὰς δραστηρίους αὐτῆς δυνάμεις) τυποῖ, ω στ' ἐπιστημονικῶς κατέχειν τὴν νοητὴν ἀσπίδα καὶ τὴν μάχαιραν τοῦ πνεύματος καὶ α λλα ο σα πνευματικὰ ἀμυντήρια καὶ τὸ πῶς χρῆσθαι δεῖ τοῖς τοιούτοις παιδεύων. ἀλλὰ γὰρ καὶ ὁ σωτήρ, α νθρωπος γενόμενος, ὑπὲρ ἡμῶν πολεμήσας ἐδίδαξεν ἡμᾶς καταπαλαίειν καὶ καταπολεμεῖν τὴν ἀντικειμένην δύναμιν· καὶ εἰς εὐχὴν δέ φησιν τὰς χεῖρας ἐκτείνων· Περιγίνομαι τῶν δυσμενῶν. 139 Ps 17, 35b Συμβολικῶς βραχίονας ὀνομαζομένας χαλκοῦν ε θετο τόξον, διὰ μὲν τοῦ χαλκοῦ τὸ α τρωτον η ευ τονον παριστάς, διὰ δὲ τοῦ τόξου τὸ ἀπολύεσθαι βέλη ἀπὸ τῶν βραχιόνων τῶν ἡμετέρων τρῶσαι δυνάμενα τοὺς ἀντιτεταγμένους. 140 Ps 17, 36 Πρὸς τούτοις α πασιν καὶ ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον.̓ Αλλὰ καὶ ἡ παιδεία σου, φησίν, ἀνώρθωσέν με εἰς τέλος, η τοι ἡ παιδευτικὴ διδασκαλία καὶ ἡ ἐπίπονος ἀγωγή. Εἰς τέλος δέ, τουτέστιν εἰς τελείαν ἀνάστασιν καὶ στάσιν με η γαγεν. ἡ γὰρ παιδεία σημαίνει τὴν παιδευτικὴν ὡς ἐν τῷ̓ Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ καὶ τὴν ἐπίπονον διὰ τοῦ Μὴ ὀλιγώρει παιδείας κυρίου. αυ τη δὲ ἡ ἑκατέρως παιδεία σου διδάσκαλος τῶν καλῶν μοι γεγένηται. 141 Ps 17, 38 Διὰ μυρίων συνεργηθεὶς ὑπὸ θεοῦ θάρσος ἀνέλαβεν καταδιῶξαι τοὺς ἐχθρούς· τῆς δὲ καταδιώξεως τέλος ἡ ἐκείνων εἰς τέλος ε κλειψις. οὐ γὰρ κόπος ου τε φόβος μοι ἐνεπόδισεν. 142 Ps 17, 39a Φειδόμενος τῶν ἐχθραινόντων ἐκθλίβει αὐτούς, ο πως μὴ βέβαιοι καὶ ἀμετακίνητοι ἐν τῇ ε χθρᾳ γένωνται. οὐ γὰρ ἀπολέσαι αὐτοὺς προελόμενος θλίψει περιβαλεῖ, ἀλλ' ι ν' αἰσθηθέντες οι κακῶν εἰσιν παύσωνται τῆς φιλέχθρου προαιρέσεως. 143 Ps 17, 39b Τὸ πεσεῖν τοῦς ἐχθροὺς ὑπὸ τοὺς πόδας τοῦ ἁγίου οὐκ α λλο τι σημαίνει η ὑποταγὴν τῶν διαφόρων. ὡς γὰρ φαῦλον τὸ ἑστάναι ἐν τῇ χειρίστῃ ε ξει, ἀρχὴ σωτηρίας τὸ πεσεῖν ἀπ' αὐτῆς. πεσὼν γάρ τις ἀπ' αὐτῆς οὐκ ε τι ἀντιτείνει, ἀλλ' ει κει καὶ ὑποτάσσεται. 144 Ps 17, 40b. 41 Πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ συνεπόδισας, οὐκ ἐπιτρέπων αὐτοῖς ε μπροσθεν τῆς κακίας ἐλαύνειν. κωλυθέντες γὰρ τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς ὑποκάτω μου γενήσονται, οὐκ ε τι διάφορόν με λογιζόμενοι ἀλλ' α ρχοντα καὶ κεφαλὴν αὐτῶν, ι ν' ἀντὶ μισούντων φιλοῦντες γένωνται· ῃ γὰρ τοιοῦτοί εἰσιν, ἐξωλότρευσας· οὐ γὰρ τὴν οὐσίαν αὐτῶν ἀλλὰ τὸ συμβὰν αὐτοῖς ἐξολοτρεύει. πάνυ γὰρ ἁρμόζει τῇ ἀγαθότητι τοῦ θεοῦ τὸ κακὸν ἀφανίζειν ἀλλ' οὐ τὴν οὐσίαν ῃ συμβέβηκεν τοῦτο. 145 Ps 17, 42 Φησὶν γὰρ πρός τινας· Καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, τῷ τὰς χεῖρας ὑμῶν, τουτέστι τὰς πράξεις, φονικὰς καὶ πλήρεις αι ματος ει ναι. 146 Ps 17, 43 Τούτους τοὺς περὶ ω ν ὁ λόγος παχυνθέντας τῷ τὰ ἐπίγεια φρονεῖν καὶ ὑλικοὺς γεγενημένους, φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ, λεπτυνῶ διὰ προτροπῶν, νουθεσιῶν, ἀπειλῶν, ἐπιπόνου ἀγωγῆς, ι ν' ὡς χοῦς γεγενημένοι κατὰ πρόσωπον τοῦ θείου πνεύματος, ἀνέμου τροπικῶς ὀνομαζομένου, α παν τὸ χοϊκὸν διαριφὲν ὑπ' αὐτῶν ὑπὸ τῆς πνοῆς τοῦ πνεύματος καθαρὸν παντὸς χοῦ τὸ ὑποκείμενον αὐτῶν ἐάσῃ, ῳ συμβεβήκει χοϊκῷ ει ναι. ει εν δὲ καὶ ἑκουσίως ἐπὶ τοῦτο καλούμενοι, οι ς φησιν ὡς πρὸς ο λην πόλιν ὁ κύριος·̓ Εκτίναξαι τὸν χοῦν σου,̔ Ιερουσαλήμ. Αὐτοὺς δὲ τούτους καὶ ὡς πηλὸν πλατειῶν λεανεῖ, η τοι ὁ κύριος η ὁ μιμητὴς αὐτοῦ δίκαιος. λεαινόμενος δὲ ου τος ὁ πηλὸς δυνήσεται α γγος ὀστράκινον γενέσθαι, χρησιμεύων ἐν τῇ μεγάλῃ οἰκίᾳ ἐν ῃ χρυσᾶ καὶ ἀργυρᾶ καὶ ξύλινα καὶ ὀστράκινα σκεύη ἐστίν· ἀλλ' ἐπεὶ τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ εἰς τιμήν, τὰ δὲ ξύλινα καὶ ὀστράκινα εἰς ἀτιμίαν ἐστίν, ὁ ἐκκαθαίρων ἑαυτὸν ἀπὸ τούτων γίνεται σκεῦος τιμῆς ἡγιασμένον καὶ ευ χρηστον τῷ δεσπότῃ εἰς πᾶν ε ργον ἀγαθὸν ἡτοιμασμένον, τοὺς ο ντας τέως πηλὸν πλατειῶν, τουτέστι βόρβορον ἡδονῶν καὶ ἐπιθυμιῶν, ἀπαλλάττων πάσης τραχύτητος τῆς ἀπὸ τῶν παθῶν. ὁ ταῦτα λέγων, ὁμαλότητα διὰ τοῦ λεαίνειν ἐμποιῶν αὐτοῖς, α ρτι αὐτοὺς σκεύη ὀστράκινα ποιήσει, ι ν' αὐθαιρέτῳ ὁρμῇ ἑαυτοὺς ἐκκαθάρωσιν ὡς εἰς τιμὴν σκεύη γεγενῆσθαι χρυσέα η ἀργυρέα. ὡς γὰρ ἑαυτούς τινες ἐκ χρυσῶν καὶ ἀργυρῶν σκεύη ὀστράκινα γεγόνασιν (Υἱοὶ γὰρ Σιὼν οἱ τίμιοι ἐπηρμένοι ἀργυρίῳ πῶς ἐλογίσθησαν εἰς ἀγγεῖα ὀστράκινα ε ργα χειρῶν κεράμεως;), ου τως ἐξ οἰκείας προαιρέσεως ἐξ ὀστρακίνων χρυσᾶ η ἀργυρᾶ γενήσονται. 147 Ps 17, 44– 46 Διττοῦ δὲ τοῦ τῆς γνώσεως ὀνόματος σημαινομένου δηλοῖ ὁτὲ μὲν τὸ ἐπίστασθαι, ὁτὲ δὲ τὸ ἡνῶσθαι καὶ ἀνακεκρᾶσθαι τὸν γινώσκοντα τῷ γινωσκομένῳ. κατὰ τὸ πρότερον σημαινόμενον πάντας γινώσκει ὁ θεός, καὶ οὐ τοὺς σπουδαίους μόνους. πρὸς γὰρ τοὺς φαύλους ὁ σωτὴρ ει πεν·̔ Υμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ε μπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· καὶ ἐν τῷ προφήτῃ· Διότι ε γνων πάσας τὰς ἁμαρτίας ὑμῶν. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον μόνους τοὺς δικαίους εἰδέναι λέγεται· Εγνω γὰρ κύριος τοὺς ο ντας αὐτοῦ, τοὺς δὲ φαύλους ἠγνόει. ῃ φησιν πρὸς αὐτοὺς ὁ σωτήρ·̓ Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ε γνων ὑμᾶς. καὶ ὁ ἀπὸ τῶν ἐθνῶν ου ν λαὸς μὴ γινωσκόμενος ὑπὸ τοῦ σωτῆρος, ο τε ει δωλα καὶ δαιμόνια ἐθεράπευεν καὶ τὴν α λλην α πασαν ε πραττεν κακίαν, μεταβαλὼν διὰ μετανοίας δουλεύειν τῷ Χριστῷ προσελήλυθεν. Ευ δὲ καὶ τὸ εἰπεῖν Ον οὐκ ε γνων. οὐ γὰρ ει πεν· Λαὸς ο ν οὐ γινώσκω ἐδούλευσέν μοι. ὁ γὰρ ε τι τὰ τῆς κακίας ἐνεργῶν οὐ γινώσκεται· ὁ δὲ παυσάμενος τῶν ἁμαρτημάτων οὐκ ἐγνώσθη μὲν πρότερον, γινώσκεται δὲ νῦν. τούτοις συνᾴδει τὸ ἀποστολικὸν φάσκον·̓ Αλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ ου σιν θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. ο τε γὰρ ἠγνόουν θεόν, ἠγνοοῦντο ὑπ' αὐτοῦ, γνόντες δὲ αὐτὸν ἐγνώσθησαν ὑπ' αὐτοῦ. Ισως δὲ δόξειέν τισιν παρέλκον ει ναι τὸ εἰρημένον Εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι, τῷ πάντα τὸν ὑπακούοντα ὠτίῳ ὑπακούειν. οὐ παρελκόντως δὲ οὐδὲ περιττῶς πρόσκειται τὸ ὠτίον τῷ πάντα τὸν ὑπακούοντα, τῷ θεῷ μὴ ἀνθρωπίνῃ καὶ θνητῇ ἀκοῇ χρᾶσθαι ἀλλ' ὠτίῳ θείῳ ἐκ προσθήκης τῷ ε χοντι παραγινομένῳ· Προσέθηκεν γάρ μοι ὠτίον ἀκούειν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ τὰ ἑξῆς. τῶν ἀγαθῶν ἀρχὴ καὶ πηγὴ τυγχάνων ὁ θεὸς πατὴρ γίνεται τῶν ἀγαθοεργούντων, καὶ ο σον ἐν τῷ ποιεῖν τὰ δέοντα τυγχάνουσιν ου τοι ι διοι υἱοὶ τοῦ θεοῦ μετέχοντες τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ. εἰ δὲ ἀπροσεκτήσαντες τῶν ἐναντίων μεθέξουσιν (ταῦτα δ' ἐστὶν τὰ κακὰ), ἀλλοτριωθεῖεν θεοῦ, οι ς ἀκολουθήσει καὶ τὸ παλαιωθῆναι. κοινωνοῦντες γὰρ τῇ ἀρετῇ, λαμπρᾷ καὶ ἀμαράντῳ σοφίᾳ καὶ ἀγήρῳ, ἀεὶ νεάζοντες ἐτύγχανον, μεταπεσόντες δὲ εἰς τὴν κακίαν παλαιωθεῖεν ὑπὸ τῆς φθορᾶς αὐτῶν (ι ν' ου τως ει πω) τριβακούμενοι. Καὶ ε τι ἐπεὶ περὶ̓ Ιουδαίων ἐστὶν ὁ στίχος, ου τοι δὲ παρακάθηνται τῇ παλαιότητι τοῦ γράμματος οὐδὲ κατὰ ποσὸν ε πεσθαι τῇ καινότητι τοῦ πνεύματος ἀνεχόμενοι, Υἱοὶ ἀλλότριοι καὶ πεπαλαιωμένοι γεγένηνται· ου τοι δὲ καὶ ἐπαμφοτερισταὶ καὶ δίψυχοι γεγενημένοι χωλεύειν ἀπὸ τῶν σφῶν τριβῶν λέγονται. τὸ γὰρ ἐπαμφοτερίζειν χωλεύειν̓ Ηλίας ει πεν φάσκων· Εως πότε χωλανεῖτε ἐπαμφοτέραις ταῖς ἰγνύαις; εἰ ε στιν κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ τάχα πᾶς ὁ τὴν θείαν γραφὴν προσηκάμενος, μὴ ὡς δεῖ διανοούμενος αὐτήν, χωλεύειν ἐν αὐτῇ λέγεται τοῦ μὴ παραδεξαμένου αὐτήν, μήτε βαδίζοντος μήτε χωλεύοντος ἐν αὐτῇ. 148 Ps 17, 47a Λέγεται ζῆν ὁ θεός, οὐ ζωῆς μεταλαμβάνων ἀλλὰ ταύτην παρέχων. καὶ αὐτὸς γοῦν περὶ ἑαυτοῦ πολλάκις τὸ Ζῶ ἐγώ, λέγει κύριος, φησίν. ἀλλὰ καὶ ὁ σωτὴρ φάσκων Καθὼς ἀπέστειλέν με ὁ ζῶν πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, παρίστησιν, ο τι ζῇ οὐ κοινωνίᾳ ζωῆς· αὐτὸς γάρ ἐστιν ἡ ζωή, ἐξ ου συνάγεται ὁμοούσιον ει ναι τῷ πατρὶ τὸν υἱόν· εἰ γὰρ ζωὴ ὁ υἱὸς οὐ μετουσίᾳ ζωῆς ἀλλὰ ζωοποιῶν αὐτὸς τοὺς μετέχοντας αὐτοῦ, ζῇ δὲ καὶ ὁ πατὴρ χορηγῶν ζωὴν κατὰ τὰ αὐτὰ τῷ υἱῷ τῆς αὐτῆς ἐνεργείας ἀποδιδομένης πρὸς πατρὸς καὶ υἱοῦ, ἡ αὐτὴ ει η πατρὸς καὶ υἱοῦ οὐσία. καὶ αυ τη δὲ ἡ λέξις τοῦτο παρίστησιν· Ζῶν, φησίν, ὁ πατήρ, κἀγὼ ζῶ διὰ τὸν πατέρα, ὡσεὶ ε λεγεν, διὰ τὸ τοιοῦτον ε χειν πατέρα ο ς κατ' οὐσίαν ζῇ καὶ αὐτὸς ζῶν ὑπάρχει. Αὐτὸς ὁ ζῶν θεὸς καὶ εὐλογητός ἐστιν, εὐλογήσας τοὺς ἁγίους ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. ῥηθείη α ν εὐλογητὸς τῷ πᾶσαν εὐλογίαν περὶ αὐτὸν ει ναι. πᾶν γὰρ τὸ περὶ αὐτοῦ λεγόμενον καὶ φρονούμενον καὶ εὐλόγως λέγεται καὶ φρονεῖται. 149 Ps 17, 47b̔ Ο τῆς σωτηρίας μου θεὸς ὑψοῦται, αι σθησίν μου λαβόντος τοῦ μεγέθους αὐτοῦ· ω ν γὰρ μεγάλα τὰ ε ργα, καὶ αὐτοὶ μεγάλοι. ἐπεὶ ου ν ὑψηλὸν ε ργον ἡ σωτηρία τοῦ λογικοῦ ζῴου, ἀνάγκη ὑψηλὸν ει ναι τὸν ταύτης αι τιον.̔ Υψοῦται δὲ θεὸς οὐκ ἐκ ταπεινοῦ τόπου εἰς ὑψηλὸν μεταβάλλων, ἀλλ' ἡμῶν μεγάλα περὶ αὐτοῦ φρονεῖν διεγνωκότων. 150 Ps 17, 50 Ητοι γὰρ εὐχαριστῶν ὑπὲρ τῆς τούτων προκοπῆς καὶ σωτηρίας ἐξομολογεῖται, η τὰς ἁμαρτίας αὐτῶν εἰς ἑαυτὸν ἀναδεξάμενος τῆς μετανοίας αὐτῶν πρεσβευτὴς γινόμενος· ἀμφότερα γὰρ σημαίνει ἡ̓ Εξομολογήσομαί σοι φωνή. ἀλλὰ καὶ ψάλλει ἐν ὀνόματι τοῦ πατρὸς ὁ υἱός, πάντα ἐργαζόμενος κατὰ τὸ θέλημα τοῦ πατρός. 151 Ps 17, 51a Τὰς σωτηρίας τοῦ βασιλέως Χριστοῦ μεγαλύνων ὁ πατήρ, οὐχ α ς αὐτὸς ὁ βασιλεὺς σῴζεται ἀλλ' α ς παρέχει τοῖς πρὸς αὐτοῦ σῳζομένοις. θεοῦ δ' ἐστὶν ὁ βασιλεύς, οὐχ ὡς αὐτοῦ τοῦ θεοῦ βασιλεύων ἀλλὰ τῶν τῷ θεῷ ἀνακειμένων. καὶ γὰρ τὸν α ρχοντα ὁτὲ μὲν τῶν ἀρχομένων ει ναι λέγομεν ὡς ἡγούμενον αὐτῶν, ὁτὲ δὲ τοῦ βασιλέως α ρχοντα κατὰ τοὺς νόμους αὐτοῦ. 152 Ps 17, 51bc Ελεος ποιεῖ τῷ Χριστῷ, ἐλεῶν τοὺς ὑπὸ Χριστὸν ὑπὲρ ω ν ἱερᾶται καὶ ω ν βασιλεύει· ἱερέα καὶ βασιλέα σημαίνει ἡ Χριστὸς φωνή. Εἰ μὲν περὶ τοῦ Δαυὶδ τουτέστι παντὸς τοῦ ἱκανοῦ τῇ χειρὶ ει η ἡ λέξις, δηλοῖ ἐλεοῦντα τὸν θεὸν τοὺς πρακτικοὺς α νδρας, ἱκανοὺς ο ντας ἐν ταῖς ἐνεργείαις, καὶ ει τινες σπέρμα αὐτῶν τυγχάνουσιν ἐκ διδασκαλίας καὶ μιμήσεως τοῦ σφῶν βίου· ο ν δὲ ποιεῖ τούτοις ε λεον οὐ πρόσκαιρος καὶ πρὸς ὀλίγον ἐστὶν ἀλλ' ε ως αἰῶνος. εἰ δὲ περὶ θεοῦ τοῦ ἀληθῶς Δαυὶδ ὁ λόγος (̓ Αναστήσω γὰρ ὑμῖν ποιμένα ε να τὸν δοῦλόν μου Δαυίδ), αἰώνιον ε λεος αὐτῷ ποιεῖ καὶ τῷ σπέρματι αὐτοῦ τῷ τὸ χρῖσμα καὶ τὴν ἱερωσύνην αὐτοῦ ἀκατάλυτον ει ναι· τῆς γὰρ παλαιᾶς ἱερωσύνης μετατιθεμένης ἀπαράβατος ἡ Χριστοῦ ἱερωσύνη. 153 Ps 18, 2 Οἱ οὐρανοὶ ου ν τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν· δόξα δὲ θεοῦ η τοι ὁ μονογενὴς κατὰ τὸ Τῆς δόξης ἀπαύγασμα, η ἡ διάταξις καὶ ἡ ὑπεροχὴ τῆς βασιλείας αὐτοῦ κατὰ τὸ Καὶ ὀφθήσεται ἡ δόξα κυρίου. ταύτην ου ν διηγοῦνται ὑμνοῦσαι καὶ θεολογοῦσαι αἱ οἰκεῖαι τοῖς οὐρανοῖς δυνάμεις, ὁμωνύμως οι ς οἰκοῦσιν οὐρανοῖς ὀνομαζόμεναι κατὰ τὸν τῆς μετωνυμίας τρόπον. τὴν δὲ ποίησιν τῶν δραστηρίων θεοῦ δυνάμεων, χειρῶν αὐτοῦ ὀνομαζομένων, ἀναγγέλλει τὸ στερέωμα, οὐ τοσοῦτον λόγοις ἀλλ' ε ργοις αὐτοῖς. 154 Ps 18, 3– 5b Οἱ τὸν θεωρητικὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ε χοντες· οὐρανοί εἰσιν διηγούμενοι τὴν προειρημένην θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ τῶν νοητῶν πραγμάτων. οἱ δὲ τὸν πρακτικὸν ἀποδεξάμενοι δι' ω ν ἐπιτελοῦσιν ε ργων στερέωμα τυγχάνουσιν, τουτέστιν ἑδραῖοι καὶ ἀμετακίνητοι· ἀπαγγέλλουσιν τὴν ποίησιν τῶν τοῦ θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ θεοῦ ε ργα καὶ δι' αὐτῶν βοῶντες ε ργα τε τυγχάνοντες θεοῦ.̓ Αλλὰ καὶ ἡ ἡμέρα, τουτέστιν ἡ φωτεινὴ νόησις, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος ου σα ἐρεύγεται ῥῆμα, οι ον ἡ παλαιὰ γραφὴ διὰ τὸ φωτεινὴν ει ναι ἡμέρα ἐστίν·̓ Εκάλεσεν γὰρ ὁ θεὸς τὸ φῶς ἡμέραν. αυ τη πληρωθεῖσα τῶν τοῦ πνεύματος τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προφέρεται ῥῆμα τῇ καινῇ διαθήκῃ· ἀλληγορικῶς καὶ αυ τη ἡμέρα ὀνομαζομένη.̔ Η δὲ νύξ, ἡ βαθυτάτη τῶν πραγμάτων διάληψις, γνῶσιν ἀπαγγέλλει ἑτέρᾳ τοιαύτῃ νυκτί. ο τ' α ν γὰρ τὸ πνεῦμα τὸ πάντα ἐρευνῶν καὶ τὰ βάθη τοῦ θεοῦ ε χων τις ἐρευνᾷ τι τῶν βαθυτέρων τοῦ θεοῦ μυστηρίων, γνοὺς αὐτὸ ἐκ τούτου ἐπὶ τὰ ὁμοίως ἀσαφῆ μετέρχεται, κἀκείνων ἐπιστήμην ε ξει. Λαλιαὶ δέ εἰσιν αἱ προκατασκευάζουσαι καὶ προοδοποιοῦσαι τοῖς λόγοις, λόγοι δὲ ε στωσαν οἱ τιθέμενοι τὰ πνευματικὰ διηγήματα καὶ τελείως τὰς πίστεις αὐτῶν ἀποδεικτικῶς ἐπιφέροντες. οὐκ εἰσὶν ου ν λαλιαὶ οὐδὲ λόγοι πρὸς ὑπακοὴν θεοῦ, Ων οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. διὰ τοῦτο γὰρ ει ρηνται ὑπὸ τοῦ κυρίου, ι να ἀκουσθῶσιν οι ς ει ρηνται· ο θεν οὐδεὶς καταλείπεται λόγος ἀπολογίας τοῖς μὴ ποιοῦσιν μηδὲ φρονοῦσιν α ὑφηγοῦνται αἱ φωναὶ τῶν προειρημένων λαλιῶν καὶ λόγων. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ τὰ ἑξῆς. ο σοι τυγχάνουσιν γῆ ἐπιτηδείως πρὸς σπόρον ε χοντες, ου τοι χωροῦσι τὸν φθόγγον τῶν λαλιῶν καὶ λόγων, τουτέστιν τὴν λέξιν τὴν κατὰ τὸ αἰσθητὸν τῆς γραφῆς· οἱ δὲ ὑπερβεβηκότες τὴν τούτων κατάστασιν ὡς χρηματίσαι πέρατα τῆς οἰκουμένης δέξονται τῶν λαλιῶν καὶ τῶν λόγων τὰ ῥήματα, σαφῶς περὶ πάντων παιδευόμενοι. ἀμέλει καὶ ὁ τῶν ἀποστόλων πρόκριτος οὐ φθόγγοὐ Ιησοῦ ἀλλὰ ῥημάτων ἀκούων̔ Ρήματα, ε φη, ζωῆς αἰωνίου ε χεις· καὶ αὐτὸς δὲ ὁ σωτήρ· Τὰ ῥήματα α λελάληκα ὑμῖν πνεῦμά ἐστιν. οι ς γὰρ ταῦτ' ε λεγεν ἀποστόλοις, οὐκέτι γῆ ἀλλὰ καὶ πέρατα οἰκουμένης η σαν. 155 Ps 18, 5c– 7 Κατὰ δὲ τὸν τῆς ἀναγωγῆς νόμον σκήνωμα θεοῦ ἡ ἐκκλησία ει ναι δύναται, τεθεῖσα ἐν τῷ ἡλίῳ τουτέστιν ο σον καὶ ο που η λιος φαίνει· συντρέχει γὰρ ταῖς ἡλιακαῖς αὐγαῖς ὁ εἰς πᾶσαν τὴν γῆν ἐξεληλυθὼς φθόγγος καὶ τὰ ῥήματα αὐτοῦ εἰς τὰ πέρατα τῆς οἰκουμένης φθάσαντα. δύναται δὲ καὶ ε καστος τῶν χωρούντων θεοῦ δόξαν, σκήνωμα αὐτοῦ ὀνομαζόμενος, ἐν τῷ ἡλίῳ τῆς δικαιοσύνης τουτέστιν Χριστῷ τεθεῖσθαι· τῶν γὰρ τοιούτων σκηνωμάτων κρηπὶς καὶ θεμέλιος τὸ φῶς τὸ ἀληθινόν. τάχα δὲ καὶ ἐπεὶ Φῶς τοῦ κόσμου καὶ Φῶς ἀληθινὸν καὶ Ηλιος δικαιοσύνης ὁ σωτὴρ λέγεται, οὐχ οι όν τε τούτου τοῦ φωτὸς νόησιν εἰληφέναι ἀγνοοῦντα τὸ αἰσθητὸν φῶς ὁ προσβαλὼν τῷ ὑπερέχοντι τῶν αἰσθητῶν. ε στιν δὲ ὁ η λιος ἐκ τῆς τούτου νοήσεως φαντασίαν λαμβάνων τοῦ νοεροῦ φωτός, ω σπερ οἰκοῦν τὸ φῶς τὸ ἀληθινὸν ἐν τῷ αἰσθητῷ ἡλίῳ εὑρήσει. οὐ γὰρ προσεκτέον τισὶν ἑτεροδόξοις λέγουσιν ο τι μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁ σωτὴρ ἐν τῇ ἡλιακῇ σφαίρᾳ ἀπέθετο ο ἐφόρεσεν σῶμα φυλάττεσθαι μέχρι τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας.̓ Εν τῷ ἡλίῳ ε θετο τὸ σκήνωμα αὐτοῦ, καὶ τὰ ἑξῆς. πρὸς τῇ λέξει νοήσεις κατὰ ἀναγωγήν, ο τι ὁ η λιος τῆς δικαιοσύνης ἐκ παστοῦ τῶν κόλπων τῶν πατρικῶν ἐκπορευόμενος κατὰ τὸ̓ Εγὼ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ η κω, ἐκπορεύεται οι α νυμφίος σύζυγον ε χων τὴν λογικὴν φύσιν, τουτέστι τὴν ε νδοξον ἐκκλησίαν· ῃ φησιν ὁ̓ Ιωάννης·̔ Ο ε χων τὴν νύμφην νυμφίος ἐστίν. ἑαυτὸν γὰρ κενώσας μορφὴν δούλου ε λαβεν· γεγηθὼς καὶ ἀγαλλόμενος ἀνύει τὸν δρόμον τῆς οἰκονομίας η ς ἑκουσίως ἀνεδέξατο, ἰσχυροτάτου γίγαντος τὴν ὁρμὴν ἀναλαμβάνων. ου τος δὲ ἀπ' α κρου τοῦ οὐρανοῦ τὴν ἀρχὴν τῆς ἐξόδου ε χων κατήντησεν εἰς α κρον τοῦ οὐρανοῦ, ἀναβαίνων ἐκεῖ ο θεν καὶ τὴν ἀρχὴν ω ρμησεν. φησὶν γοῦν·̓ Εὰν ι δητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ο που η ν τὸ πρότερον, καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου.̓ Αλλὰ καὶ τὴν θέρμην αὐτοῦ οὐδεὶς οι ός τέ ἐστιν ἀποκρυβῆναι· τοῦ γὰρ πυρὸς ου ἐλήλυθεν βαλεῖν ἐπὶ τῆς γῆς πάντες μεταλαμβάνουσιν, ω ς τινας τῷ πνεύματι ζέοντας γενέσθαι. 156 Ps 18, 8b– 10̔ Η τοῦ κυρίου μαρτυρία, η ν μαρτυρεῖ τοῖς καλοῖς ε ργοις καὶ τῇ γνώσει τῆς ἀληθείας, πιστή ἐστιν· οὐκ ἀπὸ τοῦ πιστεύειν ἀλλ' ἀπὸ τοῦ ἀξία ει ναι τοῦ πιστεύεσθαι κέκληται, ω σπερ καὶ τὸ Πιστὸς ὁ λόγος ἀπὸ τοῦ ἀξιοπίστου ει ρηται καὶ περὶ αὐτοῦ δὲ τοῦ θεοῦ ει ρηταἱ Ο θεὸς πιστὸς καὶ οὐκ ε στιν ἀδικία ἐν αὐτῷ καὶ Πιστὸς ὁ θεὸς δι' ου ἐκλήθητε. διὰ γὰρ τὸ ἀξιόχρεως καὶ τοῦ πιστεύεσθαι α ξιος ει ναι ου τως ὠνομάσθη, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἀμετάβλητον.̔ Η ου τως γοῦν πιστὴ τοῦ κυρίου μαρτυρία σοφοὺς ποιεῖ τοὺς στραφέντας καὶ γενομένους ὡς τὰ παιδία κατὰ τὸ βούλημα Ιησοῦ.̓ σοφίζει δὲ καὶ τὰ ἀρτιγέννητα βρέφη, τὰ διὰ τοῦ εὐαγγελίου γεννηθέντα. τάχα δὲ κἀκείνους τοὺς νηπίους σοφίζει, τοὺς μὴ ἐντραφέντας ἀσκήσεσιν καὶ σὺν γυμνασίαις λόγων ἀνθρωπίνων ἀλλὰ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας. Τὰ δὲ δικαιώματα κυρίου πάσης σκολιότητος ἐκτὸς ο ντα εὐθεῖά ἐστιν, εὐθεῖς ποιοῦντα τοὺς παραδεχομένους αὐτά, ω στε καὶ πᾶσαν λύπην ἀποβαλόντας ἐν εὐφροσύνῃ θείᾳ γενέσθαι τὴν ψυχήν.̔ Αγνὸς δὲ ει ρηται ὁ τοῦ θεοῦ φόβος, οὐκ ω ν παθητικὸς οι ος ὁ ἐκβαλλόμενος ἀπὸ τῆς τελείας ἀγάπης ἀλλ' εὐλαβείᾳ καὶ θείῳ σεβασμῷ ὁ αὐτὸς ω ν. ου τος δὲ τοὺς προσηκαμένους ἁγνοὺς ἀπεργάζεται, ἀλλὰ καὶ παρεκτείνει μέχρι τοῦ μέλλοντος αἰῶνος, οὐκ ω ν πρόσκαιρος καὶ ὀλιγοχρόνιος. Τὰ κρίματα τοῦ κυρίου ἀληθινά. ὁ πάντα ὁ κατὰ τὴν ἰδίαν ἀλήθειαν ἐπιτελῶν καὶ κρίνων ἀληθινῶς κρίνει· ῃ φησιν ὁ ἀπόστολος· Οι δαμεν γὰρ ο τι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. α ου ν κατὰ ἀλήθειαν κρίνει ὁ θεός, κρίματά ἐστιν ἀληθινά– ει ρηται δὲ ἀληθινὰ πρὸς ἀντιδιαστολὴν ψευδῶν καὶ ἀδίκων κριμάτων. ταῦτα δὴ τὰ ἀληθινὰ κρίματα δεδικαιωμένα ἐστὶν ἐπὶ τὸ αὐτό, ο τ' α ν α μα καὶ ἐπὶ τὸ αὐτὸ γένηται. τάχα γὰρ εἰ ε καστον καθ' ἑαυτὸ θελήσοι τις ἰδεῖν, τὴν ἀληθότητα καὶ δικαιοσύνην αὐτοῦ τρανῶς οὐκ ο ψεται· η ρτηνται γὰρ ἀλλήλων ὡς ε καστον τοῦ ἐχομένου μαρτυρεῖσθαι οι όν ἐστιν. 157 Ps Ταῦτα τὰ προτεθεωρημένα τῷ ἐπιμεληθέντι τῆς ἑαυτοῦ διανοίας ἐπιθυμητὰ ὑπὲρ τὰ παρὰ ἀνθρώποις τίμιά ἐστιν. ὁ γὰρ ἀποστήσας τὴν ἐπιθυμητικὴν ἑαυτοῦ δύναμιν ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων πόθῳ τῷ πρὸς τὸ ο ντως ἀγαθὸν πᾶσαν αὐτὴν ἀναλώσει εἰς τὰ ἀληθῶς ὀρεκτά, καὶ γλυκύτερα αὐτὰ αἰσθήσεται τῶν ὡς ἐν αἰσθητοῖς γλυκυτάτων κηρίου καὶ μέλιτος. οὐ γεύσει δὲ σωματικῇ ἀλλ' αἰσθήσει θείᾳ ἀντιλήψεται τῆς γλυκύτητος τῶν προειρημένων. Ταῦτα δὴ φυλάξει ὁ τοῦ κυρίου δοῦλος. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· οὐ περὶ ἑαυτοῦ μόνου τοῦτο λέγων ἀλλὰ καὶ περὶ παντὸς δούλου κυρίου. Εἰ μὲν ἐπὶ τῇ φυλακῇ τούτων πρόσκαιρόν τι καὶ αἰσθητὸν ἀπηντᾷ, οὐκ η ν ἀνταπόδοσις πολλή· ἐπειδὴ δὲ ὑπερκόσμιος καὶ ὑπερουράνιος ἡ ἐπὶ τῇ τούτων φυλακῇ ἀνταπόδοσις, ἀκόλουθον πολλὴν αὐτὴν ει ναι. 158 Ps 18, 13– 14a Τὰς μὲν φανερὰς καὶ ἀποτελεσματικὰς ἁμαρτίας πᾶς τις ει σεται, τὰ δὲ ἐν κρυπτῷ γινόμενα παραπτώματα ἐν ταῖς ἐνθυμήσεσιν καὶ λογισμοῖς ὁ φωράσων σπάνιος· τὸ γὰρ Τίς ἐνταῦθα τὸ σπάνιον δηλοῖ. Παῦλος γοῦν οὐδὲν ἑαυτῷ συνειδὼς, ἐπιστάμενος ο τι σπάνιον τὸ συνιέναι τὰ προειρημένα παραπτώματα Οὐκ ἐν τούτῳ, ε φη, δεδικαίωμαι.̔ Εξῆς γοῦν τῷ Παραπτώματα τίς συνήσει; κεῖται τὸ̓ Απὸ τῶν κρυφίων μου καθάρισόν με· μονονουχὶ τοῦτο τοῦ δικαίου λέγοντος, ἐπεὶ ἐν τοῖς λογισμοῖς τοῖς κρυφίοις τῆς καρδίας συμβαίνει ῥύπον ει ναι ο ν οὐκ α λλοι μόνον ἀλλὰ κἀγὼ αὐτὸς ἀγνοῶ, σὺ περίελε αὐτόν, τῶν κρυπτῶν τυγχάνων γνώστης. συμβαίνει γὰρ τοῦτον τὸν ῥύπον, εἰ μὴ ἀφανισθείη, ἐπιταθέντα ἀφορμὴν καὶ πρόφασιν γενέσθαι τοῦ ἁλῶναί με ὑπὸ ἀλλοτρίοις· φειδόμενος ου ν τοῦ σοῦ δούλου μὴ ἐάσῃς αὐτὸν ὑπὸ ἀλλοτρίοις ἁλῶναι, ἀπὸ τῶν κρυφίων καθαρίσας αὐτόν. τὰ γὰρ ἐν κρυπτῷ ἁμαρτήματα μὴ ἐκκοπτόμενα μεταπέσοι α ν ποτε εἰς πρακτικὴν ἁμαρτίαν, δι' η ν περιτεύξεταί τις ἀλλοτρίοις θεοῦ η τοι πράγμασιν η τοι πονηραῖς δυνάμεσιν. φείσεται δὲ τοῦ ἑαυτοῦ δούλου ὁ θεός, ο τ' α ν μὴ φείσεται τοῦ ἰδίου υἱοῦ ὑπὲρ πάντων παραδοὺς αὐτόν· τὸ γὰρ φείσασθαι τοῦ υἱοῦ πάντων ἀπώλεια, τὸ δὲ μὴ φείσασθαι πρὸς τὸ σωτηρίαν πᾶσιν γενέσθαι. καὶ αὐτὸς ὁ υἱὸς ἐκτὸς ε σται πάσης βλάβης, ταύτην δέχεσθαι οὐδ' ο λως πεφυκώς. 159 Ps 18, 14c. 15 Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. εἰ γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μεταφέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Οτ' α ν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τότε εἰς εὐδοκίαν ἐστὶν τὰ λόγια τοῦ στόματός μου, α προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι· εἰς εὐδοκίαν δ' ἐστὶν τὰ λόγια τὰ ἀποδοχῆς α ξια.̔ Η μελέτη τοῦ διανοητικοῦ μου γινομένη ἐν λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς ου σα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διαπαντός. τὸ μέντοι τῆς μελέτης α μεμπτον οὐκ α λλοθεν η ἐκ σοῦ ὑπῆρκται καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Σοῦ βοηθοῦντος, ω δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. εἰ δὲ καὶ παρ' ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάντων λύτρωσαι, α μα βοηθὸς καὶ λυτρωτής μου εὑρισκόμενος. 160 Ps 19, 2– 4 Τὸν θλιβόμενον εὐθυμοποιῶν η τοι ὁ ἐνυπάρχων τῇ ψυχῇ λόγος η τὸ α γιον πνεῦμα διεγεῖρον αὐτόν φησιν·̓ Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως. διὰ τῆς προκοπῆς μανθάνει ὁ θλιβόμενος μὴ ὀλιγωρεῖν μηδὲ τὰς ἐλπίδας καταβάλλειν ἀλλ' ἐξέχεσθαι τοῦ θεοῦ διὰ προσευχῶν· τοῦ γὰρ ἐπακούειν θεὸν ἡγεῖται εὐχή. εἰς προσευχὰς ου ν παρακαλεῖ τὸν θλιβόμενον διὰ τοῦ φάναι·̓ Επακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ο νομα τοῦ θεοῦ̓ Ιακώβ. ἡ προσηγορία τοῦ θεοῦ ἡ προσοικειωθεῖσα τῷ̓ Ιακὼβ ἀσπὶς ὑπάρχουσα σοῦ ἐστιν. ζητητέον δὲ διὰ τί, θεοῦ χρηματίσαντος τοῦ̓ Αβραὰμ καὶ τοῦ̓ Ισαὰκ καὶ τοῦ̓ Ιακώβ, τὸ ο νομα τοῦ θεοῦ Ιακώβ, οὐχὶ τοῦ θεοῦ̓ Αβραὰμ ἠ Ισαάκ, ὑπερασπίζει τοῦ̓ θλιβομένου. μήποτε ου ν, ἐπεὶ ἐν πολλαῖς κακοπαθείαις καὶ ἐπιπόνοις ὁ̓ Ιακὼβ γεγένηται ὡς τὸν βίον αὐτοῦ σύμβολον τῆς ἀθλητικῆς πολιτείας ει ναι, ὁ θλιβόμενος ἀσκούμενος ἐγκαρτερεῖν ταῖς θλίψεσιν καὶ ἀγωνίζεσθαι πρὸς αὐτὰς ὑπερασπίζεται ὑπὸ τῆς θεοῦ προσηγορίας, η τοῦ̓ Ιακώβ ἐστιν, ι να πτερνιστὴς κατ' ἐκεῖνον γεγενημένος πτερνίσῃ καὶ καταπαλαίσῃ τὰ θλιβερὰ καὶ τὰ ἐνεργοῦντα αὐτὰ πνεύματα πονηρά.̓ Εξ ἁγίου δὲ καταπέμπει βοήθειαν η τοῦ οὐρανίου ναοῦ (ὁ γὰρ ναὸς παρ' Εβραίοις α γιον ὀνομάζεται) η ἐξ ἁγίου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν̔̓ Ιησοῦ Χριστοῦ περὶ ου λέγεται·̔ Ο θεὸς ἐκ Θεμᾶν η ξει καὶ ὁ α γιος ἐξ ο ρους Φαρᾶν κατασκίου δασέος. αυ τη δὲ ἡ ἐξήγησις κυριωθήσεται ἐκ τοῦ ἐπιφερομένου στίχου.̓ Εκ Σιὼν γὰρ ἀντιλάβοιτό σου, τῷ ἐκεῖθεν τὸν σωτῆρα τῷ γένει τῶν ἀνθρώπων ἐπιλάμπειν κατὰ τὸ̓ Εκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. μαρτυρηθείη δὲ καὶ ἡ πρώτη ἐκδοχή, ἐκ Σιὼν τῆς ἐπουρανίου ἀντιλαμβανομένου θεοῦ. Μνησθείη πάσης θυσίας σου, ἐπεύχεται, τῷ θλιβομένῳ τοῦτο σημαίνων· ε σται τὸ ῥυσθῆναί σε ἐκ τῆς θλίψεως ω στε εὐχαριστητικῶς θυσίαν προσενεγκεῖν, ι να πάσης τῆς ου τως προσαγομένης θυσίας σου μνησθείη ὁ θεὸς ου σης πνευματικῆς.̓ Αλλὰ καὶ τὸ ὁλοκαύτωμά σου ἀποδεχόμενος πιανάτω· σημειωτέον διαφέρειν θυσίαν ὁλοκαυτώματος. τάχα γὰρ ἐπὶ τῶν ἀψύχων προσαγομένων ἐπὶ τὸν βωμὸν κεῖται τὸ θυσίας ο νομα, τοῦ ὁλοκαυτώματος ἐμψύχου θύματος ο ντος. 161 Ps 19, 5 Δίδωσι θεὸς κατὰ τὴν καρδίαν τοῦ εὐχομένου, ο τ' α ν τοιαῦτα αἰτῆται, α καὶ θεῷ πρέπει διδόναι καὶ τῷ λαμβάνοντι συμφέρει. ἡ γὰρ περὶ τούτων αι τησις ὀρθῶς γινομένη ε ξει τὸν θεὸν παρέχοντα. Καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι· βουλὴν τουτέστιν τὴν βούλησιν ὀρθῶς γινομένην πληρώσαι. πληροῦται δὲ βούλησις, ο τ' α ν μὴ διαμάρτῃ ἐν ταῖς σκέψεσιν, ἀλλ' ἐκεῖνα ἀπαντήσῃ περὶ ω ν προεβουλεύσατο. 162 Ps 19, 6 Εστιν δὲ τοῦτο περὶ ου ει ρηται·̓ Ιδοὺ ἐτέχθη ἡμῖν σήμερον σωτήρ, ο ς ἐστιν Χριστὸς κύριος. λέγεται σωτήριον λέγειν τὴν σωτηρίαν η ν σῴζεται, ῳ ἐπακούει θεὸς ἐν ἡμέρᾳ θλίψεως, ἐφ' ῃ σωτηρίᾳ ἀγαλλίασις ε σται. Καὶ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. α λλων ἐπὶ κοσμικοῖς πράγμασιν μεγαλυνομένων, ἡμεῖς̓ Εν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. σημαίνει δὲ τὴν ἐν τῷ ο ντως ἀγαθῷ προκοπὴν τὸ Μεγαλυνόμεθα. οὐ γὰρ ει πεν· μεγάλοι ἐσμέν. ταύτῃ τοι καὶ ὁ Ισαὰκ προβαίνων μείζων ἐγίνετο, ε ως μέγας ἐγένετο σφόδρα. μεγαλύνεται δέ̓ τις ἐν ὀνόματι κυρίου τὰ γνησίου καὶ τελείου δούλου ἐπιτελῶν.̓ Εγκώμιον μέγα τοῦ περὶ ου ὁ λόγος τὸ πληρωθήσεσθαι ὑπὸ κυρίου πάντα τὰ αἰτήματα αὐτοῦ οὐδὲν αἰτουμένου, ω ν μὴ παρέχει ὁ θεός. πλήρωσις δὲ αἰτήσεων τὸ ἐκβῆναι καὶ εἰς υ παρξιν ἐλθεῖν ἐκεῖνα, ὑπὲρ ω ν τις ἠξίωσεν. 163 Ps 19, 7 Τῆς χριστοῦ φωνῆς ὁτὲ μὲν ἐπὶ τοῦ ἱερέως, ὁτὲ δ' ἐπὶ τοῦ βασιλέως, ὁτὲ δὲ ἐπὶ τῆς κατὰ σάρκα τοῦ θεοῦ λόγου οἰκονομίας· ὁ μέν τις φήσει ἐπὶ τοῦ Δαυὶδ εἰρῆσθαι, ὁ δὲ ἐπὶ̓ Εζεκίου περὶ ου καὶ τὴν ὑπόθεσιν ει ληφεν τοῦ ψαλμοῦ, ὁ δὲ καὶ εἰς τὴν οἰκονομίαν ἀνθρωπίνως εἰρημένον. Τάχα δὲ καὶ τῶν πιστευόντων ἁπάντων συμπληρούντων τὸ σῶμα Χριστοῦ κατὰ τὸ Ου τω καὶ ὁ Χριστὸς ε ν σῶμα, πολλὰ δὲ μέλη, σῴζεσθαι λέγεται ὁ Χριστός, ο τ' α ν οἱ γενόμενοι αὐτοῦ σῶμα καὶ μέλη σωτηρίαν ε χωσιν. Ευ δὲ καὶ τὸ εἰπεῖν Νῦν ε γνων. νῦν γὰρ τουτέστιν ἐν τῷ παρόντι αἰῶνι γινώσκομεν τὸν Χριστὸν σῳζόμενον τῷ ἀπεντεῦθεν ἀρραβῶνα σωτηρίας δέχεσθαι.̓ Επακούει τοῦ Χριστοῦ κατὰ πᾶσαν ἀπόδοσιν προειρημένην. τὰ δεξιὰ δὲ τοῦ θεοῦ, τουτέστιν ὁ λόγος αὐτοῦ, σωτηρίαν ποιεῖ, οὐχ ὡς ε τυχεν ἀλλ' ἐν δυναστείαις οι α στρατηγὸς η βασιλεὺς α ριστος. 164 Ps 19, 8 Ιππους μὲν νοῶν τὰ σκιρτητικὰ τῶν παθῶν οι ς ἐπιβαίνουσιν αἱ ἀντικείμεναι δυνάμεις, α ρματα δὲ τὴν σύμπνοιαν τῶν ὁρμητικῶν παθῶν ἐν οι ς παρασκευάζονται καθ' ἡμῶν· ἀλλ' εἰ καὶ ου τοι ἐν τούτοις, ἀλλ' ἡμῶν ἀμυντήριον ἀκαταμάχητον ἡ τοῦ θεοῦ προσηγορία. 165 Ps 20, 2– 3̔ Ο κατασταθεὶς βασιλεὺς ἐπὶ Σιὼν ο ρος κυρίως καὶ ἀληθῶς βασιλεύς ἐστιν, εὐφραινόμενος θείαν εὐφροσύνην ἀπὸ τῆς παρούσης αὐτῷ δυνάμεως θεοῦ. πᾶς δὲ ὁ ψαλμὸς ἑρμηνευθείη περὶ Χριστοῦ βασιλέως καὶ τοῦ συμβασιλεύοντος αὐτῷ, ι να μὴ ἐφ' ἑκάστης λέξεως τοῦτο σημαίνειν ἀναγκαζώμεθα.̔ Ο ἐπιθυμίαν σαρκὸς μὴ τελῶν τῷ πνεύματι περιπατεῖ. ου τος ἀνακραθεὶς τῷ πνεύματι ἐπιθυμίαν καρδίας λαμβάνει ἀπὸ θεοῦ. ὁ γὰρ τῶν τῆς σαρκὸς ὀρεκτῶν ἀπεσχημένος, α ὀρέγεται ἡ καρδία τουτέστιν ὁ νοῦς, λαμβάνει παρὰ θεοῦ ἐμπιμπλῶντος ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν αὐτοῦ. ἀλλὰ καὶ τυχών τις ω ν δεῖται οὐκ ἐστερήθη ὑπὸ κυρίου τῆς δεήσεως τῶν χειλέων αὐτοῦ. 166 Ps 20, 4– 5̓ Απὸ τοῦ Οτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος αἰτιολογικῷ συνδέσμῳ τῷ Οτι χρησάμενος ε δειξεν ο τι εὐφραίνεται καὶ ἀγαλλιᾷ ἐπὶ τῷ προευφθάσθαι ἐν εὐλογίαις χρηστότητος. τὰ δὲ πρὸς ἀντιδιαστολὴν εὐλογιῶν, μὴ χρηστότητος, πρόσκειται ἐνταῦθα τῆς χρηστότητος· εὐλογῶν γὰῤ Ιακὼβ τοὺς υἱοὺς εὐλογίας τρόπῳ ἀπαντήσεσθαι τοῖς υἱοῖς ἐπίπονά τινα ει πεν, ὡς τὸ̓ Επικατάρατος ὁ θυμὸς αὐτῶν. καὶ ει τι τοιοῦτον ε λαττον προκείμενον, βασιλέα καὶ τὸν μιμητὴν αὐτοῦ προφθάνει ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος, ἀναβιβάζων εἰς τὰς ὑπερκοσμίους ἐπαγγελίας ω ν ἐν ἀρραβῶνι ἀπεντεῦθέν ἐστιν γενέσθαι.̓ Εκ τῶν ε ργων καὶ ἐπιτηδευμάτων ἑαυτοῦ τις στεφανοῦται. ἀμέλει ὁ δικαίως τὸ δίκαιον διώξας ἀπολήψεται τὸν τῆς δικαιοσύνης στέφανον, καὶ ὁ ὀρθῶς περὶ τῆς τριάδος δοξάσας κομιεῖται τὸν ἀμαράντινον στέφανον τῆς δόξης. κατατρυφήσας δέ τις τοῦ κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται, καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων δέχεται εἰς τὴν ἑαυτοῦ κορυφήν. ἀλλὰ καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου τιμίους λίθους, ὑφ' ω ν εἰργάσατο λίθων τιμίων, στεφθήσεται, θεοῦ ἀναδοῦντος αὐτοῦ τὴν τῆς ψυχῆς κεφαλὴν τῷ στεφάνῳ τῷ ἐκ λίθων τιμίων· καὶ πρὸς δύναμιν δὲ θείαν κεκοσμημένην πάσῃ ἀρετῇ λέγεται Πάντα λίθον χρηστὸν ἐνδέδεσαι.̔ Ο ου ν στεφανῶν θεὸς ἐν ἐλέει καὶ οἰκτιρμοῖς στεφανώσει ἐκ λίθων τιμίων πεποιημένον στέφανον, ω σπερ καὶ ἐλπίδι τοὺς ἐπ' αὐτῷ καραδοκοῦντας· Εστι γὰρ κύριος Σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῇ δόξῃ. ἐπειδὴ δὲ ὁ ἀπόστολος γράφει τοῖς ἑαυτοῦ μαθηταῖς Χαρὰ καὶ στέφανός μου, μήποτε καὶ οἱ Χριστοῦ γνώριμοι, λίθοι τίμιοι διὰ τὴν ευ τονον ἀρετὴν ο ντες, στέφανος πλακέντες ἐπιτεθήσονται τῇ Χριστοῦ κεφαλῇ μᾶλλον, Παύλου λέγοντος τοῖς μαθηταῖς Χαρὰ καὶ στέφανός μου. Ζωὴν ᾐτήσατό σε καὶ ε δωκας αὐτῷ. εἰ μὲν ὁ μιμητὴς Χριστοῦ ει η ὁ περὶ ου ὁ λόγος, ζωὴν αἰτησαμένῳ αὐτὸν τὴν αἰώνιον δέδωκεν ὁ θεός· Τὸ χάρισμα γὰρ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν. εἰ δὲ περὶ Χριστοῦ λέγει τὸ ζωὴν αἰτησαμένῳ αὐτῷ, ε δωκεν ὁ πατήρ, ι να ζωοποιήσῃ τοὺς νεκρούς. Μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος· πρὸς τῷ ζωὴν ᾐτηκέναι καὶ μακρότητα ἡμερῶν ᾐτήσατο, ι ν' ε χῃ αὐτὴν ἀθανάτως καὶ ἀπεράντως. μακρότητα ἡμερῶν δέχεται καὶ ὁ φωτίσας ἑαυτῷ φῶς γνώσεως, ὡς ε καστον δόγμα τῆς ἀληθείας πεφωτισμένον ε χειν· ἑκάστη γὰρ περιγραφὴ νοήσεως ἡμέρα τίς ἐστιν. 167 Ps 20, 6– 8a Τὸ σωτήριον τοῦ θεοῦ δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ καὶ παντὶ τῷ συναναστάντι αὐτῷ. Δοξὰν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν, δόξαν ταύτην τὴν κατὰ τὴν ἀνάστασιν. τὸ δ'̓ Επιθήσεις σημαίνει ο τι καὶ πρὸ ταύτης τῆς δόξης ἑτέραν ει χεν κατὰ τὸ̓ Εδόξασα καὶ πάλιν δοξάσω. ε στιν δὲ μεγαλοπρέπεια τὸ ἐν μεγάλοις πρέπον. τὸ πρέπον ου ν περὶ τὸν σωτῆρα ἐν μεγάλοις γεγένηται. τί γὰρ μεῖζον τοῦ νεκροὺς ἐγείρειν καὶ ἐπὶ τῆς θαλάσσης βαδίσαι η τῶν παραπλησίων τεραστίων αὐτοῦ; ἀλλὰ καὶ ἐκ νεκρῶν αὐτοῦ ἀναστάντος, ἐν μεγάλοις τὸ πρέπον αὐτῷ ὑπῆρκται· εἰς οὐρανοὺς γὰρ ἀνελήφθη καὶ ἐν δεξιᾷ τοῦ πατρὸς ἐκάθισεν, Οτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. ταῦτα πάντα περὶ αὐτὸν ὑπῆρκται, ο τι εὐλογία αὐτῷ εἰς αἰῶνα αἰῶνος δίδοται παρὰ τοῦ πατρὸς καθ' η ν εὐλογεῖ τοὺς προσπελάζοντας αὐτῷ, τότε μάλιστα ο τε κατάρα ὑπὲρ ἡμῶν γεγενημένος ἐξηγόρασεν ἡμᾶς ἀπὸ τῆς τοῦ νόμου κατάρας ἐπὶ τῷ εἰς τὰ ε θνη γενέσθαι τὴν εὐλογίαν τοῦ̓ Αβραάμ. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. ω σπερ ἀπὸ θεοῦ πατρὸς καὶ κυρίοὐ Ιησοῦ Χριστοῦ ἡ αὐτὴ χάρις καὶ εἰρήνη δίδοται, ου τω τὴν αὐτὴν χαρὰν ἐκ θεοῦ καὶ τοῦ προσώπου αὐτοῦ γίνεσθαι συμβαίνει· πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. ταῦτα δὲ γενήσεται περὶ τὸν βασιλέα ἐλπίζοντα ἐπὶ θεὸν κύριον τυγχάνοντα τῶν ἐλπιζομένων. πείρᾳ γὰρ προσβαλὼν τοῖς προσδοκωμένοις εὐφραίνεται μετὰ τοῦ προσώπου τοῦ θεοῦ. Καὶ α λλως· ἐπεὶ πρόσωπον ἡ εἰκών σου τυγχάνει, αυ τη δ' ἐστὶν ὁ θεὸς λόγος, μετὰ τούτου τοῦ προσώπου γινόμενος ὁ βασιλεὺς ναὸς αὐτοῦ χρηματίζει καὶ σύμμορφος αὐτοῦ γινόμενος εὐφραίνεται ἐν χαρᾷ. 168 Ps 20, 8b. 9 Παρὰ τοῦ ὑψίστου ε λαιον λαβὼν τῷ κέχρισθαι ἐλαίῳ ἀγαλλιάσεως,̓ Απαράβατον ε χει τὴν ἐκ τῆς χρίσεως ἱερωσύνην, κατὰ τὴν τάξιν Μελχισέδεκ ω ν εἰς τὸν αἰῶνα ἱερεύς. τὸ γὰρ μὴ σαλευθῆναι αὐτὸν δηλοῖ μὴ πρόσκαιρον αὐτὸν ε ξειν ἀξίαν ἀφ' η ς ἐστιν σαλευθῆναι μεταβάλλοντα εἰς ε τερόν τι. Οὐ τισὶν ἀλλὰ πᾶσιν τοῖς ἐχθροῖς τοῦ θεοῦ εὑρίσκεται ἡ χεὶρ αὐτοῦ η τοι κολάσεις αὐτοῖς ἐπιφέρουσα η πολεμοῦσα τοὺς ἀντιτεταγμένους τῷ θείῳ νόμῳ κατὰ τὸ Πολεμεῖ κύριος κρυφαίᾳ χειρὶ ἐπὶ̓ Αμαλήκ. καὶ τάχα ἐχθροὺς δύναται ἐνταῦθα λέγειν τοὺς ἀπρονοησίαν εἰσάγοντας καὶ ἀθεότητα ἀσπαζομένους. τούτοις γὰρ μὴ τιθεμένοις θεὸν εὑρεθείη ἡ χεὶρ θλίβουσα καὶ ἐπιτιμίαν αὐτοῖς ἐπιφέρουσα, ὡς τότε αὐτοὺς γνῶναι ο τι θεὸς ἐπιστατεῖ τῶν ο λων. Μισοῦντας ἐνταῦθα θεὸν λέγει τοὺς ἁμαρτάνοντας. εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ θεοῦ τελειοῦται κατὰ τὸ̓ Εάν τις ἀγαπᾷ με, τὸν λόγον τὸν ἐμὸν τηρήσει, ἀκολουθήσει τὸν μὴ τηροῦντα τὸν λόγον καὶ τὰς ἐντολὰς τοῦ θεοῦ μισεῖν τὸν θεόν. ὁ δὲ ου τως μισῶν ἀπολωλέναι λέγεται. ἐπεὶ ου ν προσδοκία ἐστὶν ἐλεύσεσθαι τὸν σωτῆρα ο ντα θεοῦ δεξιὰν ἐπὶ τῷ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, εἰκότως λέγεται·̔ Η δεξιά σου ευ ροι πάντας τοὺς μισοῦντάς σε. Τίνι δὲ διαφέρει κατὰ τὰς γραφὰς χεὶρ δεξιᾶς θεωρητέον. τὴν χεῖρα ἐπὶ τῶν κολάσεων τάττει, ὡς τὸ̔ Η χείρ σου ε θνη ἐξωλόθρευσεν, καὶ Νῦν ἀποστείλας τὴν χεῖρα πατάξω σε (Καὶ γὰρ χεὶρ κυρίου ἡ ἁψαμένη μού ἐστιν)· τὴν δὲ δεξιὰν ἐπὶ τῆς σωτηρίας καὶ τῶν α λλων ἀγαθῶν· Εσωσεν γὰρ αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ Δεξιὰ κυρίου ἐποίησεν δύναμιν, καὶ Δεξιὰ κυρίου υ ψωσέν με, καὶ τὰ τοιαῦτα. εἰκότως ου ν καὶ ἐνταῦθα τὴν μὲν χεῖρα εὑρίσκεσθαι τοῖς ἐχθροῖς τιμωρουμένην αὐτούς φησιν, τὴν δὲ δεξιὰν εὑρίσκειν τοὺς μισοῦντας ο πως εὑρεθέντες μηκέτι ω σιν ἐν ἀπωλείᾳ. 169 Ps 20, 10a Τὸ Θήσεις αὐτοὺς ἀναφέρεσθαι ἐπὶ τοὺς ἐχθροὺς νομίζω, ου ς τινας διὰ τὸ κολάσει παραδεδόσθαι θήσει ὡς κλίβανον πυρὸς οὐκ ἀεὶ καὶ ἐπ' α πειρον ἀλλ' ε ως τοῦ καιροῦ τῆς ἐπιλάμψεως τοῦ θεϊκοῦ προσώπου. σημαίνει δὲ κἀνταῦθα ὁ καιρὸς οὐ χρόνον ἀλλὰ τὴν ποίαν κατάστασιν τῶν δυναμένων χωρῆσαι τὸ θεοῦ πρόσωπον. νομίζω δὲ καὶ τὸ τοῦ κλιβάνου ο νομα μὴ μάτην παρειλῆφθαι· ὡς γὰρ οὐ μάτην οὐδ' ὡς ε τυχεν ἐκκαίεται κλίβανος ἀλλ' ἐπί τινι τέλει χρηστῷ η ἀρτοποιΐᾳ η α λλῳ τινὶ τοιούτῳ, ου τω καὶ τὰς κολάσεις τίθεται θεὸς ἐπὶ τῷ καιρὸν ἀπαντῆσαι τοιοῦτον καθ' ο ν ἐνιδεῖν τῷ προσώπῳ αὐτοῦ δυνήσονται. 170 Ps 20, 10b Τοὺς διαναπαυομένους ἐπὶ κακίᾳ καὶ ψευδοδοξίᾳ τῷ θέλγεσθαι ὑπὸ ἡδονῆς συνταράξει ὁ θεὸς ἐν ὀργῇ αὐτοῦ, θορυβουμένους ἐπὶ προσδοκίᾳ τιμωρίας. τούτους δὲ ου τω διατεθέντας καταφάγεται πῦρ οὐ σωματικὸν πάντως ἀλλὰ τὸ ἀκολουθοῦν τῇ νόσῳ τῆς ψυχῆς, η τοι μεταμελουμένης ἐφ' οι ς ε δρασεν κακοῖς αὐτῆς τῆς μεταμελείας δίκην πυρὸς διεσθιούσης αὐτήν, η τῆς δυσαρεστήσεως γεννώσης αὐτῇ πῦρ ἀνάλογον ταῖς τοῦ σώματος νόσοις. ω σπερ γὰρ αἱ σωματικαὶ τροφαὶ πέρα τοῦ δέοντος προσενεχθεῖσαι η νοσοποιὸν ποιότητα ε χουσαι πυρετοὺς ἐγείρουσιν τοῖς βεβρωκόσιν, ου τω τοῖς τραφεῖσιν τὴν κακίαν καὶ τὰ φαῦλα δόγματα ἀκολουθήσει ἐκ τούτων τῶν τροφῶν κατάλληλον πῦρ, ο καταφάγεται αὐτοὺς οὐκ ἀναλίσκον αὐτῶν τὴν τῆς ψυχῆς οὐσίαν (ἀνώλεθρος γὰρ αυ τη) ἀλλὰ τὴν ποιότητα, καθ' η ν ξύλα χόρτον καλάμην α χυρα καὶ ζιζάνια γεγένηνται, ι να τῶν ἐπισυμβάντων ἀναλωθέντων καθαρὰ ἡ δεδεγμένη αὐτὰ οὐσία ὀφθῇ. 171 Ps 20, 11 Καὶ ἐνταῦθα δείκνυται οὐχ ἡ οὐσία αὐτῶν ἀπολλυμένη ἀλλ' α κακῶς ἐκαρποφόρησαν· ε ξεις δὲ μοχθηραὶ καὶ φαῦλα ε ργα ἐστίν. Ωσπερ τὰ καρπὸν τέλειον φέροντα φυτὰ ἐξ αὐτοῦ τοῦ πληρωθέντος καρποῦ προβάλλονται σπέρμα ἐπὶ τῷ ο μοια αὐτοῖς ε τερα φυτὰ γενέσθαι, ου τως οἱ ἐν κακίᾳ καὶ δυσσεβείᾳ καρποφορήσαντες διδασκαλίας σπέρμα καταβάλλονται ἐπὶ τῷ ὁμοίους αὐτῶν φαύλους καὶ δυσσεβεῖς ποιῆσαι. τούτου τὸ σπέρμα ἀφανίζει θεὸς ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. 172 Ps Εκλιναν εἰς αὐτὸν κακὰ η τοι α θεα περὶ αὐτοῦ δόγματα η τὴν αἰτίαν τῆς κακίας προσάπτοντες αὐτῷ· ἐξέκλιναν δὲ κακὰ εἰς τὸν σωτῆρα οἱ προδόται καὶ ἐχθροὶ αὐτοῦ ἀποδεδειγμένοι. σημειωτέον ο τι κατ' ε κκλισιν ἐπιτελεῖται τὰ κακὰ καὶ οὐ κατ' εὐθύτητα ω σπερ τὰ ἀγαθά. διὰ πάντων δὲ οἱ φαῦλοι διαστραφέντες καὶ ἀδυνάτοις ἐγχειροῦσιν· διαλογίζονται γὰρ ἐπιβουλευτικῶς κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος. τάχα δὲ καὶ πᾶς κακός, δι' ω ν ἁμαρτάνει, διαλογίζεται βουλὴν τὴν μὴ δυναμένην στῆναι τῷ ἀβέβαιον καὶ μὴ μένουσαν ει ναι τὴν κακίαν. Οτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. ου ς ἀποστρέφεται ὁ θεός, τούτους νῶτον τίθεται δυναμένους ει ναι πρόσωπον. Η καὶ ου τως· τοὺς μὴ οι ους τε ὁρᾶν τὸ πρόσωπον τοῦ θεοῦ τῷ μὴ ε χειν καρδίαν καθαρὰν τίθεται κατανοεῖν τὰ ὀπίσω αὐτοῦ τὰ μετ' αὐτὸν ο ντα δημιουργήματα, ι να τὴν κτίσιν αὐτοῦ θεωροῦντες ε ννοιαν αὐτοῦ λάβωσιν, ι να καὶ ἀποβαλόντες δι' α ἀδυνάτως ε σχον καθαρὸν ε χειν πρόσωπον, προσβαλόντες τῷ θεῷ αὐτὸ τὸ τοῦ θεοῦ πρόσωπον ι δωσιν. διό φησιν· Καὶ ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. περίλοιπα δὲ τοῦ θεοῦ τὰ ἀνωτέρω τῶν αἰσθητῶν κτισμάτων αὐτοῦ ἐστιν. 173 Ps 20, 14a̓ Επεὶ συγκαταβαίνων τῇ ἀσθενείᾳ ἡμῶν ἀσθενές τι ἀνείληφας ο περ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν, σταυρωθεὶς ἐξ ἀσθενείας,̔ Υψώθητι ἐν τῇ δυνάμει σου. 174 Ps 20, 14b Τὸ ᾳ δειν ἐπὶ θεωρίας ληπτέον, τὸ δὲ ψάλλειν ἐπὶ τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. θεωροῦντες ου ν τὸ νοητὸν τῶν δυναστείων καὶ πράττοντες κατ' αὐτάς, Αισομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, α ς ἐδυναστεύσας οι α τροπαιοῦχος βασιλεὺς κατὰ διαβόλου καὶ τῶν ἀντικειμένων δυνάμεων. δύναται δηλοῦν καὶ τὸ Χαριστηρίους αι νους ἀνακρουσόμεθά σοι δυναστεύσαντι κατὰ τοῦ θανάτου. 175 Ps 21, 1̓ Αντίληψις ἑωθινὴ κατορθοῦται, τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνίσχοντος καὶ ἀρχὴν ἡμέρας κατασκευάζοντος· ἡ γὰρ ἀνατολὴ τοῦ ἀληθινοῦ φωτὸς τῇ νυκτὶ τῆς ἀγνοίας καὶ πλάνης τέλος ἐπιθεῖσα ε ω πνευματικὴν ἀνέλαμψεν. αυ τη δὲ ἀρχομένη ἐπὶ τέλος φωτισμοῦ τελείου καταντήσει, δι' ο ν φωτισμὸν πάντα τὰ α λλα πνευματικὰ πνευματικῶς ἐτελέσθη τῷ τέλος ει ναι, ου χάριν τὰ α λλα πάντα, αὐτὸ δὲ οὐδενὸς ε νεκα, ο καὶ ε σχατον ὀρεκτὸν καλοῦσιν τῷ μὴ ει ναι ἀνωτέρω τούτου ου τις ὀρεχθείη τῷ τοῦτο ει ναι τὸ τελικώτατον ἀγαθόν.̔ Η προγραφὴ ου ν τοῦ προκειμένου
5
σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγενημένῳ. καὶ τοῦτο δὲ τηρητέον ο τι φυλάττει πρόσωπον ε ν λέγον ἀπ' ἀρχῆς μέχρι τέλους ὁ ψαλμὸς οὐδὲ μιᾶς μεταβολῆς εὑρισκομένης περὶ τὸ λέγον πρόσωπον. καὶ ἐπεὶ ἡ καινὴ διαθήκη λέξεις ἀπὸ τοῦ
6
τοῦ Χριστοῦ ἑρμηνεῦσαι. δηλώσομεν δὲ τὰς λέξεις, αι ς ἡ καινὴ διαθήκη ἐχρήσατο, ἐπ' αὐτὰς φθάσαντες. 176 Ps 21, 2a Σημειωτέον δὲ ο τι ὀρθῇ πτώσει ἀντὶ κλητικῆς κέχρηται· ἀντὶ γὰρ τοῦ εἰπεῖν Θεέ μου θεέ μου ι να τί,̔ Ο θεὸς ὁ θεός μου ει πεν· ε θος δὲ τῇ γραφῇ ἐν πολλοῖς τοῦτο ποιεῖν. ο ου ν βούλεται εἰπεῖν τοῦτό ἐστιν· ὁ καθόλου καὶ ἀληθινὸς θεὸς θεός μου τυγχάνων πρόσχες μοι πολεμουμένῳ καὶ πολλοῖς ἐπιπόνοις περιτύχοντι· Ινα τί γὰρ ἐγκατέλιπές με; πυνθανομένου δὲ τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἡ φωνή. ἐπεὶ γὰρ συνῄδει ἑαυτῷ α κραν καθαρότητα (οὐκ ῃ δει γὰρ ἁμαρτίαν), ἠπίστατο μὴ ἐπὶ ἁμαρτίᾳ ἐγκαταλελεῖφθαι ἀλλὰ δι' ε τερόν τι τῷ παντὶ συμφέρον. τοῦτ' ου ν βούλεται φανερὸν γενέσθαι, οὐ δι' ἑαυτὸν πάσχοντα ἀλλὰ διὰ τοὺς ὁρῶντας αὐτόν· γνόντες γὰρ ο τι δι' αὐτοὺς ἐγκατελείφθη ὑμνήσουσιν αὐτὸν ὡς σωτῆρα. 177 Ps 21, 2b Λεκτέον τοίνυν λόγους παραπτωμάτων, οὐ τὰς περὶ τῶν παραπτωμάτων προφοράς. ὡς γάρ φαμεν λόγον οὐρανοῦ καθ' ο ν γέγονεν καὶ λόγον ἡλίου δι' ο ν ὑπῆρκται, ου τω καὶ λόγον παραπτωμάτων ἐροῦμεν καὶ οὐκ αὐτὰ τὰ παραπτώματα ἀνειληφέναι τὸν σωτῆρα εἰς τὸ ἑαυτοῦ σῶμα. τούτους δὲ τοὺς τῶν παραπτωμάτων λόγους πρὸ τοῦ πάθους ε φερεν αὐτοῦ τὸ σῶμα, ἀναστὰς δὲ ἐκ νεκρῶν, ο τε καὶ σεσῶσθαι λέγεται, μακρὰν ἀπὸ τῆς σωτηρίας αὐτοῦ τοὺς λόγους τῶν προειρημένων ἁμαρτημάτων ε σχεν, ἀπεκδυσάμενος τὰς ἐνεργούσας τὰ παραπτώματα ἀρχὰς καὶ ἐξουσίας ο τε ἐθριάμβευσεν αὐτὰς ἐν αὐτῷ παρρησιασάμενος ἐπὶ τῷ σταυρῷ. 178 Ps 21, 3 Οὐ μόνον ἐπιπόνων καὶ σκυθρωπῶν περιεστηκότων α νὺξ ἀλληγορικῶς ἐστιν βοῶ πρός σε Θεέ μου ο πως μὴ πάθω τι, ἀλλὰ γὰρ καὶ φαιδρῶν καὶ λαμπρῶν ο ντων τῶν κατ' ἐμὲ πάλιν κράξω ο πως μὴ βλαβερόν τι ἐξ ἐπάρματος γένηται. ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος ὁ σωτὴρ λέγει· ου τω δέ μου βοῶντος οι δα ο τι εἰσακούσῃ. μεθ' ὑποστιγμῆς γὰρ ἀναγνωστέον· Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης, ο τε τὰ περιεστηκότα ἐστὶν σκυθρωπά, τῶν πολλῶν ἐν ταῖς περιστάσεσιν σκοτιζομένων ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ κράζοντα πρὸς θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ ἐγὼ τίνος ε νεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστιν. 179 Ps Καὶ οἱ πατέρες δὲ ἐξ ω ν εἰμι τὸ κατὰ σάρκα (ου τοί εἰσιν οἱ πατριάρχαι) ἐπὶ σοὶ η λπισαν προσδοκῶντες τὴν ἐμὴν ἐπίλαμψιν. ἀλλὰ καὶ ἐλπίσαντες οὐκ ἀπέτυχον· ἐρρύσθησαν γὰρ ἀπὸ θανάτου καὶ διαβόλου, ἐμοῦ λυτρωσαμένου καὶ ῥυσαμένου αὐτούς. πρὸς σὲ γὰρ καὶ αὐτοὶ βοήσαντες τὴν δι' ἐμοῦ καὶ ἐξ ἐμοῦ σωτηρίαν ε σχον. οὐ γὰρ κατῃσχύνθησαν ἐπὶ σὲ ἐλπίσαντες· ἀπέσχον γὰρ τὰ τῆς ἐλπίδος καὶ προσδοκίας. 180 Ps 21, 9 Ιστωσαν δὲ οἱ ταῦτα λέγοντες, νομομαθεῖς ει ναι ἐπαγγελλόμενοι, ψευδοδοξοῦντες περὶ τῆς προνοίας. τὰ γὰρ αὐτὰ λέξειεν α ν τις̔ Ησαΐου πριζομένου, καὶ οι τινες α λλοι ὑπὲρ εὐσεβείας πεπόνθασιν. ἡμεῖς γὰρ τὸ ῥυσθῆναι καὶ σωθῆναι ἐκ τῶν περιεστηκότων ἐπιπόνων οὐ τὸ ἐκτὸς αὐτῶν γενέσθαι φαμέν, ἀλλὰ τὸ ἀνδρείως καὶ τλητικῶς αὐτὰ ἐνεγκεῖν, ω στε μὴ βλαβῆναι τὴν διάνοιαν ἐκκρουομένης τῆς ὀρθῆς προθέσεως ἐκ τῶν πόνων. τοὺς γοῦν μάρτυρας τῆς ἀληθείας, μυρία ο σα παθόντας καὶ ἐναποθανόντας ταῖς βασάνοις, ἐρρύσθαι καὶ σεσῶσθαι ἐκ τῶν θλίψεων λέγομεν· οἱ γὰρ ἐκτὸς τῶν θλιβερῶν δι' ἀρνήσεως γεγενημένοι οὐ μόνον οὐκ ἐρρύσθησαν καὶ ἐσώθησαν ἀπὸ τῶν πειρασμῶν, ἀλλὰ καὶ κατεπόθησαν ὑπ' αὐτῶν. 181 Ps Τάχα γὰρ ὁ ἐκ σπέρματος συλληφθείς, τελεσφορηθεὶς ἐν τῇ γαστρὶ πληρωθέντος τοῦ καιροῦ τῆς ἀποτέξεως, ὑπ' αὐτῆς τῆς μήτρας ἐπὶ τὰ ε ξω προβάλλεται. μόνον δὲ τὸν σωτῆρα ὁ πατὴρ ἐκ τῆς γαστρὸς τῆς παρθένου ἐκσπᾷ, οὐκ ε ξωθεν σπέρματος αὐτῇ καταβληθέντος ἀλλ' ἐξ αὐτῆς τοῦ θείου τόκου ἐξεσπασμένου. Τοῖς α λλοις ἀνθρώποις τὸ ἐλπίζειν καὶ προσδοκᾶν τὰ μέλλοντα μετὰ συμπλήρωσιν τοῦ λόγου ἐφ' ἡλικίαις γενομένοις ἐπέρχεται. μόνον δὲ τὸ ἐκ Μαρίας βρέφος ἀπὸ μαστῶν τῆς μητρὸς ἐλπίζει τελειότητα· θεὸν γὰρ ε χει τὴν ἐλπίδα· οὐδέποτε γὰρ ἐν κακίᾳ γεγένηται, πάντων ἀνθρώπων μετὰ α γνοιαν καὶ πονηρίαν τὸ ἀγαθὸν ἀσπαζομένων. καὶ τοῦτο δηλῶν Ησαΐας ε λεγεν· Πρὶν η γνῶναι αὐτὸν ἀγαθὸν η κακὸν ἀπειθεῖ̔ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πρὸ τῆς ἐνανθρωπήσεως ὁ̓ Ιησοῦς μόνην τὴν πρὸς πατέρα ε φερεν οἰκειότητα· η ν γὰρ αὐτοῦ πατὴρ ὁ θεός, καὶ αὐτὸς υἱὸς θεοῦ. ἀφ' ου δὲ σὰρξ γενόμενος ἐκ κοιλίας προῆλθεν σχέσιν ε σχεν τὴν πρὸς τὸν πατέρα τὴν πρὸς θεόν. διό φησιν· Εἰ καὶ ἀεὶ πατήρ μου τυγχάνεις, ἀλλὰ καὶ θεός μου ει ναι η ρξω ἐκ κοιλίας μητρός. 182 Ps 21, 12 Παρούσης θλίψεως συνὼν ὁ θεὸς οι ός τέ ἐστιν καρτερίαν παρασχεῖν ὡς γενναιάζειν τὸν θλιβόμενον, ἀπόντος δὲ θεοῦ ἰσχυρὰ τὰ περιεστηκότα. ευ χεται ου ν ὁ τὸν ψαλμὸν λέγων, τύπος ἡμῖν τοῖς ἀνθρώποις γινόμενος καὶ διδάσκων ἡμᾶς ἐν πειρασμοῖς ου τω προσεύχεσθαι, μὴ τοιαῦτα αὐτῷ πραχθῆναι ἐφ' οι ς α ν χωρῇ θεός, ι να παρόντος θεοῦ καταπαλαίσῃ τοὺς ἐγείροντας τὴν θλῖψιν. εἰ γὰρ ἀποσταίη τινὸς ὁ θεός, οὐχ ὑπάρξει ἐκείνῳ βοηθός. 183 Ps Μόσχοι δ' α ν ει εν καὶ αἱ περὶ τὰ γήϊνα καὶ σωματικὰ ἐνεργοῦσαι πονηραὶ δυνάμεις (γεωπόνον γὰρ τοῦτο τὸ ζῷον), αἱ δὲ ψευδοδοξίας προϊστάμεναι δι' ἀπατηλῶν λόγων καὶ σοφισμάτων κερατίζουσαι ταῦροι τυγχάνουσιν πίονες ο ντες διὰ τὸ δῆθεν πολυμαθὲς καὶ κεκομψευμένον τῆς φράσεως. δυνατὸν δὲ καὶ τοὺς Ιουδαίους κατὰ̓ νόμον βουθυτοῦντας ἐξ ω ν ἐπιτηδεύουσιν μόσχους ὠνομασμένους περικυκλοῦν ἐχθρικῶς τὸν κύριον· Πόντιος δὲ Πιλᾶτος καὶ ει τινες α λλοι ἐν ὑπεροχῇ ταῦροι κερατισταὶ ὑπάρχοντες, περιέχειν σπουδάζουσιν αὐτόν. Λέγοι δ' α ν ταῦτα ὁ σωτὴρ καὶ περὶ τοῦ σώματος αὐτοῦ, τῆς ἐκκλησίας, ἰδὼν ἀνθρώπους χαμαιπεταῖς καὶ γῆν ἐργαζομένους πολεμικῶς περικυκλοῦντας αὐτοῦ τὸ σῶμα, τὸ̓ Εκύκλωσάν με μόσχοι πολλοί. τοὺς δὲ α ρχοντας, τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους, ἑωρακὼς περιθέοντας αὐτοῦ τὸ σῶμα ἐρεῖ· Ταῦροι πίονες περιέσχον με. παριστὰς δὲ αὐτῶν τὸ ἐξηγριωμένον τῆς πονηρίας καὶ τὸ ε τοιμον εἰς τὸ θλῖψαί φησιν· Ηνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. στόμα γὰρ ἠνεῳγμένον αὐτῶν εἰς τὸ ἁρπάσαι τοὺς ἀπατωμένους ὁ σοφιστικὸς ει η λόγος. τάχα δὲ̔ Ως λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος ἀναφέρεται ἐπὶ τὸν διάβολον, ἀφ' ου λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, καταπίοντος διὰ μὲν παρακοῆς τὸ ου ς τοῦ ἀνθρώπου τῆς ψυχῆς, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς. 184 Ps 21, 15ab̓ Επεὶ σῶμα Χριστοῦ οἱ πεπιστευκότες εἰσίν, τὰ τῶν πεπιστευκότων πάθη εἰς ἑαυτὸν ἀναλαβὼν πεπονθέναι λέγει ταῦτα, α συμβέβηκεν τοῖς συμπληροῦσιν αὐτοῦ τὸ σῶμα. ἐπεὶ ου ν σκορπισμὸν ὑπέμειναν τὰ πρόβατα παταχθέντος τοῦ ποιμένος, φησὶν̔ Ωσεὶ υ δωρ ἐξεχύθη· τὸ γὰρ ἐκκενωθὲν υ δωρ σκορπίζεται.̓ Αλλὰ καὶ περὶ τῶν ἀποστόλων φησὶν τὸ Διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· αὐτοὶ γὰρ ὀστᾶ αὐτοῦ τυγχάνουσιν διὰ τὸ ευ τονον καὶ διακρατεῖν πᾶν τὸ σῶμα. 185 Ps 21, 15c– 16b Τάχα γίνεταί τινος ἡ καρδία τηκομένη οι α κηρὸς ἐν μέσῳ τῆς κοιλίας, ο τ' α ν ι δῃ τοὺς ὠδινηθέντας καὶ γεννηθέντας ὑπ' αὐτοῦ συμφορὰν ὑπομένοντας. ἐπεὶ τοίνυν καὶ τὰ προειρημένα περὶ τοὺς μαθητὰς̓ Ιησοῦ γέγονεν, ἡ καρδία αὐτοῦ διακειμένη πρὸς αὐτοὺς ἀγαπητικῶς, πυρουμένη κηροῦ πάθος ἀνεδέξατο ἐν μέσῳ τῆς κοιλίας συμπαθούσης οι ς ε τεκεν. ἀλλὰ καὶ τὸ γλυκὺ τῆς καρδίας ο τε κηρὸς ὑπῆρχεν ἐτάκη, ο τε τροφὴ γέγονεν καὶ εἰς γαστέρα ἐχώρησεν· τὰς γὰρ νοήσεις τῆς καρδίας ὡς κηρὸν τραφέντας εἰς κοιλίαν κατέβαλον, τηκόμενον καὶ λεπτυνόμενον διὰ τῆς συνεχοῦς μελέτης, ἐπὶ τῷ εἰς τὴν σύστασιν τοῦ τραφέντος ἀναδοθῆναι.̓ Αλλὰ καὶ ἡ ἰσχὺς εἰς τὴν κάμινον τοῦ βίου εἰσαχθεῖσα ὀστράκῳ παραπλησίως ἐξηράνθη· μετὰ πεῖραν γὰρ θλιβερῶν ὡς ἐκ καμίνου τις ἐξαφθεὶς ξηρασίαν ὀστράκου ἀναδέξεται, οὐκέτι ὑγραινόμενος οι α πηλὸς ὑπὸ τῆς ὑγρότητος τοῦ πηλοῦ καὶ τοῦ ῥευστοῦ τῶν ἡδονῶν. Τῶν ἀκροατῶν διεσκορπισμένων οὐκέτι παρόντων εἰς ου ς ἡ γλῶττα ἐνήργει διδάσκουσα καὶ διαλεγομένη, ἀνενέργητος ει η τῷ λάρυγγι κεκολλημένη· ἡ γὰρ προφέρουσα λόγον κινεῖται οὐκ ἐμποδιζομένη ὑπὸ τῆς πρὸς τὸν λάρυγγα κολλήσεως. 186 Ps 21, 16c Χοῦν θανάτου τάχα λεκτέον τὸ παρὰ Παύλῳ σῶμα θανάτου ὀνομασθέν· χοῦς γὰρ ἀληθῶς τοῦτο πεπλασμένον ἀπὸ τῆς γῆς. χοῦς δὲ θανάτου ει ρηται τὸ πάντως τὸν γεννώμενον καὶ τεθνήξεσθαι. εἰ γὰρ τὸ τεχθήσεσθαι συμπλέκεσθαί ἐστι σώματι, ἀνάγκη καὶ διάλυσιν γενέσθαι η τις ἐστὶν θάνατος. εἰς τοῦτο ου ν τὸ σῶμα τὸ ἐκ τῆς παρθένου ἐμβὰς ὁ σωτὴρ Εἰς χοῦν, ε φη, θανάτου κατήγαγές με. τάχα καὶ εἰς η ν κατῆλθεν νεκρότητα καὶ τὸν ᾳ δην δι' ἡμᾶς χοῦς ἐστιν θανάτου· γέγονε γὰρ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 187 Ps 21, 17c– 19̔ Η Ωρυξαν χεῖράς μου καὶ πόδας λέξις τὸν διὰ σταυροῦ σημαίνει θάνατον τῶν ἐπὶ τοῦτο ἐρχομένων, ἐξορυττομένων τὰς χεῖρας καὶ τοὺς πόδας διὰ τῆς τρυπήσεως τῶν η λων.̓ Εξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. ἐξαριθμεῖσθαι πάντα τὰ ὀστᾶ τοῦ σώματος δύναται, ο τ' α ν γυμνωθῇ τῶν συμπεπαρμένων σαρκῶν· καὶ τοῦ Χριστοῦ σώματος μὲν ὀστᾶ προαποδέδονται οἱ ἀποστόλοι, σάρκες δὲ αὐτοῦ ῥηθεῖεν οἱ ἐπιπολαιότερον καὶ σωματικώτερον πεπιστευκότες. ο τε ου ν ἐπὶ τὸ αὐτό ἐστιν τὸ σῶμα, τὰ μὲν ὀστᾶ διακρατεῖ τὰς σάρκας, αἱ δὲ σάρκες περὶ τὰ ὀστᾶ τυγχάνουσιν καλύπτουσαι αὐτά. ο τ' α ν ου ν φόβος τις ἐκταράξῃ φευγόντων τῶν ἐπιπολαιότερον πεπιστευκότων, καταλείπονται μόνοι οἱ στερροὶ καὶ ευ τονοι ζηλωταὶ ὡς ἐξαριθμεῖσθαι αὐτοὺς γυμνωθέντας πεφευγότος τοῦ πλήθους. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· καίτοι οὐκ αὐτῶν περιγεναμένων μου (ἐγὼ γὰρ ἑκουσίως αὐτὰ ἀνειλόμην), Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ε βαλον κλῆρον. Πρὸς τῇ ἱστορίᾳ ἀλληγορικώτερον̔ Ιμάτια καὶ̔ Ιματισμὸς̓ Ιησοῦ ει ναιδύνανται αἱ πρόχειροι τῶν γραφῶν λέξεις· ταύτας γὰρ ἀμφίσκεται καὶ περιβάλλεται ὁ θεὸς λόγος ὑφεστὼς κατὰ τὰ πνευματικὰ νοήματα. οἱ ου ν ἑτερόδοξοι δήμιοι καὶ πνεύματα κυριοκτόνα τὰ ἱμάτια τοῦ σωτῆρος μερίζονται τὰς τῶν γραφῶν λέξεις. ε καστος γὰρ αὐτῶν τὰς μὲν δέχεται τῶν γραφῶν, τὰς δὲ ου, καίτοι τοῦ χιτῶνος̓ Ιησοῦ ἀσχίστου τυγχάνοντος διὰ τὸ ει ναι α ρραφον· οὐ γὰρ βεβιασμένην ε νωσιν ἀλλὰ συμφυῆ ε χει. ε στιν δὲ καὶ α νωθεν διὰ τὸ θεόπνευστος ει ναι ὑφαντὸς δι' ο λου· διὰ πάσης γὰρ δυνάμεως ἡ γραφὴ α νωθέν ἐστιν.̔ Η δὲ ἐκκλησία οὐ μερίζεται τὰ ἱμάτια οὐδὲ κλῆρον βάλλει ἐπ' αὐτοῖς· ο λα γὰρ ε χει καὶ ἐνδέδυται παραστᾶσα ἐκ δεξιῶν̓ Ιησοῦ οι α Βασιλὶς ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. ὑπεραναβᾶσα δὲ ταῦτα τὰ ἱμάτια καὶ αὐτὸν̓ Ιησοῦν ἐνδύσεται ο ντα σοφίαν καὶ δύναμιν πατρός, σοφὴ καὶ δυνατὴ γινομένη. 188 Ps 21, 20 Ταῦτα δὲ ποιούντων ἐκείνων, Μὴ μακρύνῃς τὴν βοήθειάν μου· σοῦ γὰρ βοηθοῦντος καὶ εἰς τὴν ἀντίληψίν μου προσέχοντος, τριταῖος ἀναστὰς ἐκ νεκρῶν ματαίαν τὴν κατ' ἐμοῦ ἐπιβουλὴν ἀναδείξω. 189 Ps 21, 21a̓ Επεὶ οἱ περικυκλώσαντές με ἐχθροὶ κατ' ἐμοῦ φονῶντες μάχαιραν ε χουσιν οὐ σῶμα ἀλλὰ ψυχὴν τρῶσαι δυνατήν,̔ Ρῦσαι ἀπὸ τῆς τούτων ῥομφαίας τὴν ψυχήν μου, ἀβλαβῆ αὐτὴν ἀπὸ ταράχου καὶ δειλίας φυλάττων. εἰ γὰρ καὶ ἱκανῶς παρεσκεύασται ἡ ἡμετέρα ψυχή, ἀλλά γε θεωροῦσα τὸν διάβολον μετὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καὶ τοῦ στίφους τῶν ἀντικειμένων ἐνεργειῶν καὶ πονηρῶν ἀνθρώπων, ὑπ' αὐτῶν ἐνεργουμένων ταραχθεῖσα (τρεπτῆς γάρ ἐστι φύσεως) σύμμαχον ε χειν παρακαλεῖ τὸν δυνάμενον ῥύσασθαι ἀπὸ τῆς ῥομφαίας τῶν πολεμίων. Τάχα δὲ καὶ αὐτὸς ὁ διάβολος ἀλληγορικῶς ῥομφαία λέγοιτο, ἐπεὶ τολμᾷ κατὰ πάσης ψυχῆς τρῶσαι αὐτὴν προαιρούμενος· καὶ ἐκ ταύτης τοίνυν τῆς ῥομφαίας ῥυσθῆναι παρακαλεῖ. 190 Ps 21, 21b Ου ς πρότερον πληθυντικῶς περικυκλώσαντας αὐτὸν κύνας ει πεν, νῦν ἑνικῶς διὰ τὸ γένος καλεῖ. μονογενῆ δὲ αὐτοῦ τὴν ψυχὴν ει πεν διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν α λλων ψυχῶν. πᾶσαι μὲν γὰρ ἐκεῖναι ε γνωσαν ἁμαρτίαν, αυ τη δὲ ου. κἀκείναις μὲν ἐκ διαλειμμάτων ἐπιφοιτᾷ καὶ σύνεστιν ὁ θεὸς λόγος, ταύτῃ δὲ ἀχωρίστως καὶ ἀδιαστάτως μέχρι τέλους ἀδιάζευκτος διαμενεῖ. ταῦτ' ου ν τὰ ἐξαίρετα αὐτῇ συνόντα μονογενὴς ει ναι αὐτοῦ λέγεται. Τάχα δὲ καὶ ἡ παραστᾶσα αὐτῷ ε νδοξος ἐκκλησία, οὐκ ε χουσα σπῖλον η ῥυτίδα, συμπληρουμένη ἐκ τῶν ἀμώμως τελείων, μονογενὴς αὐτοῦ τυγχάνει, ω ν προκοπτόντων εἰς τάγματα πολλὰ διῃρημένων διὰ τὴν ἐκ τῆς προκοπῆς διαφοράν· ἑξήκοντα γοῦν οὐσῶν βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν καὶ νεανίδων ω ν οὐκ ε στιν ἀριθμός, μία αυ τη ὑπὲρ πάσας ἐστὶν περιστερὰ τελεία μονογενὴς ου σα τῇ μητρὶ αὐτῆς τῇ α νὡ Ιερουσαλήμ. 191 Ps 21, 22̓ Απὸ τοῦ μικρῷ πρόσθεν εἰρημένου λέοντος διαβόλου νῦν σωθῆναι παρακαλεῖ, ἀλλὰ καὶ τὴν ταπείνωσιν ἑαυτοῦ καθ' η ν̓ Εταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. σωθῆναι δὲ βούλεται καὶ ἀπὸ κεράτων μονοκερώτων, α λλου ει δους ἀντικειμένης δυνάμεως βασιλείαν ἐπαγγελλομένης· βασιλείας γὰρ σύμβολον τὸ κέρας. εἰσὶν δὲ οἱ νομίζοντες τὸν σταυρὸν σημαίνεσθαι ἀπὸ τῆς προκειμένης λέξεως κέρατος σχῆμα φέροντα. 192 Ps 21, 23 Καὶ ταύτην τὴν λέξιν ἐκ προσώπου Χριστοῦ εἰρῆσθαι ἡ πρὸς̔ Εβραίους̓ Επιστολή φησιν, ἀναφθεγγομένου πρὸς τὸν πατέρα· Ω πάτερ, τὸ σὸν ο νομα, τουτέστιν τὴν σὴν ἰδιότητα καὶ οἰκειότητα, τὴν ε ννοιάν σου διηγήσομαι, φανερὰν αὐτὴν ποιῶν τοῖς γεναμένοις μου ἀδελφοῖς οι ς τὸ ἐμὸν πνεῦμα κατέπεμψας· πρὸς ου ς ῥηθείη α ν ο τι Εστὲ υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ ἐν ταῖς̓ καρδίαις ὑμῶν. ου τοι δέ εἰσιν οἱ τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκ θεοῦ λαβόντες, ι να τοῦ θεοῦ μὲν υἱοί, ἀδελφοὶ δὲ τοῦ μονογενοῦς ω σιν. καὶ ἐκ νεκρῶν γοῦν ἀναστάς, ἐπιφανεὶς ταῖς γυναιξίν, Πορευθεῖσαι, ε φη, ει πατε τοῖς ἀδελφοῖς μου ο τι ἠγέρθην. ἐν μέσῳ δὲ τῆς ἐκ τούτων συναγομένης ἐκκλησίας ὑμνήσει τὸν πατέρα, αι νους καὶ παιᾶνας θεολογικοὺς ἀναπέμπων. 193 Ps 21, 24 Κατὰ πλείονας τρόπους τοῦ̓ Ιακὼβ ὀνομαζομένου (σημαίνει γὰρ ἡ προσηγορία αυ τη ὁτὲ μὲν τὸν θεῖον α νδρα, υἱὸν μὲν̓ Ισαάκ, πατέρα δὲ τῶν δώδεκα πατριαρχῶν, ὁτὲ δὲ τὸν ἐκ τούτου προελθόντα δωδεκάφυλον λαόν, ὁτὲ δὲ τὰς δέκα φυλὰς μόνας ἀποσχισθείσας τοῦ οι κου Δαυὶδ καὶ ἀκολουθησάσας τῷ̔ Ιεροβοάμ, ὁτὲ δὲ τὸν σωτῆρα αὐτὸν κατὰ τὸ̓ Ιακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ·̓ Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ταύτην γὰρ τὴν προφητείαν περὶ τοῦ σωτῆρος ὁ Ματθαῖος εἰρημένην ε γραψεν) ζητητέον κατὰ τί τῶν σημαινομένων ει ρηται τὸ Απαν τὸ σπέρμἀ Ιακώβ, δοξάσατε αὐτόν. καὶ ὁ μὲν πολὺς ἐρεῖ· τοῦ πατριάρχοὐ Ιακὼβ τὸ σπέρμα τὸ δωδεκάφυλον ἐντραφὲν τῇ ἀναγνώσει τοῦ νόμου καὶ τῶν προφητῶν δοξάσαι βούλεται τὸν θεὸν καὶ διὰ νοημάτων καὶ λόγων καὶ ε ργων ἀγαθῶν. τάχα δέ, ἐπεὶ ψεῦδος ει η τοῦτο πολλῶν ἐκ τοῦ Ιακὼβ γεγενημένων ἀπίστων καὶ προδοτῶν̓ Ιησοῦ, λέξει τις ο τι τοῦ̓̓ Ιακὼβ τοῦ πτερνιστοῦ καὶ καταπαλαίσαντος τὸν θάνατον καὶ τὴν ἀντικειμένην δύναμιν (̓ Ιησοῦς δέ ἐστιν ου τος) τὸ σπέρμα αὐτοῦ τὸ γενόμενον ἐκ διδασκαλίας δοξάσαι τὸν θεὸν α παν δυνήσεται. ἐπειδὴ δὲ καὶ̓ Ισραήλ ἐστιν ο ν προσεδέξατο ἡ ψυχὴ τοῦ θεοῦ ἐκλεκτὸν ο ντα σπέρμα αὐτοῦ, ᾐ Ισραήλ ἐστιν φοβηθήσεται τὸν θεόν. καὶ ε καστος δὲ τῶν μιμητῶν̓ Ιησοῦ, εἰ μὲν ε χει τὴν πάλην πρὸς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου,̓ Ιακώβ ἐστιν πτερνίζων τοὺς ἀντιπάλους· εἰ δὲ καρδίαν ε χει καθαρὰν καὶ νοῦν διαυγῆ, ο ψεται τὸν θεόν,̓ Ισραὴλ κατὰ τοῦτο τυγχάνων. παντὸς ου ν τοῦ τοιούτου τὸ σπέρμα θεὸν φοβηθήσεται. 194 Ps 21, 25̓ Επεὶ οὐκ ἐξουδένωσεν ἐμοῦ τοῦ πτωχοῦ τὴν δέησιν οὐδὲ προσώχθισεν μυχθίζων αὐτήν, τούτου χάριν εὐχάριστοι γινόμενοι ἐπὶ τῷ ἐπηκοῦσθαι ὑπὸ κυρίου τὴν δέησιν ὑπὲρ ἡμῶν γινομένην αἰνέσατε καὶ δοξάσατε καὶ φοβήθητε αὐτόν. εἰ γὰρ καὶ ὡς πτωχὸς πρὸς αὐτὸν προσηυξάμην, ἀλλ' εἰδέναι ὀφείλετε ο τι ἐγὼ πλούσιος ω ν, θησαυρὸς ω ν τοῦ πληρώματος τῶν ἀγαθῶν, δι' ὑμᾶς ἐπτώχευσα ι να διὰ τῆς ἐμῆς πτωχείας πλουσίους ὑμᾶς ποιήσω· οὐ γὰρ οι οί τε η τε σάρκα περικείμενοι δέξασθέ μου τὸν πλοῦτον τέως ἐκ μέρους γινώσκοντες καὶ προφητεύοντες. πτωχεύσας ου ν δι' ὑμᾶς, ὑπὲρ ὑμῶν πρὸς κύριον ἐκέκραξα, καὶ ὑπήκουσέν μου δοὺς ὑμῖν ἐκεῖνα ἐφ' οι ς πλούσιοι ἀπεφάνθητε. ου τω γάρ μου περὶ ὑμῶν πρεσβευομένου, Οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, ἀλλ' ε τι μᾶλλον ἐπέλαμψέν μοι αὐτό· διὸ καὶ τὴν κραυγήν μου προσήκατο. 195 Ps 21, 26a 195 Ανθρωποι μὲν ἐπὶ φανεροῖς ε ργοις καὶ ἐπιτηδεύμασιν ἐπαινοῦσιν, θεὸς δὲ τὸ κρυπτὸν ὁρῶν ἐπὶ τελείᾳ ἀρετῇ καὶ γνώσει ὑπερβαλλούσῃ ἐπαινεῖ. μεγάλου τινὸς ου ν ἐστιν μετὰ παρρησίας εἰπεῖν· Παρὰ σοῦ, ω θεέ, ὁ ε παινός μου, οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ' ἐπ' ἐκκλησίας μεγάλης· μεγάλη δὲ ἐκκλησία ἡ ἐκ τῶν καθ' ε καστον μεγάλων συναγομένη, ὡς ἐκκλησία πολλὴ ἡ ἐκ πολλῶν συλλεγομένη. 196 Ps 21, 26b Εὐχή ἐστιν ὁμολογία γινομένη εὐχαριστίας, εἰ τῶνδέ τινων θεόθεν τεύξοιτο. 197 Ps 21, 27 Διττοῦ πλούτου κατὰ τὰς γραφὰς λεγομένου, ὡς τοὺς μὲν πλουτεῖν ἐν ε ργοις ἀγαθοῖς καὶ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, τοὺς δὲ πλουσίους ει ναι ἐκ ψευδοδόξων δογμάτων καὶ πράξεων δυσαρέστων, ἀκόλουθον ἑκατέρῳ πλούτῳ ἐναντίαν ει ναι πενίαν. καὶ ὁ τὸν μὲν θεῖον πλοῦτον ε χων, τοῦ φαύλου στερούμενος, ε χοι α ν τὴν ἐναντίαν αὐτῷ πενίαν ὡς α μα πλούσιον καὶ πένητα ἐπαινετῶς αὐτὸν ει ναι· ὡς αυ ὁ τὸν μοχθηρὸν πλοῦτον ε χων ε χοι α ν καὶ τὴν ψεκτὴν πενίαν ἀντικειμένην τῷ πλούτῳ τῷ ἀληθινῷ. Περὶ τῶν ου ν ἐπαινετῶς πενομένων τὸ Φάγονται πένητες καὶ ἐμπλησθήσονται ει ρηται. ἐρεῖς δὲ πένητας καθ' α ει ρηται η δη καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πρότερον ἐλπίδα μὴ ε χοντας καὶ ἀθέους ἐν κόσμῳ φαγομένους καὶ ἐμπλησθησομένους προσιόντας τῇ πίστει. 198 Ps 21, 28 Πέρατα γῆς μνημονεύοντα θεοῦ καὶ ἐπιστρέφοντα η τοι τὰ ε θνη η οἱ περάσαντες ἀπὸ γῆς τῷ τὸ πολίτευμα ε χειν ἐν οὐρανῷ. Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.̓ Ιουδαῖοι ο τε τὴν Ιουδαίαν ῳ κουν προσκυνεῖν ἐνώπιον θεοῦ ἐδόκουν ἐρχόμενοι ἐπὶ̓ τὰ Ιεροσόλυμα καὶ τὸν ναὸν ο ν ᾠκοδόμησεν Σαλομῶν. ταύτην τὴν τυπικὴν ἐν τόπᾡ προσκύνησιν οὐχ οι ά τε η ν ἐπιτελεῖν τὰ ε θνη οἰκοῦντα μέχρι τῶν γῆς ἐσχάτων· προσκυνεῖν δὲ πνεύματι καὶ ἀληθείᾳ ἐδιδάχθησαν, μένοντα ο ποι ποτ' α ν ω σιν, ἐνώπιον θεοῦ τὴν προσκύνησιν ποιούμενα, ο τε ὡς βούλεται θεὸς πολιτεύονται. τούτῳ συνᾴδει καὶ ἡ προφητεία λέγουσα· Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ, ε καστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν, ω ς φησιν Σοφονίας. 199 Ps 21, 30ab Πίονες γῆς ει ναι δύνανται οἱ τοῖς γηΐνοις ἐντεθραμμένοι, οι τινες, εἰς μετάνοιαν κεκλημένοι πνεύματι, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ὡς μηκέτι τὰ ἐπίγεια φρονεῖν, φαγόντες τὴν ὑπὸ̓ Ιησοῦ ὀρεγομένην πνευματικὴν τροφὴν προσεκύνησαν τῷ θεῷ πνεύματι καὶ ἀληθείᾳ. δυνατὸν δὲ πίονας τῆς γῆς εἰπεῖν τῶν ἐπὶ γῆς τοὺς διαφέροντας η τοι κοσμικὴν σοφίαν μετερχομένους η πλουτοῦντας καὶ α ρχοντας αἰσθητῶς· καὶ ου τοι γὰρ φαγόντες τὴν παρὰ̓ Ιησοῦ τροφὴν ἀλεξητήριον ου σαν τῶν προκαταλαβόντων κακῶν προσκυνήσουσι τῷ θεῷ, εὑρόντες αὐτὸν ὑπὲρ πᾶσαν η ν ει χον σοφίαν καὶ πλοῦτον καὶ ἀρχήν. Καταβαίνοντας δὲ εἰς γῆν ει ποι α ν τις τοὺς ἐξ οὐρανοῦ εἰς γῆν κατιόντας ἀγγέλους πάντας καὶ τῷ δεσπότῃ καὶ σωτῆρι προσκυνοῦντας κατὰ τὸ Προσκυνησάτωσαν αὐτῷ πάντες α γγελοι θεοῦ· ἐπίστησον δὲ εἰ καταβαίνειν εἰς γῆν δύνανται οἱ τὸν κοινὸν ἀναδεχόμενοι θάνατον, οι τινες προσκυνήσουσιν τὸν κύριον ὑπὲρ αὐτῶν εἰς τὰ κατώτερα μέρη τῆς γῆς γενόμενον. Ps 21, 30c. 31a Καλῶς δὲ τὴν ἑαυτοῦ ψυχὴν ζῆν ει πεν ἀλλ' οὐ δουλεύειν αὐτῷ τῷ δὲ σπέρμα δουλεύειν. ἡ γὰρ ληφθεῖσα φύσις ἡνώθη τῇ λαβούσῃ θεότητι καὶ τῆς αὐτῆς δόξης μετείληφε καὶ τιμῆς. 200 Ps 21, 31b. 32 Τὸ Γενεὰ πορεύεται καὶ γενεὰ ε ρχεται ἐπὶ τῶν δύο λαῶν ἐκλαμβάνοντές τινες γενεὰν πορευομένην τοὺς ἐκ περιτομῆς εἰρήκασιν τῷ ἀποπεφοιτηκέναι τοῦ κυρίου διὰ τὸ γενεὰ σκολιὰ καὶ πονηρὰ γεγονέναι. ἐρχομένη δὲ γενεὰ ἡ ἀπὸ τῶν ἐθνῶν κλῆσις πρὸς αὐτὸν τὸν καλοῦντα σωτῆρα ἐπειγομένη. αυ τη ου ν ἀναγγελήσεται τῷ κυρίῳ πρὸς τῶν πρεσβευόντων ὑπὲρ αὐτῆς λεγόντων· Πρὸς σὲ ε θνη η ξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ Πάντα τὰ ε θνη ο σα ἐποίησας η ξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου. ταύτην γὰρ αὐτὸν ἐρχομένην τὴν γενεὰν οὐκ ἐκβάλλει ὁ λέγων σωτήρ· Τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ε ξω. ευ δὲ καὶ τὸ εἰπεῖν τὸν ἐρχόμενον καὶ οὐ τὸν ἐλθόντα· τὸν γὰρ ἀεὶ ἐνεργοῦντα τὸ πρὸς αὐτὸν η κειν τῷ πράττειν τὰ τῆς ἀρετῆς οὐκ ἐκβάλλει ε ξω. καὶ γενεὰ ου ν περὶ η ς ὁ λόγος οὐκ η λθεν ἀλλ' ε ρχεται πρὸς αὐτὸν τὰ τῆς πίστεως περιέπουσα. αὐτοὶ δὲ ου τοι οἱ ἀναγγέλλοντες τῷ κυρίῳ τὴν ἐρχομένην γενεὰν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην τὴν διὰ πίστεως̓ Ιησοῦ εἰς πάντας τοὺς πιστεύοντας ἐνεργουμένην ἀναγγελοῦσιν τῷ τεχθησομένῳ θεῖον τόκον λαῷ, ῳ ὁ κύριος ἐποίησεν, περιποιησάμενος αὐτὸν διὰ τοῦ ἰδίου αι ματος, καλέσας τὸν οὐ λαὸν λαὸν ἑαυτοῦ. 201 Ps 22, 1b– 3a̔ Ο διὰ τὸ κατορθῶσαι τὸ πρᾶον καὶ εὐσταθὲς Χριστοῦ πρόβατον χρηματίσας περὶ τοῦ καλοῦ ποιμένος ἐρεῖ Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ἀπάγει γάρ με ἐπὶ τὴν σωτήριον νομήν, ε νθα θεῖαι βοτάναι, περὶ η ς αὐτὸς ὁ ποιμὴν περὶ τοῦ ἰδίου προβάτου φησὶν Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Τάχα δὲ τόπος χλόης ἡ θεία παίδευσις ει ναι δύναται, ε νθα πνευματικὴ πόα εὑρίσκεται ἠθικὴ ου σα διδασκαλία. ἐν τούτῳ ου ν τῷ τόπῳ Κατεσκήνωσέν με, οὐ κατῴκισεν· βούλεται γάρ με, ἐς ο σον προκόπτω, χρᾶσθαί με τῇ τοιαύτῃ νομῇ τελείως. ει ς γὰρ οὐ ποιμένος ἀλλὰ παιδευτοῦ καὶ διδασκάλου, ἐκ προβάτου α νθρωπος γεγονώς, πειραθήσομαι.̓ Επὶ υ δατος ἀναπαύσεως ἐξέθρεψέν με. τὸ γὰρ ἠθικὸν μάθημα οὐ μόνον α κος ἐστὶ δίψης, ἀλλὰ καὶ λύσιν ἁμαρτημάτων παρέχει. Τὴν ψυχήν μου ἐπέστρεψέν με· εἰ γὰρ καὶ πρόβατον ο ν πεπλάνημαι ἐκτὸς τῆς νομῆς διὰ τοῦ ἁμαρτάνειν γεγονός, ἀλλ' ὁ ἐπιστρέφων τὸ πεπλανημένον ποιμὴν τὴν ψυχήν μου ἐπέστρεψεν. σημειωτέον ο τι οὐδεὶς κακὸς φύσει τῷ δεκτικὸς ει ναι ἐπιστροφῆς. ἐπιστρέφεται δέ τις ἐκεῖ ε νθα τὴν ἀρχὴν διῆγεν. συμβεβηκυῖα α ρα ἡ ἁμαρτία τοῖς ἀποστραφεῖσι θεόν· διὸ καὶ ἀναιρεθείη. 202 Ps 22, 3bc Περὶ τοῦ ποιμένος φησὶν τὸ̔ Ωδήγησέν με, προάγοντος καὶ ὁδοποιοῦντος ι ν' ἐπιβαίνωμεν αι ς αὐτὸς ε τριψε τρίβοις ἐπακολουθοῦντες τοῖς ι χνεσιν αὐτοῦ. ο τ' α ν γὰρ τὰ ι δια πρόβατα ἐκβάλῃ, ε μπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ ι δια πρόβατα αὐτῷ ἀκολουθεῖ. δικαιοσύνην δὲ λέγει τὴν ε ξιν καθ' η ν πρακτικοὶ τῶν δικαίων ἐσμέν, τρίβους δὲ αὐτῆς τὰ κατ' αὐτὴν ἐπιτελούμενα. η τάχα δικαιοσύνη ἐστὶν ἡ καθ' ο λου καὶ γενικὴ ἀρετή, τρίβοι δὲ αὐτῆς αἱ κατ' ει δος ἀρεταί. ε νεκεν ου ν τῆς ἐπικληθείσης αὐτοῦ ἐπ' ἐμὲ προσηγορίας ὡδήγησέν με ἐπὶ τὰς προειρημένας τρίβους τῆς δικαιοσύνης. 203 Ps 22, 4ab Οτ' α ν συνῇ θεός, οὐδὲν τῶν ἐπιβλαβῶν βλάψαι η ζημιῶσαι δύναται, ω ς φησιν ὁ προφήτης·̓ Ιδοὺ κύριος βοηθήσει μοι· τίς κακώσει με; ει ποτ' ου ν καὶ πορευθείην ἐν θλιβεροῖς καὶ ἐπιπόνοις α λέγεται σκιὰ θανάτου, οὐ φοβηθήσομαι τὰ κακωτικά, θεὸν ε χων μετ' ἐμαυτοῦ. κακὰ δὲ ἐνταῦθα οὐ τὰ κυρίως λέγει ἀλλὰ τὰ ἐπίπονα, πενίαν, νόσον, δυσφορίαν καὶ τὰ παραπλήσια, περὶ ω ν ὁ Ιώβ· Τὰ κακὰ οὐχ̓ ὑποίσομεν. οὐ γὰρ θεόν τις ε χων μεθ' ἑαυτοῦ γίνεται ε νθα κακὰ τὰ ἀντικείμενα τοῖς κυρίως ἀγαθοῖς· μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος θεῷ. 204 Ps 22, 4c Τὴν μὲν ῥάβδον ἐπιτιμᾶν φησιν καὶ παιδεύειν κατὰ τὸ Τί θέλετε; ἐν ῥάβδῳ ε λθω πρὸς ὑμᾶς; τὴν δὲ βακτηρίαν ὑποστηρίζειν διὰ συμβουλῆς προτροπῆς τε καὶ παραινέσεως. 205 Ps 22, 5a 205 Εν ἀρχαῖς ἐφάσκομεν τὸν ἐν ταῖς προκοπαῖς ο ντα κατασκηνοῦν εἰς̓ τόπον χλόης. ἐπεὶ ου ν ὁ προκόπτων καὶ ἐπὶ τὸ τέλος φθάσειεν, οὐκ ε τι μείνας πρόβατον ἀλλὰ λογικὸς ἀναδειχθείς, τράπεζαν ε χει λογικῶν τροφῶν ηὐτρεπισμένην ὑπὸ κυρίου. τῷ γὰρ κυρίῳ τυγχάνοντι καὶ σοφίᾳ ἑτοιμασάσῃ τὴν ἑαυτῆς τράπεζαν, ἐφ' ῃ τὰ ι δια θύματα παρέθηκεν, εὐχαριστῶν φησιν̔ Ητοίμασας ἐνώπιόν μου τράπεζαν, οὐκ ε τι ἐπαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. ἐπίστησον δὲ εἰ καί, ο σον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, δι' ἐσόπτρου καὶ δι' αἰνίγματος τὴν ἀλήθειαν βλέπων πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον, μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα πρόσωπον πρὸς πρόσωπον προσβάλλων τῇ ἀληθείᾳ, πνευματικῇ προσβάλλει τραπέζῃ κατὰ τὸ Κἀγὼ διαθήσομαι ὑμῖν διαθήκην ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς ἐν τῇ ἀληθείᾳ· ο θεν καὶ τὸ Ητοίμασας ει ρηται. ἀπεντεῦθεν γὰρ ἡτοίμασεν ὁ θεός, Ἁ ὀφθαλμὸς οὐκ ι δεν καὶ ου ς οὐκ η κουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ τὸ̓ Ενώπιον δέ μου δηλοῖ πεφανερῶσθαί μοι καὶ ἐγνῶσθαί μοι τὴν Τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με, πολλῶν ἐχθρεύειν μοι βουλομένων καὶ διὰ τοῦτο θλιβόντων με. ἐνίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς ὁ κύριος θέλων ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν, ἐν ῃ ἐπίκειται στερεὰ τροφή, ι να ταύτης ἀθλητικῶς ἐμφορηθεὶς ἀντιστῆναι γενναίως πρὸς τοὺς θλιβόντας δυνηθῶ. καὶ γὰρ ο τε ἀγαθῶν τελείων τυγχάνομεν, ἰσχυροὺς καὶ πλείονας ε χομεν τοὺς ἀντικειμένους· ῃ φησιν ὁ ἀπόστολος· Θύρα γάρ μοι ἀνέῳγεν μεγάλη, καὶ οἱ ἀντικείμενοι πολλοί. 206 Ps 22, 5b Τουτέστιν τὸν νοῦν δαψιλῶς ἐπιχέων αὐτό· τοῦτο δὲ τὸ χρῖσμα ἱερατικόν ἐστι μύρον ου σύμβολον ε φερεν̓ Ααρών·̔ Ως μύρον γάρ φησιν ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν̓ Ααρών. 207 Ps 22, 5c̓ Επεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία ἀλλὰ καὶ εἰς κρατῆρα ἐκέρασεν τὸν ἑαυτῆς οι νον, ἐξ αὐτῆς γεγενημένον ου σης ἀμπέλου ἀληθινῆς, ἐκέρασεν δὲ τοῦτον τὸν οι νον, καταμίξασα τὰ θεῖα θεωρήματα λέξεσιν ἀνθρωπίναις. ἐκ τούτου τοῦ κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ο περ ποτήριον κράτιστον ο ν, τουτέστι τίμιον καὶ ἐξαίρετον τοῦ λαβόντος, λέγεται ὡς καὶ τὸ πνεῦμα τὸ α γιον χρηματίζει· τοῦ εἰληφότος αὐτό φησιν Καὶ τὸ ποτήριόν μου. εἰ δὲ φέροιτο τὸ Ποτήριόν σου τοιαύτην ε χον διάνοιαν, σοῦ τοῦ κυρίου τὸ ποτήριόν ἐστιν, ο περ ι να πίω δέδωκας. οὐ γὰρ ἀνθρώπινον τὸ προειρημένον κρᾶμα τὸ πρὸς τῆς σοφίας προτεινόμενον. 208 Ps 22, 6a Οὐ τοσοῦτον ἐξ ε ργων τις καρποῦται σωτηρίαν, ο σον ἐκ χάριτος θεοῦ ἐλεήμονος ο ντος.̔ Ο γὰρ θεὸς πλούσιος ω ν ἐν ἐλέει διὰ πολλὴν προσοῦσαν αὐτῷ πρὸς ἀνθρώπους ἀγάπην Χριστῷ συνεζωοποίησεν τοὺς νεκροὺς δι' ἁμαρτήματα καὶ τὰ παραπτώματα γεγενημένους· ο θεν καὶ ὁ α γιός φησιν· Καὶ τὸ ε λεός σου καταδιώξεται, ἀεὶ ἐπερχόμενον καὶ ἐπιχεόμενόν μοι. οὐ γὰρ ποτὲ μὲν ποτὲ δὲ ου, ἀλλὰ Πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώκει με. πᾶσαι δὲ αἱ ἡμέραι τῆς ζωῆς η τοι οἱ διάφοροι φωτισμοὶ τῆς ἀληθείας καθ' ου ς ζωοποιούμεθα τυγχάνουσιν, η ὁ διὰ βίου παρὼν ἡμῖν Χριστός. 209 Ps 22, 6b Εἰς τόπον μὲν χλόης κατασκηνοῖ, ἐν οι κῳ δὲ κυρίου κατοικεῖ, οὐκ ἐπί τινα καιρὸν ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς τῆς ἀθανάτου, ἀδιαστάτως καὶ ἐπαλλήλως φωτιζόμενος. 210 Ps 23, 1b– 2 Μυστικώτερον δὲ τοῦ κυρίου γέγονεν ἡ γῆ, ὁπηνίκα κατελθὼν ἠλευθέρωσεν αὐτὴν τῶν τυραννικῶς κρατούντων αὐτὴν δαιμόνων, καταλύσας πάντα τὰ ἐπ' αὐτῆς ἀπατηλῶς ἐπιτελούμενα, μαγείαν, φαρμακείαν, τὰ χρηστήρια τῶν ἐπὶ γῆς δαιμόνων σὺν τοῖς περὶ ἀγαλμάτων καὶ θυσιῶν νόμοις. ἀλλὰ καὶ τὸ πλήρωμα αὐτῆς τοῦ κυρίου ἐστίν, η τοι τὰ πάντα ἐπ' αὐτῆς ε θνη οἰκοῦντα· τὸ πλήρωμα τῶν ἀγαθῶν ο ἐπέβαλεν αὐτῇ κατὰ τὸ Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, Καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. ἀλλὰ καὶ ἡ οἰκουμένη· αυ τη δέ ἐστιν ἡ ὑφ' ἡλίῳ ἐκκλησία αὐτοῦ α μα τοῖς κατοικοῦσιν αὐτήν. κατοικοῦσι δὲ ταύτην τὴν οἰκουμένην οἱ ἐκκλησιαστικῶς φρονοῦντές τε καὶ βιοῦντες. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, θαλασσῶν δὲ νοουμένων τῶν κατὰ τοὺς πειρασμοὺς περιστάσεων πολλὴν τρικυμίαν καὶ ἁλμυρίδα ἐχόντων. τότε γὰρ θεμελίωσιν καὶ ε δραν ἀμετακίνητον ἡ ἐκκλησία λαμβάνει, ο τ' α ν τρικυμιῶν προσβαλλουσῶν α σειστος κατὰ τὴν πίστιν διαμένῃ. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. εὐτρεπῆ τὴν προειρημένην οἰκουμένην καὶ γῆν κατεστήσατο διὰ τῆς δοθείσης νομοθεσίας πρὸς τὸ δέξασθαι τὸ α γιον πνεῦμα, ἀφ' ου ὡς ἀπὸ πηγῆς τὰ ποικίλα χαρίσματα ῥέουσιν ποταμοὶ υ δατος ζῶντος. ἐπὶ τῷ γὰρ ε χειν τούτους τοὺς ποταμοὺς ἡτοίμασεν αὐτήν, θεμελιώσας αὐτήν, ὡς προείρηται, ἐπὶ θαλασσῶν. 211 Ps 23, 4a̓ Απόκρισις φέρεται πρὸς τὸν ἐρωτήσαντα ἑρμηνεύουσα ὁποῖός ἐστιν ου τος. ἀθῷος δὲ χερσίν ἐστιν ὁ ἀμέμπτους καὶ ἀθῴους πράξεις ε χων, καθαρὰν δὲ καρδίαν ε χει ὁ βελτίστην ε ξιν ἀναλαβὼν καὶ θεωρητικὸς ω ν τῆς ἀληθείας. 212 Ps 23, 4b̓ Επὶ ματαίῳ τὴν ψυχήν ἐστιν λαβεῖν, ο τ' α ν τις λογικὴν ψυχὴν ε χων γινώσκουσαν τί τὸ ὠφέλιμον καὶ βλαβερὸν μὴ χρῷτο τῇ γνώσει ταύτῃ, ω στε φεύγειν τὸ βλαβερὸν καὶ αἱρεῖσθαι τὸ ὠφέλιμον· ὡς καὶ νόμον ἐπὶ ματαίῳ εἰληφέναι φαμὲν τὸν ἀπ' αὐτοῦ μαθόντα τὰ ὑπαγορευόμενα καὶ ἐναλλὰξ χρώμενον ἐν τῷ ποιεῖν τὰ ἀπηγορευμένα. ὁ ου ν ἑπόμενος ταῖς κρίσεσιν τῆς ψυχῆς ταῖς περὶ ἀγαθῶν καὶ κακῶν ὡς ἀναχωρῆσαι τῶν φαύλων μεταποιεῖσθαι δὲ τῶν ἀγαθῶν, ου τος Οὐκ ε λαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. Τάχα δὲ καὶ λαβών τις ψυχὴν λογικήν, δεκτικὴν ἀρετῶν καὶ ἐπιστημῶν, καὶ μὴ δεξάμενος ταῦτα ω ν ἐστιν δεκτικός, ἀλλ' ἀπάτῃ τοῦ βίου καὶ μερίμνῃ βιωτικῇ καταξανθεὶς ἡδοναῖς καὶ πάθεσιν, ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ει ληφεν. ὁ δ' ἐναντίως τούτῳ διακείμενος οὐκ ἐπὶ ματαίῳ αὐτὴν ε λαβεν. καὶ ο λος ματαιότης ματαιοτήτων ὁ τῶν πολλῶν βίος ἐστίν. 213 Ps 23, 4c. 5 Πρόσεστι τῷ περὶ ου ὁ λόγος καὶ εὐορκεῖν καὶ τὸ μὴ ἐπὶ δόλῳ πανούργως ὀμνύειν τῷ πλησίον. ὀμνύει δὲ α νευ δόλου μόνος καὶ πᾶς ὁ φυλάττων τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου. α θλον δὲ ε ξει παρὰ θεοῦ σωτῆρος αὐτοῦ εὐλογίαν η τις φθάννει ἐπὶ κεφαλὴν δικαίου. πνευματικὴ δὲ πάντως αυ τη, οὐ χοϊκή. σὺν ταύτῃ δὲ τῇ εὐλογίᾳ καὶ ἐλεημοσύνην λήψεται παρὰ θεοῦ τοῦ σῴζοντος αὐτὸν ἐλέῳ καὶ χάριτι, διὰ τοῦτο καὶ μακάριος ἐσόμενος ο τι ἐλεητικὸς καὶ κοινωνητικὸς γεγενημένος ἐλεηθήσεται. Μακάριοι γὰρ οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται. 214 Ps 23, 6̓ Επεὶ μὴ περὶ ἑνός τινος ἀναβαίνοντος εἰς τὸ ο ρος τοῦ κυρίου καὶ ἱσταμένου εἰς τόπον α γιον αὐτοῦ ἡ ἐρώτησις γέγονεν, οὐδὲ ἡ ἀπόκρισις περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς ἀθῴου χερσὶν καὶ καθαροῦ τῇ καρδίᾳ. διὸ καὶ ἐπιφέρει τὸ Αυ τη ἡ γενεὰ ζητούντων αὐτὸν ἀντὶ τοῦ Πάντες οἱ τοιοῦτοι καὶ τὴν ἐκ τῶν προειρημένων ἀρετὴν ἐσχηκότες γενεὰ ζητοῦντές εἰσι τὸν κύριον· ζητοῦντες δὲ ἐπὶ τῷ εὑρεῖν τὸ πρόσωπον τοῦ θεοῦ̓ Ιακώβ, ο ν θεωρῆσαι θέλουσιν ι να βελτιωθέντες ἐκ τῆς κατανοήσεως καὶ ἐκλάμψεως αὐτοῦ ει πωσιν·̓ Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. 215 Ps 23, 8– 10 Προτρέχοντες θεῖοι α γγελοι προσεφώνουν τοῖς ἐφεστηκόσιν ταῖς οὐρανίαις πύλαις· Αρατε πύλας, οἱ α ρχοντες ὑμῶν, τὰς ὑμετέρας ω ν ἡγεῖσθε καὶ φύλακές ἐστε. ὡς γὰρ κατιών, κλίνας οὐρανὸν καὶ οὐκ ἀνοίξας κατῆλθεν, ου τως ἀναληφθείς, οὐκ ἀνοιχθεισῶν πυλῶν, εἰσῆλθεν, ἀλλὰ αἰρομένων. ει τα ἐπεὶ αυ ται αἱ πύλαι καὶ λογικαὶ τυγχάνουσιν, καὶ πρὸς αὐτὰς οἱ α γγελοί φασιν·̓ Επάρθητε, πύλαι αἰώνιοι. αυ ται δὲ αἱ πνευματικαὶ πύλαι οὐ πρόσκαιροι, ἐπεὶ μὴ σωματικαί, ἀλλ' αἰώνιοι διὰ τὸ α ϋλον καὶ ἀκήρατον· πλὴν φάσκοντες ἀρθῆναι καὶ ἐπαρθῆναι τὰς πύλας, οὐχ ε να τῶν ἐπιδόξων εἰσελεύσεσθαι ἀλλὰ τὸν Βασιλέα τῆς δόξης φασίν. Βασιλεὺς δὲ δόξης ὁ σωτὴρ τῷ α ρχειν πάντων τῶν ἐπιδόξων κατὰ θεὸν ει ρηται καὶ ὡς τὴν παρὰ πάντων κομιζόμενος δόξαν καὶ τὴν ἀληθῆ καὶ μόνιμον ε χων βασιλείαν. ταύτην δὲ παρέχων τοῖς ἀξίοις, καὶ κύριος αὐτῆς ει ρηται κατὰ τὸ Εἰ γὰρ ε γνωσαν, οὐκ α ν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἀλλ' ἐπεὶ μὴ μόνος ὁ θεὸς λόγος ἀνῆλθεν ἀλλ' ἐπιφερόμενος η ν ἀνείληφεν σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ξενιζόμεναι αἱ α νω δυνάμεις ἐπυνθάνοντο Τίς ἐστιν ου τος ὁ βασιλεὺς τῆς δόξης; σάρκα γὰρ περικείμενον τὸν λεχθέντα Βασιλέα τῆς δόξης ἰδοῦσαι, ἐθαύμαζον. Πάλιν δὲ οἱ προτρέχοντες, Κύριος, ε λεγον, κραταιὸς καὶ δυνατός, α ντικρυς τοῦτο βοῶντες· ο ν ι στε παμβασιλέα καὶ τῶν ο λων δεσπότην κραταιὸν καὶ δυνατόν, ου τός ἐστιν σῶμα περικείμενος, ἀριστεύσας κατὰ τῶν ἀφ' ἡμῶν πεσόντων καὶ τυραννικὴν ε ξιν ἀναλαβόντων, Κύριος ω ν δυνατὸς ἐν πολέμῳ, ὀφθεὶς τῷ πάντας καταλελυκέναι ἀντιδοξῆσαι καὶ ἀνθίστασθαι θελήσαντας. Ταῦτα ἀκούσαντες οἱ α ρχοντες μετὰ καὶ τῶν αἰωνίων πυλῶν αὐτῶν οὐκ ἠρκέσθησαν τὸ προσταχθὲν μόνον ποιῆσαι, ἀλλὰ καὶ ταῖς ὑπερτέρω δυνάμεσιν ἐπιστατούσαις καὶ αὐταῖς ταῖς πύλαις τῶν ἀνωτέρων οὐρανῶν α περ η κουσαν ἀνήγγειλαν, κηρύττουσαι τὸ Αρατε πύλας, οἱ α ρχοντες ὑμῶν, καὶ τὰ ἑξῆς. καὶ πυθομέναις πάλιν αὐταῖς ἀπεκρίναντο η ν ε σχον καὶ αυ ται ἀπόκρισιν, Κύριος δυνάμεων εἰποῦσαι Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Δυνάμεων δὲ κύριον αὐτὸν ει πον ὡς α ρχοντα στρατοπέδων. σημειωτέον δὲ ο τι οἱ τὰ̔ Εβραίων ἠκριβωκότες φασὶν τὴν Σαβαὼθ φωνὴν ἐν τῷ̔ Εβραικῷ κειμένην. εἰς̔ Ελλάδα φωνὴν οἱ ἑβδομήκοντα μεταλαμβάνοντες ὁτὲ μὲν τὸ Κύριος τῶν δυνάμεων, ὁτὲ δὲ Κύριος στρατιῶν, ὁτὲ δὲ τὸ Παντοκράτωρ ε ταξαν. λέγουσι γοῦν καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένου τοῦ Σαβαώθ, μετάληψις εἰς τὸ Κύριος τῶν δυνάμεων γέγονεν. εἰ δὲ τὸ Σαβαὼθ ἐπὶ τοῦ σωτῆρος κεῖται, ἑρμηνεύεται δὲ καὶ εἰς τὸ Παντοκράτωρ, εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ σωτῆρος κατηγορηθείη· εἰ γὰρ Πάντα δι' αὐτοῦ γέγονεν καὶ Αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ δὲ προνοητικῶς τῶν δι' αὐτοῦ πάντων γεγενημένων καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται. αὐτοῦ γοῦν ἐστι πρόσωπον λέγον ἐν Ζαχαρίᾳ Ου τω λέγει κύριος παντοκράτωῤ Οπίσω δόξης ἀπέστειλέν με, καὶ Γνώσῃ ο τι κύριος παντοκράτωρ ἀπέστειλέν με πρός σε. παντοκράτωρ γὰρ ὑπὸ παντοκράτορος ἀποστελλόμενος ὁ υἱός ἐστιν, ὑπὸ τοῦ πατρὸς πεμπόμενος. ἀριδηλότατα δὲ ἐν τῇ̓ Ιωάννου Αποκαλύψει παντοκράτωρ ὁ σωτὴρ λέγεται· Τάδε γὰρ λέγει κύριος, ὁ̓ μαρτὺς ὁ πιστὸς καὶ ἀληθινός, ὁ η ν καὶ ὁ ω ν καὶ ὁ ἐρχόμενος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ. ἀναμφισβητήτως γὰρ ταῦτα περὶ τοῦ υἱοῦ ει ρηται. 216 Ps 24, 1b– 3a Οι δα μὴ καταισχυνθησόμενον ἐμαυτόν, ω σπερ καταισχύνονται οἱ ἐπ' α λλοις τισὶ πεποιθότες·̔ Ο πεποιθὼς γὰρ ἐπὶ πλούτῳ ου τος πεσεῖται. συνεκδοχικῶς δὲ περὶ πάντων τῶν προσκαίρων τοῦτο λεκτέον. τὴν γὰρ πρὸς σὲ πεποίθησιν ε χων ευ χομαι μὴ διαμαρτεῖν τῶν σπουδαζομένων, ο πως μὴ ὀφλήσω παρὰ τοῖς ἐχθροῖς γέλωτα· ἐχθροί μου δὲ διάβολος καὶ αἱ α λλαι πονηραὶ δυνάμεις καὶ α νθρωποι θεοσεβείας ἐκτός. τεθάρσηκα γὰρ καθ' ο λου τοῦτο μαθών, οὐ καταισχυνθήσεσθαι πάντας τοὺς ὑπομένοντάς σε. Τάχα δὲ ἁρμόζει ταῦτα τοῖς πρὸ τῆς ἐπιδημίας ἁγίοις. προσδοκῶσιν αὐτὸν καὶ ὑπομένουσιν τὴν δεῦρο κάθοδον αὐτοῦ. ἐληλυθότος γὰρ αὐτοῦ, τέλος ι σχει ὁ γέλως τῶν ἐχθρῶν, ο ν ἐκάγχαζον κατὰ τῶν ἐπὶ θεὸν ἐλπιζόντων. 217 Ps 24, 3b Τὸ Διὰ κενῆς τὸ μάταιον καὶ κενὸν σημαίνει. τοιοῦτό ἐστιν τὸ ἐν Παροιμίαις Αυ τη ἡ ὁδὸς πάντων τῶν συντελούντων τὰ α νομα, αἰσχύνην φέρουσα τοῖς διὰ κενῆς ἀνομοῦσιν· οὐ γὰρ ἐπί τινι τέλει χρηστῷ ὡς οἱ φύλακες τοῦ νόμου τὰ τῆς ἀνομίας ἐπιτελοῦσιν. 218 Ps̔ Οδοὺς κυρίου ῥητέον τὰς ἐντολὰς αὐτοῦ. ἀλλὰ καὶ αὐτὰς Τὰς ἐπὶ ταῖς ὁδοῖς τρίβους δίδαξόν μέ φησιν, ι να τὰ ι χνη α ε τριψαν οἱ προοδεύσαντες ε χων ἀπλανῆ τι ποιήσωμαι τὴν πορείαν. ἐπειδὴ δὲ μὴ ἀπαρκεῖ πρὸς τελείαν σωτηρίαν μόνος ὁ πρακτικὸς βίος, ι να σὺν τούτῳ καὶ τὸν θεωρητικὸν κατορθώσω,̔ Οδήγησόν με παιδευτικῶς ἐπὶ τὴν ἀλήθειάν σου. Καὶ α λλως δὲ κατὰ τὸν τόπον λεχθήσεται· τοῦ νόμου καὶ τῶν προφητῶν ὁδῶν κυρίου τυγχανουσῶν, οὐκ α λλος αὐτὰς γνωρίσαι τῷ ποθοῦντι πειραθῆναι αὐτῶν οι ός τε η ὁ κύριος. αὐτὸς γὰρ γνωρίσας ἡμῖν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰς τρίβους διδάξας, διὰ τοῦ λελαληκέναι τοῖς πατράσιν ἐν τοῖς προφήταις,̔ Οδήγησόν με ἐπὶ τὸν εἰπόντα·̓ Εγώ εἰμι ἡ ἀλήθεια, ἐπ' ἐσχάτου τῶν ἡμερῶν λαλήσας ἐν υἱῷ. καὶ γὰρ σύ, ω θεέ, σωτήρ μου τυγχάνεις· δι' ω ν γὰρ ἐδίδαξάς με, σωτηρίαν μοι παρέσχου. 219 Ps 24, 6̔ Ως ἰδία ἐνέργεια τοῦ φωτὸς τὸ φωτίζειν καὶ τῆς ἐπιστήμης εἰς τὸ γινώσκειν α γειν, ου τω τοῦ θεοῦ οἰκεία ἐνέργεια τὸ οἰκτείρειν καὶ ἐλεεῖν ο θεν καὶ Πατὴρ τῶν οἰκτιρμῶν ει ρηται. ο ου ν βούλεται λέγειν ὁ α γιος τοιοῦτόν ἐστιν· οἰκτίρμων τυγχάνων πατὴρ τῷ πηγὴ καὶ ἀρχὴ αὐτῶν ει ναι Μνήσθητι τούτων τῶν σῶν γενημάτων. εἰ γὰρ καὶ πρὸς ὀλίγον ὠργίσθῃς τοῖς ἡμαρτηκόσιν, ἀλλ' ἡ ὀργὴ οὐ κατὰ φύσιν σου ου σα ἀλλὰ χρησίμως ὑποστᾶσα ἐπὶ τῷ ἀναιρῆσαι κακίαν παυσάσθω, μνήμην σου λαμβάνοντος τῶν κατὰ φύσιν σου οἰκτιρμῶν. εἰώθαμεν δὲ καὶ ἡμεῖς, ἀγανακτοῦντες τοῖς ἡμετέροις, καὶ ι λεω ἀνθρώποις λέγειν Μνήσθητι τῆς ἀγαθότητός σου καὶ μίμησαι σεαυτὸν καταλλασσόμενος τοῖς ὑπὸ τὴν ἀγανάκτησιν. Ωσπερ ου ν οἱ οἰκτιρμοὶ καταλλήλως τῷ θεῷ πρόσεισιν, ου τω καὶ τὰ ἐλέη αὐτοῦ κατὰ φύσιν αὐτῷ παρόντἀ Απὸ τοῦ αἰῶνός εἰσιν, ο θεν καὶ εἰς τὸν αἰῶνα μένουσιν κατὰ τὸ Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ· καὶ πρός τινα δέ φησιν ὁ θεὸς̓ Ελέῳ αἰωνίῳ ἠλέησά σε. 220 Ps 24, 7ab Οὐδεὶς μετανοῶν ἐπὶ παροῦσιν καὶ ε τι ἐνεργουμένοις ἁμαρτήμασιν ἐξομολογεῖται ἀλλ' ἐπὶ παυσαμένοις καὶ οὐκ ε τ' ου σιν. τοῦτο γοῦν λέγει καὶ νῦν, φάσκων̔ Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. τὰ γὰρ ἐν νεότητι ἡμαρτημένα καὶ ἠγνοημένα οὐκ ε τ' ἐνεργεῖται τῷ τὴν νεότητα διαβεβηκότι. τάχα δὲ τὸ τῆς νεότητος ο νομα οὐχ ἡλικίαν ἐνταῦθα δηλοῖ ἀλλὰ τὸ α στατον καὶ ἀβέβαιον τοῦ η θους. ο σον γάρ τις ἐν τοιαύτῃ καταστάσει ἐστίν, ἀγνοεῖ καὶ ἁμαρτάνει, ε ως ὁ θεὸς αι σθησιν καὶ ε ννοιαν δῷ ῃ φησὶν ἡ γραφὴ Ινα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αι σθησίν τε καὶ ε ννοιαν.̓ Αξιώσας ου ν ο πως μὴ μνησθῇ τῶν τῆς νεότητος αὐτοῦ ἁμαρτιῶν καὶ ἀγνοιῶν, ἐπήγαγεν εὐθὺς τὸ Κατὰ τὸ ε λεός σου μνήσθητί μου. κατὰ ἐλεημοσύνην γὰρ μιμνήσκεται ὁ θεὸς ου τῶν πταισμάτων οὐ μνημονεύει. 221 Ps 24, 7c Κατὰ φύσιν ι λεως ω ν καὶ ἀγαθὸς ὁ θεὸς σύμφυτον ε χει χρηστότητα, η ς ε νεκα σὺν ἐλέῳ μνημονεύει τοῦ μετανοοῦντος. 222 Ps 24, 8 Καὶ εὐθής ἐστιν η τοι διὰ τὸ πρὸς ἁμαρτίαν μὴ πεφυκέναι η διὰ τὸ εὐθύνας ἀπαιτεῖν τοὺς ἁμαρτάνοντας, ο θεν καὶ Νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. τοὺς γὰρ ε τι ἐνεργοῦντας τὸ κακὸν ὑποβάλλει νόμῳ, ο πως κωλυθέντες τοῦ ἁμαρτάνειν τὴν σωτήριον ὁδεύσωσιν ὁδόν. 223 Ps 24, 9̔ Ο νομοθετῶν θεὸς ὁδηγήσει τοὺς πραότητα καὶ εὐστάθειαν ε χοντας ἐν κρίσει τουτέστιν ἐξητασμένως καὶ ἠκριβωμένως. ὁ γὰρ μαθὼν δύο ὁδοὺς πρὸ προσώπου τοῦ ἀνθρώπου ει ναι, τὴν τῆς ζωῆς καὶ τοῦ θανάτου, καὶ τὴν μὲν τοῦ θανάτου ἀποστραφείς, ὁδεύων δὲ τὴν τῆς ζωῆς ὁδόν,̓ Εν κρίσει βαδίζει, ποδηγούμενος ὑπὸ κυρίου, διὰ τὸ γαληνὸν καὶ εὐσταθὲς τῆς διανοίας· οἱ γὰρ πραεῖς ἀταραξίαν ε χουσι λογισμῶν. Αὐτὸς δὲ ὁ κύριος μετὰ τὸ ὁδηγῆσαι ἐν κρίσει τοὺς πραεῖς διδάξει αὐτοὺς καὶ τὰς ἑαυτοῦ ὁδούς, η τοι τὰς πρὸς αὐτὸν φερούσας η α ς αὐτὸς πορεύεται· ὁ γὰρ ὀπίσω κυρίου πορευόμενος τὰς ὁδοὺς αὐτοῦ μανθάνει. 224 Ps 24, 10 Πᾶσαι αἱ πρὸς κύριον φέρουσαι ὁδοὶ η α ς αὐτὸς βαδίζει τὸν εἰρημένον τρόπον κατ' ἀλήθειαν κατορθούμεναι καὶ σὺν χρηστότητι γινόμεναι ε λεός εἰσι καὶ ἀλήθεια· δεῖ γὰρ ἐλεηθῆναι πρότερον, ι να τις ἐπιβῇ αὐταῖς καὶ ου τω δι' αὐτοῦ τοῦ ὁδεύειν ἐπ' αὐτὴν τὴν ἀλήθειαν φθάσῃ. οὐ πᾶσιν δὲ ε λεος καὶ ἀλήθεια θεωροῦνται αἱ ὁδοὶ τοῦ κυρίου ἀλλὰ Τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ· ὁ γὰρ ἐκτὸς ω ν τῆς διαθήκης καὶ τῶν μαρτυρίων α πειρός ἐστιν τῆς χρηστότητος καὶ τοῦ κάλλους τῶν κυριακῶν ὁδῶν.̓ Εκζητητέον ου ν τὴν διαθήκην η ν διέθετο ὁ θεὸς τοῖς πατράσιν ἐξάγων αὐτοὺς ἐκ τῆς πνευματικῆς Αἰγύπτου τουτέστιν τῆς πολυθέου πλάνης. ἐκζητήσαντες γὰρ καὶ ἐρευνήσαντες αὐτὴν εἰσόμεθα καὶ τὴν καινὴν διαθήκην η ν ἐβεβαίωσεν̓ Ιησοῦς τῷ αι ματι τῷ ἰδίῳ· πᾶσα γὰρ διαθήκη ἀνίσχυρος μὴ θάνατον ἐσχηκότος τοῦ διατιθεμένου, ῃ φησιν ὁ ἀπόστολος· Διαθήκη γὰρ ἐπὶ νεκροῖς βέβαια, ἐπεὶ μήποτε ἰσχύει ο σον ζῇ ὁ διατιθέμενος. διὸ πληρῶσαι τὴν ἑαυτοῦ διαθήκην ὁ̓ Ιησοῦς βουλόμενος θάνατον ἀνεδέξατο. ἐκζητητέον δὲ ἐν τῇ διαθήκῃ καὶ τὰ μαρτύρια τοῦ θεοῦ, τοὺς μεμαρτυρηκότας καὶ ἐμπνευσθέντας ὑπ' αὐτοῦ λόγους. 225 Ps 24, 11 Ενεκα τῆς σῆς προσηγορίας, ω δέσποτα, ἐγὼ ὁ σὸς οἰκέτης ἐκζητήσω τὴν διαθήκην σου, ἐλευθερίαν ἐξ αὐτῆς προσδοκῶν η κληρονομίαν η ν ὡς υἱῷ γενομένῳ ω ρισας· ἀλλὰ καὶ̔ Ιλάσθητι τῇ ἁμαρτίᾳ μου, οὐ τῇ ε τι ἐνεργουμένῃ ἀλλὰ παυσαμένῃ. Πολλὴ γάρ ἐστιν, οὐ κατὰ ποσότητα ἀλλὰ κατὰ σύγκρισιν τῆς προσεῖναι ὀφειλούσης καθαρότητος. 226 Ps 24, 12̔ Ο φοβούμενος θεὸν σπανίζει μέν, οὐκ ἀνεύρετος δέ ἐστιν. τούτῳ ου ν νομοθετεῖ ὁ κύριος ὁδόν, η ν ᾑρετίσατο η τοι αὐτὸς ὁ κύριος η ὁ φοβούμενος αὐτόν. 227 Ps 24, 13̔ Η ψυχὴ τοῦ εὐλαβοῦς τῶν ἀγαθῶν περαιτέρω μὴ γινομένη ἐν αὐτοῖς αὐλίζεται, ἐνεργοῦσα αὐτὰ ἀεί. διὸ καὶ καθόλου τεύξεται τὸ σπέρμα ε χειν κληρονομοῦν τὴν γῆν, οὐ τὴν ὑπὸ πόδας ἀλλὰ τὴν τῶν πραέων. 228 Ps 24, 16b– 20 Μονογενῆ ἑαυτὸν φάσκει κατὰ τὸν λέγοντα· Κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. διὸ καὶ πτωχός εἰμι, οὐκ ε χων τὴν ἐκ τῶν ὁμοζήλων ἀρωγήν. ἰστέον δ' ο τι τὸ μονογενὲς σημαίνει τὸ μόνον, ω σπερ καὶ τὸν η λιον μονογενῆ ἐρεῖς· οὐ ταὐτὸν α ν τῷ μονογενεῖ υἱῷ· ο που γὰρ πρόσκειται τῷ μονογενεῖ υἱὸς η παρὰ πατρὸς μονογενές, λέγεται τὸ μόνον ἐξ ἐκείνου τυγχάνον. Θλίψεις δὲ τῆς καρδίας νοήσεις καὶ τοὺς διοχλοῦντας ἐναντίους λογισμούς.̓ Εκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν περιεστηκότων βιαζομένων καὶ ἀναγκαζόντων ἐκκροῦσαι τὴν πρόθεσίν μου ὡς ἐκ μεγάλων ἀναγκῶν ἐξάγαγέ με. Αι σθησιν τῶν ἁμαρτημάτων ἑαυτοῦ λαβών τις ταπεινούμενος διὰ τὸ ἀπαρρησίαστον καὶ κάμνων διὰ καρποὺς μετανοίας ἐρεῖ τὸ Ιδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ α φες πάσας τὰς ἁμαρτίας μου. Οτ' α ν παύσηταί τις ω ν πρότερον ἐνήργει ἁμαρτημάτων, ἐχθροὺς ε ξει τοὺς ἐνεργοῦντας αὐτὰ δαίμονας. ου τοι δὲ καὶ πολλοὶ κατὰ τοῦ ἐπιβουλευομένου γινόμενοι μῖσος α δικον μισοῦσιν αὐτόν· μῖσος δὲ α δικόν ἐστι τὸ γινόμενον κατὰ τῶν μὴ α ξια μίσους πραττόντων, δικαίως μισουμένων τῶν φαύλων. Φύλαξον τὴν ψυχήν, ο πως μὴ ὑποπέσῃ τοῖς ἀδίκως μισοῦσι· ἀλλὰ καὶ ῥῦσαι αὐτὴν ἀπὸ πράξεων τοιούτων ἐφ' αι ς κρατῆσαι αὐτῆς δυνήσονται. 229 Ps 24, 21̓ Ακάκους λέγει η τοὺς στερομένους κακίας η τοὺς ἁπλουστέρους, εὐθεῖς δὲ τοὺς κατορθώσαντας τὴν τελείαν ἀρετήν. ου τοι ου ν̓ Εκολλῶντό μοι (δι' ὁμοφροσύνην), ο τι ὑπέμεινά σε, κύριε. τάχα δὲ καὶ ἀκάκους λέγει τοὺς ἐξ ἀνθρώπων σπουδαίους, εὐθεῖς δὲ τοὺς θείους ἀγγέλους κολλωμένους αὐτῷ τῷ καὶ θείας δυνάμεις γίνεσθαι περὶ τὸν σπουδαῖον. 230 Ps 25, 1bc Οὐδεὶς ἁμαρτάνων κριθῆναι βούλεται ἐφ' οι ς πεποίηκεν καὶ μάλιστα πρὸς τοῦ τὰ κρυπτὰ ὁρῶντος. ὁ δὲ ἐν ἀκακίᾳ πορευθεὶς τουτέστιν προκόψας ἀξιοῖ τούτου τυχεῖν· οι δεν γὰρ μισθοῦ η κληρονομίας τευξόμενος, Καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω· ο σον περιέχομαι τῆς πρὸς θεὸν ἐλπίδος, ὑπ' αὐτῆς ἐνδυναμούμενος οὐκ ἀσθενήσω. φέρεται γραφὴ λέγουσα· Οὐ μὴ σαλευθῶ. καὶ διὰ ταύτης ου ν δηλοῦται· ἐπεὶ ἡ ἐλπὶς ἡ πρὸς θεὸν ε δραν μοι βεβαίαν καὶ ἀμετακίνητον παρέχει, Ελπίζων ἐπὶ τῷ κυρίῳ οὐ μὴ σαλευθῶ. 231 Ps 25, 2̓ Επεὶ οὐχ ὁ ἑαυτὸν̓ συνιστάνων δόκιμός ἐστιν ἀλλ' ο ν ὁ κύριος συνίστησιν, μαρτυρήσας ἑαυτῷ τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ τὸ μὴ ἀσθενῆσαι βούλεται ὑπὸ κυρίου δοκιμασθῆναι καὶ πειρασθῆναι μὲν δι' ἀγώνων, ι να ἀναφανῇ δίκαιος, πειρασθῇ δὲ ο πως πεῖραν δεδωκὼς καρτερίας ε χῃ τὸ δόκιμον. Καὶ πρότερον η δη ὡς ἀναλογίαν ἐχόντων τῶν νεφρῶν πρὸς τὴν καρδίαν ει ρηται. πυρωθῆναι ου ν ἑκάτερα ταῦτα ἀξιοῖ δι' ἐπιπόνου ἀγωγῆς, ι να ὡς χρυσὸς δόκιμος ἀναδειχθῇ. 232 Ps 25, 3 Οὐκ α ν ἠξίωσα παθεῖν τὰ προειρημένα ἐπίπονα, εἰ μὴ κατανενοήκειν τὸν ε λεόν σου συμβαλούμενόν μοι εἰς τὸ ἐνεγκεῖν αὐτά. ὁ ε λεος σοῦ ὁ τεθεωρημένος μοι τῷ κατέναντι τῶν ὀφθαλμῶν μου ει ναι συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου· κατὰ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ ἡ τοῦ θεοῦ ἐλεημοσύνη. 233 Ps Τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις χεῖρας τροπικῶς καλουμένας ἐν ἀθῴοις νίπτεταί τις οὐδὲν φαῦλον ἀλλ' ει τι σπουδαῖον ἐνεργῶν ἐν αὐταῖς. τάχα δὲ καὶ ὁ μολύνας αὐτὰς ἐν ἐργασίᾳ πονηρῶν νίπτεται καὶ ἀποπλύνει αὐτὰς ἀνθ' υ δατος χρώμενος τῇ ἀγαθοεργίᾳ.̔ Ο πάντων τῶν προειρημένων βλαβερῶν ἐκτὸς γεγονὼς καὶ νιψάμενος ἐν ἀθῴοις τὰς χεῖρας δίκην ἀθῴου ἱερέως κυκλώσει τὸ πνευματικὸν θυσιαστήριον τοῦ κυρίου, ἐφ' ο τὰς πνευματικὰς θυσίας τις ἀναβιβάζει η τοι τὰς καθαρὰς εὐχὰς η τὰς νομίμους πράξεις. Τοῦ ἀκοῦσαι τῶν αἰνούντων σε ἀγγέλων καὶ ψυχῶν καὶ πνευμάτων δικαίων φωνὴν η περικύκλῳ τοῦ θυσιαστηρίου γεγένημαι η ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ πάντων τῶν προαγόντων ἀπεσχόμην, ἀλλὰ καὶ τοῦ Διηγήσασθαι πάντα τὰ θαυμάσιά σου α τεραστίως καὶ παραδόξως ἐπιτελεῖς. 234 Ps̔ Ο τὸν κύριον ἐξ ο λης ψυχῆς ἀγαπῶν καὶ τὰ τοῦ θεοῦ πάντα, ω ν ε ν καὶ ἡ εὐπρέπεια τοῦ οι κου αὐτοῦ τυγχάνει, ἀγαπᾷ· εὐπρέπεια δὲ τοῦ οι κου τοῦ θεοῦ ἡ τῶν δογμάτων ἀλήθεια καὶ ἡ διαταγὴ τῶν κανόνων τῆς ἐκκλησίας οι κου νοουμένης. πρὸς τούτοις δὲ καὶ τὸ σκήνωμα τῆς δόξης τοῦ οι κου τοῦ θεοῦ ἀγαπᾶν φησιν. καὶ τάχα μὲν ἡ σκηνὴ τοῦ μαρτυρίου η ν Μωυσῆς κατεσκεύασεν ἐν τῇ ἐρήμῳ τὸ σκήνωμα τῆς δόξης τοῦ θεοῦ ἐστιν· σύμβολον δὲ προκοπῆς τοῦτο. ο ν δὲ ᾠκοδόμησεν Σολομῶν μετὰ τὴν ὁδοιπορίαν εἰς τὴν̔ Ιερουσαλὴμ οι κός ἐστιν ου τὴν εὐπρέπειαν ἀγαπᾷ τελειότητος τύπον φέρων. Ευ χεται δὲ μὴ ὡσαύτως τοῖς ἀσεβέσι διαθεῖναι, ι να μὴ συναπόληται αὐτοῖς ἡ ψυχὴ αὐτοῦ· εὐσεβῆ γάρ τις γνώμην ε χων οὐ πείσεται τοῦτο. παρακαλεῖ δὲ μηδὲ φονικὸς γενέσθαι, ο πως ἡ ζωὴ αὐτοῦ ἀνδράσιν αἱμάτων μὴ συναπόληται· ἐν πράξεσιν γὰρ τούτων ἀδικία ἐστὶν ἡ καθόλου κακία. 235 Ps 25, 11b Εἰ καὶ τὰ κάλλιστα συνειδὼς αὐτῷ τὰ προειρημένα ει πεν, εὐλαβούμενος μὴ οὐκ ἐν τούτῳ δεδικαίωται λανθανόντων πολλάκις τῶν ἐν κρυπτῷ ἁμαρτημάτων, λυτρωθῆναι καὶ ἐλεηθῆναι ἀξιοῖ. 236 Ps 26, 1bc Σωτὴρ ἡμῶν ὁ θεός ἐστιν ῥυόμενος ἡμᾶς ἐξ ἁμαρτιῶν καὶ τοῦ θανάτου, φωτισμὸς δὲ λύων τὴν ἀχλὺν τῆς κακίας καὶ τῆς ἀγνοίας καὶ ἐναυγάζων τῷ φωτὶ τῆς γνώσεως. ὁ ου τως ου ν ἑνωθεὶς καὶ πεφωτισμένος ὑπὸ κυρίου, Τίνα φοβηθήσεται; οὐδεὶς γὰρ οι ός τέ ἐστι βλάψαι τὸν ἀγαθῶν τοιούτων καὶ ἀσφαλείας τετυχηκότα. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; θεοῦ τῇ ἑαυτοῦ ζωῇ ὑπερμαχοῦντος τῆς ζωῆς̓ Απὸ τίνος δειλιάσω; τὸ̓ Απὸ τίνος ἐξευτελισμὸν δηλοῖ τοῦ ἐπανιστανομένου κατ' αὐτοῦ τοῦ ὑπὸ θεοῦ φρουρουμένου· Εἰ γὰρ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς ὁ καθ' ἡμῶν; 237 Ps̔ Ρηθείη ταῦτα καὶ περὶ αἰσθητῶν ἐχθρῶν καὶ περὶ φάλαγγος ἀοράτων πολεμίων·̓ Εὰν γάρ φησιν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ τῇ μὴ φοβουμένῃ αὐτοὺς καρδίᾳ μου ἐλπίζω, ὑπέρμαχον θεὸν ε χειν θαρρήσας. Εστιν ο αἰτεῖται καὶ ἐκζητεῖ τὸ Κατοικεῖν ἐν οι κῳ κυρίου, τουτέστιν τῇ ἐκκλησίᾳ διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης ζωῆς ἑαυτοῦ. δύναται δὲ τὸ Μίαν ᾐτησάμην ου τως ἀκουσθῆναι· ἐπὶ γῆς τέως διατρίβων, εἰ καὶ πολλῶν ἀγαθῶν τυχεῖν παρακαλῶ, πρὸ πάντων ταύτην ᾐτησάμην τὴν αι τησιν, τὸ Εν οι κῳ κυρίου κατοικεῖν τῷ κατὰ τάξιν καὶ μὴ ἀθρόως ἐν πᾶσιν̓ τοῖς ἀγαθοῖς οι όν τε γενέσθαι· η τάχα προσυπακουστέον τῷ Μίαν ᾐτησάμην τὸ ἐξαίρετον η μεγάλην.̓ Επεὶ καὶ ἐν τοῖς ε μπροσθέν φησιν ἠγαπηκέναι τὴν εὐπρέπειαν τοῦ οι κου κυρίου, ὁ ταύτην ποθῶν θεωρεῖν ευ χεται ἐν τῷ οι κῳ γενέσθαι, ι ν' ἐγγὺς αὐτῆς τυγχάνων γνησίως προβάλλων ἀλλὰ καὶ ὑπεραναβὰς ἐπισκέψηται τουτέστιν περιαθρήσῃ τὸν ναὸν αὐτοῦ, τάχα οὐδὲ ἀναχωρῆσαι αὐτοῦ ε τι θελήσας μιμούμενος τὸν Σαμουήλ. καὶ ὁ μὲν ἁπλῶς περὶ τῶν ὑποβεβηκότων δογμάτων τῆς ἐκκλησίας διειληφὼς θεωρεῖ τὴν τερπνότητα κυρίου, προσβάλλων δέ τις τοῖς περὶ τῆς τριάδος περιαθρήσει τὸν ναὸν αὐτοῦ. 238 Ps Πολλάκις η δη διαφορὰν σκηνῆς καὶ οι κου ο τε α μα ὀνομάζονται εἰρήκαμεν, ὡς τῆς μὲν προκοπὴν δηλούσης, τοῦ δὲ τελειότητα. ο τε τοίνυν ἐνέστηκέν τινι ε τι ἡ τῶν κακῶν ἡμέρα, οὐκ ἐν τῷ οι κῳ τοῦ θεοῦ ει ναι δύναται, ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται ὑπὸ κυρίου τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον· οὐ γὰρ ὁ α ρτι μετανοῶν ἐπὶ τελειότητα ἰέναι οι ός τε. Τάχα δὲ τὸ ο νομα τῶν κακῶν σημαίνειν τὰ περιστατικὰ καὶ ἐνταῦθα δύναται.̓ Εσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, τῆς παιδεύσεως καθ' η ν προκόπτομεν. τὰ μέν ἐστι προφανῆ, τὰ δὲ ἀπόκρυφα καὶ ἀνακεχωρηκότα οι α τὰ μυστικά. ἐν τῷ προκόπτειν ου ν σκεπάζει ὁ θεὸς οὐκ ἐν τοῖς ἐπιπολαίοις ἀλλ'̓ Εν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. πρόσκειται δὲ τὸ Αὐτοῦ πρὸς παράστασιν τοῦ μὴ πᾶσαν σκηνὴν τουτέστι προκοπὴν κατὰ θεὸν ει ναι.̓ Εν πέτρᾳ υ ψωσέν με, μετὰ τὴν προκοπὴν φθάσαντά με ἐπὶ τὸν στερρότατον καὶ ἀρραγῆ τῆς τελειώσεως λόγον πέτραν ἀλληγορικώτερον ὀνομαζόμενον· αὐτὸς ὁ κύριος υ ψωσέν με. κατάλληλον τῇ προκοπῇ τὸ Εκρυψεν, τῇ τελειότητι τὸ Υψωσεν. δυνατὸν δὲ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν σκηνὴν λέγειν η ς ἐν τῷ ἀποκρύφῳ τουτέστιν ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ θεός, ὑψῶν αὐτὸν ἐν πέτρᾳ πνευματικῇ οὐκ α λλῃ τοῦ Χριστοῦ τυγχανούσῃ. Καὶ νῦν μετὰ τὸ διαβῆναι τὴν προκοπὴν καὶ ἐπὶ τὸ τέρμα τῆς ἀληθείας ἐφθακέναι ὑψοῖ τὴν κεφαλήν, η τοι νοῦν τὸν ἐμὸν η Χριστὸν α ρχοντα νοῦ γεγενημένον, ἐπὶ τοὺς ἐχθρούς μου, ο πως ὑπὸ πόδας καὶ ὑποτεταγμένους αὐτοὺς ε χω. Εκύκλωσα καὶ ε θυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως.̓ Κατάλληλον τῷ Εκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου καὶ τὸ προκείμενον· τότε γὰρ θυσίαν ἀλαλαγμοῦ μετὰ νίκην ἐπιτελουμένην θύσει, κυκλώσας ἐν τῇ σκηνῇ αὐτοῦ. ἀλαλάξαι δέ ἐστιν τὸ ἀθρόως ἐπὶ ἡττηθεῖσιν ἐχθροῖς βοῆσαι. ὁ ου ν τῶν ἐχθρῶν περιγινόμενος τὴν ἐπὶ νίκῃ χαριστήριον θυσίαν εἰκότως ἐν τῇ σκηνῇ, τουτέστιν ἐν τῇ προκοπῇ, προσάγει. Αισω καὶ ψαλῶ τῷ κυρίῳ. Οὐ μόνον θεωρήσω τὰ τῆς ἀληθείας ο περ δηλοῦται διὰ τοῦ Αισω, ἀλλὰ καὶ κατ' ἀρετὴν ἐνεργήσω ο παρίσταται διὰ τοῦ Ψαλῶ, ἀρεσκόντως θεῷ ποιῶν ἀμφότερα. τοῦτο γὰρ σημαίνει τὸ Αισομαι καὶ ψαλῶ τῷ κυρίῳ. 239 Ps 26, 7– 9a̓ Επιστάμενος ὁ ταῦτα λέγων εὐχαῖς δικαίων ἐπακούοντα τὸν θεόν, ἀπὸ τῆς αὐτῆς διαθέσεως τοῖς δικαίοις κεκραγὼς εἰσακουσθήσεσθαι ἀξιοῖ. Εἰ τὸ κατ' ἀξίαν σκοπήσοις, κύριε, οὐκ εἰσακούσῃ θνητοῦ τινος· οὐδεὶς γὰρ τηλικαύτην κραυγὴν ἀναπέμψει ὡς φθάσαι πρὸς σέ. εἰς τὴν σὴν ου ν ἀγαθότητα ἀποβλέψας̓ Ελέησόν με· ου τω γὰρ καὶ Εἰσακούσῃ μου. ἀμφότερα δὲ τότε ἐλεηθῆναι καὶ εἰσακουσθῆναι οὐκ ἐξ ἐπιπολῆς χειλέων ἀλλ' ἀπ' αὐτῆς καρδίας ει πον πρὸς σέ. διὰ τούτου παρίσταται ο τι οὐ πάντως τῆς προφορικῆς φωνῆς ἀλλὰ μάλιστα τῆς φωνῆς τῆς καρδίας εἰσακούει θεός.̓ Εξεζήτησέν σε τὸ πρόσωπόν μου· καὶ τοῦτο δὲ ει πέν σοι ἡ καρδία μου, τὸ ἐμοῦ τῆς καρδίας πρόσωπον οὐκ α λλο τυγχάνον τοῦ νοῦ ἐκζητήσει σε. τεύξομαι δὲ τῆς μετὰ τὴν ἐκζήτησιν εὑρέσεως πρόσωπον πρὸς πρόσωπον προσβάλλων σοι, καταργηθέντος τοῦ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι.̓ Επιστήσας ε γνων τὸ πρόσωπον τοῦ ε σω ἀνθρώπου κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν σὴν τετυπωμένον· ο θεν ζητῶ ἰδεῖν σου τὸ πρόσωπον. κατανοήσας γὰρ αὐτὸ φωτισμὸν πλείονα ε ξω. τότε δὲ ζητεῖν δύναμαι, ο τ' α ν σὺ ἐπιφάνῃς τὸ πρόσωπόν σου· εἰ μὴ γὰρ τοῦτο γένηται, προσβάλλειν αὐτῷ οὐ δυνήσομαι. διό φημι· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. 240 Ps 26, 11 Νομοθέτησόν με, ι να τοιοῦτον νόμον παρὰ σοῦ λαβὼν ὁδεύσω τὸν εἰπόντα·̓ Εγώ εἰμι ἡ ὁδός. Καὶ ὁδήγησόν με τῇ εὐθείᾳ καὶ ἀκαμπεῖ ὁδῷ σου ε νεκα τῶν ἐπικειμένων ἐχθρῶν, σκάνδαλα ἐχόμενα τρίβου τιθέντων μοι. ε τι μὴν τῆς ἀρετῆς μεσότητος ου σης ὑπερβολῆς καὶ ἐλλείψεως τοῦ τηρεῖν τὸ σύμμετρον, σὺ δέσποτα, ὁδήγησον, φέρων με εἰς τὸ τέλος αὐτῆς ε νεκα τῶν ἐχθρῶν μου τῶν ἐνεργούντων τὴν κακίαν. καθ' ὑπερβολὴν ἐνεργοῦντες παρὰ θύραν ἱστάμενοι τῆς ἀρετῆς δι' ἀπάτης λαμβάνουσιν τοὺς μὴ ἐφιστάνοντας τῇ διαφορᾷ μεσότητος καὶ ὑπερβολῆς. εἰ δὲ καὶ εὐθείαν ὁδὸν τὴν τῶν ἀληθῶν δογμάτων πορείαν λέγοις, ι σθι ο τι μὴ ὁδηγοῦντος θεοῦ οἱ τὰ παρακείμενα ψευδῆ δόγματα τῆς ἀληθείας α γοντες α ρχοντες τούτου τοῦ αἰῶνος ἐχθροί εἰσιν, ω ν ε νεκα, ο πως μὴ ἐμπέσωμεν εἰς τὴν ἀπάτην αὐτῶν, παρακαλοῦμεν ὁδηγηθῆναι ὑπὸ κυρίου τὴν εὐθείαν ὁδόν. 241 Ps 26, 12̓ Επεὶ εἱλόμην ὁδεύειν τὴν εὐθείαν ὁδόν, πάντες οἱ πονηροὶ θλίβειν με προτέθεινται· σὺ δέ, κύριε, κηδόμενός μου Μὴ παραδῷς με εἰς ψυχὰς αὐτῶν· η τοι εὐχόμενος μὴ παραδοθῆναι αὐτοῖς η μὴ συναριθμηθῆναι ταῖς ψυχαῖς αι ς ει χον οἱ θλίβοντες αὐτὸ τοῦτο μάρτυρες α δικοι ει ναι ἑλόμενοι. ἀλλ' ἡ ἀδικία ῃ ἑαυτοὺς προσῳκείωσαν ἀσύστατος καὶ ἀβέβαιος ου σα ἐψεύσατο ἑαυτήν· οὐχ οι α γὰρ ει ναι ἐπαγγέλλεται, τοιαύτη εὑρέθη. ἡ γὰῤ Εψεύσατο φωνὴ οὐκ ἀεὶ τὸ ἐναντίον τῇ ἀληθείᾳ σημαίνει, ὡς τὸ ἐν τῷ προφήτῃ Αλων καὶ οι νος ἐψεύσατο αὐτοὺς ἀντὶ τοῦ οὐχ ὡς ἐπηγγέλλετο· κατ' ε τος ἡ α λων καὶ οι νος εὑρεθέντα ἐψεύσαντο ἐλαττωθέντα. 242 Ps 26, 13 Γῆ ζώντων ἐκλήθη ἡ ἐν ἐπαγγελίαις γῆ κατὰ τὴν αἰώνιον ζωήν, ἐπεὶ οὐδεὶς ἐν αὐτῇ μετέχει τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. αυ τη δὲ ἡ γῆ ἐν τοῖς μὴ βλεπομένοις καὶ αἰωνίοις ι δρυται, καὶ ἐπ' αὐτῆς ἐστιν τὰ ἀληθῶς καὶ κυρίως τοῦ θεοῦ ἀγαθά. ο τοίνυν λέγει ὁ α γιος τοιοῦτόν ἐστιν· πιστεύω ζωῆς αἰωνίου μετασχεῖν, ι να κατ' αὐτὴν ζῶν μετοικισθῶ εἰς τὴν τῶν ζώντων γῆν, ω στε ἰδεῖν τὰ ἐπ' αὐτῆς τοῦ κυρίου ἀγαθὰ τὰ κατὰ τὰς ἐπαγγελίας ἀποκείμενα τοῖς ὁσίως βεβιωκόσιν. ευ δὲ εἰπεῖν καὶ τὸ̓ Ιδεῖν καὶ μὴ φαγεῖν καὶ α ψασθαι η ε τερόν τι· τὸ γὰρ ο λον ἐν τῷ θεωρεῖσθαι τὰ θεῖα ἀγαθὰ παρέχει τὴν ὠφέλειαν. 243 Ps 26, 14 Ητοι πρὸς ἑαυτὸν διαλεγόμενος τοῦτό φησιν η παντὶ ἀκούοντι αὐτοῦ. δύναται δὲ καὶ α νωθεν προτροπὴ αὐτῷ ὑπὸ τοῦ πνεύματος φέρεσθαι τοιαύτη, ἐπεὶ ἐπίστευσας τοῦ ἰδεῖν τὰ ἀγαθὰ ἐν τῷ μέλλοντι αἰῶνι ὑπόμεινον τὸν κύριον η ὑπόμεινον τὴν δεῦρο τοῦ σωτῆρος κάθοδον· δι' αὐτῆς γὰρ ἀνελθεῖν ἐπὶ τὴν θέαν τῶν ἀγαθῶν δυνήσῃ.̓ Ανδρίζου τουτέστιν ἀνδρείαν ἀνάλαβε μὴ κατ' ἰσχὺν σώματος ἀλλὰ κραταιουμένης τῆς καρδίας σου. ου τω γὰρ ὑπομεῖναι τὸν κύριον δυνήσῃ κατὰ πάντας τοὺς προειρημένους τρόπους. 244 Ps 27, 1c Σημαίνει δὲ τὸ ο νομα τοῦ λάκκου καὶ τὸν τόπον τὸν φυλάττοντα τοὺς κατακρίτους. 245 Ps 27, 2a̓ Επεὶ ου ν πολλῶν ἐνδεὴς ω ν ε γνων πρὸς σοῦ ταῦτα ἀναπληροῦσθαι δύνασθαι, πρὸς σὲ βοῶν ἀξιῶ εἰσακοῦσαί σε τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι οὐ πρὸς α λλον τινὰ η σέ· οὐδὲ γὰρ α λλος ἀναπληρῶσαι δύναται τὰ ω ν ἐλλειπής εἰμι. 246 Ps 27, 2b Ναὸς δὲ θεοῦ ει η α ν καὶ ὁ ὑπερουράνιος χῶρος καὶ αἱ ἐν αὐτῷ δυνάμεις χωροῦσαι παρουσίαν θεοῦ κατὰ τὸ ἐφικτόν. ει η δὲ καὶ ὁ λόγος τοῦ θεοῦ ὁ φάσκων·̔ Ο πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ ε ργα. 247 Ps 27, 3b Ευ χεται ου ν λέγων· ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ε πεται, δικαιοσύνην παρέχων μοι μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ο πως μὴ ἀπόλωμαι μετὰ τῶν ἐργαζομένων αὐτήν. 248 Ps 27, 4̔ Ο διορατικὸς ἐπιστημονικῶς τοῖς πράγμασιν προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ ὠφέλιμα ο ντα. ὁ δὲ φαῦλος ἡδονῇ θελγόμενος ἐργάζεται κακὰ οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. ἐπεὶ ου ν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, ευ χεται ὁ α γιος ἀποτῖσαι τῷ φαύλῳ κατὰ τὰ ε ργα αὐτοῦ ἐπίπονα, ο πως κα ν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ αι τια κολάσεως αὐτῷ γεγενημένα. 249 Ps 27, 5 Ων πράττει ὁ α νθρωπος, τὰ μὲν αὐτοῦ ε ργα, τὰ δὲ τῶν χειρῶν αὐτοῦ ἐστιν· αὐτὸς γὰρ κατὰ διάθεσιν ἐργάζεται. αἱ δὲ ἐνεργητικαὶ δυνάμεις χεῖρες αὐτοῦ καλούμεναι ἐπιτελοῦσι τῶν ἁμαρτημάτων τὰ πρακτικά. ἀξιοῖ ου ν καθ' ε τερα ἀνταπόδοσιν γενέσθαι, Οτι οὐ συνῆκαν εἰς τὰ ε ργα κυρίου καὶ εἰς τὰ ε ργα τῶν χειρῶν αὐτοῦ. τῶν ε ργων τοῦ θεοῦ τὰ μὲν ὁρατά, τὰ δὲ ἀόρατα τυγχάνει. τοὺς γοῦν μὴ συνέντας τὰ ε ργα τοῦ θεοῦ καὶ τὰ ε ργα τῶν χειρῶν αὐτοῦ ἀνταπολαβεῖν βούλεται τὸ ἀνταπόδομα αὐτῶν· αὐτοὶ γὰρ προαιρετικῶς ει λοντο τὸ μὴ συνιέναι τὰ ε ργα ῳ ἠκολούθησε τὸ τιμωρίας αὐτοὺς ὑποπεσεῖν. 250 Ps 27, 7 Επὶ τῷ βοηθῷ καὶ ὑπερασπιστῇ κυρίῳ ἐλπίσασα ἡ καρδία μου ἐβοηθήθη, ὡς̓ μηδὲν ἐν αὐτῇ ει ναι ἐνθύμημα αἰσχρὸν η δόγμα φαῦλον. βοηθουμένης γὰρ καρδίας ἐστὶν τὸ συγκατατίθεσθαι οι ς δεῖ καὶ ἀνανεύειν πρὸς τὰ ἐναντία. ου τω δὲ τῆς καρδίας μου βοηθείσης̓ Ανέθαλεν ἡ σάρξ μου ἐν τῷ πράττειν αὐτά. τάχα δὲ καὶ ἡ ἐλπίζουσα καρδία βοηθηθείη, ἀπολαμβάνουσα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν ἀνατείλασαν τὴν σάρκα. παραπλήσιον τούτῳ τὸ Καὶ τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ. σπέρματος γὰρ λόγον τὸ νῦν ἡμῶν σῶμα ε χει πρὸς τὸ ἐξ ἀναστάσεως· αὐτὸ γὰρ τοῦτο σπαρὲν ἐν φθορᾷ ἀναθάλλει ἐν ἀφθαρσίᾳ σπειρόμενον· ο θεν καὶ τῷ παραδείγματι τῷ σπειρομένῳ εἰς τὰ περὶ ἀναστάσεως ἐχρήσατο Παῦλος. Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. πολλοὶ φόβῳ κολάσεως η αἰσχύνης ε νεκα τῆς πρὸς ἀνθρώπους ἀπαγορεύουσι τὰ ἁμαρτήματα κατὰ διάθεσιν ἡδόμενοι ἐπ' αὐτοῖς. ὁ δὲ κριτικὸς ἀνὴρ ἐνιδὼν τῷ μύσει καὶ βλαβερῷ τῶν ἁμαρτημάτων ἑκουσίως ἀποστρέφεται αὐτά, ἐξ ἰδίου θελήματος περὶ αὐτῶν ἐξομολογούμενος θεῷ. ἐὰν δὲ εὐχαριστίαν σημαίνοι τὸ̓ Εξομολογήσομαι αὐτῷ, ἐκ θελήματός τις αὐτὸ ποιεῖ, ἐπὶ πᾶσιν τοῖς συμβαίνουσιν εὐχαριστῶν κα ν ἀηδῆ τινα ει ναι δοκῇ. οἱ γὰρ ἐπὶ τοῖς τέρπουσι μόνοις εὐχαριστοῦντες οὐκ ἐξ ἰδίου θελήματος ἀλλ' ὑφ' ἡδονῆς α γονται ἐπὶ τοῦτο. 251 Ps 27, 8̔ Ο τοῦ θεοῦ λαὸς οὐκ α λλο τι ε χει κραταίωμα η τὸν κύριον αὐτὸν ε ρυμα καὶ ε ρκος αὐτῶν γινόμενον. αὐτὸς δὲ ου τος ὁ κύριος καὶ ὑπερασπιστής ἐστιν τῶν σωτηριῶν τοῦ Χριστοῦ. πᾶς δὲ Χριστοῦ μετέχων ὁμωνύμως αὐτῷ χριστὸς καλεῖται. ω ν ου ν σῴζεται σωτηριῶν ὁ ου τω χριστὸς αὐτοῦ ὑπερασπιστής ἐστιν, α ν δὲ χριστοῦ τοῦ ο ντος υἱοῦ αὐτοῦ ὑπερασπιστὴς τῶν σωτηριῶν η σωτηρίας ἀκουστέον καθ' α ς σῴζει. 252 Ps 27, 9 Σῶσον τὸν λαόν σου τοῦτον ου κραταίωμα τυγχάνεις, εὐλογῶν τὴν κληρονομίαν σου οὐκ α λλην τοῦ λαοῦ σου ου σαν· εὐλόγησον δὲ αὐτὴν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, ἐπάρας καὶ μετεωρίσας δι' ἀρετῆς αὐτοὺς ἀλλὰ καὶ ποιμαίνων αὐτοὺς εἰς πάντα τὸν αἰῶνα τοῦτον. ἐν γὰρ τῷ μέλλοντι ὑπερβάντες τὴν θρεμμάτων κατάστασιν παιδευτῇ καὶ διδασκάλῳ σοι χρήσονται. 253 Ps 28, 1a̔ Ο προκείμενος
7
τέτακται ο ντα δυνάμει ἑβδομάδα. ἐὰν γοῦν συνθῇς τοὺς ἑξῆς ἀριθμοὺς ἀπὸ μονάδος ε ως ἑβδομάδος, εἰκοστὸς ο γδοος ἀπαρτίζεται· ο θεν καὶ τρίγωνός ἐστιν ἑκάστης αὐτοῦ πλευρᾶς συγκειμένης ἐξ ἑβδομάδος. ε στιν δὲ καὶ τέλειος ἀριθμός, δεύτερος μετὰ τὸν ε κτον. τέλειον δὲ ἀριθμόν φασιν τὸν ἐκ τῶν μερῶν ἑαυτοῦ συντιθέμενον, ω στε μὴ ὑπερβάλλειν μηδὲ ἐλλείπειν. καὶ ὁ παρὼν ου ν ἀριθμὸς μέρη ε χει η μισυ, τέταρτον, ε βδομον, τεσσαρεσκαιδέκατον, εἰκοστὸν ο γδοον· α περ συντεθέντα ἀπαρτίζει ἑαυτόν. 254 Ps 28, 1b– 2 Προστάττει η τοι τοῖς ἀγγέλοις η τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ε χουσιν ἀνθρώποις ἐνεγκεῖν ἐπὶ τὴν σκηνὴν τὰ πρὸς θεραπείαν· ε ν δὲ ω ν φέρουσιν καὶ υἱοὶ τῶν κριῶν εἰσιν. κριοὺς δὲ ἡγητέον ει ναι τοὺς εὐτόνους κατὰ θεοσεβείαν βίον ἐπανελομένους δίχα τοῦ λογικῶς θεωρεῖν τὴν ἀλήθειαν. διὸ καὶ α ρχειν εἰσὶν ἱκανοί, υἱοὶ δὲ κριῶν οἱ μιμήσει τῆς πολιτείας γεννηθέντες ὑπ' αὐτῶν. Δόξαν φέρουσιν οἱ ὀρθῶς καὶ δικαίως καὶ εὐσεβῶς περὶ τῆς τριάδος διειληφότες, τιμὴν δὲ οἱ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττοντες. εἰ γὰρ ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ παραβαίνειν τὸν θεὸν ἀτιμάζει, τιμὴν αὐτῷ προσάγει ὁ περιεχόμενος τοῦ θείου νόμου.̓ Ενέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· ὁμοίως τῷ πρὸ αὐτοῦ. Προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. ὁ κατὰ τὰ δόγματα τὰ ἐκκλησιαστικὰ καὶ τοὺς ἀμέμπτους αὐτῆς κανόνας τῷ θεῷ λατρεύων προσκυνεῖ τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 255 Ps 28, 3a Προχειρότερόν τις ἐπιβάλλων ἐρεῖ τὸν̓ Ιωάννην βαπτίζοντα ἐν τῷ̓ Ιορδάνῃ ποταμῷ φωνὴν ει ναι κυρίου ἐπὶ τῶν ὑδάτων. 256 Ps 28, 7 Ετι μὴν ευ τονον καὶ αὐστηρὸν βίον ἀναλαβὼν ὁ̓ Ιωάννης, διοδεύσιμον τὸν φλογμὸν τῶν ἡδονῶν τοῦ βίου ποιήσας, Φωνή ἐστιν κυρίου διακόπτοντος φλόγα πυρός. 257 Ps 28, 8b. 9a Γέγονεν ου ν ἐξ ἐρήμου οἰκουμένη.̔ Η προειρημένη τοῦ κυρίου φωνὴ καταρτίζει τὰς ἀλληγορικῶς καλουμένας ἐλάφους. ψυχαὶ δέ εἰσιν αυ ται, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσαι καὶ πνεύματι διὰ χειλέων κατὰ μίμησιν θεοῦ ἀναιροῦσαι τὸν ἀσεβῆ ο φιν. 258 Ps 28, 9b̓ Εργάσεται δὲ αυ τη ἡ τοῦ κυρίου φωνὴ καὶ δρυμῶν ἀποκάλυψιν, ο πως φανερὰ γένωνται τὰ ἐν αὐτοῖς φωλεύοντα θηρία α ἀνειμῶνται ε λαφοι. δρυμὸς δέ ἐστιν σύμφυτος τόπος ξύλων ἀκάρπων· ἀποκαλύπτεται δὲ δρυμός, τῶν ἐν αὐτῷ ξύλων ἀκάρπων ἐκκοπτομένων ὑπὸ τῆς ἀξίνης τοῦ λόγου καὶ εἰς πῦρ βαλλομένων. 259 Ps 28, 9c Οτ' α ν τὰ ἐπισκιάζοντα τῇ τῶν ἀνθρώπων προκοπῇ περιαιρεθῇ, τὸ τηνικάδε πᾶς τις τὴν πολύθεον πλάνην ἐάσας δόξαν ἐρεῖ ἐν τῷ ναῷ τοῦ θεοῦ. 260 Ps 28, 10b Τὸ καθῆσθαι τὸν θεὸν σημαίνει τὴν ι δρυσιν αὐτοῦ α τρεπτον καὶ ἀναλλοίωτον μένειν ἀεί. διαστέλλει γοῦν αὐτὴν τοῖς διὰ τοῦ τρέπεσθαι ἀπολλυμένοις φάσκων· Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. καὶ ἐνταῦθα ου ν τὸ μόνιμον τῆς βασιλείας αὐτοῦ παρίσταται. διὰ τοῦτο Καὶ καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, τέλος οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ. 261 Ps 29, 1̔ Ο μέντοι τῇ ἱστορίᾳ συναγορεύων ἐρεῖ ο τι Δαυὶδ ὁ βασιλεὺς οι κον αἰσθητὸν κυρίῳ οἰκοδομῆσαι προθυμηθεὶς κεκώλυται τοῦ θεοῦ εἰπόντος πρὸς αὐτόν· Οὐ σὺ οἰκοδομήσεις μοι οι κον διὰ τὸ ἀνὴρ πολεμιστὴς ει ναι ἐκ νεότητός σου, ἀλλ' ὁ ἐξερχόμενος ἐκ τῆς ὀσφύος σου ου τος οἰκοδομήσει μοι οι κον. πεισθεὶς τῷ χρησμῷ Δαυὶδ τοῦ μὲν οἰκοδομῆσαι ἐπαύσατο, τῶν δὲ πρὸς τὴν οἰκοδομὴν ὑλῶν προενοήσατο. ω σπερ ου ν, φησίν, τὰς υ λας προητοίμασεν, ου τω καὶ τὸν ψαλμὸν ποιήσας ὡς ε ν τι τῶν ἀναγκαίων καταλέλοιπεν, καὶ ο πως οἰκοδομηθέντος καὶ ἐγκαινισθέντος τοῦ οι κου ὑπὸ τῶν εἰς τοῦτο τεταγμένων ἀνακρουσθῇ μετ' εὐχαριστείας ψαλλόντων καὶ ᾀδόντων. 262 Ps 29, 4 Σεσῶσθαι δέ φησιν η τοι μὴ ἐάσαντος αὐτὸν τοῦ θεοῦ καταβῆναι εἰς αὐτὸν η μετὰ τὸ κατελθεῖν ἀναγαγόντος. ῥηθείη δὲ ταῦτα οἰκονομικῶς καὶ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ τοῦ ἐληλυθότος τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ ἡμῶν καὶ δόντος γε αὐτὴν καὶ ἀναστάντος ἐκ νεκρῶν εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός, πρὸς ο ν καὶ ἀνθρωπίνως φησίν· ἐπειδὴ Οὐκ ἐγκατέλιπες τὴν ψυχήν μου εἰς τὸν ᾳ δην, λάκκον ὀνομαζόμενον, θαρρῶν λέγω· Εσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς τὸν λάκκον. 263 Ps 29, 6cδ Οι ς ἡμέρα ε ληξεν η ν κατασκευάζει τὸ φῶς τὸ ἀληθινόν, κλαίουσιν ἐν ἑσπέρᾳ, τουτέστιν ἐν ἀρχῇ νυκτὸς γεγενημένοι, ἀγαλλιώντων οι ς ἡμέρας ἀρχὴ συνυπέστη ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης. ἁρμόσει τοῦτο ἀμφοτέροις τοῖς λόγοις, τοῦ μὲν ἐκ περιτομῆς κλαίοντος ο τε ε δυ αὐτοῖς ὁ η λιος τῆς δικαιοσύνης, τοῦ δὲ πρωὶ τῶν ἐθνῶν ἀγαλλιωμένων ἐπιλάμψαντος αὐτοῖς τοῦ σωτηρίου λόγου. 264 Ps 29, 7 Εὐθηνίαν ἀκούειν δεῖ ἐπὶ πολυκαρπίᾳ πνευματικῇ, ο τ' α ν ὁ σπόρος̓ Ιησοῦ ἑκατονταπλάσιος γένηται καὶ τα λλα γενήματα τῆς ἀρετῆς πληθυνθείη. ἐν ταύτῃ ου ν τῇ εὐθηνίᾳ γεγονὼς δι' αὐτῶν τῶν πραγμάτων ἐρῶ, βέβαιος καὶ ἀμετακίνητος μένων, τὸ Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. στικτέον δὲ καὶ ου τως· Ει πα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τοῖς γὰρ ε ργοις βοῶ ο τι, εἰ γενοίμην ἐν τῇ προειρημένῃ εὐθηνίᾳ, ἀκλόνητος ε σομαι μὴ περιτρεπόμενος ὑπὸ τοῦ ἀνταγωνιζομένου. 265 Ps 29, 8a Τὸ σωματικὸν κάλλος ἐμφαίνεται ἐπὶ συμμετρίᾳ καὶ ἀναλογίᾳ μελῶν συγκείμενον, τὸ δὲ τῆς ψυχῆς ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ τῶν κατορθουμένων ἀρετῶν πασῶν τῶν κατὰ λόγον ἐνεργειῶν συμμετρίαν καὶ ἀναλογίαν ἐχουσῶν η καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἁρμονίως ἀναλογουσῶν. τοῦτ' ου ν τὸ κάλλος σύ μου, ω κύριε, τῷ σῷ θελήματι παράσχου. ποιήσας γάρ σου τὸ θέλημα καὶ τοῦ ἐν οὐρανοῖς πατρὸς ἀνέλαβον αὐτό, ἐπεὶ πᾶς ὁ σύμμορφος γεγονὼς τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ κάλλος θεόθεν ε σχεν ἑνωθεὶς τῷ κυριακῷ θελήματι. 266 Ps 29, 10cδ̔ Ο διὰ τοῦ τὰ ὑλικὰ πράττειν καὶ φρονεῖν τὰ ἐπίγεια χοῦς γεγονὼς καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ οὐδ' ἐξομολογήσεται τῷ θεῷ, η ἀναγγελεῖ αὐτοῦ τὴν ἀλήθειαν καὶ δι' ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. 267 Ps 29, 11b– 13 Σημειωτέον ο τι τὸ̓ Εγενήθη οὐκ ἀεὶ οὐσίωσιν σημαίνει ἀλλ' ε σθ' ο τε καὶ τὴν πρός τινα σχέσιν. ει ποτε ου ν καὶ ἐπὶ τοῦ σωτῆρος τοιαύτη γένοιτο φωνή, σχέσιν τὴν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Εστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. ἡ κοπετὸς φωνὴ τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησιν τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. ὁ ου ν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αι σθησιν αὐτοῦ διεγείρας μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι χαρὰν τὸν καρπὸν τοῦ πνεύματος ἀναλήψεται. τὸ Εστρεψας δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ Οὐ μὴ κατανυγῶ ἀντὶ τοῦ οὐ μὴ μεταγνῶ φησιν. δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ θεῷ ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. ἀντὶ τοῦ̓ Επὶ πᾶσι τοῖς συμβαίνουσιν οὐ προσηνέσι μόνον ἀλλὰ καὶ ἐπιπόνοις εὐχαριστῶ σοι, δέσποτα. 268 Ps 30, 2– 3b̔ Ο ἐλπίσας τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις οι δεν μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα, ἐπὶ κύριον θέμενος τὴν τοιαύτην προσδοκίαν.̓ Εν τῇ δικαιοσύνῃ σου, φησίν, ῥῦσαί με (οὐκ α λλῃ ου σῃ τοῦ μονογενοῦς σου) ἐκ τῶν περιεστηκότων καὶ ἐξελοῦ ἐκ τῶν προσπολεμεῖν βουλομένων. καὶ ἐπεὶ μὴ φθάνῃ ἡ ἡμετέρα κραυγὴ πρὸς τὸ σὸν υ ψος, Κλῖνον τὸ ου ς σου πρός με διὰ τοῦ συγκαταβαίνειν μοι· τούτου γὰρ ὑπάρξαντος δεξάμενός μου τὴν προσευχὴν ἀμελλητὶ ἐξελέσθαι με θελήσεις. 269 Ps 30, 3c– 4 Καὶ ἐνταῦθα τὸ Γενοῦ μοι σχέσιν δηλοῖ ὑπερασπιστοῦ πρὸς ὑπερασπιζόμενον. ἀξιοῖ δὲ καὶ οι κον καταφυγῆς σωτηρίας αὐτῷ γενέσθαι τὸν θεόν, ι ν' ω σπερ ὑπὸ φρουρίου δυσαλώτου καὶ ἀκαταμαχήτου περιεχόμενος σωθῇ ἀβλαβὴς διαμείνας. τούτου δὲ πολλάκις η δη καὶ ἀεὶ ἐπειράθην, ὡς Κραταίωσις καὶ καταφυγή μου ει σύ, ἐπεὶ τὸ σὸν ο νομα ᾠκείωταί μοι· σὸς γὰρ α νθρωπος η δοῦλος χρηματίζω. εἰ καὶ μὴ α ξιός εἰμι τυχεῖν ω ν αἰτοῦμαι, ἀλλ' ε νεκεν τῆς σῆς προσηγορίας ὁδηγήσεις με πρὸς σωτηρίαν καὶ διαθρέψεις δέ με παρέχων τὸν σὸν οὐράνιον α ρτον. 270 Ps 30, 6 Σπουδὴ δὲ τοῖς ἀγαθοῖς ἐστιν μὴ τοσοῦτον τὸ σῶμα α τρωτον πρὸς ἐχθρῶν ε χειν ο σον τὸν νοῦν καὶ τὴν διάνοιαν. ἐπεὶ ου ν πρὸς φένακας καὶ δεινοὺς ἀπατῆσαι ὁ πόλεμος αὐτῷ, ου τοι δὲ οὐ σάρκα βάλλειν ἀλλὰ νοῦν τρῶσαι προύθεντο, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται τὸ πνεῦμα δυναμένας αὐτὸ διαφυλάξαι. καὶ ὁ σωτὴρ δὲ ἀναρτηθεὶς εἰς τὸν σκόλοπα, τρωθεισῶν αὐτῷ τῶν χειρῶν καὶ τῶν ποδῶν ὠρωρυγμένων κατὰ τὸ προφητικόν, τῷ Εἰς χεῖράς σου παραθήσομαι κέχρηται. χεῖρας δὲ τοῦ θεοῦ οὐκ α λλας τῶν προνοητικῶν καὶ σκεπαστικῶν αὐτοῦ δυνάμεων ἐκδεκτέον. Σημειωτέον δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου πολλαχῶς λέγεσθαι. ο τ' α ν γὰρ λέγῃ τὴν παρθένον σπουδάζειν ει ναι ἁγίαν πνεύματι καὶ σώματι, πνεῦμα τὴν διάνοιαν λέγει. παρὰ δὲ̓ Ιακώβῳ (Ωσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν) οὐκ α λλο τι η τὴν ψυχὴν σημαίνει ἡ τοῦ πνεύματος προσηγορία. ἐν δὲ τῷ Τίς γὰρ οι δεν ἀνθρώπων τὰ τῶν ἀνθρώπων εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐκ α λλο πνεῦμα δηλοῦται η τὸ συνεζευγμένον τῇ ψυχῇ ε τερον ο ν αὐτῆς, ο καὶ συνείδησις καλεῖται· τὸ γὰρ συνειδὸς τοῦ ἀνθρώπου τὰ ἐνθυμήματα α λλο τῆς ψυχῆς ἐστιν· ἡ γὰρ ψυχὴ ὁ α νθρωπός ἐστιν, οὐ τὰ ἐνθυμήματα. τριχῶς ου ν πεφηνότος τοῦ πνεύματος τοῦ ἀνθρώπου, ἐπίστησον κατὰ ποῖον σημαινόμενον ἐκλαβεῖν δεῖ τὸ Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. ἐμοὶ δὲ ἀρέσκει καὶ κατὰ τοὺς τρεῖς τρόπους ἀληθεύεσθαι τὸ προκείμενον. Κρατηθέντα δέ με, φησίν, ὑπὸ τῶν πολεμίων καὶ αἰχμάλωτον η δη γεγενημένον ἐλυτρώσω, ω κύριε, ο ς καὶ θεὸς τῆς ἀληθείας ει καὶ τῆς ἐν ἑκάστῳ τῶν μετεχόντων τῆς τοῦ μονογενοῦς ἀληθείας. 271 Ps 30, 7a Καθόλου πᾶς ματαιότητα φυλάσσων διὰ κενῆς τοῦτο ποιεῖ η τοι τῷ ἀβέβαιον ει ναι η τῷ κενῶς καὶ περιττῶς γίνεσθαι τὴν ματαιότητα. μισητὴ δὲ αυ τη ου σα τῷ θεῷ μισητοὺς ποιεῖ τοὺς διαφυλάσσοντας αὐτήν. 272 Ps 30, 8b– 9̔ Η ταπείνωσις δὲ ὁτὲ μὲν δηλοῖ τὴν ἀτυφίαν η ν ε θος ταπεινοφροσύνην καλεῖν, ὁτὲ δὲ τὴν ὑπ' ἐχθροῖς κάκωσιν. ἀγαθὸν δὲ τὸ ἐπειδεῖν τὸν θεὸν τὴν ἑκατέρως ταπείνωσιν. τὸ ἑξῆς δὲ ἀκολουθεῖ τῷ ταπείνωσιν νομίζειν τὴν κάκωσιν· Εσωσας γάρ φησιν ἐξ ἀναγκῶν τὴν ψυχήν μου, ἀνάγκας λέγων τὰς περιστάσεις ἀφ' ω ν ῥυσθείσης αὐτοῦ τῆς ψυχῆς οὐ συγκλείεται εἰς χεῖρας τοῦ καταπονοῦντος ἐχθροῦ. Εἰ τὸ εὐρύχωρον δὲ ὡσαύτως λέγοιτο τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ (αυ τη δέ ἐστιν ἡ φιληδονία), εὐχαριστεῖ τῷ βεβαιότητα αὐτῷ καὶ στάσιν ἐν τῷ βίῳ τούτῳ ὀρέξαντι. ο γὰρ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ περὶ γῆς τόπῳ ὑπάρχων, ε νθα ὀλισθηρὸν καὶ ἐπισφαλὲς διὰ τὰς φωλευούσας ἡδονὰς τὸ ζῆν, στάσιν τῆς ψυχῆς μοι δέδωκας, ο πως μὴ ω δε κἀκεῖσε ὑπὸ τῶν παθῶν παραφέρωμαι. εἰ δ' ἐπαινετὸν λέγοι τὸ εὐρύχωρον, ἐρεῖ· ἐπεὶ θλιβόμενος οὐ στενοχωροῦμαι ἐγκαρτερῶν τοῖς πόνοις, ι ν' ου τως ει πω, πλατυνόμενος διὰ τὸ κλέος τὸ ἐκ τῶν περιστατικῶν, ἐρῶ· Εστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. 273 Ps 30, 11c Οὐ πάντως ὁ πτωχεύων ἀσθενεῖ (πολλοὶ γὰρ πτωχοὶ ἰσχυροί) οὐδὲ ὁ ἰσχύος λειπόμενος πτωχός· ἐν δὲ τοῖς πνευματικοῖς, ἐπεὶ ταὐτὸν ἡ ἰσχὺς πλούτῳ, ὁ πλουτῶν ἐν ε ργοις ἀγαθοῖς ἰσχὺν ε χει. ο ου ν βούλεται λέγειν ε στιν τοιοῦτον· ἐπεὶ ἐπτώχευσα τὸν βλέποντα πλοῦτον ἀποστραφείς (ου τος δέ ἐστιν ὁ θεῖος),̔ Η ἰσχύς μου ἠσθένησεν. Σημειωτέον ο τι τὴν ε ξιν ἀντὶ τοῦ ε χοντος ει πεν· οὐ γὰρ ἡ ἰσχὺς ἀσθενεῖ ἀλλ' ὁ ε χων αὐτήν, ω σπερ οὐδὲ τὴν ἐπιστήμην ἀγνοεῖν ἀλλὰ τὸν ἐσχηκότα φαμέν. τούτοις ὁμόλογον τὸ παρὰ Παύλῳ εἰρημένον περὶ Χριστοῦ· Ινα δικαιοσύνη γενώμεθα θεοῦ ἐν αὐτῷ. καὶ ἐν τούτοις γὰρ τοὺς δικαιοσύνην ε χοντας δικαιοσύνην ἐκάλεσεν. 274 Ps 30, 12– 14a Οἱ ἐχθροὶ φιλήδονοι μᾶλλον η φιλόθεοι τυγχάνοντες οὐ μόνον οὐκ αἰσχύνονται οὐδ' ο νειδος ε χειν δοκοῦσιν ἐφ' οι ς πράττουσιν κακῶς, ἀλλ' ἐκ τοῦ ἐναντίου σεμνύνονται, ὡς λεχθῆναι περὶ αὐτῶν· Ων ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. καυχῶνται δὲ ἐφ' οι ς ὀνειδιστέοι γίνονται· Αἰσχύνθητε γοῦν ἀπὸ καυχήσεως ὑμῶν καὶ ὀνειδισμοῦ ἐναντίον κυρίου· ο θεν καὶ ἀναστήσονται ου τοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον.̔ Ο δὲ αἰσθόμενος ἐν τῇ προειρημένῃ πτωχείᾳ ἑαυτὸν γεγονέναι ὁμολογεῖ ὀνειδιστέος ει ναι. διό φησιν· Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ο νειδος, ἀλλὰ καὶ παρὰ πᾶσιν τοῖς πλησιάζουσίν μοι κατὰ τὴν οι κησιν τουτέστιν τοῖς ὁμοδοξοῦσιν. Οἱ μετ' ἐπιστάσεως προσβάλλοντές μοι, αἰσθόμενοι ἐξ οι ου πλούτου εἰς πτωχείαν ε πεσον, εὐλαβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν, ε ξω τῆς ἐμῆς καταστάσεως ε σπευδον ει ναι. ἀλλὰ καὶ σκεῦος ω ν πάλαι τίμιον καὶ ευ χρηστον τῷ δεσπότῃ ἠχρειώθην ου τως ὡς ἀπολωλέναι δοκεῖν. Οτι η κουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ει ποι ταῦτα διδάσκαλος ψεγόμενος ὑπὸ τῶν δοκούντων περὶ αὐτὸν ει ναι διὰ τοῦ δῆθεν μανθάνειν, παροικούντων δὲ καὶ μὴ ἐμμενόντων τοῖς μαθήμασιν τῷ μὴ κατοικεῖν ἐν αὐτοῖς. δύναται δὲ καὶ ου τως· ἐπεὶ ψόγον η κουσα ο ν ψέγονται πολλοὶ τῶν περικύκλῳ μου τῷ μὴ κατοικεῖν ἀλλὰ παροικεῖν αὐτοὺς ἐν τοῖς ἡμετέροις, τούτου χάριν σκεῦος ἀπολωλὸς γέγονα. τούτῳ συνᾴδει τὸ Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 275 Ps 30, 16̓ Εν ταῖς σκεπαζούσαις καὶ φρουρούσαις δυνάμεσι χερσίν σου χρηματιζούσαις οἱ κλῆροί μου τυγχάνουσιν, τουτέστιν πάντα τὰ συγκληρωθέντα μοι κατὰ κρίσιν σὴν η τοι ῥυσθῆναι ἀπ' αὐτῶν η παθεῖν· οὐδὲ γάρ τι συντυχικῶς οι ομαι συμβαίνειν. 276 Ps 30, 16a Ετεροι δὲ τὴν λέξιν σαφηνίζουσιν ου τως· αἱ δεδομέναι ἐξουσίαι, φασίν, η τοι ὡς α ρχουσιν η διδασκάλοις η α λλην ὑπεροχὴν ε χουσι, κλῆροι αὐτῶν ὀνομάζονται. ου τοι ου ν ἐν ταῖς χερσὶν τοῦ θεοῦ εἰσιν. ὡς γὰρ αὐτὸς καθιστᾷ, ου τως καὶ μεθιστᾷ βασιλεῖς. κα ν τοίνυν διὰ τὴν παροῦσάν μοι ὑπεροχὴν ἐπέρχωνταί τινες μετακινῆσαι αὐτὴν βουλόμενοι, οὐ δυνήσονται τῷ πάντα τὰ κατ' ἐμὲ ἐν ταῖς χερσίν σου ει ναι. 277 Ps Οὐχ ἁπλῶς κρύπτει τὴν χρηστότητα τοῖς φοβουμένοις αὐτόν (πολὺ γὰρ αὐτῆς καθορῶσιν) ἀλλὰ τὸ πλῆθος, ι να μὴ βλαβῶσιν. ευ δὲ καὶ τὸ εἰπεῖν· Τοῖς φοβουμένοις σε· αὐτοῖς γὰρ αὐτὴν ταμιεύεται. φανέρωσον αὐτὴν αὐτοῖς, ο τ' α ν ἐν τελείᾳ ἀγάπῃ γενόμενοι ε ξω βάλωσι τὸν φόβον. Αὐτὰ δὲ ταῦτα α Εκρυψας τοῖς φοβουμένοις σε η δη κατ' ἐνέργειαν ἐφανέρωσας τοῖς πλέον τοῦ φόβου τὴν ἐλπίδα ε χουσιν̓ Εναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἀνθρώπους δ' ἐρεῖς τοὺς τὸ λογικὸν καὶ κατ' εἰκόνα ἀδιάστροφον φυλάξαντας, υἱοὺς δὲ αὐτῶν τοὺς λογικῶς μαθητὰς καὶ μιμητὰς αὐτῶν γενομένους. ἀπόκρυφον δὲ τοῦ προσώπου τοῦ θεοῦ ἐρεῖς τὸ μὴ ἐφικτὸν νῦν πρὸς γνῶσιν, φανερωθησόμενον δὲ τότε ο τε ὀψόμεθα αὐτὸν καθώς ἐστιν. τούτῳ τῷ ἀποκρύφῳ ἀντιδιαστέλλεται τὸ λεγόμενον παρὰ Παύλῳ· Γνωστὸν αὐτοῦ φανερωθὲν τοῖς ἀνθρώποις, τουτέστιν τὸ δημιουργὸν καὶ προνοητικὸν αὐτοῦ. ἑξῆς γὰρ τοῦ Ο θεὸς ἐφανέρωσεν ει ρηται· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμοὑ τοῖς ποιήμασιν νοούμενα καθορᾶται. Τάχα καὶ ὁ σωτὴρ πρόσωπον ω ν θεοῦ ἀπόκρυφον ε χει πᾶν τὸ κατὰ τὴν θεότητα, ἐμφανὲς δὲ τὸ κατὰ τὴν οἰκονομίαν. ο τ' α ν ου ν ὁ λόγος γενόμενος σὰρξ σκηνώσῃ ἐν ἡμῖν, κατακρυπτόμεθα ἐν τῷ ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ, ὀψόμενοι αὐτὸ ο τ' α ν ὀψώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.̓ Επίστησον δέ, εἰ καὶ τὰ προφανῆ ε ργα τῆς προνοίας πρόσωπον αὐτοῦ ει ναι δύναται· δι' αὐτῶν γὰρ θεὸν φανταζόμεθα· ἀπόκρυφον δὲ αὐτοῦ οἱ ἀπόρρητοι λόγοι καθ' ου ς γίνεται τὰ γινόμενα, ου ς ἐπὶ τέλει τῶν πραγμάτων εἰσόμεθἀ Απὸ ταραχῆς ἀνθρώπων. οἱ ἀνθρώπινα δόγματα ἐπαγγελλόμενοι α νθρωποί εἰσιν ταραχὴν προβαλλόμενοι, δι' η ς ταράττουσιν τοὺς ἀνερματίστους. ταύτης τῆς ταραχῆς ἐκτὸς ποιῶν τοὺς ἐλπίζοντας ἐπ' αὐτὸν ὁ θεὸς κατακρύπτει αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ κατὰ πάντας τοὺς εἰρημένους τρόπους. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. ὁ τέλειος πάσης προκοπῆς ἀναχωρήσας αὐτὴν κατανοεῖ τὴν ἀλήθειαν δι' ο ἀνεξαπάτητός ἐστιν, ὁ δὲ ἐν τῷ προκόπτειν ἐπιτυγχάνων χρῄζει σκεπάζοντος θεοῦ ἐν σκηνῇ τουτέστιν τῶν διαφόρων γλωσσῶν η τοι διαφόρων ψευδοδοξιῶν. πρὸς γὰρ τὸν τέλειον λέγεται· Καὶ πᾶσα φωνὴ η ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις. πᾶς γὰρ λόγος ἑτερόδοξος ἀνίσταται κρίνεσθαι βουλόμενος μετὰ τῆς ἐκκλησιαστικῆς γνώμης. πάντας δὲ αὐτοὺς ἡττήσει ὁ τέλειος τὰ τῆς ἐκκλησίας φρονῶν. 278 Ps Οὐ τοσοῦτον θαύματος α ξιον ο τ' α ν ἐμφαίνηται ὁ ε λεος τοῦ θεοῦ ἐν ταῖς ἀνετικαῖς καὶ ἡπλωμέναις πόλεσιν, ο σον θαυμαστούμενος τότε ο τ' α ν ἐν πόλει περιοχῆς γένηται· ὡς καὶ διὰ τοῦτο εὐλογητὸν ει ναι τὸν θεὸν πάνυ εὐλογούντων τῶν ἐκ πλείονος περιστάσεως ῥερυσμένων. Τὸ δὲ τῆς ἐκστάσεως ο νομα σημαίνει τὴν παραφροσύνην, δηλοῖ δὲ καὶ τὸν θαυμασμὸν μετ' ἐκπλήξεως γινόμενον· σημαίνει ἡ παροῦσα λέξις τὸ δεύτερον τῶν σημαινομένων. ο γὰρ λέγει ε στιν τοιοῦτον·̓ Εν ἐκστάσει, τουτέστιν ἐν ἐκπλήξει γεγενημένος, ει πἀ Απέρριμμαι α ρα ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τουτέστιν μακρὰν ε δοξα ει ναι τῶν ἐποπτικῶν καὶ ἐπισκοπευτικῶν σου δυνάμεων, καὶ ἐπεὶ ου τω διατεθεὶς παρεκάλεσα μὴ ἀπερριμμένος μεῖναι ἀλλ' ἐπιφανῆναί μοι τὸ πρόσωπον τῶν ὀφθαλμῶν σου. Διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. 279 Ps 30, 24ab Μιᾶς ἀληθείας ου σης τῆς εἰπούσης̓ Εγώ εἰμι ἡ ἀλήθεια, πολλαὶ συνίστανται ἐν τοῖς μετέχουσιν τῆς μιᾶς ἑκάστης ψυχῆς ἀλήθειαν ἐχούσης, ο ν ἐδέξατο τύπον ἐκ τῆς μονογενοῦς ἀληθείας. ἐπεὶ ου ν πάσας τὰς ἀληθείας ταύτας ἐκζητεῖ κύριος, τιμῆσαι ἐπ' αὐτὰς βούλεται τοὺς ε χοντας αὐτάς. τούτου χάριν, οἱ ο σιοι αὐτοῦ, ἐκζητήσατε αὐτόν, οὐκ ἀμισθὶ καταλύοντες ἐφ' ῃ ε χετε ἀληθείᾳ. 280 Ps 31, 1a Καὶ ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς ε χει, συνέσεως χρεία τῷ ἐντυγχάνοντι, ι να συνιέναι δυνηθῇ ε καστα τῶν ἀσαφῶς εἰρημένων. 281 Ps 31, 1bc̓ Ανομιῶν καὶ ἁμαρτιῶν διαφορὰν ει ναί φασιν τοιαύτην· αἱ ἁμαρτίαι τῶν μηδὲ ο ντιν' ου ν νόμον προσηκαμένων ἀνομίαι καλοῦνται, τῶν κατὰ παράβασιν νόμου πραττομένων ἁμαρτιῶν ὀνομαζομένων. Μακάριοι ου ν εἰσιν ω ν ἀφίενται αἱ ἀνομίαι, α ρτι τῷ θείῳ λόγῳ προσερχομένων· Μακάριοι δὲ καὶ ω ν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, ο τ' α ν παρακούσαντες τοῦ νόμου υ στερον μετανοήσωσιν. α φεσις μὲν ἐπὶ τῶν ἀνομιῶν, ἐπικάλυψις δὲ ἐπὶ τῶν ἁμαρτιῶν ει ρηται τῷ τὰς ἀνομίας πάντῃ ἀφίεσθαι. συγγνωστοὶ γὰρ οἱ δίχα νόμου ἁμαρτάνοντες τῶν ἐπικρυπτομένων ἁμαρτιῶν οὐ πάντῃ ἀφιεμένων ἀλλ' ἐξ ἀγάπης ἐπισκιαζομένων·̓ Αγάπη γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν. Χρῶνται δέ τινες τῷ μὲν Μακάριοι ω ν ἀφέθησαν αἱ ἀνομίαι ἐπὶ τῶν τὸ λουτρὸν εἰς α φεσιν ἁμαρτιῶν ἐσχηκότων, τῷ δὲ Καὶ ω ν ἐπεκαλύφθησαν ἐπὶ τῶν ἐκ μετανοίας ἐπικρυψάντων τὰ ἁμαρτήματα. εἰσὶν δὲ οι λαμβάνουσιν τὴν μὲν προτέραν ἐπὶ τῶν πιστευόντων ἐθνῶν, τὴν δὲ δευτέραν ἐπὶ τῶν ἐκ περιτομῆς τὸν σωτῆρα προσηκαμένων. 282 Ps 31, 2̔ Ο ἀναμάρτητος οὐχ ἁπλῶς α νθρωπος ἀλλ' ἀνὴρ διὰ τὴν τελειότητα λέγεται. ου τω γοῦν ὁ θεὸς οὐ λογίζεται ἁμαρτίαν η τοι τῷ ἀφίεσθαι αὐτὴν η τῷ μηδ' ο λως γεγονέναι. ἁρμόσει γὰρ τοῦτο μάλιστα τῷ Χριστῷ κατὰ τὴν οἰκονομίαν· καὶ τὸ Οὐκ ε στιν ἐν τῷ στόματι αὐτοῦ δόλος ὁμοίως ἐκδεκτέον η τῷ ἀποβεβληκέναι η τῷ μὴ ἐσχηκέναι δόλον. οὐκ ε στιν δὲ δόλος ἐν στόματι τοῦ λόγον ἀληθῆ καὶ ἀκατάγνωστον ε χοντος. 283 Ps 31, 3̓ Απὸ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζόμενος ἐν ἡμέρᾳ διῆγον καὶ ἐν ο λῃ ταύτῃ ε κραζον ὑμνῶν εὐχόμενος. ἐπεὶ ου ν ἀπὸ ταύτης τῆς κραυγῆς ἐξ ἀπροσεξίας ἐσίγησα, ἐπαιλαιώθη τὰ ἰσχυρὰ καὶ τὰ ευ τονα τῶν δογμάτων, ὀστᾶ μου ὀνομαζόμενα. σημαίνει δὲ τὴν μετάπτωσιν τοῦ ταῦτα λέγοντος τῷ πεπαλαιῶσθαι καὶ μὴ φύσει παλαιὰ ει ναι τὰ ὀστᾶ αὐτοῦ. 284 Ps 31, 4 Καὶ ἐν τοῖς προάγουσιν ει ρηται, ὡς ἐν πολλοῖς τόποις τῆς γραφῆς ἡ κολαστικὴ τοῦ θεοῦ δύναμις χεὶρ αὐτοῦ ὀνομάζεται. ταύτην ου ν βαρέως ἐπικεῖσθαι αὐτῷ ἡμέρας καὶ νυκτὸς τουτέστιν συνεχῶς λέγει διὰ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. Τὰς βιωτικὰς μέντοι μερίμνας ἡδονάς τε καὶ ἀπάτας τούτου τοῦ αἰῶνος ἀκάνθας ἡρμήνευσεν ὁ σωτήρ. ο τ' α ν ου ν τοιαύτη α κανθα ἐμπαγῇ τινι, εὐθέως εἰς ταλαιπωρίαν στρέφεται. ἰστέον ο τι κατὰ μεταβολὴν καὶ τροπὴν ταλαίπωρός τις γίνεται μὴ φύσει ω ν τοιοῦτος. σημαίνει δὲ ἡ λέξις τὸν οἰκτρὸν καὶ ἐλεεινόν. Καὶ τὸ ἐμπαγῆναι δὲ α κανθαν τὸ μὴ φύσει δηλοῖ ἀλλ' ε ξωθεν ἐπεισιοῦσαν. νυττόμενος ου ν ὑπὸ ταύτης̓ Εστράφην εἰς ταλαιπωρίαν, τὴν διὰ τῆς μετανοίας καὶ τῆς ὑπὸ τοῦ κυρίου παιδευτικῆς νουθεσίας· Ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ο ν παραδέχεται. ε γνωμεν δὲ ἐν ταῖς Βασιλείαις ο σα ὑπέμεινεν διὰ ταύτην τὴν ἁμαρτίαν ὑπὸ κυρίου παιδευόμενος διὰ τὴν προτέραν αὐτοῦ δικαιοσύνην, ι ν' ἐκείνης τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν τιμωρίας ἀπαλλαγεὶς τὴν προτέραν ὑγείαν ἀναλήψηται. 285 Ps 31, 5̔ Ο εἰς ἁμαρτίαν ἐμπεσὼν ο σον ἐνεργεῖν αὐτὴν βούλεται σκέπει καὶ κρύπτει αὐτήν, ὁ δὲ μισήσας αὐτὴν φανερὰν ποιεῖ τῷ δυναμένῳ ἰάσασθαι δι' ἐξομολογήσεως ἐξαγορεύων αὐτήν. ἀλλὰ καὶ τὴν ταύτῃ κατάλληλον ἀνομίαν ἀποκαλύπτει· ει δος γὰρ ἁμαρτίας ἡ ἀνομία· πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. δύναται ἐκ παραλλήλου εἰρῆσθαι μάλιστα διὰ τὸ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Πραγματικῶς δὲ εἰπὼν ἐξαγορεύειν κατ' ἐμαυτοῦ η ν πεποίηκα ἀνομίαν πλέον ου ᾐτησάμην ε σχον· οὐ μόνον γὰρ ταύτην ἀλλὰ καὶ τὴν τῆς καρδίας ἀσέβειαν ἀφῆκεν ὁ θεός. ἀσέβεια δὲ καρδίας ει ναι δύναται ἡ συμβαίνουσα τοῖς πολλοῖς δυσαρέστησις τῆς προνοίας ἐκ τῆς δοκούσης τῶν πραγμάτων ἀνωμαλίας. 286 Ps 31, 6a Εἰ καὶ πρακτικῆς ἀνομίας καθαρεύουσιν οἱ ο σιοι, ἀλλά γε χραινομένους ε χουσι τοὺς λογισμοὺς πολλάκις ἐκ τῆς εἰρημένης καρδίας ἀσεβείας. καίτοι οὐ περὶ ἀνομίας η ς οὐκ ε χουσιν οἱ προσευχόμενοι, ὑπὲρ τῆς ἀσεβείας προσεύξονται, α φεσιν αὐτῆς αἰτούμενοι ἐν εὐθέτῳ καιρῷ. ευ θετος δὲ καιρὸς προσευχῆς περὶ τῆς εἰρημένης ἀφέσεως, ο τε τις ἀπὸ πράξεως ῥυπαρᾶς καθαρεύει. καὶ ω σπερ τις τραυματίας ο λος ω ν περὶ ἀμυχῆς οὐκ ἀπαιτήσει ἰατρὸν θεράπειαν ἀλλ' ο λον τὸ σῶμα ὁλόκληρον ε χων ἐν μόνῃ τῇ ἀμυχῇ τυγχάνων, ου τως οὐδεὶς πράξεων ἐναγῶν πεπληρωμένος περὶ καθαρότητος λογισμῶν προσεύξεται ἀλλὰ μόνος πᾶς ο σιος. 287 Ps 31, 6b Οτ' α ν κατακλυσμὸς πολλῶν πνευματικῶν ὑδάτων γένηται, ἐσχηκότος τινὸς ἐν ἑαυτῷ πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον τουτέστιν τῶν ὑδάτων ἐξαφανιζόντων πάντα τὰ ἁμαρτήματα καὶ τὴν ἐπ' αὐτοῖς ἀσέβειαν τῆς καρδίας, οὐκ ἐγγιοῦσιν ἡ ἀσέβεια καὶ ἡ ἀνομία τῷ ὑπὲρ αὐτῶν προσευξαμένῳ. 288 Ps 31, 7 Τῆς περιεστηκυίας θλίψεως ἀπαλλαγὴν οὐκ α λλως εὑρίσκειν ὁ ταῦτα λέγων νομίζει η καταφυγὼν πρὸς Χριστόν. Ωσπερ δικαιοσύνη καὶ σοφία ου τω καὶ ἀγαλλίαμα τοῦ σπουδαίοὐ Ιησοῦς. φησὶν γοῦν πρὸς αὐτὸν ὡς ἀγαλλίαμα ἡμέτερον· Λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με· καταδιώκουσι γάρ με δαίμονες ἀλιτήριοι καὶ α νθρωποι πονηροί· πείσομαι γὰρ οὐδὲν κακόν, σοῦ ῥυομένου. 289 Ps 31, 9 Τουτέστιν μὴ τὸ λογικῶς ἐνεργεῖν ἀποβαλόντες εἰς α λογον πέσητε κατάστασιν, ω στε ι ππῳ διὰ τὸ θηλυμανὲς ὁμοιωθῆναι η ἡμιόνῳ διὰ τὸ ἐστερεῶσθαι πρὸς τὰ κακά· μὴ ἐχόντων γὰρ σύνεσιν ἡ τοιαύτη ὁρμή. Πρὸς τὸν θεὸν ὁ προφήτης φησίν· τοὺς γενομένους ὡς ι ππους διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιαστικὸν καὶ ἡμίονον σκληρόστομον ἐν χαλινῷ τῷ σῷ λόγῳ καὶ κημῷ τῇ καταλλήλῳ προτροπῇ τὰς σιαγόνας αὐτῶν α γξαις δαμάζων καὶ ε λκων τῷ σῷ χαλινῷ, ῳ α ξεις ὑπὸ ζυγὸν τὸν σόν. Οἱ μὲν εὐεικτοὶ καὶ εὐήνιοι ἑκουσίᾳ ὁρμῇ ἐγγίζουσι τῷ θεῷ, οἱ δὲ προειρημένοι ὡς ι ππος καὶ ἡμίονος διὰ τὸ ἀσύνετον γεγονότες τῇ προειρημένῃ ἀνάγκῃ τῶν πωλοδαμνῶν ἀχθήσονται πρὸς σέ. 290 Ps 32, 1bc Οἱ τὸν ἠθικὸν κατορθώσαντες βίον δίκαιοί εἰσιν ἀγαλλιώμενοι ἐν τῷ κυρίῳ, εὐθεῖς δὲ οι ς πρέπει αι νεσις οἱ πᾶσαν σκολιότητα ψευδοδοξίας διαφυγόντες. τούτοις γὰρ ἁρμόζει θεὸν αἰνεῖν, ἐπεὶ Οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ. 291 Ps 32, 2 Η ἐξομολόγησις καὶ ἐνταῦθα τὴν εὐχαριστίαν δηλοῖ. ταύτην̔ ου ν ἐν κιθάρᾳ ποιητέον. καὶ εἰ κιθάρα ει η τὸ σῶμα, νευραὶ τεταμέναι οὐκ α λλαι η τῶν αἰσθήσεών εἰσιν· θείᾳ γὰρ ἀκροάσει πληττόμενοι τὴν ἀκοὴν καὶ ο ψιν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καθορῶντες ὡς θαυμάσαι τὸν πεποιηκότα καὶ ταῖς α λλαις αἰσθήσεσιν ἐπαινετῶς χρώμενοι, εὐρύθμως καὶ ἐναρμωνίως ταύτῃ τῇ κιθάρᾳ ἐξομολογούμεθα τῷ κυρίῳ. εἰ δὲ τὴν ψυχὴν ὑπολάβοι τις κιθάραν, αἱ δυνάμεις αὐτῆς οι ον μνημονικὴ καὶ συγκαταθετικὴ καὶ ἀνανευτικὴ καὶ α λλαι κατὰ λόγον κρουόμεναι νευρῶν δίκην ὑπὸ νοῦ μουσικῶς ἐξομολογήσονται τῷ κυρίῳ. Ψαλτηρίου δὲ πρὸς κιθάραν διαφορὰν ει ναι λέγουσι μουσικοὶ τοιαύτην· τὴν μὲν κιθάραν ἐκ τῶν κάτω μερῶν ἀποτελεῖν τὸν η χόν φασιν, τὸ δὲ ψαλτήριον ἐκ τῶν α νω μερῶν μετὰ τοῦ καὶ εὐθύτατον ει ναι δι' ο λων. τῆς ου ν ψυχῆς ἀποδοθείσης ει ναι κιθάρας, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐχ ε τερον τάχα τοῦ νοῦ τυγχάνον ψαλτήριόν ἐστιν, ψάλλον οὐκ α λλῳ τινὶ η τῷ θεῷ. ο τε γὰρ χρώμεθα νοήσεσιν ὀρθαῖς καὶ τῷ πνεύματι τῷ ἡμετέρῳ τὸ α γιον προσλαμβάνομεν πνεῦμα, τὸ τηνικάδε ψάλλομεν ἐν ψαλτηρίῳ δεκαχόρδῳ. Καὶ τάχα ἐκ τοῦ δέκα χορδὰς ε χειν τὸ τέλειον αὐτοῦ παρίσταται. τὸν γὰρ τοιοῦτον ἀριθμὸν συνεχῶς ὑμνούμενον ἐν ταῖς γραφαῖς ε στιν εὑρεῖν. καὶ τῷ ἱεροφάντῃ γοῦν Μωυσῇ οὐ πλὴν δέκα γενικῶν λόγων ἐχρημάτισεν ὁ θεός, καὶ δεκάτας προσφέρειν ὁ λαὸς προστάττεται. 292 Ps 32, 3̔ Ο διὰ πάντων σπεύδων θεὸν ὑμνεῖν καὶ διὰ φωνῆς μελῳδήσει τῷ θεῷ καινὸν ᾳ σμα λέγων συγγενὲς τῇ καινῇ διαθήκῃ καὶ τῇ καινότητι τοῦ πνεύματος, ο πως μὴ μόνον κιθάρᾳ καὶ ψαλτηρίῳ ἀλλὰ καὶ φωνῇ ἐξευμενίσηται θεόν. βούλεται δὲ καὶ ἐπαινετῶς ψάλαι μετὰ ἀλαλαγμοῦ· φωνὴ δέ ἐστιν ὁ ἀλαλαγμός. ὁ ἀθρόως καὶ ἀσήμως κατὰ νενικωμένων πολεμίων γινόμενος τότε Καλῶς ψάλατέ φησιν, ο τ' α ν νικήσαντες ἀλαλάξητε κατὰ τῶν πολεμίων. 293 Ps 32, 4̔ Ο τοῦ κυρίου λόγος ο ν δίδωσι τοῖς τὰ τῆς γνώσεως μεταδιώκουσι εὐθής ἐστιν οὐδὲν ε χων ἀπάτης σκολιόν. ἀλλὰ καὶ τὰ κατάλληλα τούτῳ τῷ λόγῳ ε ργα α ἐργάζονται οἱ ἐργάται αὐτοῦ ἐν πίστει ἐπιτελοῦνται, καὶ τὰ ε ργα δὲ α ποιεῖ ὁ τοῦ θεοῦ λόγος ἐν πίστει ἐστὶν τουτέστιν βέβαια καὶ ἀμετακίνητα, καὶ ὁ λόγος καθ' ο ν διοικεῖ καὶ προνοεῖ εὐθής ἐστιν. εἰ δὲ καὶ εὐθῆ λόγον τις αὐτοῦ λέγοι τὸν θεὸν λόγον, τὰ ε ργα α ἐν τῷ λόγῳ τούτῳ εἰργάσατο ἐν πίστει ἐπιτελούμενα ευ ροι· αἱ γὰρ παραδοξοποιΐαἰ Ιησοῦ ε ργα αὐτοῦ τυγχάνουσιν κατὰ πίστιν ἐκείνων εἰς ου ς ἐγίνοντο· Κατὰ γὰρ τὴν πίστιν σου γενηθήτω σοι. 294 Ps 32, 5 Ητοι αὐτὸς ὁ θεὸς η ὁ εὐθὴς λόγος αὐτοῦ κρίσιν μὲν ἀποδεχόμενος τῷ ἐκδικεῖσθαι δεῖν τὰς ἀρετὰς περιυβριζομένας ὑπὸ τῶν φαύλων, ἐλεημοσύνην δὲ στέργων τῇ ἑαυτοῦ ἀγαθότητι βοηθῶν τοῖς ἐπὶ κρίσιν ἀγομένοις. εἰ γὰρ παρατηροῖτο πάντα τὰ ε ργα αὐτῶν, οὐδεὶς α ν ὑποστῆναι ἐδύνατο. διὸ καὶ πρὸ τῆς κρίσεως ἀγαπᾷ τὴν ἐλεημοσύνην. εἰ γὰρ ε μπαλιν ἐγίνετο, α ρδην τὸ πᾶν ἀπώλλυτο. 295 Ps 32, 6̓ Εστερεώθησαν δὲ οἱ οὐρανοὶ τὸ δυσφθαρτότατον ε χοντες· τοιαύτη γὰρ ἡ τῶν οὐρανῶν φύσις. ἀλληγορικῶς δὲ τῶν οὐρανῶν λαμβανομένων πάντων τῶν φρονούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου ου τω καλουμένων, ἡ μὲν ἑδραία πῆξις καὶ βεβαιότης αὐτῶν τῷ λόγῳ τοῦ κυρίου γίνεται, ἡ δὲ δύναμις αὐτῶν καθ' η ν εἰσιν δυνατοὶ οὐκ α λλοθεν η ἐκ τοῦ πνεύματος τοῦ ἁγίου περιγίνεται. 296 Ps 32, 6b Καὶ τούτῳ τῷ ῥητῷ συναγορεύουσιν εὐσεβεῖς α νδρες τὸ δημιουργικὸν ει ναι τὸ α γιον πνεῦμα. 297 Ps 32, 7 Ωσπερ τὸ ἐν ἀσκῷ η ἐν ἑτέρῳ ἀγγείῳ υ δωρ συνεχόμενον οὐκ ἐπιτρέπεται ε ξω τοῦ συνέχοντος χεῖσθαι, ου τω τὸ πολὺ τῆς θαλάττης υ δωρ ο ρῳ τινὶ περιορίζεται, οὐ συγχωρούμενον ὑπερβαίνειν τοὺς τεταγμένους ο ρους. εἰ γὰρ μὴ προστάγματι θεοῦ ἐπείχετο, ἐπέκλυσεν α ν τὴν ο λην γῆν. ἐπίστησον δὲ εἰ μὴ καὶ τοῦτο δηλοῦται· ἐπεὶ προσκαλούμενος τὸ υ δωρ τῆς θαλάσσης ἐκχέει αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν διὰ τῶν ὑετῶν, τὸ πρόσταγμα αὐτοῦ ἀσκῶν δίκην ἀνιμώμενον τὸ υ δωρ ὑπεραέριον ποιεῖ ὡς συστασῶν νεφελῶν ο μβρον ἐπὶ γῆς ἐνεχθῆναι.̓ Αλληγορικῶς δὲ ὁ βίος τῶν ἀνθρώπων πολλαχοῦ θάλαττα ει ρηται διὰ τὸ α στατον καὶ ἁλμυρὸν η θος τῶν ἐπὶ γῆς. τούτου ου ν δίκην τρικυμίας ἐσκεδασμένου συνήγαγεν αὐτὸ υ δατα θαλάσσης καλούμενον ὡσεὶ ἐν ἀσκῷ ῳ ἀνέλαβεν ὁ σωτὴρ σώματι, ο πως γαληνὸν καὶ εὐδιεινὸν γένηται. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. οὐδὲν τῶν ἐν τῇ κτίσει ἀτάκτως φέρεται· ε καστα γὰρ ω σπερ ἐν θησαυροῖς τῷ ἑαυτοῦ βουλήματι συνέχων ἀφίησιν καὶ ἐπέχει ὡς α ν αὐτῷ δοκῇ. ἀμέλει γοῦν καὶ τοὺς ἀνέμους ἐκ θησαυρῶν ἐξάγειν λέγεται, οὐ κατ' ἰδίαν φορὰν τούτων φερομένων ἀλλὰ βουλήσει τοῦ πεποιηκότος ὁτὲ μὲν ἀποκλειομένων, ὁτὲ δὲ ἐξαγομένων. ἀλλὰ καὶ τὸν θησαυρὸν τῶν ἀγαθῶν οὐρανὸν ἀνοίγων δίδωσιν ὑετὸν τῷ σπέρματι τῆς γῆς, ω σπερ αυ καὶ ἐπέχει τὸν ὑετὸν κλείων τὸν οὐρανὸν ὡς ἐπὶ τοῦ προφήτοὐ Ηλιοῦ· καὶ τὰς ἀβύσσους ου ν ἱκανῶς ἐχούσας διὰ τὸ πλῆθος τὸ ἀπεριόριστον τῶν ὑδάτων βλάψαι ἐν θησαυροῖς τίθεται περικλείων αὐτάς, ι ν' ο τ' α ν βούληται χρήσηται αὐταῖς ὡς συμφέρει κατὰ καιρόν. 298 Ps 32, 7 Δύναται δὲ καὶ τὰ ἀκατάληπτα τῶν νοημάτων καὶ ἀνεξερεύνητα τῶν κριμάτων αὐτοῦ, τυγχάνοντα ἀβύσσους, τεθεικέναι ἐν τοῖς ἀποκρύφοις θησαυροῖς τῆς γνώσεως καὶ τῆς σοφίας, ὡς μηδένα ἐξ ἑαυτοῦ τούτου τυγχάνειν εἰ μήπου ὁ θεὸς παράσχοι. 299 Ps̓ Επεὶ αὐτοῦ εἰπόντος ἐγενήθησαν καὶ αὐτοῦ ἐντειλαμένου ἐκτίσθησαν, σαλευθήτωσαν ὑπ' αὐτοῦ· τοῦ γὰρ πεποιηκότος καὶ τὸ ἀλλοιοῦν ἐπὶ τὸ καλόν ἐστιν. σημαίνει δὲ τὸ̓ Εγενήθησαν τὴν οὐσίωσιν τῶν εἰς τὸ ει ναι ἠγμένων, τὸ̓ Εκτίσθησαν δὲ τὴν διακόσμησιν τὴν μετὰ τὴν οὐσίωσιν γεγενημένην. εἰ δὲ εἰπόντος καὶ ἐντειλαμένου θεοῦ ἐγενήθη καὶ ἐκτίσθη τὰ πάντα, ἐστὶν ῳ ει πε καὶ ἐνετείλατο οὐκ α λλος παρὰ τὸν δημιουργικὸν λόγον· ἐστὶν δὲ ου τος ὁ τοῦ θεοῦ υἱός. 300 Ps 32, 11a Καὶ ἀλλαχοῦ δὲ ει ρηται· Α γὰρ ὁ θεὸς ὁ α γιος βεβούλευται τίς διασκεδάσει; 301 Ps 32, 11b 301 Ωσπερ τὰ α λλα ἀφ' ω ν οι δαμεν ἀνθρωπίνως περὶ θεοῦ λέγει ὡς χεῖρας καὶ ὀφθαλμοὺς καὶ τὰ α λλα ε χοντος, ου τω καὶ καρδίαν αὐτοῦ λέγει τήν, ι ν' ου τως ει πω, βουλευτικὴν καὶ νοητικὴν αὐτοῦ ἐνέργειαν. ταύτης ου ν οἱ λογισμοὶ ἀραρότες καὶ βέβαιοι τυγχάνοντες παρατείνουσιν ἀπὸ γενεᾶς εἰς γενεάν, τουτέστιν κατὰ πᾶσαν τὴν ἐν γενεᾷ διαδοχὴν οἱ θεῖοι λογισμοὶ μένουσιν. η τάχα ου ς ἐνέβαλεν λογισμοὺς τῇ ἐκ περιτομῆς γενεᾷ, τούτους ἐμβάλλει τῇ ἀπὸ τῶν πιστευόντων ἐθνῶν γενεᾷ· οὐ γὰρ ἐπ' α λλοις κέκληται τὰ ε θνη ἀλλ' ἐπ' ἐκείνοις οι ς ει χον οἱ ἐκ περιτομῆς σκιᾷ κρυπτομένοις. 302 Ps 32, 14b Κατοικοῦσι δὲ τὴν γῆν οὐκ α νθρωποι μόνον ἀλλὰ καὶ πνεύματα ἀόρατα καὶ τὰ α λλα θνητὰ ζῷα. εἰς πάντας ου ν τοὺς ἐπὶ γῆς παρατείνει ἡ τοῦ θεοῦ κηδεμονία ἐφορῶντος αὐτοὺς ἐκ τοῦ προειρημένου κατοικητηρίου αὐτοῦ. 303 Ps 32, 15b̓ Επεὶ μὴ μόνον τὰ πεπραγμένα ἀλλὰ καὶ τὴν γνώμην ἀφ' η ς ἐνεργεῖται ταῦτα ἐπίσταται ὁ θεός, οὐχ ὁρᾶν ἀλλὰ συνιεῖν πάντα τὰ ε ργα αὐτῶν λέγεται. 304 Ps a Οτι δὲ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, μαθήσῃ ἐκ τῆς ἱστορίας· Φαραὼ ου ν ει χεν πολλὴν παράταξιν, ἀλλὰ Τὰ α ρματα καὶ τὴν δύναμιν αὐτοῦ ε ρριψεν ὁ θεὸς εἰς τὴν θάλασσαν. πλήρης δὲ τῶν τοιούτων πᾶσα ἡ ἱστορία. καὶ γίγαντα δὲ τὸν ὑπερβαλλόντως ἰσχυρὸν οὐ σωθήσεσθαι ε φη ἐν τῇ παρούσῃ αὐτῷ ἰσχύϊ· ο ψει δὲ τοῦτο ἐπιστήσας τῷ κατὰ τὸν Γολιάθ. εἰ δὲ καὶ τὸν θεομάχον ἡ προσηγορία δηλοῖ, οὐδὲ ου τος σωθήσεται ἐν πλήθει ἰσχύος ω ν ε χει δογμάτων ἀθεότητος. τὸν μὲν ου ν ἰσχυρὸν ου τω καλούμενον ε στιν εὑρεῖν ἐν̔ Ησαίᾳ λέγοντι Γίγαντα καὶ ἰσχύοντα, τὸν δὲ θεομάχον πάλιν παρὰ τῷ αὐτῷ· Γίγαντες ε ρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες. α μα καὶ ἐν Γενέσει· Καὶ η ν Νεβρὼθ γίγας κυνηγὸς ε ναντι κυρίου. Ιππος μέντοι ἑτοιμάζεται ἐν ἡμέρᾳ πολέμου, παρὰ δὲ κυρίου ἡ βοήθεια. 305 Ps 32, 19̓ Επεὶ ὁ ἀπολυόμενος φωτισμὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ ζωή ἐστιν, τούτου μετάσχοντες οἱ εὐλαβεῖς καὶ ἐπὶ τὸν ε λεον τὴν ἐλπίδα ε χοντες ῥυσθεῖεν α ν ἐκ θανάτου τοῦ ἑπομένου τῇ κακίᾳ, ὡς τὰς ψυχὰς αὐτῶν ζωοποιηθῆναι· ἀλλὰ καὶ τοῦ οὐρανίου α ρτου (θεοῦ δὲ λόγος ου τος) μεταλαμβάνοντες διατρέφονται ἐν λιμῷ. λιμὸν δὲ οὐ τὴν σπάνιν τῶν αἰθητῶν τροφῶν ἀλλὰ στέρησιν μαθημάτων λέγει θείων. τούτῳ συνῳδὸν τὸ̓ Επάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν α ρτου οὐδὲ δίψαν υ δατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου. 306 Ps Επεὶ οὐκ αὐτάρκεις̓ ἐσμὲν πρὸς τὸ ἑαυτοῖς βοηθεῖν η ὑπὲρ ἑαυτῶν μάχεσθαι, εἰδότες θεὸν βοηθὸν καὶ ὑπερασπιστὴν ο ντα ἐπ' αὐτῷ ὑπομένομεν τῇ ψυχῇ τουτέστιν ἀπὸ βάθους διανοίας. τάχα δὲ καὶ οἱ πρὸ τῆς ἐπιδημίας ἑαυτοῖς ἀρήγειν μὴ δυνάμενοι ὑπομενοῦσιν τῇ προσδοκίᾳ τὸν ἐσόμενον βοηθὸν καὶ ὑπερασπιστὴν σωτῆρα. Καὶ ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. α λλοι ἐπί τινι τῶν προσκαίρων εὐφραίνονται διαχεόμενοι τὴν ψυχὴν ο τ' α ν τι τούτων παρῇ, ἡμεῖς δὲ ἐπὶ τῷ κυρίῳ τὴν θείαν καὶ αἰωνίαν εὐφροσύνην ε χομεν, οὐ σωματικὴν εὐπάθειαν ἀλλὰ νοῦ καὶ καρδίας ε χοντες. διὸ Καὶ ἐπὶ τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἐλπίζομεν, εὐχόμενοι αὐτοῦ μεταλαβεῖν ἁγιασμοῦ ἡμῖν αἰτίου ἐσομένου. 307 Ps 33, 4 Ωσπερ οἱ ἐν τῇ καμίνῳ βληθέντες ἐν Βαβυλῶνι, ἐπὶ τῷ μὴ βεβλάφθαι ὑπὸ τοῦ πυρὸς θεὸν ὑμνοῦντες, πᾶσαν τὴν κτίσιν παρέλαβον εἰς τοῦτο, εἰδότες μὴ αὐτάρκεις ει ναι πρὸς τηλικοῦτον (μέγα γὰρ τὸ θεὸν ὑμνεῖν)· ου τω καὶ ὁ λέγων Μεγαλύνατε τὸν κύριον σὺν ἐμοὶ η πᾶσαν τὴν κτίσιν η τοὺς πραεῖς συνδραμεῖν τούτῳ βούλεται. τὸ δὲ μεγαλύναι τὸν θεὸν οὐκ αὐξῆσαι μέγεθός ἐστιν αὐτοῦ (ἀμεγέθης γάρ· σωμάτων ι διον τοῦτο, ὁ δὲ θεὸς ἀσώματος), ἀλλὰ τὸ μεγάλα οὐχ ὡς πρὸς αὐτὸν ἀλλὰ πρὸς ἡμᾶς φρονῆσαι καὶ εἰπεῖν περὶ αὐτοῦ.̔ Υψοῦσι δὲ τὸ ο νομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ οἱ κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ. ὑψοῦται δὲ πρὸς τῶν γενητῶν ἡ τοῦ θεοῦ προσηγορία οὐκ ἐκ ταπεινοῦ μετεωριζομένη, ἀλλ' ο ταν οἱ φρονοῦντες αὐτὴν μηδὲν χαμαιπετὲς ἀλλὰ ὑψηλὰ καὶ οὐράνια διανοῶνται. ὡς γὰρ βεβηλοῦσιν τὸ ο νομα τοῦ θεοῦ οὐκ αὐτοῦ χραινομένου ὀνόματος ἀλλ' ο σον ἐπὶ τοὺς περικειμένους βέβηλα πράττοντας καὶ φρονοῦντας, ου τω καὶ ἁγιάζεται ἐκ τῶν ἡμετέρων ἐνεργημάτων· ο θεν ὁ σωτὴρ πρὸς ἑτέροις καὶ τοῦτο λέγει, ἐν τῇ εὐχῇ διδάσκων τὸ̔ Αγιασθήτω τὸ ο νομά σου, οὐκ αὐτοῦ τοῦ ὀνόματος καθ' ἑαυτὸ ἐκ μὴ ἁγίου ἁγίου γινομένου. εὐκτέον γὰρ ἁγιασθῆναι αὐτὸ ἐν ἡμῖν ω ν ἁγίως νοοῦσι καὶ πράττουσι. καὶ ου τως ἡ περὶ θεοῦ διάληψις η ν κατ' ε ννοιαν θεοῦ ἠκριβωμένην ε χομεν ἡ τοῦ θεοῦ προσηγορία ἐστίν. ταύτην ἁγιαζομένην ε ξομεν, ο ταν καθ' ἁγιότητα πάντα ἐπιτελῶμεν. ο σον γὰρ ἐν πλάνῃ καὶ ἀγνοίᾳ ε νιοι τῶν ἀνθρώπων εἰσίν, ἡ τοῦ θεοῦ προσηγορία τρόπον τινὰ χραίνεται, ἑλκομένη ἐφ' α μὴ δεῖ. θεοὺς γοῦν ἀγάλματα καὶ τὴν σφῶν κοιλίαν ἐκάλεσάν τινες. 308 Ps 33, 5a̓ Επεὶ τῷ Εξεζήτησα τὸ̓ Επήκουσέν μου ἀνταπεδόθη, σαφὲς ο τι τὸ ἐκζητῆσαι καὶ παρακαλέσαἰ δηλοῖ· η ἐπεὶ μὴ μόνῳ ὀνόματι ἐπιτελεῖ τὰ τῆς εὐχῆς ἀλλὰ καὶ φρονήσει ὀρθῇ καὶ βίῳ καθαρῷ διὰ πάντων τούτων ἐκζητήσας τὸν κύριον, ε σχεν αὐτὸν ἐπινεύοντα. 309 Ps 33, 5b Καὶ ἐκ πασῶν τῶν θλίψεων ἐρρύσατό με. φέρεται Καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐρρύσατό με. 310 Ps 33, 6̓ Επεὶ φῶς ἀληθινὸν ὁ κύριος, ὁ προσερχόμενος αὐτῷ μεταλαμβάνων αὐτοῦ φωτίζεται· φωτισθεὶς δὲ πολλὴν παρρησίαν ἀναλαβὼν ἀκαταίσχυντον ε χει τὸ πρόσωπον. προστάττει δὲ τὸ πνεῦμα προαιρετικῶς προσελθεῖν τῷ κυρίῳ, ι να φωτισθέντες τὸ τῆς ψυχῆς πρόσωπον πᾶσαν αἰσχύνην ἀποβάλωμεν. 311 Ps 33, 7 Πτωχὸν ἐνταῦθα καλεῖ τὸν μὴ δυνάμενον ἐκ τῶν παρουσῶν θλίψεων ἑαυτὸν σῶσαι. πάντες δὲ ταύτην τὴν πτωχείαν ε χομεν, ω στε περὶ παντὸς λέγει χρῄζοντος ἐκ θεοῦ σωτηρίας. 312 Ps 33, 8 Εἰ φοβουμένους τὸν κύριον τοὺς τὸ πνεῦμα τῆς δουλείας ε χοντας ἐνταῦθα δηλοῖ, ἀγγέλων ου τοι περικυκλούντων αὐτοὺς δέονται ῥυομένων αὐτοὺς ἐκ τῶν βλάπτειν βουλομένων, ω σπερ καὶ οἱ μικροὶ τῶν πιστευόντων ἐπὶ τὸν σωτῆρα ἀγγέλους ε χουσιν συνόντας ὁρῶντας τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρός, τῶν τελείων τὸν θεὸν τῶν ἀγγέλων ἐχόντων συνόντα. εἰ δὲ τελείους ἐκλαμβάνοιμεν τοὺς θεὸν φοβουμένους, παρεμβαλόντα κύκλῳ αὐτῶν α γγελον ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς οὐκ α λλον ἐροῦμεν η τὸν τῆς μεγάλης βουλῆς α γγελον τοῦ θεοῦ σωτῆρα. τούτῳ ἀκόλουθον καὶ τὸ ὑπὸ̓ Ιακὼβ λεγόμενον·̔ Ο α γγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἐκ πάντων τῶν κακῶν οὐκ οι ός τε ῥύεσθαι α γγελος ἀλλ' ὁ σημαινόμενος σωτήρ. 313 Ps 33, 9a̓ Επὶ θεοῦ τὸ χρηστὸν ταὐτὸν τῷ ἀγαθῷ σημαίνει. ἐπεὶ ου ν καὶ τρόφιμός ἐστιν α ρτος ω ν ζωῆς, προστάττει τὸ πνεῦμα τοῖς μὴ ὀρεκτικῶς ε χουσιν ω στε αὐτοῦ ἐμφορηθῆναι, κα ν μόνον γεύσωνται αὐτοῦ. ἡ γὰρ γεῦσις ἱκανή ἐστιν ὀρεκτικοὺς αὐτοὺς ποιῆσαι ὡς καὶ κατατρυφῆσαι αὐτοὺς θελῆσαι. τὸ δὲ γεύσασθαι δηλοῖ τό, κα ν ἀμωσγέπως, ἐπιστῆσαι καὶ ἐξετάσαι περὶ θεοῦ. ψιλὴ γὰρ γεῦσίς φησι τῶν ὑπὲρ α νθρωπόν τε καὶ θαυμασίων ἀσύγκριτον ἐνίησι ταῖς ψυχαῖς τῆς ἀπολαύσεως ε ρωτα. 314 Ps 33, 9b Μακάριος ἀνὴρ ο ς ἐλπίζει ἐπ' αὐτόν. ὁ διὰ τὸ τελείως καὶ ἐνελλιπῶς ἐλπίζειν ἐπὶ θεὸν ἀνὴρ ὑπάρχων μακάριός ἐστιν. 315 Ps 33, 10 315 Διττὸν ε φαμεν ει ναι τὸν φόβον. εὐθὺς γάρ τις θεῷ προσερχόμενος φόβον πρὸς αὐτὸν ἀναλαβὼν πάσας τὰς ἐντολὰς αὐτοῦ κατορθοῖ. ει ρηται γοῦν· Τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε. ἐν τῷ προκειμένῳ δὲ στίχῳ περὶ ὑπεραναβεβηκότος φόβου λέγει ἐφ' ο ν καλεῖ τοὺς η δη ἁγίους γεγενημένους· τὸν γὰρ εἰσαγωγικὸν φόβον προσηκάμενοι ε σπευσαν ἐπὶ τὴν ἁγιότητα. νῦν δὲ ἁγίοις αὐτοῖς ου σι φοβηθῆναι τὸν θεὸν προστάττει φόβον τὸν πληροῦντα παντὸς ἀγαθοῦ, ω στε ἀνελλιπῆ ει ναι τὸν ε χοντα αὐτόν. 316 Ps 33, 12b Σημειωτέον ο τι ὡς τὰ α λλα ἀγαθὰ ου τω καὶ ὁ θεῖος φόβος διδακτός ἐστιν, ἐξ ου μανθάνομεν μὴ τὸν παθητὸν δηλοῦσθαι φόβον· ου τος γὰρ ἀδίδακτος τῇ φύσει οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ τοῖς ἀλόγοις ζῴοις ἐνυπάρχει. 317 Ps̓ Επεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι ἐπιβλέπουσιν ἐπὶ τοὺς δικαίους, ἀλλὰ καὶ τὰ ω τα αὐτοῦ ε τοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν, τούτου χάριν φησίν· εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. 318 Ps 33, 17 Οἱ ἀπρονόητον τόδε τὸ πᾶν τιθέμενοι καὶ ταύτῃ πράττοντες τὰ κακὰ ὡς οὐκ ἐφορῶντος θεοῦ κολάσει περιτυχόντες ἐνθύμησιν λήψονται, παρόντος θεοῦ δίκην αὐτοὺς εἰσπραττομένου. καὶ κατὰ τοῦτο ἐπιφαίνεσθαι αὐτοῖς τοῦ θεοῦ τὸ πρόσωπον λέγεται, ο πως ἐξολοθρευθῇ τὸ μνημόσυνον αὐτῶν οὐ καθ' α παξ ἀλλ' ἐκ τῆς γῆς. μακάριον δὲ τὸ ἐξολοθρευθῆναι τὸ μνημόσυνόν τινων ἐκ γῆς· ου τως γὰρ ἐγγραφήσεται τὸ ο νομα αὐτοῦ ἐν τοῖς οὐρανοῖς. ποιοῦσι δὲ κακὰ οἱ κακίας ἐργάται. 319 Ps 33, 21 Τὰ ὀστᾶ τῶν δικαίων ο ντα η τοι δόγματα ἀληθείας η ψυχῆς δυνάμεις φυλάξει ὁ κύριος, οὐκ ἐῶν οὐδὲ τὸ τυχὸν αὐτῶν συντριβῆναι τῷ μηδὲ τὰ δόγματα τοῦ δικαίου μηδ' αυ τὰς δυνάμεις αὐτοῦ ἀνατρέπεσθαι. 320 Ps 33, 22a̔ Ο ἁμαρτάνων στερεῖται τῆς ζωῆς τῆς ἐπὶ τηρήσει τῶν ἐντολῶν παραγινομένης, θανάτῳ πονηρῷ περιπίπτων. πονηρὸς δὲ θάνατος η τοι ὁ ἐναντίος τῇ ἀγαθῇ ζωῇ η ὁ πόνον ἐμποιῶν τῷ ὑποκειμένῳ· ου τω γὰρ καὶ ε λκει πονηρῷ ἐπαίσθη ὁ̓ Ιώβ, τῷ δηλονότι πόνον ἐμποιοῦντι. 321 Ps 33, 22b Οἱ τὰ φιλητὰ μισοῦντες βλάπτουσιν οὐχ ἑτέρους ἀλλ' ἑαυτούς. καὶ τὸν δίκαιον γοῦν σπουδαῖον ο ντα ὁ μισῶν πλημμελεῖ καὶ τιμωρίᾳ περιπίπτει. 322 Ps 33, 23a Σημειωτέον ο τι ἡ κυρίως λύτρωσις ψυχὰς ἀπὸ αἰχμαλωσίας ἐλευθεροῖ· εἰ γάρ ποτε καὶ σώματα λυτροῦται, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς τοῦτο ποιεῖ· καὶ ψυχαὶ δὲ ῥύονται οὐκ α λλων η τῶν δούλων αὐτοῦ. 323 Ps 33, 23b Οἱ ἐπὶ κύριον ἐλπίζοντες οὐκ α ν διαμάρτοιεν τῶν ἐλπιζομένων καὶ προσδοκωμένων. 324 Ps 34, 1bc Διδάσκει δὲ καὶ ἐν ἑτέροις τίνες η σαν οἱ πολεμοῦντες αὐτὸν λέγων Οτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ υ ψους. οἱ μὲν ου ν πολεμοῦντες αὐτὸν ἠδίκουν τὸν μηδὲν ἀδικήσαντα· αὐτὸς δὲ οὐκ ἀδικηθῆναι τοὺς ἐχθροὺς ευ χεται ἀλλὰ δικασθῆναι τῇ τῶν ἐχθρῶν ἀδικίᾳ, τὴν τοῦ θεοῦ δικαιοσύνην ἀντιτάττων ἀναιρετικὴν ου σαν τῆς ἀδικίας, ὡς τὸ φῶς ἀναιρετικὸν τυγχάνει τοῦ σκότους. ἡ μὲν ου ν ἀδικία ἐναντία ου σα καὶ ἀντικειμένη τῇ τοῦ θεοῦ δικαιοσύνῃ πολεμηθείη α ν ἐξ αὐτῆς. διὸ καὶ ὁ α δικος α νθρωπος ἐχθρὸς α ν λέγοιτο τῷ δικαίῳ. ἡ δὲ δικαιοσύνη τὸν δίκαιον φίλον ποιεῖ τῷ θεῷ, ο τι δὴ τὰ ι σα τοῖς ι σοις φίλα. διὸ λέλεκται Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν. θαρρῶν τε τῇ αὐτοῦ δικαιοσύνῃ ὁ δίκαιος ει ποι α ν Κρῖνόν με, κύριε, καὶ δίκασον τὴν δίκην μου. δικάζων τοίνυν ὁ κύριος τοὺς ἀδικοῦντας τὴν ἐν αὐτοῖς ἀδικίαν ἀπόλλυσιν. ου τω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπ' ἀγαθῷ τῶν πολεμουμένων τοῦτο ποιῶν ὡς α ν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες. 325 Ps 34, 1b Σημαίνει δὲ τὸ ἀδικεῖν βλάβην ἐν τῷ̓ Ιδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 326 34, 1c̓ Επεὶ πολλοὶ οἱ διὰ ψευδοδοξίας καὶ τῆς α λλης κακίας πολεμεῖν μοι προύθεντο, τούτου χάριν σὺ ἀντ' ἐμοῦ πολέμησον αὐτοῖς· ἀναντιρρήτως γὰρ καταλυθήσονται, ἐπεὶ Κύριος συντρίβων πολέμους ὑπάρχεις. 327 Ps a̓ Επιλαβόμενος τοῦ καταλλήλου σου θυραιοῦ καὶ τοῦ ο πλου τῆς ἀληθείας̓ Ανάστα εἰς τὴν βοήθειάν μου, τουτέστιν ὑπέρμαχός μου γενοῦ. τὸν αὐτὸν τρόπον καὶ τὴν ῥομφαίαν νοήσεις. 328 Ps 34, 8 Σημειωτέον ο τι ἐν τοῖς προκειμένοις στίχοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασιν· τὸ γὰρ Γενηθήτω ἡ ὁδὸς αὐτῶν ἀντὶ τοῦ γενηθείη καὶ τὸ̓ Ελθέτω ἀντὶ τοῦ ε λθοι, καὶ τὰ λοιπὰ ὁμοίως. Καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ· κατὰ γὰρ τὴν πρᾶξιν ε καστος τιμωρεῖται. 329 Ps 34, 9 Τούτων συμβάντων περὶ ἐκείνους, ἡ ἐμὴ ψυχὴ ἀγαλλιάσεται ὁρῶσα κατὰ πρόνοιαν τοὺς μὲν φαύλους τιμωρουμένους, τοὺς δὲ σπουδαίους εὐεργετουμένους· ἀλλὰ καὶ τέρψιν ε ξει, πεῖραν λαβοῦσα τοῦ σωτηρίου αὐτοῦ τοῦ θεοῦ. 330 Ps 34, 10a Οἱ πάντα ἐκ ψιλῆς τῆς λέξεως καὶ οὐδὲν ἀλληγορικῶς ἐκλαμβάνειν ποθοῦντες ἐλεγχέσθωσαν καὶ ἐκ τοῦ προκειμένου στίχου. οὐδὲν γὰρ ου τως ἠλίθιόν ἐστιν ὡς νομίσαι τὰ αἰσθητὰ ὀστᾶ ε ννοιαν ε χειν θεοῦ, ω στε ὑμνεῖν αὐτὸν καὶ εἰδέναι ο τι οὐδεὶς ο μοιος αὐτῷ. περὶ γὰρ τῶν ὀστῶν τοῦ ε σω ἀνθρώπου (δυνάμεις δὲ αὐτοῦ καὶ δόγματα ἀληθῆ ταῦτα) ει ρηται τὸ Πάντα τὰ ὀστᾶ μου· διὰ πάσης γὰρ ἐννοίας καὶ δόγματος ἀληθινοῦ ἐβεβαιώθην μηδὲν τῶν γεννητῶν ο μοιον ει ναι τοῦ κυρίου· μόνος γὰρ αὐτὸς εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ χαρακτὴρ θεϊκῆς ὑποστάσεώς ἐστιν. 331 Ps 34, 10c̓ Επιστήσεις δέ, εἰ ε τερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα καὶ πότερον τῇ ὑποστάσει η τῇ ἐπινοίᾳ, τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν ει ναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι ου ε σχεν πλούτου καὶ πένητα τῷ μετὰ πόνου περιποιεῖν τὰ πρὸς τὸ διαζῆν. 332 Ps 34, 11 Οἱ μὴ δικαιοσύνης ἀλλ' ἀδικίας μάρτυρες διαναστάντες καὶ διεγείραντες ἑαυτοὺς σοφιστικῶς ἐπερωτῶσιν α οὐ γινώσκω. οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται· μαρτύριον δέ·̔ Ο φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ ἐνταῦθα γὰρ τὸ Οὐ γνώσεται ἀντὶ τοῦ οὐ πεποίωται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν. ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν· διάκρισιν γὰρ ε χων πονηροῦ καὶ ἀγαθοῦ, τα λλα πάντα ἀποστραφεὶς ῥήματα ἐπὶ τὸ τηρεῖν τὴν ἐντολὴν η λθεν. ο ου ν λέγει τοιοῦτόν ἐστιν· πεῖραν οὐκ ε χοντα οὐδὲ γνῶσιν η ε ννοιαν τῶν κακῶν διερεθίζοντές με, ἐπηρώτων με περὶ αὐτῶν ω σπερ ἡ Αἰγυπτία τὸν̓ Ιωσὴφ καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν. 333 Ps 34, 12̓ Εμοῦ φιλοτιμωμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ο σον δ' ἐπ' αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. εἰ γοῦν πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσιν τοιοῦτος ἐγεγόνειν οι ον η θελόν με ποιῆσαι, ἠτεκνώθη α ν ἡ ψυχή μου μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ου τως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασιν περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γεναμένους διὰ μαθητείας. 334 Ps 34, 13b 334̓ Επειδὴ ἡ τρυφὴ τὰς ἀλόγους ἡδονὰς διεγείρουσα ἀλόγως ἐπαίρει τὴν ψυχήν, νηστεία τὸ ἐναντίον ποιοῦσα καθαιρεῖ τὰ πάθη· ἀλλὰ καὶ ἁμαρτημάτων καθαίρεσιν ἡ ἐπαινετὴ νηστεία ποιεῖ, η καὶ ἀληθῶς ἀτυφίαν ἐργαζομένη τῇ ψυχῇ ταπεινοῖ αὐτήν. 335 Ps 34, 13c Τοῦ καλῶς προσευξαμένου ἡ προσευχὴ εἰς αὐτὸν ἀνακάμπτει φέρουσα τὰ ἀγαθὰ ὑπὲρ ω ν γέγονεν, καὶ ἀποστραφεῖσα εἰς κόλπον συστρέφεται τοῦ ἀναπέμψαντος αὐτήν. σημαίνει δὲ ὁ κόλπος τὸ ἡγεμονικὸν αὐτῶν· Ου τος γὰρ ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν, καὶ Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις· καὶ ταύτῃ καὶ πάντες οἱ δίκαιοι εἰς κόλπον̓ Αβραὰμ χωροῦσιν, τουτέστιν εἰς τὴν αὐτὴν αὐτῷ γνώμην καὶ ἐπαγγελίαν. 336 Ps 34, 14̓ Εγὼ ου τως εὐαρέστως διεκείμην πρὸς τοὺς βλάψαι τὰ προειρημένα βουλομένους, ὡς α ν τις εὐαρεστοίη τῷ πλησίον καὶ τῷ σφετέρῳ ἀδελφῷ, η ου τως, ὡς πλησίον αὐτῶν καὶ ὡς ἀδελφὸς σφέτερος εὐηρέστουν αὐτοῖς.̓ Επεὶ ὡς περὶ γνησίων ἀδελφῶν διεκείμην ὁρῶν αὐτοὺς δι' ω ν πράττουσι νεκρουμένους, ὡς πενθῶν αὐτοὺς καὶ σκυθρωπάζων ἐπ' αὐτοὺς ἐταπεινούμην, ἐξευμενιζόμενος τὸν δυνάμενον ἀβλαβῆ ἀπ' αὐτῶν με διαφυλάξαι. 337 Ps 34, 15ab̓ Εξηγητικὸν τὸ παρὸν ει ναι δύναται τοῦ̓ Ανταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. ἐμοῦ γὰρ ὑπὲρ αὐτῶν πενθοῦντος καὶ σκυθρωπάζοντος ἐφ' ῃ ε χουσι νεκρότητι, αὐτοὶ κατ' ἐμοῦ συναγόμενοι εὐφροσύνην ει χον ὡς ὑποχείριόν με ληψόμενοι· ἑκάτερα δὲ κατ' ἐμοῦ πεποιήκασιν, τότε συναχθῆναι καὶ εὐφρανθῆναι. Δι' ω ν ἐπεχείρουν κατ' ἐμοῦ, ἐμάστιζον τὴν ψυχήν μου λογικῶς· ἐγὼ δὲ ἀβλαβὴς διαμένων οὐδὲ αι σθησιν η γνῶσιν ε σχον τῶν πρὸς αὐτῶν προσαγομένων. εἰ δὲ καί ποτε διερεθιζόντων τῶν ἐχθρῶν εἰς ἁμαρτίαν τάραχος ἐν τοῖς λογισμοῖς γεγένητο ὡς μαστίζεσθαί με ἐξ αἰσθήσεως τῶν ἀπὸ λογισμῶν, οὐκ ἐφανέρουν τὰς μάστιγας ταύτας τοῖς ἀντικειμένοις, ο πως μὴ λαβόντες ἀφορμὴν ἐκ τοῦ κλόνου τῆς ψυχῆς ε τι μᾶλλον ἐπιβῶσιν. 338 Ps 34, 15c. 16 Κατ' ἐμοῦ συναχθέντες καὶ εὐφρανθέντες θείᾳ προνοίᾳ διεσχίσθησαν· διαλυθέντες καὶ ο μως καὶ ου τω σκεδασθέντες οὐ κατενύγησαν, τουτέστιν οὐ μετέγνωσαν ἐφ' οι ς κακῶς ἐβουλεύσαντο ἀλλ' αυ θις τοῖς αὐτοῖς ἐπεχείρησαν. Διὰ πάντων ω ν ἐποίουν ἀπόπειράν μου σπουδάζοντες λαβεῖν, ἑλεῖν με οὐ δεδύνηνται· διὸ καὶ ἐπὶ τοῦ χλευάζειν καὶ ἐκμυκτηρίζειν με μετεβάλοντο. Θηρῶν ἀγρίων δίκην τοὺς ὀδόντας, τουτέστιν τὴν ὀργίλον καὶ θυμωτικὴν αὐτῶν δύναμιν, ἐπ' ἐμὲ ε βρυξαν· καταφαγεῖν με γὰρ θέλοντες ἀπέτυχον. 339 Ps 34, 17̔ Ο α γιός φησιν· Κύριε, πότε ἐπόψει; ἐποψομένου σου γὰρ οἰχήσεται τὰ προειρημένα πάντα συναπιόντα τοῖς δρῶσιν αὐτά. Μονογενῆ δὲ λέγει τὴν ψυχὴν ἑαυτοῦ τῷ μόνην αὐτὴν ἐσχηκέναι· οὐ γὰρ προσεκτέον τῇ περὶ μετεμψυχώσεως μυθοποιΐᾳ. η τάχα μονογενὴς α λλη παρὰ τὴν ψυχὴν αὐτοῦ ἡ οὐσία τοῦ συνεζευγμένου τῇ ψυχῇ πνεύματός ἐστιν· μονογενὴς γὰρ αυ τη τῷ ἀποκεχωρίσθαι ἀπὸ πάντων τῶν ἐν ἡμῖν κατὰ θειότητα. 340 Ps 34, 18 Πολλὴ ἐκκλησία ἡ ἐκ πολλῶν ἁγίων συναγομένη, λαὸς βαρὺς ὁ βέβαιος καὶ στιβαρὸς ἐπιπολαίῳ καὶ εὐχερεῖ ἀντιδιαστελλόμενος. 341 Ps 34, 22b̓ Επεὶ σοῦ παρόντος μοι, οἱ ἐχθροὶ μακράν· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ο πως μὴ ἐπέλθωσί μοι μονωθέντι σου. 342 Ps 34, 23̓ Επεὶ πολλαχοῦ ἡ τοῦ θεοῦ μακροθυμία υ πνος αὐτοῦ λέγεται, ἐπιτριβομένων τῶν ἐχθρῶν διανίστησιν εἰς ἀγανάκτησιν τὸν κύριον λέγων·̓ Εξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, τουτέστιν, ἐπίστησον τὴν ε φορον δύναμίν σου, ο πως ἐξετασθῇ τὰ κατ' ἐμὲ πρὸς τοὺς ἐχθρούς μου. πρὸς ἀγαθοῦ γὰρ τοῦτο, ἐπεὶ ἀδίκως ἐχθρεύουσίν μοι καὶ πάντως καταδικασθήσονται Οἱ μισοῦντές με δωρεάν. 343 Ps Καὶ ου τος μὲν ὁ συγγραφεὺς ει ς τε τὸν Δαυὶδ καὶ εἰς τὸν Χριστὸν ἐξέλαβεν τὸν ψαλμόν, μᾶλλον δὲ εἰς τὸν Χριστόν· α λλος δὲ ἀορίστως εἰς δίκαιον· ὁ δὲ τρίτος εἰς τὸν Δαυὶδ μόνον. περὶ δὲ τοῦ κατεύχεσθαι τῶν ἐχθρῶν ὁ μὲν προφητικῶς ε φη λελέχθαι τὰ μέλλοντα συμβήσεσθαι, ὁ δὲ ἐπ' ὠφελείᾳ τῶν ἐχθρῶν ταῦτα λέγεσθαι τῷ αἰσχυνθῆναι αὐτοὺς καὶ ἐντραπῆναι καὶ αι σθησιν λαβεῖν τῶν οἰκείων ἁμαρτημάτων καὶ εἰς τοὐπίσω χωρῆσαι τῆς ὁδοῦ η ς ω δευσαν. ὁ δὲ νομικήν φησιν καὶ οὐκ εὐαγγελικὴν ζῆν τὸν Δαυὶδ πολιτείαν· ὁ γὰρ νόμος, φησίν, διαγορεύει ἀγαπῆσαι τὸν πλησίον καὶ τὸν ἐχθρὸν μισῆσαι κακῶς τε λέγων· εὐαγγελικῶς γὰρ πολιτευόμενος ὁ Δαυὶδ ε φασκεν, εἰ̓ Ανταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· τελευταῖον μέντοι καὶ ου τος προφητικῶς ε φη ταῦτα εἰρῆσθαι ὡς πάντως ἐσόμενα. 344 Ps 35, 2̔ Ο καθ' ε ξιν παράνομος ἐν ἑαυτῷ λογιζόμενος λέγοι οὐκ α λλο τι η τὸ ἁμαρτάνειν. συγκαταθέμενος γάρ τις κατὰ διάνοιαν πρότερον ἐπὶ τὸ πρακτικῶς ἁμαρτάνειν διαβαίνει. δύναται δὲ καὶ ἐν τῷ ἐν ἑαυτῷ λέγειν ἁμαρτάνειν, οι όν ἐστιν τὸ Σὺ δὲ ει πας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ τὰ ἑξῆς. Εἰ φόβον ει χεν πρὸ ὀφθαλμῶν τοῦ ε σω ἀνθρώπου, ἀπείχετο πάσης ἁμαρτίας, ἐπειδὴ δὲ μὴ ε χει Εν ἑαυτῷ, φησίν, τοῦ ἁμαρτάνειν. μαρτύριον τοῦ μὴ ἁμαρτάνειν τὸν ε χοντἀ φόβον τὸ Οπως α ν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ι να μὴ ἁμαρτάνητε. 345 Ps 35, 3̔ Ο γεγονὼς παράνομος εἰδὼς τὴν ἀνομίαν αὐτοῦ μισητὴν τυγχάνουσαν· εἰ θεωρηθείη, δολοῖ ἐνώπιον αὐτοῦ, ο πως μὴ εὑρίσκηται τὸ αι σχος τῆς ἀνομίας ω στ' α ν αὐτὴν μισηθῆναι. τοῦτο ποιοῦσιν οἱ σοφιστικῶς συναγορεύοντες τῇ ἁμαρτίᾳ ὡς καθηκόντως καὶ μὴ παρὰ λόγον γινομένῃ. 346 Ps̔ Ετέρα ἐστὶν γραφὴ φάσκουσα· Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, τουτέστιν, ἐπαχθῆ ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. Οὐκ ἐβουλήθη συνεῖναι τοῦ ἀγαθῦναι. δῆλον ἐκ τῶν εἰρημένων ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστιν τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ε χειν ἐπὶ τῷ ἀγαθοποιεῖν αὐτεξουσίου. Ετι δὲ πρὸς τούτοις· Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε. τοιοῦτόν ἐστιν τὸ Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν καὶ α μα τῇ ἡμέρᾳ συνετέλουν αὐτά. ου τως ου ν ἀνομίαν λογισάμενος ἐπὶ τῆς κοίτης τυγχάνων Παρίσταται πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τουτέστιν πάσῃ πράξει πονηρᾷ· οὐ προσοχθίζων τῇ κακίᾳ αὐτοῦ, ἀποδεχόμενος αὐτὴν ου σαν χειρίστην ε ξιν, πρακτικῶς α ρχεται ὁδεύειν πᾶσαν οὐκ ἀγαθὴν ὁδόν. 347 Ps 35, 6 Καὶ ἐν̔ Ησαίᾳ α μα ταῖς νεφέλαις μνημονεύεται ου τως· Εὐφρανθήτω ὁ οὐρανὸς α νωθεν καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. αἰσθηταὶ δὲ νεφέλαι οὐ δικαιοσύνην η ἀλήθειαν ἀλλ' ὑετὸν ῥέουσιν. αἱ ου ν δικαιοσύνην ῥέουσαι νεφέλαι θεῖοι α νδρες εἰσίν, τὸν πνευματικὸν ὑετὸν τουτέστι τὸν κατ' ἀρετὴν λόγον προχέουσαι. ὑπεράνω δὲ τούτων οὐρανὸς εὐφραινόμενος η τοι αἱ μακάριοι φύσεις αἱ οἰκοῦσαι τὸν οὐρανὸν τυγχάνουσιν η ὁ σωτὴρ ἀλληγορικῶς ου τως ὀνομαζόμενος· α νωθεν γὰρ ὁ οὐρανὸς ου τος τουτέστιν ὑπεράνω φύσεως πάσης γεννητῆς τυγχάνει, καὶ ὑπὲρ τῆς πάντων ὠφελείας εὐφραίνεται. καὶ ἐνταῦθα ου ν ἐν μὲν τῷ οὐρανῷ, φημὶ τῷ σωτῆρι, ἐστὶ τὸ ε λεος τοῦ κυρίου πάντας ἐλεοῦντος· ἡ δὲ ἀλήθεια αὐτοῦ ἡ τῇ κακίᾳ καὶ τοῖς τύποις ἀντιδιαστελλομένη ἐν ταῖς προειρημέναις νεφέλαις ἐστίν. εἰ γὰρ καὶ κατὰ σκιὰν ἐβίουν οἱ προφῆται, ἀλλ' οὐκ ἠγνόουν τὴν ἀλήθειαν η ς αυ τη σύμβολον. 348 Ps 35, 7c. 8a̓ Ανθρώπους τοὺς κατ' εἰκόνα καὶ τὸ λογικὸν κίνημα τηροῦντας σωτηρίας τυγχάνειν οὐ θαῦμα. ο ταν δὲ καὶ ἀποκτηνωθέντας η δη καὶ ι ππους θηλυμανεῖς γεγενημένους καὶ τῶν α λλων ἀλόγων ζῴων η θος ἀναλαβόντας ἐπὶ σωτηρίαν ἐρχομένους ι δῃ τις, ἐκπλαγεὶς ἐπὶ τῇ τοῦ θεοῦ ἀγαθότητι ἐρεῖ̓ Επεὶ τὸν ε λεόν σου ἐπλήθυνας, ω θεέ, οὐκ α νθρωποι μόνον ἀλλὰ καὶ κτήνη σῴζονται· τὰ γὰρ μεγάλα ἁμαρτήματα μείζονος καὶ μᾶλλον ἐλέου δεῖται. 349 Ps 35, 9a Οι κου θεοῦ τῆς ἐκκλησίας τυγχανούσης, πιότης αὐτοῦ ἡ ἐκκλησιαστικὴ διδασκαλία τυγχάνει. ἀπὸ ταύτης νηφάλιον μεθυσθήσονται μέθην οἱ περιεχόμενοι αὐτῆς. εἰ δὲ οι κος θεοῦ ει η ὁ σωτήρ, ἀπὸ τῆς παιδεύσεως αὐτοῦ ου σης πιότητος μεθυσθήσονται οἱ ἀπολαύοντες αὐτῆς. 350 Ps 35, 9b. 10a̓ Επεὶ Παρὰ σοὶ πηγὴ ζωῆς, αυ τη δέ ἐστιν ὁ εἰπὼν̓ Εγώ εἰμι ὁ ω ν, εἰκότως καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ἐρχόμενον ἀπὸ τῆς πηγῆς τῆς ζωῆς ποτιεῖς τοὺς μεθυσθέντας ἀπὸ πιότητος τοῦ οι κου σου. πηγὴ δὲ ζωῆς ὁ σωτὴρ τῷ μὴ ε ξωθεν ε χειν ἀλλὰ παρέχειν αὐτὸν α πασι τοῖς ζῶσιν, οὐκ ἀνθρώποις μόνοις ἀλλὰ καὶ τοῖς ὑπεραναβεβηκόσι κατὰ τὰ αὐτὰ θείαν ζωήν, καθὸ καὶ πηγὴ σοφίας λέγεται· χείμαρρος δὲ τρυφῆς τὸ α γιον πνεῦμα τῷ τρυφᾶν τοὺς πεπωκότας ἀπ' αὐτοῦ δεχομένους τὰ διάφορα αὐτοῦ χαρίσματα. 351 Ps 35, 10b̓ Εν τῷ φωτί σου ὀψόμεθα φῶς· φῶς τοῦ θεοῦ τὸ ἀληθινὸν φῶς, τὸ̓ Απαύγασμα τοῦ φωτὸς τοῦ ἀιδίου. ἐν τούτῳ ου ν τῷ φωτὶ ὀψόμεθα φῶς, σὲ τὸ ἀίδιον φῶς περὶ ου ει ρηταἱ Ο θεὸς φῶς ἐστιν. συμβαλεῖς τούτᾡ Ο ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα. 352 Ps 35, 12 Οι δεν ὁ θεῖος λόγος ταῖς λεγομέναις μεταβολαῖς χρῆσθαι, ω σπερ ἐνταῦθα τῆς ὑπερηφανίας οὐ ζῴου ποδώτου ἀλλ' ε ξεως ου σης πόδα ὠνόμασεν, καὶ ἐν Παροιμίαις Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι· ο γοῦν ευ χεται τοῦτό ἐστιν· μὴ λάβοι χώραν ἐν τῇ ψυχῇ μου ἐπελθεῖν ἡ ὑπερηφανία ω στε ἀπατῆσαί με, ἀλλὰ μηδὲ χείρ, τουτέστι πρᾶξις, ἁμαρτωλοῦ σαλεύσαι με· εἰ γὰρ πράξοιμι τὰ τῶν ἁμαρτωλῶν, κλονηθήσομαι ἀπὸ τῆς ἀρετῆς. 353 Ps 35, 13a Δύναται τὸ̓ Εκεῖ σημαίνειν τὸν μέλλοντα βίον, ὡς τὸ̓ Εκεῖ ε σται ὁ κλαυθμός, καὶ τὸ̓ Εκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, καὶ τὸ Γυμνὸς ἀπελεύσομαι ἐκεῖ, καὶ ει τι τοιοῦτον. λέγει ου ν ο τἰ Εκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, ε πεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. εἰ γὰρ καὶ ω δε ε δοξαν ἑστάναι καὶ ἐνεργεῖν τὰ τῆς ἀνομίας, ἀλλ' ου ν γε ἐκεῖ ε πεσον οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν, ὡς πρότερον ἐνήργουν. οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς η δη γεγονὸς λέγει· πολλὰ γὰρ τοιαῦτα ῥηθείη, ὡς τὸ Ωρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ Διεμερίσαντο τὰ ἱμάτιά μου· ἐπεὶ γὰρ ὁ προφητικῶς προορῶν τὰ ἐσόμενα ου τως αὐτὰ βλέπει ὡς πάντως γενησόμενα, τούτου χάριν ὡς η δη γενόμενα αὐτὰ διορίζεται. 354 Ps 35, 13b̓ Εξώσθησαν δέ, η τοι τῆς ε ξεως ε ξω η ς ει χον γενέσθαι ἐβιάσθησαν, η ε ξω τῆς αὐτοπραγίας γεγένηνται· διότι οὐκέτι στῆναι δύνανται, ἐνεργητικῶς ἐμποδισθεισῶν ἀλλ' οὐκ ἀναιρεθεισῶν τῶν πρακτικῶν δυνάμεων αὐτῶν. 355 Ps 36, 3 Αυ τη ἡ χρηστότης προξενήσει σοι τὸ κατασκηνῶσαι ἐπὶ τῆς ἁγίας γῆς, ὡς ποιμαίνεσθαι ἐπὶ τῷ πλούτῳ αὐτῆς· ε ξεις γὰρ ποιμένα τὸν ἀληθινὸν α γοντά σε ἐπὶ θείαν νομήν, η τις πλοῦτος τῆς γῆς ἐκείνης ὠνόμασται. Τὰ δ' α λλα ὁμοίως τῷ πρὸ αὐτοῦ. 356 Ps 36, 4 Διὰ πάντων ὠφέλιμον ἡμῖν ἑαυτὸν παρέχων ὁ κύριος καὶ τροφὴ ἡμῖν καὶ ποτὸν εὑρίσκεται. ο ταν ου ν τροφῶμεν αὐτὸν τυγχάνοντα α ρτον ζωῆς καὶ ἐμφορηθῶμεν τῶν σαρκῶν αὐτοῦ καὶ τοῦ αι ματος, ο ντων βρώσεως καὶ πόσεως ἀληθινῆς, κατατρυφήσαντες αὐτοῦ, ε ξομεν αὐτὸν ὀρέγοντα α παντα τὰ αἰτήματα τῆς καρδίας, τουτέστιν τοῦ νοῦ, οὐ τὰ αἰσθητὰ ἀλλὰ τὰ πνευματικὰ καὶ νοητά. 357 Ps 36, 4– 7a Κατατρύφησον τοῦ κυρίου, καὶ τυχὼν τῶν προλεχθέντων τὴν σαυτοῦ ὁδὸν η ν πρακτικῶς ὁδεύεις κατάστησον φανεράν. πότε δὲ ταῦτα ποιεῖς; ο τ' α ν ἐνεργῇς ἐκεῖνα οι ς ἐφορᾷ ὁ θεός. ὁ γὰρ ἁμαρτάνων κρύπτεται θεόν, καλύπτειν αὐτοῦ τὴν ὁδὸν σπεύδων. φανερῶν δέ σου τὴν ὁδὸν τῷ θεῷ Ελπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει τὰ ἐλπισθέντα σοι καὶ προσδοκηθέντα σοι, ω στε τὴν ἐν κρυπτῷ ἐνεργηθεῖσαν δικαιοσύνην σου ἐξοῖσαι ὡς φῶς, ὡς τὴν τοῦ̓ Ιὼβ καὶ̓ Ιωσήφ. ἡ γὰρ τούτων φωτὸς δίκην ἀναλάμψασα ἐν ο λῃ τῇ οἰκουμένῃ ἐπὶ πάσας γενεὰς διεδόθη, ἀλλὰ Καὶ τὸ κρίμα σου. η τοι ὁ αὐτὸς ε κρινεν περὶ σοῦ, η ο σὺ ε κρινας καὶ ἐδοκίμασας ἐν σεαυτῷ ἐξοίσει κατὰ τὰ αὐτὰ τῇ μεσημβρίᾳ τῇ ἀκμαῖον καὶ ἀκραιφνὲς φῶς ἐχούσῃ. ου τω γὰρ πάντων τῶν κατὰ σὲ φανερωθέντων ὡς φωστὴρ ἐν κόσμῳ γενήσῃ. τέως δὲ νῦν̔ Υποτάγηθι τῷ κυρίῳ. πῶς δὲ τοῦτο γενήσεται; διὰ τοῦ φυλάττειν τὰ θεῖα προστάγματα, ἱκετεύειν αὐτόν, τῶν προπεπραγμένων ἁμαρτημάτων συγχώρησιν αὐτὸν ἀπαιτῶν, καὶ τοῦ τυχεῖν τῶν εἰρημένων. 358 Ps 36, 8a̓ Ολέθριον πάθος τυγχάνει ἡ ὀργή, ὡς καὶ τοὺς φρονίμους ἀναιρεῖν·̓ Οργὴ γὰρ ἀπόλλυσι καὶ φρονίμους, ἀλλὰ καὶ τῆς ἐνεργείας τῆς ἀρετῆς ἐστιν ἐμποδιστική·̓ Οργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. διὸ Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν, ζηλωτὴς πραΰτητος καὶ ἡμερότητος γινόμενος. δύναται δέ τις παύεσθαι ἀπὸ ὀργῆς τῆς τοῦ θεοῦ καὶ ἐγκαταλείπειν τὸν θυμὸν αὐτοῦ ἀπεχόμενος ἐκείνων οι ς ἀκολουθεῖ τὸ ὀργῇ καὶ θυμῷ ὑποπεσεῖν. 359 Ps̓ Επεὶ καταργηθήσεται τὰ τῆς κακίας ε τι ὀλίγου παραδραμόντος χρόνου, οὐχ ὑπάρξεται ὁ ἁμαρτωλός, τῆς ε ξεως καθ' η ν ἐστιν τοιοῦτος οὐχ εὑρισκομένης. διὸ καὶ ζητήσας τὸν τόπον αὐτοῦ οὐχ εὑρήσεις. τόπον δὲ ἀκουστέον τὸν ὡς ε ν τινι τάξει, οι ον διαφορᾶς ἐνούσης διδασκάλου καὶ μαθητοῦ. ε στιν τόπος διδασκάλου καὶ τόπος μαθητοῦ, ο τ' α ν ὁ μαθητὴς πληρωθῇ τῆς ἐπιστήμης, ὡς ὁ διδάσκαλος γεγενημένος ἀπολείψει τὸν μαθητοῦ τόπον ὡς μηκέτι ει ναι τοῦτον. ἐπεὶ ου ν καὶ τῶν λογικῶν ἐξ ἰδίας αἱρέσεως γέγονε διαφορὰ ὡς τοὺς μὲν δικαίων τοὺς δὲ ἁμαρτωλῶν ἐπέχειν τόπον, ἀφανιζομένης τῆς κακίας οὐκ ε τ' ε σται τοῦ ἁμαρτωλοῦ τόπος. οἱ δὲ πραεῖς εὐστάθειαν κατορθώσαντες κληρονόμοι γῆς ἑτέρας παρ' η ς πατοῦμεν ἀποδειχθήσονται, ὡς καὶ κατατρυφᾶν ἐπ' αὐτῆς πλήθους εἰρήνης ἐσομένου, ο τ' α ν πάντες οἱ ἐχθροὶ πρὸς ου ς ε χομεν τὸν πόλεμον καταλυθῶσιν. 360 Ps 36, 14 Δυνατὸν ἐπὶ τὸν διάβολον ἀνάγειν ταῦτα μετὰ α ρθρου ἁμαρτωλὸν ὀνομαζόμενον. σπῶνται δὲ καὶ οἱ ἁμαρτωλοὶ ῥομφαίαν καὶ ἐντείνουσι τόξον, ο πως τοῖς μὲν τόξοις βάλωσι τὸν πτωχὸν καὶ πένητα, τῇ δὲ ῥομφαίᾳ σφάξωσι τοὺς εὐθεῖς τῇ καρδίᾳ· οὐ γὰρ τοὺς ἐν κακοῖς πλουτοῦντας τιτρώσκουσι φίλους αὐτῶν ο ντας, οὐδὲ τοὺς σκολιοὺς τῇ καρδίᾳ σφάττουσιν ἑταιρίαν πρὸς αὐτοὺς ε χοντες. τόξα δὲ αὐτῶν ἐντεταμένα οἱ πονηροί εἰσιν λογισμοί, ῥομφαία δὲ ἠκονημένη ἡ γλῶσσα η τοι ὁ λόγος αὐτῶν ἀναιρετικός ἐστιν διαφορῶν. ἐπεὶ τοίνυν ὁ ἁμαρτάνων τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθνῄσκει, καὶ τούτων ἡ ῥομφαία η ν κατ' α λλων ἠκόνησαν βλάψει αὐτοὺς εἰς τὴν καρδίαν αὐτῶν. 361 Ps 36, 16 Πρὸς διάνοιαν· κρεῖττον τῷ δικαίῳ ὀλίγον γνώσεως ε χειν μετ' εὐσεβείας ὑπὲρ πλοῦτον μετὰ δυσσεβείας τῶν ἁμαρτωλῶν, ο ν πλουτεῖν οι ονταί τινες τὰ τῆς ψευδονύμου γνώσεως μετερχόμενοι. 362 Ps 36, 17a Βραχίονας δὲ νῦν οὐ τοὺς τοῦ σώματος ἀλλὰ τοὺς τῆς ψυχῆς ο ντας πρακτικὰς δυνάμεις ῥητέον. 363 Ps 36, 18a Ο γινώσκων κύριος τὴν τῶν δικαίων ὁδὸν καὶ τὰς τῶν̔ ἀμώμων ὁδοὺς ει σεται. τὸ τῆς γνώσεως οὐκ ἐπὶ τῆς εἰδήσεως ῥητέον τὰ νῦν ἀλλ' ἐπὶ τῆς ἀνακράσεως· τὰς γὰρ τῶν ἀμώμων ὁδοὺς α ς ὁδεύουσιν πάσας γινώσκει κύριος τῇ ἀμωμότητι αὐτῶν ἀνακρινάμενος. φέρεται δὲ καὶ Γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων. ἐπεὶ γὰρ οἱ α μωμοι οὐδέποτε ἐν σκότῳ ἀλλ' ἐν φωτὶ καὶ ἡμέρᾳ εἰσὶν ἀεί, τούτου χάριν γινώσκει κύριος τὰς τοιαύτας αὐτῶν ἡμέρας η καὶ πάσας τὰς τοῦ βίου αὐτῶν ἡμέρας ἀεὶ ἀμέμπτως καὶ ἀμώμως ἐνεργούντων. 364 Ps 36, 19a Καιρὸς πονηρός ἐστιν ο τε ἐπίπονά τις ἀπολαμβάνει ἁμαρτημάτων ε νεκα. ἐν τούτῳ ου ν τῷ καιρῷ οὐ καταισχυνθήσονται οἱ α μωμοι, οὐκ ε χοντες πράξεις ἐφ' αι ς ε στι τὸ παθεῖν. 365 Ps 36, 20a Οτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οὐ τῷ ἐξ ο λων διαλύεσθαι τὴν σύστασιν αὐτῶν ἀλλὰ τῷ μηκέτι ει ναι ἁμαρτωλούς. 366 Ps 36, 25ab Κα ν πολλὴ σπάνις σιτίων διὰ κραταιὰν λιμὸν γένηται, κατ' ἐντολὴν θεοῦ κόρακες οι σουσιν ὡς τῷ̔ Ηλίᾳ τροφάς, καὶ ὡς τῷ Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων α ριστον ὁ̓ Αμβακοὺμ μετέωρος φερόμενος οι σει. καὶ τοῦτο πρὸς τὸ ῥητόν, πρὸς δὲ διάνοιαν· ἐκ νεαροῦ καὶ ἀβεβαίου η θους καθ' ο νεωτερίζων νεώτερος η μην μεταβαλὼν εἰς γῆρας η λθον βίον ἀκηλίδωτον καὶ πολιὰν φρόνησιν κεκτημένος. ο μως ου τω προκόψας Οὐκ ει δον δίκαιον ἐγκαταλελειμμένον. τὰ δ' α λλα ὁμοίως τῷ πρώτῳ. 367 Ps 36, 25c. 26 ἐγκαταλελειμένον τῷ τὸν θεὸν ε χειν τρέφοντα καὶ α ρτους θείους παρέχοντα, ὡς μὴ ζητῆσαί ποτε α ρτους τὸ τοῦ δικαίου σπέρμα τουτέστιν τοὺς κατὰ διδασκαλίαν γεγενημένους. ο λην γοῦν τὴν ζωὴν ἑαυτοῦ κατάστασιν ου σαν ἀκριβῆ τε καὶ δεδοκιμασμένην ἐγνωσμένην πᾶσιν ἐργάζεται· καὶ ου τως ο λην τὴν ἡμέραν ἐλεεῖ κοινωνικὸς ω ν, καὶ δανείζει η τοι μαθήματα θεῖα τοῖς ἀκροωμένοις η θεῷ κατὰ τὸ̓ Ελεῶν πτωχὸν θεῷ δανείζει, ἐπὶ τῷ κερδῆσαι τόκους σωτηριώδεις ω στε καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ει ναι πάσῃ εὐλογίᾳ πνευματικῇ. 368 Ps 36, 30̔ Ο δίκαιος πᾶσαν τὴν ἠθικὴν κατορθώσας ἀρετὴν η λθεν ἐπὶ θεωρίαν διὸ καὶ ὁ λόγος αὐτοῦ τροπικῶς στόμα καλούμενος οὐκ α λλο τι η τὴν ἐν τῷ θεωρεῖν σοφίαν μελετᾷ. εἰς τοῦτο παραλήψῃ τὸ Διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ α φρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἡ γλῶσσα δὲ τοῦ δικαίου οὐκ ἀνεξετάστως οὐδ' ὡς ε τυχεν φθέγγεται. κρίνας γὰρ καὶ ἐξετάσας διαφορὰν λεκτέων καὶ οὐ λεκτέων· τὰ μὲν ἐρεῖ, τὰ δὲ ἡσυχάσει. τοιοῦτόν ἐστιν τὸ Χείλη σοφῶν δέδεται αἰσθήσει, τῷ ᾐσθημένως καὶ λέγειν καὶ σιωπᾶν· αἰσθήσει δεσμῷ τῶν χειλέων κέχρηται. 369 Ps 36, 31 Ον κατὰ φύσιν ε χομεν νόμον ἐν καρδίᾳ καθ' ο ν διακρίνομεν τὸ ποιητέον καὶ οὐ ποιητέον, οὐκ α λλου ἐστὶν η τοῦ πεποιηκότος ἡμᾶς κατὰ τὴν ἑαυτοῦ εἰκόνα θεοῦ. ἀμέλει ο τ' α ν σῴζωμεν ἀδιαστρόφους τὰς ἐννοίας τῶν χειρόνων ἀπεχόμενοι, τῶν κρειττόνων ἀντιποιούμεθα. τούτῳ τῷ νόμῳ ἡγεμόνι τῆς ὁδοῦ χρώμενοι α νευ ὑποσκελισμοῦ διαβαίνομεν ἐφ' ο ἐπειγόμεθα τέρμα. Δυνατὸν δὲ τὸν εὐαγγελικὸν νόμον δηλοῦσθαι διὰ τῆς παρούσης λέξεως. 370 Ps 36, 34 Τῷ δικαίῳ ῳ κατανοεῖ ὁ ἁμαρτωλὸς ζητῶν αὐτὸν θανατῶσαι λέγεται·̔ Υπόμεινον τὸν κύριον. εἰ καὶ πολλοὺς ε χεις τοὺς φονῶντας κατὰ σοῦ, ἐκ θεοῦ δέχου τὴν σωτηρίαν.̔ Υπόμεινον δὲ αὐτὸν καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, τηρῶν τὰς ἐντολὰς αὐτοῦ. ου τω γὰρ διατεθέντι σοι ἀκολουθήσει τὸ ὑψωθῆναι, ω στε κατακληρονομῆσαι τὴν πολλάκις η δη εἰρημένην γῆν. Σημειωτέον δὲ ο τι ἐν υ ψει που κεῖσθαι τὴν τῆς εὐαγγελίας λέγει γῆν· οὐ γὰρ ἐπὶ τῷ τὴν ἐν ποσὶν κληρονομῆσαι γῆν ὑψοῦταί τις ἀλλὰ τὴν α νω που ἱδρυμένην. καὶ ἐν Ησαίᾳ γοῦν̔̓ Αναβιβάσει σε κύριος ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς ει ρηται. καὶ ἐν οι ῳ δὲ υ ψει τυγχάνει αὐτὴ ἡ γῆ, σκόπει, ὡς θεοῦ ἀναβιβάζοντος ἐπ' αὐτὴν καὶ ὑψοῦντος, ω στε αὐτὴν κληρονομῆσαι τῷ μὴ οι όν τε ει ναί τινα ἑαυτῷ ἐπ' αὐτὴν γενέσθαι. τότε δέ, ω σπερ ἀφ' υ ψους τὸν τῶν ἁμαρτωλῶν ἐπόψει ο λεθρον, παραδιδομένους κολάσει. 371 Ps 36, 36 Παρελθών, φησίν, τῇ διανοίᾳ ἐπὶ τὸν μέλλοντα βίον οὐκ ε θ' ευ ρον τὸν ἀσεβῆ, ὡς ζητῆσαι τὸν τόπον αὐτοῦ καὶ μὴ εὑρεῖν. ει ρηται δὲ μὴ εὑρίσκεσθαι τοὺς φαύλους μετὰ ταῦτα, οὐ τῆς οὐσίας αὐτῶν ἀφανιζομένης ἀλλὰ τῆς ποιότητος καθ' η ν εἰσιν τοιοῦτοι, καὶ περὶ τοῦ μὴ εὑρίσκεσθαι τὸν ἐν τάξει τόπον αὐτῶν προαποδέδεικται. εἰ δὲ περὶ τοῦ σατανᾶ ταῦτα λέγοιτο, ἐπεὶ α ρχων τοῦ κόσμου τούτου ει ρηται (παρέρχεται δὲ ου τος ὁ κόσμος), ζητήσας τις ἐν τῷ μέλλοντι αἰῶνι τὸν τόπον τούτου τοῦ α ρχοντος οὐχ εὑρήσει. εἰ δὲ καὶ ἡ ἁμαρτία τόπος ἐστὶν τοῦ διαβόλου κατὰ τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ, τῆς κακίας ἀφανιζομένης οὐχ εὑρέθη ὁ τόπος τοῦ ἀσεβοῦς. εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι 372 Ps 36, 37– 40 Εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι, διαφορὰν ἀκακίας καὶ εὐθύτητος ει ποι α ν τις τοιαύτην· εἰ μὲν ἀκακίᾳ ῃ ἡ τῶν κακῶν ἀπραξία, εὐθύτης ει η ἡ ε ξις καθ' η ν ἀπαθῶς πάντα ἐνεργοῦμεν· εἰ δὲ ἀκακίαν λέγοι τὴν τοῦ η θους κατόρθωσιν, εὐθύτης ει η ἡ ἀκαμπὴς τῶν δογμάτων τῆς ἀληθείας θεωρία. ἑκατέρως προστάσσει φυλάσσειν ἀκακίαν καὶ ἰδεῖν εὐθύτητα τῷ ει ναι ἐγκατάλειμμα εἰς τὸν μέλλοντα βίον τῷ εἰρηνικῷ ἀνθρώπῳ τὴν οὐ καταισχύνουσαν ἐλπίδα, τῶν ἀσεβῶν ἐξολοθρευμένων ἐπὶ τὸ αὐτὸ καὶ α μα κατὰ τὸν τῆς κρίσεως καιρόν. Σωτηρία δὲ τῶν δικαίων γίνεται παρὰ κυρίου ὑπερασπίζοντος αὐτῶν ἐν καιρῷ θλίψεως. τούτῳ συνῳδὸν τὸ̔ Η σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. ὑπάρξει δὲ αὐτοῖς καὶ τὸ βοηθείας παρὰ τοῦ κυρίου τυχεῖν καὶ τὸ ῥυσθῆναι ἐκ πολεμίων, ἀλλὰ καὶ τὸ ἐξαιρεθῆναι ἐκ χειρὸς ἁμαρτωλῶν τουτέστιν πράξεως η δυνάμεων πονηρῶν· διότι Ηλπισαν ἐπ' αὐτόν. Διὸ καὶ ὁ ψαλμὸς ου τος ἐν οἰκείῳ ἀριθμῷ τῶν λεγομένων ἐν αὐτῷ τέτακται. ε στιν γὰρ τριακοστὸς ε κτος. ου τος δὲ ὁ ἀριθμὸς ὁμοῦ τρίγωνος καὶ τετράγωνός ἐστιν. χρώμενος μὲν ἡ τρίγωνός ἐστιν πλευρὰ τῇ ὀγδοάδι, ε στι δὲ ἡ ὀγδοὰς ἀναστάσιμος τοῦ σωτῆρος ἡμέρα. ἡ δὲ τετράγωνος πλευρὰν ε χει τὸν ε ξ ο ντα ἀριθμὸν τέλειον· ἑξάκις γὰρ τριάκοντα ε ξ. τρίγωνος δὲ κατὰ τοῦτο· εἰ γὰρ ἀπὸ μονάδος ἑξῆς ε ως ὀγδοάδος ἀριθμήσεις, οὐκ α λλον τούτου εὑρήσεις ἀριθμόν. 373 Ps 37, 2̓ Εξομολογούμενον πρόσωπον εἰσάγεται ἐν τῷ ψαλμῷ τούτῳ. εἰ γὰρ πέπρακταί μοι, φησίν, τι τοιοῦτον ἐφ' ῳ α ξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ ὀργῆς παιδευθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ διδασκαλίας καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. 374 Ps 37, 3a Δηλοῖ δέ ποτε ἡ τῶν βελῶν προσηγορία καὶ τὰς κολάσεις, ὡς ἐν τοῖς προάγουσιν ει ρηται. φησὶ τοίνυν· ἐπεὶ ἁμαρτίας πεποίηκα αι ς ἀκολουθεῖ κόλασις, Τὰ βέλη σου η δη ἐνεπάγησάν μοι. 375 Ps 37, 4b̓ Επιφαινομένων τῶν ἁμαρτιῶν μου· δεῖγμα γὰρ τοῦ ε τι αὐτὰς παρεῖναι τὸ ὁρᾶσθαι αὐτῶν τὸ πρόσωπον. 376 Ps 37, 5– 7a Τὰς μὲν ἀνομίας ὑπερηρκέναι τὴν κεφαλὴν ἑαυτοῦ φησιν, ω στε πιέσαι καὶ βαρύναι τὸ ἡγεμονικὸν αὐτοῦ τροπικῶς κεφαλὴν ὀνομαζόμενον, ταύτας δὲ καὶ τρόπον φορτίου βεβαρύνθαι ἐπ' αὐτόν· τῆς γὰρ κακίας φύσει κατωφεροῦς καὶ βαρυτάτης ου σης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν αι σθησιν τοῦ βάρους αὐτῆς λαμβάνει, οἰομένου κουφοτάτην αὐτὴν ὑπάρχειν τοῦ σὺν ἡδονῇ ἐνεργοῦντος αὐτήν. ο θεν̓ Ιησοῦς τοὺς κοπιῶντας καὶ πεφορτισμένους διὰ μετανοίας η κειν πρὸς αὐτὸν καλεῖ αἰσθηθέντας τοῦ α χθους τῆς ἁμαρτίας καὶ κοπιάσαντας ἀπ' αὐτοῦ. τοὺς δὲ μώλωπας ου ς ε σχεν ἀπὸ τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν εἰς σῆψιν καὶ δυσωδίαν τετράφθαι φησὶν ἀπὸ προσώπου η ς ε σχεν ἀφροσύνης· σὺν ἀφροσύνῃ γὰρ οὐχ ἡ τυχοῦσα συνίσταται κακία, ὡς αυ μετὰ φρονήσεως τὰ κατ' ἀρετὴν ἐνεργεῖται. Τὰ δ' ἑξῆς τάχα ου τως ἀναγνωστέον· ἐπεὶ ε ως τέλους, τουτέστιν διὰ βίου, κατεκάμφθην τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων, ἠκολούθησεν τὸ οἰκτρὸν καὶ ἐλεεινόν με ει ναι, ο παρίσταται ἐκ τοῦ̓ Εταλαιπώρησα. 377 Ps 37, 7b. 8 Ητοι τῶν λογισμῶν μου η τῶν πονηρῶν πνευμάτων· τούτου ε νεκα διὰ βίου σκυθρωπάζων ἐπορευόμην, πάσης ἱλαρίας ἀφαιρεθείσης. ἐπειδὴ δὲ φέρονται γραφαί, ω ν ἡ μὲν Ψύαι μου, ἡ δὲ Αἱ λαγόνες μου ἐπλήσθησαν ἐμπαιγμῶν, ῥητέον ο τι, ἐπεὶ περὶ τὰς ψύας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα εἰς παιδοποιΐαν συντείνοντα, ἐμπαιγμῶν ἐμπίπλαται ταῦτα, ο τ' α ν μὴ εἰς παιδοποιΐαν ἀλλὰ πορνικῶς ἐπιτελῆται. Διὰ τοῦτο γάρ φησιν μηδὲ ι ασιν ει ναι ἐν τῇ σαρκί μου διὰ τὸ ᾐσθῆσθαι τὴν ψυχήν μου τῶν παρόντων ἐμπαιγμῶν· πάνυ γὰρ ἀσθενεῖ ἡ σὰρξ ῥέουσα καὶ μὴ σωφρονοῦσα, ο θεν καὶ̔ Ο πορνεύων εἰς τὸ ι διον σῶμα ἁμαρτάνει. 378 Ps 37, 9b. 10̓ Απὸ βάθους μετανοίας τοὺς ἐπὶ μετανοίᾳ στεναγμοὺς προφέρων, οὐκ ἐξ ἐπιπολῆς καὶ ἐπιπλάστως ὡς οἱ μετανοίας ὑποκριταί· διὸ καὶ θαρρῶν λέγει· Σοί, κύριε, ὡς α ρα ἡ ἐπιθυμία τῆς καρδίας μου ἐναντίον σού ἐστιν· πᾶσα μὲν γὰρ φαύλων ο ρεξις μακράν σου καὶ κέκρυπταί σε, ἡ δὲ τῆς ἐμῆς καρδίας τῷ μετελθεῖν ἐκ κακίας εἰς ἀρετὴν γνησίαν μετάνοιαν ποθοῦσα ἀγαθὴν ἐπιθυμίαν ε χει, η τις ἐν ο ψεσιν οὐ τυγχάνει. Δύναται καὶ περὶ τῆς φαύλης ἐπιθυμίας λέγειν· ἐπεὶ ἡ ἐγκειμένη μοι πονηρὰ ο ρεξις οὐκ ε λαθέν σε, περὶ ταύτης ἐξομολογούμενος στενάζω, ὡς τὸν στεναγμὸν τὸν περὶ αὐτὸν εὐπαρρησίαστον ο ντα μὴ κεκρύφθαι ἀπὸ σοῦ· ἐπαινετὸν γὰρ τὸ ἐπὶ φαύλοις στένειν. 379 Ps 37, 11– 13 Τῆς καρδίας μου τουτέστιν τῆς διανοητικῆς μου δυνάμεως τάραχον ὑπομενούσης, ἡ ἰσχύς μου ἡ κατὰ τὰς κοινὰς ἐννοίας ἐγκατέλιπέν με, ἀλλὰ καὶ ἡ τῶν ἀληθῶν γνῶσις φῶς τῶν ὀφθαλμῶν μου τουτέστιν τοῦ νοῦ τυγχάνουσα οὐκ ε στιν μετ' ἐμοῦ· διατεθεὶς γὰρ κατὰ τὰ α λογα οὐδ' ἐννοεῖσθαι φωτεινῶς η ἰσχυρῶς διανοεῖσθαι δυνήσομαι. Δύναται καὶ ἰσχὺς ει ναι τοῦ ταῦτα λέγοντος καὶ φῶς ὀφθαλμῶν αὐτοῦ ὁ ὀρθὸς λόγος καθ' ο ν ἐστιν λογικός. ου τος ου ν ἐγκατέλιπεν αὐτόν, καὶ οὐκέτι ει ναι μετ' αὐτοῦ δοκεῖ, ταραχθείσης αὐτοῦ τῆς καρδίας ἰσχύος ὀνομαζομένης κατὰ τὴν τῶν πρακτικῶν ὑφήγησιν, φῶς δὲ ὀφθαλμῶν κατὰ τὸ φωτίζειν τῇ σαφηνείᾳ τῶν ὁρώντων. Καὶ ου ς δὲ ει χον, φησίν, φίλους καὶ πλησίον φιληδόνως ζῶν, τούτους πολεμικῶς ἀνθισταμένους καὶ πολεμίους ε σχον ῥέψας ἐπὶ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῆσαι. ου τοι δὲ καὶ Εγγιστά μου πρότερον ο ντες σχέσει καὶ διαθέσει ἀπὸ μακρόθεν πολεμίων τρόπαιον ε στησαν.̔ Ρητέον δὲ καὶ ου τως· ο τ' α ν τις περιστάσεσι περιπέσῃ, ἐγκαταλείπεται ὑπὸ πάντων τῶν πρότερον ἐγγιζόντων καὶ φίλων καὶ πλησίον ο ντων, ὡς ε σθ' ο τε καὶ κατηγορεῖν τὸν πάλαι ποθούμενον. τούτων εἰκόνας ευ ροις ἐν τῷ Ιώβ. Καὶ οἱ̓ βλαπτικῶς δὲ καὶ φιλονείκως ἐκζητεῖν τὴν ψυχήν μου προελόμενοι καὶ βίᾳ περιβαλεῖν με ἠθέλησαν, ἀναγκαστικοῖς λόγοις ὡς δῆθεν ἀποδεικτικοῖς ὑπαγαγεῖν με νομίζοντες· ἀλλὰ τὰ πρὸ τούτων λεγόμενα ἐπὶ ἐκζητήσει τῶν κακῶν οι ς ὑποβάλλειν με ε σπευδον ω φθησάν μοι ματαιότης. η κουον γὰρ οὐχ ὡς ἀποδείξεως ἀλλ' ὡς ματαίας καὶ ἀπατηλῆς σοφιστείας. ματαιότητα δὲ δι' ω ν σοφίζονται φθεγγόμενοι δι' ο λης ἡμέρας, τουτέστι διὰ βίου, δολιότητα μελετῶσιν ου τε ἀποδείξεις τότε τοῖς πράγμασιν ἐπιφέροντες ἀλλὰ καὶ σοφιστικῶς συναρπάζειν κρίναντες. 380 Ps̔ Ο κρίνας φυλάττειν τὸ Οὐ παραδέξῃ ἀκοὴν ματαίαν πρὸς τοὺς δολίους καὶ ἀπατηλοὺς λόγους κεκώφωται οὐδ' αι σθησιν αὐτῶν τὴν ἐξ ἀκοῆς ε χειν βουλόμενος· πολλῷ δὲ πλέον ἀλάλου δίκην οὐδ' ἀποκρίνεσθαι πρὸς τοὺς τοιούτους λόγους η ἐλέγχειν αὐτοὺς βουληθείη· ει ρηται γὰρ ἐν α λλοις ἠλιθίου ει ναι τὸ ἐξελέγχειν τοὺς λίαν εὐήθεις λόγους.̓ Εγενόμην ου ν, φησίν, πρὸς τοὺς τοιούτους ἀνθρώπους ὡς οὐκ ἀκούων οὐδ' ε χων ἐν στόματί μου ἐλεγμούς· κίνδυνον γὰρ ε χει πολλάκις τὸ δυσφήμων λόγων ἀκούειν καὶ τὸ διαλέγεσθαι περὶ προβλημάτων ὑποκειμένων κολάσει. διὸ μακάριον κεκωφῶσθαι πρὸς τὰ τοιαῦτα καὶ νομίζεσθαι μὴ οι όν τε ει ναι αὐτὰ ἐλέγχειν. 381 Ps 37, 16̓ Επεὶ πάντων τῶν α λλων καταφρονήσας η λπισα ἐπὶ μόνῳ σοί, ω κύριε, τυγχάνων μου καὶ θεὸς Σὺ εἰσακούσῃ, ῳ εὐξάμενος ει πον ἀρξάμενος ἀπὸ τοῦ Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. πολλάκις γὰρ οἱ συνόντες μοι, ο τε ἡμάρτανον, ἀλητήριοι δαίμονες ὀνειδίζουσι τὰ προπεπραγμένα εἰς μέσον φέροντες, ὡς διὰ τούτου ἐμποδίσαι τὴν μετάνοιάν μου πειρώμενοι καὶ ἀπόγνωσιν σωτηρίας ἐμποιῆσαι. ἐγὼ γοῦν πρὸς ου ς ὑποβάλλουσι τοιούτους λογισμοὺς κωφὸς καὶ οὐκ ἀκούων γεγένημαι οὐδ' ἐλέγξαι αὐτοὺς βουλόμενος, ο πως μὴ περὶ τοῦτο καταγινόμενος ἐκλύσω τὴν σύντονον περὶ τὴν μετάνοιαν προθυμίαν. ἐπεὶ ου ν ἐλπίζων, ω κύριε, θαρρῶ εἰσακουσθήσεσθαι. ἐμαυτῷ γὰρ ἀμῦναι δυνάμενος ἐπέχω τὴν α μυναν, γινώσκων τὸ Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, καὶ τὸ̓ Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 382 Ps 37, 18 Ετοιμος καὶ εὐτρεπὴς πρὸς τὰς ἐξ αἰσθήσεως μάστιγάς εἰμι. ἀμέλει γοῦν καὶ ἡ ἀλγεδών μου, καθ' η ν ἀλγῶ ἐπὶ τοῖς προπεπραγμένοις, ἐνώπιόν μού ἐστιν τιτρώσκουσα καὶ μαστίζουσά με. Δύναται δὲ καὶ ου τως· ἐπεὶ ἡ ἀλγηδών μού ἐστιν, ἀλγοῦντός μου ἐφ' οι ς ε δρασα κακοῖς κα ν διὰ μαστίγων δέοι ἐκτὸς τῶν ἁμαρτημάτων γενέσθαι, ε τοιμός εἰμι πρὸς ταύτας, τουτέστι προθύμως ε χω περὶ ἐπιστροφῆς τυφθῆναι. Ps 37, 18b̔ Η πρὸς ἡμᾶς δηλονότι συμπάθεια η ς ε νεκα τοῦ οἰκείου πάθους ε χει διὰ παντὸς τὴν ἀνάμνησιν·̓ Αφ' ω ν γὰρ πέπονθεν, ὁ Παῦλός φησιν, αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι. 383 Ps 37, 19̔ Ως κατὰ τὸν νόμον ὁ ἁμαρτίαν ε χων ὑπὲρ η ς δεῖ θυσίαν προσαγαγεῖν ἐφρόντιζεν τῶν ὑπὲρ αὐτῆς προσφερομένων, ου τως ἐστὶ μεριμνᾶν ὑπὲρ τῆς ἁμαρτίας ἑαυτοῦ τινα σπεύδοντα κατορθοῦν μετανοίας ε ργα. 384 Ps 37, 20a̓ Εμοῦ μεριμνοῦντος ὑπὲρ τῆς ἁμαρτίας μου, οἱ διὰ τὸ μετανενοηκέναι με ἐχθραίνοντές μοι ζῶσιν κατὰ τὴν φαύλην ζωήν, ἰσχύοντες καὶ κραταιοὶ ο ντες ὑπὲρ ἐμὲ τῷ ἐμὲ ἠσθενηκέναι κατὰ ταύτην τὴν ζωήν. 385 Ps 37, 22 Εἰ κἀκεῖνοι ἀπέρριψάν με ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα· σοῦ γὰρ παρόντος ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. 386 Ps 37, 23̓ Επεὶ ἐχθρῶν περιεστηκότων ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων βοηθείας δέομαι, οὐκ α λλοθεν βοήθειαν ἀπαιτῶ η παρὰ σοῦ, κύριε· σὺ γὰρ καὶ θεὸς τῆς σωτηρίας μου τυγχάνεις, σωτηρίας δὲ θεὸς ὁ ταύτης αι τιος. 387 Ps 38, 1̔ Ο βασιλεὺς Δαυὶδ τὴν κιβωτὸν τοῦ θεοῦ ἀγαγὼν εἰς̔ Ιερουσαλὴμ ὑμνῳδούς τινας α νδρας ἱεροὺς ε ταξεν ἐπ' αὐτῆς τῆς λειτουργίας τε καὶ τάξεως, ω στε τοὺς υ μνους τοῦ θεοῦ ᾳ δειν. ει ς ου ν η ν τούτων καὶ ὁ̓ Ιδιθούμ, ὡς ἐν τῷ καταλόγῳ καὶ τῇ ἐξαριθμήσει τῶν προειρημένων ᾠδῶν ἐν ταῖς Παραλειπομέναις φέρεταί τι τοιοῦτον. τὸν ου ν προκείμενον ψαλμὸν αὐτὸς ὑπὲρ τοῦ Δαυὶδ ποιήσας ῃ σεν, η ὑπὸ τοῦ Δαυὶδ γενόμενον αὐτὸν παραλαβὼν ἀπήγγειλεν. Εστιν δὲ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐκ μετανοίας εἰς ἀρετὴν εἰσαγόμενον πρόσωπον τὸ ἀπαγγέλλον. 388 Ps 38, 2ab̓ Επεὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, ὁ φυλάξαι προθέμενος τὰς διὰ τῶν πράξεων ὁδοὺς αὐτοῦ πρὸς ἑαυτὸν συνθήκας τίθεται, ο πως μὴ ἁμάρτῃ τῇ γλώττῃ. εἰ γὰρ τὸ ἀναμάρτητον περὶ τὸν λόγον αὐτῷ τηρηθείη, ἀκολουθήσει τὸ καθαρεῦσαι ἀπὸ τῶν κατ' ἐνέργειαν ἁμαρτημάτων·̓ Εκ γὰρ τῶν λόγων σου, φησίν, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· καὶ̓ Αμὴν λέγω ὑμῖν· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. 389 Ps 38, 2c. 3 Μετὰ τοῦ α ρθρου ὁ ἁμαρτωλὸς καὶ ἐνταῦθα διάβολος η καὶ ὁ παρὼν τῷ ἀνθρώπῳ πονηρὸς α γγελος λέγεται. Οτ' α ν ου ν τις πρὸς ἑαυτὸν ει πῃ τὰς ὁδοὺς φυλάξαι ἑαυτοῦ τοῦ μὴ ἁμαρτεῖν ἐν γλώσσῃ καὶ θῆται φυλακὴν τῷ στόματι ἑαυτοῦ, τὸ τηνικαῦτα συνιστάμενος ὁ ἁμαρτωλὸς ἀντιπαρατεταγμένως ἐναντίον τοῦ μετανοοῦντος ὑπομιμνήσκει τὰ πρότερα, ἐπ' ὀνειδισμῷ εἰς μέσον αὐτὰ φέρων η γαργαλίσαι διὰ τῆς ὑπομνήσεως θέλων, ο πως κατασπάσῃ εἰς τὴν προτέραν ἁμαρτίαν τὸν ἀποστάντα αὐτῆς. ου τω γοῦν, φησίν, συστάντος τοῦ ἁμαρτωλοῦ καὶ ἐνώπιόν μου, κωφωθεὶς πρὸς τοὺς λόγους ἐσίγησα ἀφ' ω ν ἠρξάμην λέγειν ἀγαθῶν· ἀρξάμενος γὰρ η μην περὶ ἀναμαρτησίας λέγειν· η ἐξ ἀγαθῶν δογμάτων διειληφὼς ο τι οὐ δεῖ ἀποκρίνεσθαι πρὸς ἐρεθίζοντας λόγους, ἐσίγησα μηδὲν πρὸς αὐτοὺς φθεγξάμενος, ο πως, ἐκείνου λέγοντος τὰ προειρημένα, μὴ τὸ α λγημα, ο ἐξ αἰσθήσεως ε σχον ο τε τῶν ἁμαρτημάτων ἀπηλλατόμην, ἀνανεούμενον καὶ ἀνακαινιζόμενον γεγένηται, ἀλγήσας πάλιν ἐφ' οι ς ὠνείδισε λέγων τὰ πεπραγμένα μοι. 390 Ps 38, 4ab̓ Εκ τῶν λόγων τοῦ συστάντος κατενώπιόν μου ἁμαρτωλοῦ ἐθερμάνθη διαπυρωθεῖσα ἡ καρδία μου. ἐπεὶ δὲ μηδὲν ἐφθεγξάμην ἐκ τῶν τοιούτων λογισμῶν ἐντός μου, ἡ θέρμανσις ἐφυλάχθη καὶ̓ Εν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ὁ μὴ ἐκλύτως ἀλλὰ σπουδαίως καὶ διαπύρως μελετῶν τὰ θεῖα ἐρεῖ τὸν προκείμενον στίχον, ἐξαπτομένου πυρὸς ἐκ τῆς τοιαύτης μελέτης διεσθίοντος τὴν προϋπάρχουσαν μοχθηρὰν ε ξιν. 391 Ps 38, 4c Πρὸς μὲν τὸν ἁμαρτωλόν φησιν·̓ Εκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα· πρὸς δὲ τὸν θεόν·̓ Ελάλησα ἐν γλώσσῃ μου. ὁ ἀπὸ γνησίου πόθου καὶ φρονήματος προφέρων λόγους ἐν γλώσσῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ δολερῶς φθεγγομένου γλώσσῃ ἀλλοτρίᾳ λαλοῦντος. καὶ ε τι ἐπεὶ ε χομεν καὶ ἐν τῷ ε σω ἀνθρώπῳ γλῶσσαν, κυρίως ἡμῶν αυ τη γλῶσσά ἐστιν, καθ' η ν ἀπὸ διαθέσεως ε στιν λαλεῖν. 392 Ps 38, 5̓ Επεὶ ἀρξάμενος τοῦ ζῆν κατὰ τὴν ἀνθρωπίνην ζωὴν καὶ τέλος αὐτῆς προσδοκῶ, α δηλον δέ μοι τοῦτο, σύ μοι γνώρισον τὸ πέρας μου, ι να τὸ πλῆθος τῶν ἐτῶν τῆς μετὰ σαρκὸς ζωῆς μαθὼν καὶ τίνα μοι κατορθοῦσθαι δεῖ γνῶ. τί μὲν πεποίηκα, τί δὲ λείπει μοι πρὸς ἀναπλήρωσιν τελειώσεως; Η καὶ ου τως· ἐπεὶ πᾶς συνετὸς πράσσει καὶ ἐνεργεῖ ἐπὶ τέλει τινὶ ο καὶ σκοπὸς καλεῖται, δεῖ δὲ τούτου γνῶσιν ε χειν, ευ χεται γνῶναι τί τὸ τέλος καθ' ο ζῆν προτέθειται καὶ τίς ὁ ἀριθμὸς τῶν κατὰ τὰ θεωρήματα τῆς ἀληθείας ἡμερῶν. ου τω γὰρ ει σεται τί αὐτῷ ὑστερεῖ πρὸς ἀναπλήρωσιν τοῦ σκοποῦ· ὡσεὶ καὶ ἐπιστήμην τις προθέμενος ἀναλαβεῖν ε φασκε τῷ διδασκάλῳ· Τὰ θεωρήματα τῆς ἐπιστήμης δήλωσον πόσα ἐστίν, ι να γνῶ ποῖα ε σχον, ποίοις δ' ἀκμὴν ὑστεροῦμαι. 393 Ps 38, 6ab̓ Εξ ου εἰς τὸν βίον παρῆλθον, εἰς τὸ ἀγωνίσασθαι ἀνεγράφη, ὡς κατὰ μὲν τὴν ἀρχὴν ε χειν τὴν πάλην πρὸς αι μα καὶ σάρκα, ὑπερβὰς δὲ τὸν παῖδα καὶ ἀνὴρ γενόμενος πρὸς ἀρχάς, πρὸς ἐξουσίας κοσμοκράτορας τοῦ σκότους τούτου, ει ναί μοι τὸν ἀγῶνα. σημαίνει ου ν τὸ Παλαιστὰς ει ναι ταὐτὸν τῷ̓ Εν ἀγῶνι ε θου τὰς ἡμέρας μου. Δύναται δὲ νῦν̔ Υπόστασις ἀντὶ οὐσίας λέγεσθαι, ι ν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἡ υ παρξις ἡ ἐμὴ τῇ σῇ παραβαλλομένη οὐδ' ει ναί τι δοκεῖ. 394 Ps 38, 6̔ Ετέρα δὲ περιέχει γραφή· Ιδοὺ παλαιὰς ε θου τὰς ἡμέρας μου, οἰκειότητα ἐχούσας πρὸς τὸν̓ παλαιὸν α νθρωπον ο ν ἐνεδυσάμην. διὸ Καὶ ἡ ὑπόστασίς μου, καθ' η ν ὑφιστάμην τὰ πρὸ τῆς πίστεως πράγματα, ὡς οὐδέν ἐστιν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης. πάντα ματαιότητα λέγει τὰ ἐπὶ τῆς γῆς ζῷα, φυτά, καὶ τὰ παραπλήσια. μόνος ὁ α νθρωπος ζῶν ἐστιν παρὰ ταῦτα μετέχων ἀθανάτου ζωῆς. 395 Ps 38, 7̔ Ο ἐν τῷ προκόπτειν διαπορευόμενος εἰκόνος θείας μετέχων τοῦτο ποιεῖ, ω ν σύμμορφος τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ε τι Μέντοιγε πᾶς α νθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, η τοι τῇ τοῦ θεοῦ, τηρῶν τὸ κατ' εἰκόνα, η α λλου τινὸς ζῴου ι ππος θηλυμανὴς η α λλο τι α λογον κατὰ τὸ η θος γινόμενος. καὶ ε τι ὁ αἰσθητὸς καὶ φαινόμενος κόσμος εἰκών ἐστιν τοῦ νοητοῦ καὶ ἀοράτου. αὐτεξουσίως ου ν διαπορεύεται ὁ α νθρωπος ἐν τούτῳ τῷ κόσμῳ ο ς ἐστιν εἰκών. εἰπὼν δὲ περὶ τοῦ κοινοῦ ἀνθρώπου τὰ εἰρημένα, περὶ τῶν καθ' ε καστά φησιν ὡς μάτην ταρασσομένων ἐν ταῖς περὶ τὰ θνητὰ σπουδαῖς. περὶ ἑκάστου γοῦν ἐπιφέρει τὸ Θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. ὁ γὰρ θησαυρίζων ἐπὶ γῆς οὐκ οι δεν τίς διαδέχεται τὸν πλοῦτον ὑπὲρ ου αὐτὸς ἐσπούδασεν· ὁ δὲ θησαυρίζων ἐν οὐρανῷ ἑαυτῷ καὶ οὐκ α λλῳ θησαυρίσας οι δεν τίνι, ἐπιστάμενος τὸν πλοῦτον ο ντα ἀναφαίρετον αὐτοῦ. 396 Ps 38, 8b Κα ν ἡ οὐσία ἀντὶ τῆς ὑποστάσεως λέγηται, καὶ αὐτὴ παρὰ θεοῦ ἐστιν ὡς ἐκ δημιουργοῦ· κα ν καθὸ ὑφιστάμεθα, καὶ αυ τη ἡ ὑπόστασις ἡμῶν παρ' αὐτοῦ ἐστιν ἐνδιδόντος ἡμῖν τὸ ὑφίστασθαι τὰ συμβαίνοντα κα ν ἐπίπονα ῃ. 397 Ps 38, 11̓ Επεὶ ῥυσθῆναι ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ἀξιώσας τέως τούτου οὐ τετύχηκα, ὀνειδίζει ὁ α φρων ὡς τὸ σὸν ποίημα ὑποχείριον ε χων·̓ Απὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλειπον. ο τ' α ν γὰρ ἡ κολάζουσα χεὶρ ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος καθ' ο τοιοῦτός ἐστιν. 398 Ps 38, 12ab Καὶ ἐκ τῆς παρούσης λέξεως μανθάνομεν τὰς λεγομένας μάστιγας τοῦ θεοῦ μὴ α λλας ου σας ἐλέγχων. μετὰ γὰρ τὸ εἰπεῖν̓ Απόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου ἐπενήνεκται τὸ̓ Εν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ει ναι αὐτάς· τοῖς γὰρ ὑπὲρ ἀνομίας προσφερομένοις ἐλεγμοῖς παιδεύεται α νθρωπος, ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ τῷ ἀποβαλεῖν πᾶσαν σαρκώδη παχύτητα. τότε γὰρ κατὰ τὴν ἀράχνην ὑφαίνειν δύναται, οὐκ ε ξωθεν ὑποκειμένην υ λην ἀλλ' οι κοθεν ταύτην καὶ ἐξ ἑαυτοῦ προφέρων. δύναται καὶ τὸ ἀνυπόστατον τῶν φαύλων τῆς ψυχῆς λογισμῶν δηλοῦν ἡ λέξις, ω σπερ ἐν̔ Ησαίᾳ περὶ τῶν ἁμαρτωλῶν ει ρηταἱ Ιστὸν ἀράχνης ὑφαίνουσιν. ο ταν τὰ ε ργα τὰ ἀράχνη ἐοικότα ἐκ τῶν ἐλέγχων τῶν ὑπὲρ ἀνομίας ἀφανισθῇ, ἐκτήκεται ὡς ἡ ἀράχνη ἡ ψυχὴ τοῦ ἐλεγχομένου. 399 Ps̓ Επεὶ οι δεν ε τι ἑαυτὸν πολλῶν δεόμενον, παρακαλεῖ ἐνδοθῆναι αὐτῷ ε τι ἐνδιατρίψαι ἐν τῷ βίῳ τούτῳ, ο πως ἀναψύξῃ κατατρυφήσας ἐν τελείοις ἀγαθοῖς. εἰ γὰρ μὴ ου τως ἀλλ' ε τι λείπων ἀπέλθοι, οὐκέτι μὴ ὑπάρξῃ, οὐ τῷ καταστρέφειν εἰς τὸ μὴ ο ν (ἀθάνατος γὰρ καὶ ἀνώλεθρος ἡ ψυχὴ) ἀλλὰ τῷ μηκέτι ἐν μετοχῇ τοῦ ο ντος ὑπάρχειν. τοῦτο γὰρ τὸ ἀληθῶς ει ναι τυγχάνει, τὸ μετέχειν τοῦ εἰρηκότος·̓ Εγώ εἰμι ὁ ω ν, λεγομένων μὴ ει ναι τῶν ταύτην τὴν μετοχὴν οὐκ ἐχόντων κατὰ τὸ λελεγμένον ἐν εὐχῇ πρὸς τὸν θεόν· Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ου σιν. ταύτης τῆς ὑπάρξεως μετασχεῖν ποθῶν ευ χεται καιρὸν αὐτῷ δοθῆναι τοῦ ἀναψύξαι τῇ μετουσίᾳ τοῦ ο ντος, ι ν' ἀληθῶς ὑπάρξῃ. 400 Ps 39, 3ab Λάκκον ταλαιπωρίας τὴν εἰδωλολατρίαν καλεῖ, ὡς ταλαιπωρουμένων τῶν ἐξ αὐτῆς ἀντλούντων· οὐδὲν γὰρ ἀντλοῦσιν τῶν εἰς ζωὴν ἐπιτηδείων, ο πεῥ Ιερεμίας ὀνειδίζων τοὺς̓ Ιουδαίους ε λεγεν Ωρυξαν ἑαυτοῖς λάκκουςσυντετριμμένους οι οὐ δυνήσονται υ δωρ συνέχειν· Πηλὸν ἰλύος τὰς ἡδονάς, ἐπειδὴ τρὺξ αυ τη καὶ φθορὰ σωμάτων καὶ σηπεδόνες τυγχάνουσιν, ὡς ἐξ ἑκατέρου δὲ ὁ Χριστὸς τὰ ε θνη διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ τοῦ κηρύγματος ε σωσεν. 401 Ps 39, 3cδ Οἱ παρὰ τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες λέγουσιν· ὡς α ν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στάς, ου τως εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ἡμεῖς δέ φαμεν ο τι ὁ τῶν προειρημένων λάκκου καὶ πηλοῦ ἀπαλλαγεὶς ἐπὶ τὴν ἀρραγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς ἀπαγγέλλει τὰ προκείμενα· τῷ γὰρ ου τω στάντι ἐπὶ πέτραν ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ ὑπὸ κυρίου διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ θνητῶν εἰς ἀθάνατα ἀλλὰ καὶ κατὰ πᾶσαν προκοπήν. 402 Ps 39, 4ab Οἰκεῖον τῇ καινότητι τοῦ πνεύματος καὶ τάχα Αισμα καινὸν ὁ ἠθικός ἐστιν λόγος, υ μνος δὲ ἡ θεολογία. 403 Ps 39, 5b Ματαιότητας ἡγητέον λέγειν αὐτὸν τὰς βιωτικὰς σπουδάς, Μανίας δὲ ψευδεῖς τὰς ψευδεῖς διδασκαλίας καὶ ψευδοπροφητείας. σημειωτέον δὲ ο τι, ὡς οὐσῶν ἀληθινῶν μανιῶν, προσέθηκεν τὸ Ψευδεῖς ταῖς μανίαις· τάχα γὰρ οἱ προφητικῶς κατεχόμενοι ἀληθῆ ε χουσιν μανίαν, οἱ δὲ ψευδομάντεις μανίαν ψευδῆ. 404 Ps 39, 6b Διαλογισμοὺς δὲ θεοῦ λέγει τούς, ι ν' ου τως ει πω, ἐκλογισμοὺς τῶν κατὰ πρόνοιαν θεοῦ γινομένων. τούτοις ου ν, φησίν, τοῖς διαλογισμοῖς σου οὐκ εὑρεθείη τις τῶν γενητῶν ὁμοιούμενος τῷ μηδένα ει ναι τὸν γινώσκοντα νοῦν κυρίου. 405 Ps 39, 6c Τὰ θαυμάσια καὶ οἱ διαλογισμοί σου· ο ταν γάρ τις περὶ βάθεός τινος διεξελθεῖν ἐθέλοι, τότε μᾶλλον ἀσαφέστερον εὑρήσει αὐτὸ η πρότερον· Ει πα γὰρ Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο η ν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; 406 Ps 39, 7 Τούτους δὲ τοὺς προκειμένους στίχους ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι ἡ Πρὸς̔ Εβραίους ἐπιστολή φησιν φάσκουσα περὶ τοῦ σωτῆρος Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ τὰ λοιπά. παρέσχεν ου ν ἀφορμὴν τοῦ ο λον τὸν ψαλμὸν εἰρῆσθαι ὑπ' αὐτοῦ τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς καθ' ο ν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ θεός, κατηρτίσατο ἐκ τῆς παρθένου σῶμα τῷ υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας. τοῦ σωτῆρος εἰπόντος τῷ πατρὶ̓ Ιδοὺ η κω ἐπὶ τὸ θέλημά σου, καθ' ο θέλημα η ρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας, ι να ἀφέσεως γεναμένης μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτιῶν θυσίας. 407 Ps 39, 8b. 9a Κεφαλίδα βιβλίου πᾶσαν τὴν θεόπνευστον γραφὴν νομικήν τε καὶ προφητικὴν λέγει· ἐν ταύτῃ γὰρ γέγραπται περὶ τῆς δεῦρο φοιτήσεως τοῦ σωτῆρος.̓ Εν κεφαλίδι δὲ ει πεν διὰ τὸ τὴν πᾶσαν εἰς ε ν ἀνακεφαλαιοῦσθαι. Εστι δὲ τὸ τὸν σωτῆρα α νθρωπον γενέσθαι, ο πως ποιῆσαι τὸ θέλημα τοῦ κυρίου βουληθῇ. σημειωτέον δὲ ο τι τὸ συντρέχον βούλημα ἐξ α λλου ἑτέρῳ θελήματι παραστατικόν ἐστιν τοῦ ὁμοούσιον ει ναι τὴν βουλευτικὴν ὑπόστασιν τῇ τοῦ θέλοντος οὐσίᾳ. 408 Ps 39, 9b̓ Εγγράψας αὐτὸν τῷ ἡγεμονικῷ μου. καὶ πᾶς δὲ ὁ κατὰ τὸν πνευματικὸν νόμον ποιωθεὶς ε χοι α ν τὸν νόμον ἐν τῇ καρδίᾳ τουτέστιν ἐν τῇ ε ξει τῇ ἑαυτοῦ. 409 Ps a Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη. ἐν ταύτῃ ου ν εὐαγγελίζεται δικαιοσύνην τὴν διὰ πίστεως̓ Ιησοῦ συνισταμένην. ταύτην δὲ ἀδιαστάτως καὶ συνεχῶς ἀπαγγέλλων ἐρεῖ· Τὰ χείλη μου οὐ μὴ κωλύσω. αὐτὸς δέ φησιν· Εγνως τὴν δικαιοσύνην μου, ταύτην ἀποδεξάμενος καὶ οἰκειούμενος. 410 Ps 39, 11c Πολλὴν συναγωγὴν τὴν ἀπὸ πάντων ἐθνῶν συνηγμένην λέγει, ἐν ῃ τὸν ε λεον τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν μετὰ παρρησίας ἀπαγγέλλων φησὶν μὴ κεκρυφέναι αὐτά. καὶ τάχα ε λεον μὲν ἀπαγγέλλει δηλῶν τὴν κατ' ε λεον γινομένην α φεσιν ἁμαρτιῶν, ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. 411 Ps̓ Εμοῦ τὰ προειρημένα ποιοῦντος, Σύ, ω κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ, οἰκτείρων τοὺς ὑπ' ἐμοῦ ὠφελουμένους. τὸ γὰρ πλεῖστον τῆς σωτηρίας οὐ τοσοῦτον ἐξ ε ργων ο σον ἐξ ἐλέου θεοῦ παραγίνεται, ἀλλὰ καὶ ἡ ἀλήθεια ἀντιλαμβανομένη φυλάττει μὴ ἁλῶναι ἀπάτῃ η ἑτέρᾳ τινὶ πλάνῃ. αἱ γὰρ ἀνομίαι δίκην πολεμίων διώκουσι τὸν φεύγειν αὐτὰς προελόμενον· ἐὰν ου ν καταλάβωσιν, ἐμποδίζεται ἡ ὁρατικὴ τῆς ψυχῆς δύναμις ω στε μὴ δύνασθαι βλέπειν τὸν ἁλόντα. τάχα δὲ ἀνομίαι καταδιώκουσαί εἰσιν αἱ ἐνεργοῦσαι αὐτὰς πονηραὶ δυνάμεις. Καὶ ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου· τουτέστιν, τὰ περὶ ἡμᾶς ἀναίσθητα πληθύνεται κακά. τούτων πολλῶν γεγενημένων, στερόμενοι τοῦ ὀρθῶς διανοεῖσθαι ἀπὸ τῆς καρδίας ἐγκατελείφθημεν. 412 Ps̓ Επεὶ μονοπρόσωπος ὁ ψαλμὸς ω ν ἀπὸ Χριστοῦ λέγεται, ῥητέον καὶ πρὸς τοὺς μόνον σῶμα πεφορηκέναι τὸν κύριον λέγοντας χρωμένους τῷ Σῶμα δὲ κατηρτίσω μοι, ο τι καὶ ψυχὴν ὁμολογεῖ ε χειν, η ν ζητοῦσιν ἀνώλεθρον ου σαν ἐξᾶραι οἱ τοῦτο ἐσφαλμένως νομίζοντες, ου ς καὶ αἰσχυνθῆναι καὶ ἐντραπῆναι ευ χεται. Ωσπερ δὲ οἱ σπεύδοντες ἐπὶ τὴν ἀρετὴν ἐντολὴν ε χουσιν μὴ στραφῆναι εἰς τὰ ὀπίσω (ὀλέθριον γὰρ τοῦτο), ου τως οἱ πρὸς τὰ κακὰ ἐπειγόμενοι σπευδέτωσαν ἀποστρέφεσθαι εἰς τὰ ὀπίσω ἀθετοῦντες τὴν φαύλην πρόθεσιν· τότε γὰρ καὶ τὸ ἐξ αἰσθήσεως αἰσχυνθῆναι ε ξουσιν. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι Ευ γε ευ γε. ὁ ἀναμαρτησίαν ἀποδεχόμενος οὐδένα βούλεται γενέσθαι ἐν ἁμαρτίᾳ. εἰ δὲ καὶ πλανηθείη τις, ευ χεται, ο πως παραχρῆμα αἰσχυνθῇ ἐφ' οι ς πράττων κακῶς ἀλαζονικῶς λέγει Ευ γε ευ γε. 413 Ps a Οἱ ἐκζητοῦντες τὸν κύριον τέλος ε χουσι τῆς ἐκζητήσεως τοῦ εὑρεῖν αὐτόν· ἐφ' ῳ εὑρεθέντι ἀγαλλιῶνται καὶ εὐφραίνονται ἀγαλλίασιν καὶ εὐφροσύνην. Ζητήσας γάρ τις καὶ εὑρὼν τὸν θεὸν καὶ μεγαλυνθῆναι αὐτὸν αὑτῷ βούλεται ἀγαπῶν τὸ σωτήριον τοῦ θεοῦ η τοι τὴν παρ' αὐτοῦ σωτηρίαν η τὸν σωτῆρα λόγον. ἀγαπᾷ δὲ διὰ παντὸς καὶ οὐ πρὸς ὀλίγον. Πρὸς τὴν τῶν ἀγαθῶν κτῆσιν ἀσθενῶν πτωχὸν καὶ πένητα ὁμολογήσας ἑαυτὸν τῷ θεῷ τὴν περὶ αὐτοῦ φροντίδα ἀνατίθησιν, ἐπιρρίπτων τὴν μέριμναν ἐπὶ κύριον ὡς ἐπὶ κηδεμόνα. 414 Ps 40, 2b̔ Ημέρα πονηρὰ ἡ τῆς κρίσεως ει ναι δύναται ἐν ῃ τὸν ἐλεήσαντα ἐλεῶν ὁ θεὸς ῥύεται πάσης κολάσεως· τάχα δὲ καὶ πᾶς ὁ ἐνεστηκὼς βίος ἡμέρα ἐστὶν πονηρὰ ἐν ῃ καὶ αὐτῇ ῥύεται κύριος ἀπὸ τῶν περιεστηκότων. 415 Ps 40, 2b. 3a Νοηθείη δὲ ἡμέρα πονηρὰ καὶ ἡ τῆς κολάσεως. τὸ δὲ Ζῆσαι αὐτόν φησιν τὴν ἀληθινὴν ζωὴν ἐν τῇ γῇ τῶν πραέων. 416 Ps 40, 3b. 4 Οὐ παραδίδοται δὲ εἰς χεῖρας ἐχθρῶν αὐτοῦ ὁ κωλυόμενος ει ναι τοιοῦτος, οι αι αἱ τῶν ἐχθρῶν ψυχαί. Προσθήσει δὲ τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα καὶ τὰ τούτοις ἑξῆς·̔ Ο κύριος βοηθήσει γὰρ αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ καὶ πᾶσαν τὴν κοίτην αὐτοῦ στρέψει ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ, ἀπαλλάττων αὐτὸν τῆς ἀνθρωπίνης ἀρρωστίας χαριζόμενός τε αὐτῷ τὴν τῆς ψυχῆς ὑγείαν, ω στ' εἰ καὶ συμβαίη αὐτῷ κατὰ ψυχὴν ἀρρώστημά τι (ὁποῖα πολλὰ συμβαίνει γίνεσθαι, ω σπερ ου ν ὁ ἀπόστολος διδάσκει λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ α ρρωστοι) καὶ ταύτην μεταβάλλει τὴν ἀρρωστίαν. καὶ τὰ λοιπὰ δὲ πάντα παρέξει ὁ κύριος τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα. 417 Ps 40, 5b̓ Εκ τούτων μανθάνομεν ο τι νόσος καὶ τρῶσις ψυχῆς ἁμαρτία. 418 Ps 40, 7– 9 Τούτους τοὺς στίχους περὶ̓ Ιούδα ἑρμηνεύουσιν. ου τος γὰρ ε ξω τοῦ σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως η δη γενόμενος. ὁ̓ Ιούδας ἀφ' ου προέθετο προδοῦναι τὸν διδάσκαλον εἰσιὼν προσποιητῶς ὡς α ν ε τι ἀπόστολος μάτην ἐλάλεἱ Ραββί, καὶ διδάσκαλον προσαγορεύων̓ Ιησοῦν, τῆς καρδίας ἑαυτοῦ ἀνομίαν ἑαυτῷ συναγαγούσης. βαλόντος γὰρ τοῦ διαβόλου εἰς τὴν καρδίαν αὐτοῦ φιλοχρηματίαν, ἐπισυνήγαγε καὶ τὸ προδοῦναι τὸν̓ Ιησοῦν ἀλλὰ καὶ τὸ ἀπάγξασθαι. ου τος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ε ξω γινόμενος τῆς̓ Ιησοῦ μαθητείας, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ σωτῆρος. καὶ ἐπεὶ λάθρα συνετίθεντο περὶ τῆς δόσεως τῶν τριάκοντα ἀργυρίων, κατ' αὐτοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροὶ αὐτοῦ· τὸ γὰρ ψιθυρίζειν ἀπαρρησίαστον φθέγμα. αὐτοὶ ου ν ου τοι οἱ προθέμενοι ψιθυρίζειν κατὰ τοῦ̓ Ιησοῦ λόγον παράνομον κατέθεντο κατ' αὐτοῦ· τὸ γὰρ ἀγοράζειν καὶ πιπράσκειν αι μα ἀθῷον παρανόμου συνθήκης ε ργον. πρὸς τούτους δὲ ματαιουργοῦντας Τί μάταια σπουδάζετε ει πεν, Η δοκεῖτε ο τι ο ν περιβάλλετε θανάτῳ οὐκ ἀνίσταται; ι στε ο τι ὁ κοιμώμενος Προσθήσει τοῦ ἀναστῆναι. προσθήκη γὰρ ἀναιρετικὴ τοῦ θανάτου ἀνάστασις. 419 Ps 40, 10 Θαυμαστὸν οὐδέν, ἐρεῖ ὁ σωτήρ, εἰ οἱ ἐχθροί μου κατ' ἐμοῦ κατέθεντο τοιαῦτα· καὶ γὰρ ὁ α νθρωπος τῆς εἰρήνης ὁ εἰρηνεύων μοι καὶ τὴν ὑπὲρ ἐμοῦ εἰρήνην σπουδάζων, ἐφ' ῳ καὶ θαρσῆσαι ἐλπίσαντα ἐπ' αὐτὸν συνέβαινεν, συνέρχεται τοῖς κατ' ἐμοῦ. ὁμοδίαιτός μοι γὰρ τυγχάνων καὶ τῶν αὐτῶν ἁλῶν μεταλαμβάνων, μᾶλλον δὲ τοὺς ἐμοὺς α ρτους ἐσθίων ἐπ' ἐμὲ τὴν πτέρναν πολεμίως ἐπῆρεν φάσκων δολερῶς Χαῖρε ῥαββί, καὶ ει τι α λλο πανουργευόμενος ει πεν. σαφῶς τοίνυν ἐνταῦθα περὶ τοῦ̓ Ιούδα φησὶν ἐν τοῖς πρὸ τούτου ἐπικεκαλυμμένως περὶ αὐτοῦ διηγούμενος. 420 Ps 40, 11 Διὰ τοῦ ἀντεισᾶξαί μοι ἀντὶ τοῦ ἀποβληθέντος ε τερον λαὸν καὶ ἀντὶ̓ Ιούδα Ματθίαν· ἀλλὰ καὶ̓ Ανάστησόν με ο πως ἀνταποδώσω αὐτοῖς, τῆς ἀνταποδόσεως πρὸς καλοῦ αὐτοῖς γενησομένης. 421 Ps 40, 14 Εὐλογημένος μέν ἐστιν ο ταν ω σιν οἱ εὐλογοῦντες, εὐλογητὸς δὲ τουτέστιν α ξιον τοῦ εὐλογηθῆναι αἰωνίως. εὐλογητοῦ δὲ τοῦ θεοῦ̓ Ισραὴλ ο ντος, ἐπεύχεται τὸ Γένοιτο γένοιτο, οὐχ ο τι ἡ εὐχὴ εὐλογητὸν ποιεῖ τὸν θεόν, ω σπερ οὐδὲ τὸ ο νομα τοῦ θεοῦ ἁγιάζει ἡ εὐχὴ τῶν λεγόντων̔ Αγιασθήτω τὸ ο νομά σου. ει ρηται δὲ περὶ τούτων ἐν τοῖς ἀνωτέροις. 422 Ps 41, 1 Τρεῖς δὲ η σαν οἱ υἱοὶ Κορὲ τεταγμένοι μετὰ α λλων εἰς τὸ ᾳ δειν τοὺς θείους ψαλμούς, ου ς καὶ ᾠδοὺς ἡ γραφὴ καλεῖ, ω ν καὶ τὰ ὀνόματα φέρεται ἐν Παραλειπομέναις. ου τοι ου ν οἱ τρεῖς τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένοι, ἑνωθέντες τῷ περὶ πάντα συμφώνως ε χειν, ἑνικῶς τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ προφέρονται πάντα. 423 Ps 41, 2a̔ Η ε λαφος τὸ ζῷον πολεμίως ε χουσα πρὸς τοὺς ο φεις καὶ ἐσθίουσα αὐτούς, ει ποτε φαγοῦσα ὑπὸ τοῦ δίψους φλέγοιτο τοῦ ἐγγινομένου ἀπὸ τοῦ ἰοῦ ω ν ε φαγεν ἑρπετῶν, ζητεῖ διὰ σπουδῆς πηγὰς ὑδάτων ἐπὶ τῷ ἀκέσασθαι τὸ δίψος. εἰσὶ δὲ οἱ λέγοντες ο τι καὶ ἐσοπτρίσασθαι θέλουσα ἐν τοῖς υ δασιν ἰχνεύει τὰς πηγάς, ο πως ι δῃ τὸν περὶ αὐτὴν γενόμενον μολυσμὸν ἐκ τοῦ αι ματος τῶν ο φεων, ι ν' ἀπονίψηται αὐτόν· ἐν γὰρ τῷ σπαράττεσθαι τοὺς ο φεις ἀποσειόμενοι ῥαντίζουσιν εἰς αὐτὴν τὸ ι διον αι μα. Καὶ ὁ α γιος ου ν ἀναιρῶν ο φεις καὶ σκορπίους καθ' η ν ει ληφεν ὑπὸ̓ Ιησοῦ ἐξουσίαν, ἀλλὰ καὶ ἐκδικῶν πᾶσαν παρακοήν, πνευματικὸς ω ν ε λαφος, σπεύδει ἀνιχνεύειν θείας πηγὰς ὑδάτων, οι ον τὸν θεὸν λέγοντα Εμὲ ἐγκατέλιπον πηγὴν υ δατος̓ ζῶντος, καὶ τὸν σωτῆρα περὶ ου ει ρηται πρός τινἀ Εγκατέλιπες τὴν πηγὴν σοφίας, καὶ τὸ α γιον πνεῦμα ὑπὲρ ου ἀπήγγελται τὸ Ος δ' α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. τάχα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ πηγαὶ σωτήριοι τυγχάνουσιν. 424 Ps 41, 3̔ Ομοιοῦται ου ν ἡ πρόθεσις τοῦ σπουδαίου πρὸς τὸν θεὸν τῷ πρὸς τὰς πηγὰς τῶν ὑδάτων πόθῳ τῆς ἐλάφου. καὶ ἐπεὶ οι δεν ἐν τῷ παρόντι βίῳ δι' ἐσόπτρου προσβάλλοντα αὐτὸν τῷ θεῷ, τοῦ Πρόσωπον πρὸς πρόσωπον ἀποκειμένου εἰς τὰ μετὰ ταῦτα, ευ χεται ἐνστῆναι καιρὸν καθ' ο ν ἐλθὼν ὀφθείη τῷ προσώπῳ τοῦ θεοῦ. καὶ ε τι· ἐπεὶ σκιὰν καθ' ο λου περιέχειν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν λέγεται, αἱ δὲ ἑορταὶ καθ' α ς ὠπτάνετο τὰ ἀρσενικὰ τῷ προσώπῳ τοῦ θεοῦ σκιαὶ καὶ σύμβολά εἰσιν μελλουσῶν ἑορτῶν, ευ χεται ἐλθεῖν εἰς τὰς πνευματικὰς ἑορτάς, ο πως τελείως ὀφθῇ τῷ προσώπῳ τοῦ θεοῦ οὐχ ἑτέρου τυγχάνοντος τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου. 425 Ps 41, 4a̔ Ο μὴ μάτην δακρύων ἀλλ' ἀπὸ διαθέσεως τῷ ὑπὲρ ἀρετῆς πονεῖν, ἐκεῖνος τὰ δάκρυα ἑαυτοῦ α ρτου δίκην τραφήσεται, οὐκ ἐν τοῖς ἀνεκτοῖς μόνοις α ἡμέραν καλεῖ ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς α νύκτα ὀνομάζει. 426 Ps 41, 4b Οἱ περὶ πάντα ἠπατημένοι σφάλλονται καὶ περὶ τὸ νομίζειν τὸν θεὸν ἐν τόπῳ ει ναι. ὀνειδίζοντες γοῦν λέγουσι Ποῦ ἐστιν ὁ θεός σου; 427 Ps 41, 5a Μετὰ γὰρ τῆς ἐπιθυμίας ταύτης ἐπέτεινέ μοι τὴν ἀθυμίαν καὶ τὸ ὀνειδίζεσθαι παρὰ τῶν κατεχόντων ὡς οὐκ ο ντος τοῦ βοηθοῦντος· καὶ πρὸς τούτοις ἡ μνήμη τῶν ἐπιτελουμένων ἐν τοῖς τόποις ἐκείνοις εἰς θεραπείαν σήν. τὸ δὲ Ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ἀντὶ τοῦ̓ Απὸ τῆς ἀθυμίας διελυόμην. 428 Ps 41, 5bc̓ Επεὶ γὰρ προκόπτω καὶ ου πω τέλειός εἰμι, σύμβολον δὲ προκοπῆς ἡ σκηνὴ ὡς πολλάκις ει ρηται, διὰ τοῦτο τετάραγμαι· πλὴν ἡ κατὰ θεὸν σκηνὴ θαυμαστῶς φέρει ἐπὶ τὸν οι κον αὐτοῦ τοῦ θεοῦ, τουτέστιν τὴν τελειότητα καθ' η ν οἰκοῦμεν ε νθα θεός. Διελεύσομαι δ' ἐν τόπῳ σκηνῆς θαυμαστῆς ε ως τοῦ οι κου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἱερᾶς ἐξομολογήσεως κατὰ τὸν η χον τῶν πνευματικῶς ἑορταζόντων· οἱ γὰρ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. 429 Ps 41, 7b Εἰ γενοίμην ἐν τῇ γῇ τοῦ̓ Ιορδάνου, τουτέστιν εἰ ἀξιωθείην τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικάδε σου μνησθήσομαι. διερμηνεύουσι δὲ καὶ τὸ̔ Ερμωνιεὶμ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοιγνύντος φωτισμοῦ καὶ αὐγῆς τῆς εἰς νοῦν καὶ καρδίαν. 430 Ps 41, 8 Καταρράκται τοῦ θεοῦ οἱ περὶ αὐτοῦ βαθύτατοι λόγοι η οἱ θεῖοι προφῆται. ἡ τοῦ τοίνυν̓ Ιησοῦ διδασκαλία α βυσσος ου σα ἐπικαλεῖται τὴν α βυσσον ἐκ τῆς παλαιᾶς γραφῆς. τάχα δὲ καί, ἐπεὶ τὰ κρίματα τοῦ θεοῦ α βυσσός ἐστιν πολλή, παρίσταται ο τι τὰ κρίματα ἑτέρων η ρτηται κριμάτων κἀκεῖνα α λλων πάντων ἀπὸ τοῦ λόγου τοῦ θεοῦ, ο ει ρηται μικρὸν ο ρος, τὴν αἰτίαν ἐχόντων· ο ρος γὰρ μέγα, φησίν, ὁ θεὸς λόγος, ο ρος δὲ μικρὸν δι' η ν ὑπέμεινεν ἐθελούσιον κένωσιν δι' ἡμᾶς. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. θαλάττης τροπικῶς ο ντος τοῦ ἀνθρωπίνου βίου, ὁ μὴ ναυαγῶν ἐν αὐτῇ ἀλλὰ κατ' ὀρθὸν πλέων, πεῖραν τρικυμιῶν καὶ τῶν ἐξ ὀγκώσεως τῶν ἀπὸ χειμῶνος τῆς θαλάττης ε χων, ἐπὶ τὸν λιμένα τῆς σωτηρίας ἐλθὼν ἐρεῖ τὸν στίχον· οὐ γὰρ ει πεν̓ Επ' ἐμὲ διέρχονται, ἀλλὰ Διῆλθον. 431 Ps 41, 9a Πάντες διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, οὐ πάντες δὲ ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινωσκόμενα τῷ ἐπίπονα ει ναι οὐχ ἡδέως ε χοντες οὐδὲ ε λεον ει ναι νομίζομεν. ὁ δὲ διειληφὼς ο τι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει, ἐκεῖνος ο ψεται ο τι δηλοῖ ἐν νυκτὶ τὸν ε λεον αὐτοῦ ο ν ἡμέρας ἐνετείλατο. 432 Ps 41, 10 Παρρησιαζομένου ἡ φωνή· ὁ γὰρ λέγων Διὰ τί μου ἐπελάθου θαρρεῖ μηδὲν πεποιηκὼς δι' α ἐπιλανθάνεται θεός. καὶ ἐπεὶ ἐκθλίβοντος ἐχθροῦ σκυθρωπάζων πορεύομαι, πυνθάνομαι τί τὸ αι τιον τούτου, ι ν' εἰ ἐξ ἐμοῦ ει η ἀναιρήσω διὰ μετανοίας αὐτό. πάντες γὰρ διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, εἰ καὶ μὴ πάντες ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατὰ ἐλεημοσύνην αὐτοῦ γινόμενα τῷ ἐπίπονα ει ναι οὐχ ἡδέως ε χοντες οὐδ' ε λεον ει ναι νομίζομεν, καὶ διὰ τοῦτο λέγομεν· Ινα τί μου ἐπελάθου; ὁ δὲ διειληφὼς ο τι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει οὐδὲν ἐρεῖ τοιοῦτον, εἰ μή τι τὴν μετάνοιαν ἑαυτοῦ πραγματευόμενος. 433 Ps Διὰ τῶν προαγόντων ὀστᾶ τῆς ψυχῆς τὰ ευ τονα αὐτῆς δόγματα καὶ αἱ δυνάμεις ει ρηνται. ἐπεὶ ου ν συμβαίνει πολλάκις ὑπὸ δεινῶν σοφιστῶν καταθλᾶσθαι τὰ ὀστᾶ, ὀνειδίζουσιν οἱ ἀπατεῶνες, οὐκ α λλα λέγοντες η Ποῦ ἐστιν ὁ θεός σου ἐφ' ῳ ευ χει; τῇ σοφίᾳ λέγων αὐτοῦ πεπαιδεῦσθαι ἀλλὰ καὶ περὶ τούτου τοῦ πάθους πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλέγεται φάσκων Ινα τί περίλυπος ει; ἐλπίσας γὰρ ἐπὶ κύριον ἐξομολόγησαι· πάντως γὰρ ἐπιλάμψει σοι πρόσωπον αὐτοῦ οὐκ α λλο ο ν τῆς ἀληθείας, ὡς ε χοντά σε τὴν ἐκ θεοῦ ἀλήθειαν λύειν δύνασθαι τὰς ἀπάτας τῶν καταθλασσόντων τὰ προκείμενά σου ὀστᾶ. 434 Ps 42, 1 Ει η α ν πρόσωπον τὸ κυριακὸν τὸ ταῦτα λέγον· ε θνος δὲ οὐχ ο σιον ἐρεῖ τὸ̓ Ιουδαϊκόν, α νθρωπον δὲ α δικον καὶ δόλιον τὸν̓ Ιούδαν. ἐπιστατέον διὰ τί μὴ ἀνόσιον ἀλλ' οὐχ ο σιον ει πε τὸ ε θνος. τάχα γὰρ μὴ ἀποκόπτων τὰς ἐλπίδας τῆς μετανοίας καὶ διὰ τοῦ οὐχ ο σιον εἰπεῖν αἰνιττόμενος ο τι, εἰ διὰ μετανοίας ἐπιστραφείη, γενήσεται ο σιον. Ps 42, 1 Αλλος δὲ τὸ πρόσωπον τοῦ σωτῆρος παρεισήγαγεν λέγον πρὸς τὸν πατέρα τὰ ἐν τῷ ψαλμῷ, καὶ ε θνος μὲν οὐχ ο σιον τοὺς̓ Ιουδαίους ὀνομάζων, α δικον δὲ καὶ δόλιον τὸν̓ Ιούδαν· ἀλλ' οὐκ ἐδυνήθη συναρμόσαι τοῖς ἑξῆς τὰ λεγόμενα· πῶς γὰρ οι όν τε η ν αὐτὸν λέγειν·̓ Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ τὰ ἑξῆς; 435 Ps 42, 3̓ Επεὶ φῶς ἀληθινὸν ὁ σωτὴρ καὶ αὐτὸς ἡ ἀλήθεια ει ναί φησιν, οἱ πρὸ τῆς ἐπιδημίας α νθρωποι ἐκ τῶν προφητευομένων μαθόντες, ὡς ἐπιλάμψει τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ θεοῦ, παρεκάλουν ἀποσταλῆναι διὰ τῆς ἐνανθρωπήσεως τὸ φῶς καὶ τὴν ἀλήθειαν, ο πως ὁδηγηθῶσιν ὑπ' αὐτῶν ἐπὶ τὸ ο ρος τὸ α γιον, τὸν περὶ τῆς τριάδος ὑψηλότερον λόγον, καὶ τὰς αἰωνίους σκηνάς. οὐχ ε τερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ' οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ θεοῦ υἱὸς) ἀλλ' ἐπινοίᾳ μόνῃ· ῃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ ἀλήθεια, ῃ δὲ πλάνης καὶ ἀγνοίας φῶς ἐστιν. 436 Ps 42, 4a Τὸ Εἰσελεύσομαι οὐ παρέργως ει ρηται· ὁ γὰρ ἀπὸ τοῦ αἰσθητοῦ θυσιαστηρίου φαντασίαν τοῦ νοητοῦ λαβὼν ει σεισι πρὸς αὐτὸν τὸν θεόν, ἀοράτως ἐπ' αὐτῷ ἀναφέρων θυσίας. 437 Ps 42, 4b Πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἀντικειμένως ε χουσαν πρὸς τὸν παλαιὸν α νθρωπον· μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος ει σεισιν πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. 438 Ps a Οἱ διαβάλλειν βουλόμενοι τὴν θείαν γραφὴν ὡς οὐκ ἀκριβοῦσαν τὰς φωνὰς καὶ τὰ σημαινόμενα καὶ τῇ παρούσῃ λέξει χρώμενοι τῇ λεγούσᾑ Ο θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, φασίν· Τίς γὰρ ἀκούων οὐχὶ τοῖς ὠσὶν ἑαυτοῦ ἀκούει; ἐξ αὐτῶν δὲ ω ν διαβάλλειν ἐθέλουσιν τὸν ε λεγχον τῆς σφῶν ἀβελτερίας ε χουσιν. ο γὰρ λέγουσιν οἱ ψάλλοντες τοιοῦτόν ἐστιν· οἱ λογικῶς ἀκούοντες οὐ τοῖς κοινοῖς ὀργάνοις τῆς αἰσθήσεως ὠσὶν ὀνομαζομένοις ἀκούουσιν ἀλλὰ τοῖς ἰδίοις τῶν ἀνθρώπων ὠσίν, ὡσεὶ καὶ μουσικοὶ α νδρες ε φασκον· Τοῖς ὠσὶν τῶν μουσικῶν ἀνθρώπων τὰ μουσικὰ παιδεύματα ἀκούεται. διὸ κα ν λέγωσιν Τοῖς ὠσὶν ἡμῶν, οὐ πρὸς α λλο τι ἀλλὰ τὰ κοινὰ ἀντιδιαστέλλοντες λέγουσιν τὸ Τοῖς ὠσὶν ἡμῶν. συνᾴδει τούτοις τὸ̔ Ο ε χων ω τα ἀκούειν ἀκουέτω. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν. η οἱ κατὰ παίδευσιν πατέρες τὰ θεῖα ἀπήγγειλαν η οἱ πρόγονοι τὰ κατ' αὐτοὺς πραχθέντα.̔ Η χείρ σου ε θνη ἐξωλόθρευσεν καὶ κατεφύτευσεν αὐτούς. πρὸς διάνοιαν τοῦ̓ Ισραὴλ μετὰ τὸ προδοῦναι τὸν σωτῆρα ἀπὸ τῆς τοῦ θεοῦ χειρὸς ὀλοθρευθέντες οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ἐν ταῖς θεοπνεύστοις γραφαῖς κατεφυτεύθησαν. 439 Ps 43, 3b. 4 Κακώσας τοὺς ἐκ περιτομῆς λαοὺς ὁ θεὸς ἐξέβαλεν ἐκ τῆς ἱερᾶς τοῦ νόμου παιδεύσεως. οὐ νόμῳ δὲ πολέμου νικήσαντες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ἐκληρονόμησαν τὴν ε ναγχος εἰρημένην γῆν. οὐδὲ ὁ βραχίων αὐτῶν ε σωσεν αὐτούς, τουτέστιν ἡ ἐργασία αὐτῶν. χάριτι γὰρ τὴν σωτηρίαν ἐσχήκασιν ὑπὸ τῆς σῆς δεξιᾶς καὶ τοῦ βραχίονος, τουτέστι τοῦ μονογενοῦς υἱοῦ. φωτισμὸς δὲ ὁ φωτίζων πρόσωπόν σου τυγχάνον, ο τι ηὐδόκησας ἐν αὐτοῖς τοῦ σῶσαι αὐτοὺς τῇ χάριτι, οὐκ ἐξ ε ργων αὐτῶν, ι να μὴ καυχήσωνται. 440 Ps 43, 5b Τὰς τοῦ̓ Ιακὼβ σωτηρίας τοῦ πτερνίζοντος τὰ φαῦλα καθ' α σῴζεται ἐντέλλεται ὁ θεὸς τοῖς ἁγίοις πνεύμασιν τοῖς εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν εἰς ἀντίληψιν χωρῆσαι ταχὺ καὶ τὴν δι' ἑαυτῶν ἐπικουρίαν διδόναι. 441 Ps 43, 6a Ωσπερ τισὶν ἀλόγοις ζῴοις ἀμυντήριον κέρας ἀναδέδωκεν ὁ θεὸς ο πως α ν ἀπαλλάξωσιν τὰ βλάπτειν αὐτὰ δυνάμενα, ου τω τοῖς ἁγίοις κέρατα αἱ τοῦ̓ Ιησοῦ δυνάμεις εἰσὶν καθ' α ς τοὺς ἐχθροὺς αὐτῶν κερατίζουσιν. διὸ καὶ πάντα τὰ ζῷα τὰ κέρασι χρώμενα καθαρὰ ο ντα η ἐπὶ τὸν θεῖον βωμὸν ἀνάγεται η τροφὴ τῇ μερίδι τοῦ θεοῦ τυγχάνει. 442 Ps̓ Απωθεῖται ὁ θεὸς ἀφ' ἑαυτοῦ οὐ πάντως δι' ἁμαρτίας ἀλλὰ καὶ δι' α λλας α ς οι δεν αὐτὸς αἰτίας. οὐ πᾶς δὲ ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς τοῦτο ὑφίσταται· εἰ γάρ τις τὰ φαῦλα καταλιπὼν μακρὰν φύγοι ἀποχωρῶν ἀπ' αὐτῶν, ου τος εἰς τὰ ὀπίσω στραφεὶς ἐφ' α καταλέλοιπεν ὀλέθρῳ περιπίπτει. εἰ δέ τις τὴν Σιών, τουτέστι τὴν ἀρετήν, καταλείψας ἐπείγοιτο ἐπὶ τὴν κακίαν Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω μακάριον ἀναδέχεται πρᾶγμα· πλὴν οἱ τὰ προκείμενα λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν, εἰς τὰ ὀπίσω ἀποστραφέντες ψεκτοῖς περιέπεσον. 443 Ps 43, 12̓ Εοίκασιν οἱ ταῦτα λέγοντες, α γιοί τινες ο ντες, παραπλησίως τῷ̔ Ως πρόβατον ἐπὶ σφαγὴν ἀγομένῳ δεδόσθαἱ Ως πρόβατα βρώσεως, τροφὴ γινόμενοι τοῖς ἐπ' ὠφελείᾳ τοὺς λόγους καὶ τὸν βίον αὐτοῖς προσιεμένοις· ἀλλὰ καὶ ἐν τοῖς ε θνεσιν ου τοι ὑπὸ θεοῦ διεσπάρησαν, δίκην σπέρματος γεωργικῶς καταβαλλόμενοι, ι να μεταποιήσαντες τὰ ε θνη εἰς τὴν αὐτὴν αὐτοῖς ποιότητα ἀγάγωσιν. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν διεσπάρθαι ἐν τοῖς ε θνεσι τὴν τοῦ θεοῦ μερίδα αἰχμαλωσίας τρόπῳ. 444 Ps 43, 13a Οὐ τιμήν, φησίν, τοῦ λαοῦ λαβὼν ἀπέδου αὐτούς, ἀλλὰ διὰ τὰς ἁμαρτίας α ς πεποιήκασιν ἐχθροῖς ὑποχείριοι γεγένηνται· ταῖς γὰρ ἁμαρτίαις αὐτῶν ἐπράθησαν κατὰ τὸν προφήτην. 445 Ps 43, 16̓ Επεὶ τοῖς προειρημένοις ἀπευκταίως ὑπεπέσαμεν διὰ βίου ἐντρεπόμενοι ο λην τὴν ἡμέραν, ἐναντίον τὴν ἐντροπὴν ἑαυτῶν ε χομεν, τῆς αἰσχύνης τοῦ προσώπου ἡμῶν καλυπτούσης ἡμᾶς ὡς μηκέτι παρρησίαν ε χειν ἀνακεκαλυμμένῳ τῷ προσώπῳ τῆς ψυχῆς κατοπτρίζεσθαι τὴν δόξαν κυρίου. 446 Ps 43, 17̓ Εκ τῆς φωνῆς τοῦ ὀνειδίζοντος καὶ δίκην παραπαίοντος καὶ παραλαλοῦντος ο λην ἐντροπὴν τὴν ἡμέραν ει ναι κατενώπιον ἑαυτοῦ θεωρεῖ. ἀπὸ δὲ τοῦ ἐπιδεικνύντος ἑαυτοῦ φοβερὸν τὸ πρόσωπον ἐκδιώκοντος ἐχθροῦ ἡ αἰσχύνη ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ. 447 Ps 43, 18 Τελείαν ἀνδρείαν ἀναλαβόντων ἡ φωνή· πολλῶν γὰρ καὶ διαφόρων θλίψεων ἐπ' αὐτοὺς ἡκουσῶν καὶ ἐκβιαζομένων ἐπιλαθέσθαι τοῦ θεοῦ, ἐξ ἐναντίας ἀνεπόλουν θεὸν ὡς ε καστον εἰπεῖν̓ Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. 448 Ps 43, 19b̓ Εκκλίνει τὰς τρίβους τινὸς ὁ θεὸς ἐκ τῆς ἑαυτοῦ ὁδοῦ, παραδιδοὺς αὐτὸν ταῖς ἐπιθυμίαις τῆς καρδίας ἑαυτοῦ καὶ εἰς ἀδόκιμον νοῦν. 449 Ps 43, 20a Τόπος κακώσεως ὁ περὶ γῆν καὶ ὁ καταχθόνιος χῶρος· ε νθα ταπεινοῦνται οἱ πεῖραν ε χοντες τοῦ σώματος τοῦ θανάτου. 450 Ps 43, 22b Τὰς ἐν καρδίᾳ τυπώσεις α ς καὶ ἑξῆς προσαγορευτέον. 451 Ps 43, 26 Εἰ μὲν τροπικῶς ταῦτα λέγοιτο, τὸ δηλούμενόν ἐστιν τοιοῦτον· ἐπεὶ χοῦν περικείμεθα τὸν ἐξ ἡδονῶν καὶ τῶν α λλων παθῶν συγκείμενον, διὰ τοῦτὀ Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, χαμαιριφῶν γενομένων, ἀλλὰ καὶ Εἰς γῆν ἐκολλήθη ἡ γαστὴρ ἡμῶν, οὐδὲν οὐράνιον τρεφομένων ἀλλὰ κατὰ τὸν ο φιν γῆν ἐσθιόντων πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. Εἰ δὲ πρὸς ἀλληγορίαν ἐξηγηθείη τὸ προκείμενον, εἰς τὸ σῶμα ἐμβατεύουσα ἡ ψυχὴ ἐρεῖ̓ Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. αυ τη καὶ τῆς μακαρίας ζωῆς τῆς ἐπουρανίου ἐκπεσοῦσα, ἐν τῷ κάτω φρονεῖν ἐρεῖ τὸ̓ Εκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν· οὐκ α λλα γὰρ τῶν γηίνων τρέφεται. 452 Ps 43, 27 Ταῦτά φασιν βοηθείας καὶ λυτρώσεως τυχεῖν ἀξιοῦντες οὐκ α λλου του χάριν η τοῦ ὀνόματος αὐτοῦ. λέγοιεν δὲ ταῦτα καὶ πρὸς τὸν σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν, ι να ἀναστὰς ἀρωγὴν παράσχοι καὶ λύτρα διδοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ποιεῖ δὲ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. Ps 44, 1 Σκοπὸς τοῖς προκόπτουσι καὶ ἐκ ποιότητος εἰς ποιότητα μεταβάλλουσι τὸ ἐπὶ τὴν ἀρίστην τῶν ποιοτήτων ἐπείγεσθαι καθ' η ν α φθαρτοι καὶ ἀθάνατοι ἀποδειχθεῖεν. ὑπὲρ τούτου ου ν τοῦ τέλους ο ντος Υπὲρ τῶν ἀλλοιωθησομένων,̔ τουτέστι τῶν ἀλλαγέντων καὶ ἐκ φαύλων σπουδαίων γεγενημένων, υἱοὶ Κορὲ εἰς σύνεσιν πάντα μεταβάλλοντες ᾠδὴν περὶ τοῦ ἀγαπητοῦ προφέρουσι κελαδοῦντες. ἀγαπητὸς δὲ ἐνταῦθα ὁ μονογενὴς τοῦ θεοῦ υἱός. ὑπὲρ τούτου ου ν τοῦ ἀγαπητοῦ ἐπινίκιος ᾳ δεται, ὑπὲρ ω ν ἠλλοίωσεν ἀφθαρσίαν ἀντὶ φθορᾶς δεδωκώς. 453 Ps 44, 2a Εἰ τοῦ πατρὸς ει η τὸ πρόσωπον, λέγοι α ν̓ Επεὶ μόνος ἀγαθὸς ὑπάρχω, ἀνάγκη καὶ τὸν ἐκ τῆς ἐμῆς οὐσίας λόγον γενόμενον ἀγαθὸν ει ναι· εἰ δ' ὁ προφήτης ει η ὁ λέγων, φαμὲν̓ Επεὶ ὁ ἀγαθὸς α νθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν, ἀνάγκη καὶ τὸν τραφέντα τροφαῖς πορνικαῖς πολὺ τὸ ἀγαθὸν ἐχούσαις ἐρεύγεσθαι ἀγαθὸν λόγον. ὡς γὰρ ὁ μῆλον φαγὼν ἐρυγὴν ἐκπέμπει μήλου πνέουσαν, ου τως ὁ φαγὼν ἀγαθὰ ὡς ἐντρυφῆσαι ἐν ἀγαθοῖς τὴν ψυχὴν αὐτοῦ ἀγαθὸν ἐκπέμπει λόγον ἐρευγόμενος αὐτόν. Ps 44, 2a Ωσπερ ου ν ἐπὶ ταύτης τῶν σιτίων ποιότητός ἐστι τὸ γινόμενον, ου τω καὶ ἐπὶ τῆς πνευματικῆς διδασκαλίας τοιαῦτα ἠρεύγετο οι α καὶ ἐσιτεῖτο. 454 Ps 44, 2c Γραφόντων καὶ αὐτῶν παιδεύσεις τινάς. ὡς γὰρ ὁ λόγος τοῦ εὐαγγελίου κόκκῳ σινάπεως παραβαλλόμενος, εἰ γεωργίας τύχοι, μείζων γίνεται τῶν ἀνθρωπίνων λόγων λαχάνων διὰ τὸ πρόσκαιρον ὀνομαζομένων, ου τως α γράφει ὁ τοῦ θεοῦ λόγος καλάμῳ ἰδίῳ καιρίως ἐπιδείκνυται αὐτὰ παρὰ τὰς τῶν ἀνθρώπων συγγραφὰς τῶν λογισμῶν ἐφαπτόμενα καὶ ταῖς ψυχαῖς ἐνιζάνοντα. 455 Ps 44, 3bc Οἱ ἀκούοντες τῶν Ιησοῦ λόγων,̓ τυγχανόντων Πλήρης χάριτος, ἐροῦσιν τὸ προκείμενον· πολλάκις δὲ ἀντὶ λόγων τὰ χείλη λέγεσθαι ἀποδέδεικται. τὸ δὲ̓ Εξεχύθη τὴν δαψιλείαν δηλοῖ τῆς χάριτος· συνᾴδει τούτῳ τὸ̓ Εκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ Η ἀγάπη τοῦ̔ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν· καὶ ἐν τούτοις γὰρ ἡ δαψιλεία τοῦ πνεύματος καὶ ὁ πλοῦτος τῆς ἐκ θεοῦ ἀγάπης δηλοῦται. διὰ ταύτην ου ν τὴν ἐκχυθεῖσαν χάριν ἐν χείλεσί σου Εὐλόγησέν σε ὁ θεός σου, εὐλογιστίαν σοι μαρτυρήσας ἐπὶ πάντα τὸν αἰῶνα. 456 Ps 44, 4̓ Επεὶ περὶ τὸν μηρὸν ἐνεργεῖται τὰ γενέσεως πράγματα, φύονται δὲ περὶ ταῦτα αἰσχραὶ ἐπιθυμίαι, χρεία τοῦ τμητικοῦ λόγου ῥομφαίας ὀνομαζομένου, ι να περὶ τὸν μηρὸν ζωσθεὶς ἐκτέμνοι τὰς ἀκολάστους ἡδονάς. ὁ σωτὴρ ου ν κατὰ τὸν α νθρωπον τύπον ἀρίστης πολιτείας καταβαλλόμενος ὑπὲρ αὐτοτελοῦς ἁγνείας περιζώννυται ῥομφαίαν ἐπὶ τὸν μηρὸν αὐτοῦ, ὡραιότητα ε χων καὶ κάλλος διὰ τὴν προσοῦσαν ἐν ἀναμαρτησίᾳ ἀρετήν· ο τι δὲ σύμβολον ὁ μηρὸς τῶν προειρημένων δῆλον. καὶ γὰρ καὶ ὁ̓ Αβραάμ, ἐπὶ μνηστείαν πέμπων τὸν παῖδα, Θές φησι τὴν χεῖρά σου ἐπὶ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε τὸν θεὸν τοῦ οὐρανοῦ. τάχα διὰ τὸν ἐξ αὐτοῦ μέλλοντα ε σεσθαι σωτῆρα τὸ κατὰ σάρκα δύναται ὁ γενόμενος σὰρξ λόγος ει ναι. νοεῖται ου ν καὶ πιστεύεται ὁ μὲν λόγος ῥομφαία ει ναι, ἡ δὲ σὰρξ μηρὸς τῷ ἐκεῖθεν τὴν ἀρχὴν ε χειν τὴν σάρκα. ου τος δὲ πρὸς ο ν ὁ λόγος πᾶσαν ἀσθένειαν διαφυγὼν δυνατός ἐστι, τὴν φαιδρότητα τῆς θεότητος κάλλος καὶ ὡραιότητα ε χων. 457 Ps 44, 5̓ Εντείνας δὲ οι α τοξότης α ριστος τόξον κατευοδοῦ τιτρώσκων εἰς ε ρωτα θεῖον τοὺς βαλλομένους. ἀναγνωστέον δὲ καὶ Κατευοδοῦ ι σον τῷ Εὐοδίαν πάρεχε· καὶ πρὸς τούτοις βασίλευε τῶν βεβλημένων πόθῳ. ἡ δὲ αἰτία τοῦ βασιλεῦσαί σε τελειότης ἀρετῆς ἐστιν οὐκ ἐν πράξει μόνῃ ἀλλὰ καὶ γνώσει. τὸ γὰρ Ενεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης τοῦτο σημαίνει· βασίλευε γάρ φησιν ε νεκα τοῦ γνωσθῆναι τὴν ἀλήθειαν καὶ πραότητα καὶ δικαιοσύνην κατορθωθῆναι τοῖς ὑπὸ τὴν σὴν ἀρχήν. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. ὁ κατὰ θεὸν πάντα πράττων ὑπὸ τῆς τῶν καλῶν πρακτικῆς δεξιᾶς ου σης θαυμαστῶς ὁδηγεῖται ἡγεμόνι αὐτῇ χρώμενος τῆς ἐπὶ τὸν σωτῆρα ὁδοῦ. καὶ ὁ σωτὴρ ου ν ἐπιτελῶν δεξιῶς παραδόξους δυνάμεις ὑπὸ δεξιᾶς ἑαυτοῦ θαυμαστῶς ὁδηγεῖται. 458 Ps 44, 6ab Οἱ τοῦ δυνατοῦ Χριστοῦ λόγοι βελῶν ἠκονισμένων δίκην βάλλουσιν τοὺς ἀκούοντας, ω στε πάντων προκρῖναι τὴν πρὸς αὐτὸν ἀκολούθησιν. τούτοις τοῖς βέλεσι τρωθέντες οἱ ἀπόστολοι, τὰ ἐν ποσὶ πάντα ἀποπεμψάμενοι, ε πεσθαι αὐτῷ καλῶς ε χειν ε κριναν· ἀλλὰ καὶ οἱ λαοὶ οἱ πρότερον φαύλην στάσιν ε χοντες τῷ ἐν κακοῖς ἱδρύσθαι πληγέντες τούτοις τοῖς βέλεσιν ὑποκάτω αὐτοῦ ε πεσον, τουτέστιν ὑπετάγησαν αὐτῷ καὶ ὑπ' αὐτὸν γεγόνασιν. 459 Ps 44, 6c 459 Οἱ ἐχθροὶ τοῦ βασιλέως Χριστοῦ πάντες οἱ ἁμαρτάνοντες. ο ταν ου ν ἐν τῇ καρδίᾳ τούτων τὰ προειρημένα βέλη γένηται, πίπτουσιν ἀπὸ τῆς ε χθρας τὸν βασιλέα γονυπετοῦντες. η τάχα οἱ λαοὶ οἱ ἑστηκότες̓ Εν τῇ καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κατὰ τὸ βούλημα τῆς ε χθρας αὐτῶν βεβαιούμενοι, βληθέντες ὑπὸ τῶν βελῶν ε πεσαν ὑπὸ Χριστόν, τῇ καρδίᾳ τῶν ἐχθρῶν αὐτοῦ καταπεσόντες. 460 Ps 44, 8 Εἰ δὲ ει η πρὸς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ταῦτα, ὁ υἱὸς τοῦ θεοῦ μισήσας τὴν πρὸ τῆς ἐπιδημίας αὐτοῦ πολιτευομένην ἀνομίαν, ἀγαπήσας δὲ τὴν ἐκ τῆς παρουσίας αὐτοῦ φυομένην ἐκ πίστεως δικαιοσύνην ἐπιδέδωκεν ἑαυτὸν εὐδοκίᾳ πατρικῇ α νθρωπος γενέσθαι καὶ χρισθῆναι ἐλαίῳ ἀγαλλιάσεως τουτέστιν τῷ ἁγίῳ πνεύματι. 461 Ps 44, 9a Τὰ ἱμάτια τοῦ Χριστοῦ βασιλείως α μα καὶ ἱεραρχίως ο ντα πνεῖ σμύρνης δι' ο ν ἀνέλαβεν θάνατον (τοῦτο γὰρ τὸ α ρωμα τοῖς θαπτομένοις νεκροῖς ἐπιβάλλεται), ἀλλὰ καὶ στακτῆς ου σης ἀπανθίσματος σμύρνης διὰ τὸ ε χειν τι πλεῖον τὸν Χριστοῦ θάνατον ὑπὲρ σωτηρίας α λλων καὶ καταλύσεως διαβόλου γεγονέναι, καὶ κασσίας διὰ τὸν λόγον αὐτοῦ ο ντα διάπυρον· θερμαντικὸν γὰρ τὸ μῦρον τοῦτο. Χριστοῦ ου ν ἱμάτια τὰ εὐλόγως περὶ αὐτοῦ θεολογούμενά ἐστιν. ἐπεὶ ου ν προσελάβετο σὺν τοῖς α λλοις καὶ τὸ ὡς νεκρὸς ἀριστεύσας ὑμνεῖσθαι, εἰκότως ἐκ τῶν ἱματίων αὐτοῦ τὰ προειρημένα πνεῖ· τούτῳ συνᾴδει τὸ̓ Οσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. 462 Ps 44, 9b. 10a Βασιλεῖς ἐνταῦθα ῥητέον τοὺς Χριστῷ συμβασιλεύοντας ω ν αὐτὸς βασιλεὺς βασιλευόντων. τούτων θυγατέρες γεγόνασιν κατὰ διδασκαλίαν α ς παιδεύουσι ψυχάς, μᾶλλον δὲ ἐκκλησίας· αι περ θυγατέρες ἐν τιμῇ τοῦ ὑμνουμένου ου σαι ηυ φραναν τὸν βασιλέα Χριστὸν̓ Απὸ βαρέων ἐλεφαντίνων. βαρεῖς δὲ ἐλεφαντίνας ἐρεῖς τὰς ὑψηλὰς θεολογίας· τὸ γὰρ ἐλεφάντινον, ὀδοὺς τυγχάνον, λόγου σύμβολόν ἐστιν· φωνητικὰ γὰρ ο ργανα καὶ οἱ ὀδόντες· βαρεῖς δ' εἰσὶν αἱ μεγάλαι οἰκίαι. ἐπεὶ ου ν τὸν ἑαυτῶν λόγον ου τως ἐμεγάλυναν ὡς οι κον μέγιστον θεωριῶν τῶν περὶ θεοῦ γενέσθαι, αἱ πολλαὶ τῶν βασιλέων θυγατέρες ἀπὸ τῶν προειρημένων βαρέων ἐλεφαντίνων ηυ φραναν Χριστόν. 463 Ps 44, 10bc̔ Η τῷ Χριστῷ τῷ ἀληθινῷ βασιλεῖ ἀληθῶς σύζυγος γενομένη ψυχή, η τοι ἐκκλησία, βασιλίσσα διὰ τὸ ει ναι νύμφη βασιλέως ὀνομάζεται, παραστᾶσα ἐκ δεξιῶν αὐτοῦ τῷ δεξιὰν ἐπέχειν στάσιν, ἐν ἀρετῇ δὲ καὶ πίστει τὴν ι δρυσιν ε χουσα. αυ τη δὲ καὶ ἱμάτια διάχρυσα ε χει, Χριστὸν ἐνδυσαμένη· περιβέβληται δὲ καὶ πεποικιλμένη, τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ ἀναλαβοῦσα. οὐ προσκοπτέον δὲ εἰ αὐτὸς καὶ νύμφιος καὶ ε νδυμά ἐστιν· κατὰ γὰρ α λλην καὶ α λλην σχέσιν καὶ ἐπίνοιαν ταῦτα ὑπάρχει, ω σπερ καὶ ποιμὴν καὶ ἀμνὸς καὶ α λλα μυρία εὑρίσκεται ἐν τοῖς Εὐαγγελίοις. 464 Ps 44, 11 Μεταβολὴ προσώπου ἐμφαίνεται γενομένη· θεὸς γάρ ἐστιν ὁ προσφωνῶν τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ η ν καὶ θυγατέρα αὐτοῦ ὀνομάζει. φησὶν γοῦν· Δεξαμένη τοὺς ἐμοὺς λόγους, ω θύγατερ, α κουσον καὶ ἰδὲ αὐτῶν τὴν διάνοιαν ἐπιστήσασα αὐτοῖς· ε τι γὰρ μᾶλλον πλεῖον θελήσεις τὸ ου ς σου κλῖναι ἐπὶ τὸ πλειόνως αὐτὰ καὶ ἐξεργαστικώτερον ἀκοῦσαι καὶ ποθῆσαι· ἀκολουθήσει δέ σοι λήθη τῶν ὁμοφύλων, μηκέτι θελησάσης σου τὰ αὐτὰ ἐκείνων περιστέλλειν ε θη καὶ πάτρια· ἐπιλήσῃ δὲ καὶ τοῦ οι κου τοῦ πατρός σου γεννήσαντός σε κατὰ κακίαν τοῦ διαβόλου. 465 Ps 44, 12– 14 Διὰ τοῦτο σὲ καλῶ, θύγατερ, φησὶν πρὸς αὐτὴν ὁ θεός, ἐπὶ τῷ ποιῆσαι τὰ προστεταγμένα σοι· ἐπείπερ ὁ ἐμὸς υἱὸς βασιλεὺς ω ν ἐπεθύμησεν τοῦ ἐνυπάρχοντός σοι κάλλους κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμὴν γεγενημένης, αὐτὸς δ' ου ν ου τος ὁ βασιλεὺς ἐπιθυμῶν τοῦ κάλλους σου οὐχ ει ς τῶν ὁμοτίμων σου τυγχάνει. Αὐτὸς γάρ ἐστιν ὁ κύριός σου· οὐ γὰρ α γγελος η ἀρχάγγελος η τις α λλος γενητὸς ω ν ὑπάρχει· αὐτῷ γὰρ καὶ προσκυνοῦσι πάντες. ἐπεὶ ου ν θεοῦ τὸ προσκυνεῖσθαι, ι σθι θεὸν ο ντα τὸν βασιλέα τὸν ἐπιθυμοῦντα τοῦ κάλλους σου, ο ς καὶ κύριός σού ἐστιν. Πρὸς τούτοις δ' ι σθι ο τι πολλὴν μεταβολὴν ε σχες. θυγάτηρ γὰρ Τύρου ου σα δι' η ν ει χες δεισιδαιμονίαν ἐμοῦ θυγάτηρ ἐχρημάτισας, ὡς λιτὰς τῷ προσώπῳ σου προσάγειν πάντας τοὺς πλουσίους τοῦ λαοῦ. τοῦ γὰρ ἐκ περιτομῆς λαοῦ πάντες ο σοι πλουτοῦσιν κατὰ πίστιν καὶ τὴν τοῦ εὐαγγελίου ἀλήθειαν σοὶ προσέρχονται, τὸ πρόσωπόν σου λιτανεύοντες διὰ τὸ σύζυγον τῷ βασιλεῖ γεγονέναι. ὡς γὰρ πάλαι οἱ ἀπὸ τῶν ἐθνῶν τῇ κατὰ θεὸν θεραπείᾳ προσερχόμενοι τῷ̓ Ισραὴλ προσηλύτευον τὸ πρόσωπον αὐτοῦ παρακαλοῦντες, ου τω νῦν οἱ ἀπὸ τῶν̓ Ιουδαίων μετανοοῦντες προσφεύγουσιν τῇ τῶν ἐθνῶν ἐκκλησίᾳ ἀξιοῦντες ὑποδεχθῆναι παρ' αὐτῆς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς βασιλέων̓ Εσεβών.̓ Εσεβὼν ἑρμηνεύεται λογισμοί. ὁ βασιλεὺς δὲ τῶν λογισμῶν τῶν δικαίων ο ντων ε στιν ὁ κύριος. τῆς ου ν ὑμνουμένης θυγατρὸς Τύρου ἡ δόξα οὐκ α λλοθέν ἐστιν η ἀπὸ τοῦ βασιλέως τῶν λογισμῶν.̓ Ιστέον δὲ ο τι πολλαχοῦ τῶν γραφῶν ἀντὶ τῆς νοητῆς οὐσίας λαμβάνεται ὁ χρυσός, ὡς εὐκαίρως δειχθήσεται. ἐπεὶ ου ν ἐν τοῖς ἐνδύμασιν αὐτῆς τυγχανούσαις ἀρεταῖς συγκαθύφανται καὶ ὁ περὶ τῶν νοητῶν λόγος, μάλιστα ὁ περὶ τῆς τριάδος, κροσσωτὰ χρυσᾶ περιβέβληται ο ντα πεποικιλμένα διὰ τὸ πολύτροπον καὶ πολυειδὲς τῆς Χριστοῦ διδασκαλίας. 466 Ps 44, 15a Τῆς λέξεως ἀσάφειαν ἐχούσης, ἐξ α λλης τὴν διάνοιαν αὐτῆς ληψόμεθα. ἐν τῷ Αισματι τῶν ᾀσμάτων τὰς διαφορὰς τῶν Χριστῷ προσερχομένων ψυχῶν ἑρμηνεύων ὁ λόγος φησίν· Εἰσὶ βασίλισσαι καὶ παλλακαὶ καὶ νεάνιδες ω ν οὐκ ε στιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου· ὡς περὶ ταύτης εἰρῆσθαι Ει δοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν· ἐξ ω ν δείκνυται α λλη ου σα παρὰ τὰς θυγατέρας αι ει ρηνται νεάνιδες καὶ παλλακαὶ καὶ βασιλίδες. δηλοῦται δὲ ἐκ τῶν λέξεων τούτων ὡς α ρα αἱ Χριστῷ προσερχόμεναι ψυχαὶ αἱ μὲν ου πω καιρὸν ε χουσαι γάμου νεάνιδές εἰσιν, αἱ δὲ συνελθοῦσαι αὐτῷ η δη ἀνακραθέντι αὐταῖς αἱ μὲν εὐγένιδες καὶ ὑπεραναβεβηκυῖαι τὸν ἐν ε ξ ἡμέραις γενόμενον κόσμον Εξηκοντά εἰσι βασίλισσαι, αἱ δὲ τὴν ὀκταήμερον περιτομὴν̔ λαβοῦσαι ἀκμὴν τὸ τῆς δουλείας ε χουσαι πνεῦμἀ Ογδοήκοντα παλλακίδες εἰσίν· ἡ δὲ πάσας ὑπερέχουσα κατὰ τὸ πνεῦμα πεποιωμένη ω στ' ει ναι περιστερὰ τελεία τοῦ λόγου ἡ ε νδοξος ἐκκλησία ἐστὶν ἡ μὴ ε χουσα σπίλον η ῥυτίδα η τι τῶν τοιούτων. ταύτην τὴν ἐκκλησίαν ὑμνῶν ὁ ψαλμῳδὸς ἐν τοῖς πρὸ τούτου στίχοις τὰ νῦν φησι μετ' ἐκείνην ἐνεχθήσεσθαι τῷ νυμφίῳ αὐτῆς βασιλεῖ τὰς νεανίδας τὰς πάλαι μὲν ω ραν συμβιώσεως οὐκ ἐχούσας, νῦν δὲ διὰ τὸ τελειωθῆναι προσαγομένας εἰς τὸν θάλαμον, ο πως συγκαθευδήσασαι τῷ βασιλεῖ ἀναληφθῶσιν εἰς τὸ μέλη γενέσθαι τῆς μιᾶς τελείας νύμφης οὐκέτι α λλαι παρὰ ταύτην τυγχάνουσαι ὡς ο τε ἀτελεῖς η σαν. 467 Ps 44, 15b Εἰ καὶ πολλαὶ ἀδιάφθοροι ει εν ψυχαὶ α ς παρθένους ε θος καλεῖν, ἀλλ' οὐ πᾶσαι η δη ἀποφέρονται τῷ βασιλεῖ ἀλλ' αἱ πλησίον καὶ ἐγγὺς γενόμεναι τῇ διαθέσει τῆς τελείας νύμφης. ευ δὲ καὶ τὸ̓ Απενεχθήσονται· αἱ γὰρ πεῖραν μὴ ε χουσαι τοῦ νυμφίου λόγου οὐχ οι αί τέ εἰσι δι' ἑαυτῶν πρὸς αὐτὸν ἰέναι· α γουσι δ' αὐτὰς πρὸς αὐτὸν οἱ τὰ προπαιδεύματα αὐταῖς παραδιδόντες· εἰσὶ δ' ου τοι νόμος καὶ προφῆται. 468 Ps 44, 17 468̓ Επεὶ πρὸς τὸν Χριστὸν λέγεται σχεδὸν τὰ πάντα τοῦ ψαλμοῦ, καὶ ου τος ὁ στίχος λέγοι α ν ο τι ἀνθ' ω ν ει χες κατὰ σάρκα πατέρων, τουτέστι τῶν ἐκ περιτομῆς, ἐγεννήθησάν σοι ἐκ τοῦ αὐτοῦ γένους υἱοὶ προσηκάμενοι τὸν εὐαγγελικὸν λόγον. τούτους δὲ καὶ κατέστησας α ρχοντες ἐπὶ πᾶσαν τὴν γῆν, φάσκων αὐτοῖς Πορευθέντες μαθητεύσατε πάντα τὰ ε θνη, μάρτυρες αὐτοῦ οι α υ παρχοι βασιλέως γενόμενοι ε ως ἐσχάτου τῆς γῆς. 469 Ps 44, 18 Διὰ τοῦτο λαοὶ εὐχαριστητικῶς ἐξομολογήσονται οὐκ ἐφ' ε να η δεύτερον αἰῶνα ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. τὴν γὰρ ἐφ' ἁμαρτίαις ἐξομολόγησιν οὐκ ἐπιτρεπόμεθα νῦν ὀνομάζειν. α παξ γὰρ καὶ οὐκ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αυ τη γίνεται· μόνον γὰρ ἐν τούτῳ τῷ αἰῶνι μετανοεῖν καὶ ἐξομολογεῖσθαι οι όν τε. εἰ δὲ Μνησθήσονται ε χει καθ' ἑτέραν γραφὴν ἀντὶ τοῦ Οἱ πρὸς σοῦ α ρχειν κεχειροτονημένοι, τοῦ ὀνόματός σου μνησθήσονται ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ τῷ εἰς πάντας τοὺς αἰῶνας παρατείνειν σου τὴν βασιλείαν. 470 Ps 45, 1 Εθος τὰ ἀσαφῶς λεγόμενα δι' οἰκονομίαν τινὰ κρύφια καλεῖν· κατὰ τοῦτο γὰρ καὶ ἡ τοῦ θεοῦ σοφία ἐν μυστηρίῳ ἀποκεκρυμμένη ἐστίν· ου τω καὶ Οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι ει ρηνται. ε στιν ου ν καὶ τούτων τῶν κρυφίων τέλος οἱονεὶ σκοπὸς η τοι τὸ λαθεῖν τοὺς ἀναξίους τὴν τῶν θείων γνῶσιν, η οι α ν πόθον ε χοντες καταλήψεως τῆς θείας γνώσεως, πόνοις καὶ ἀσκήσεσιν ἐπιδόντες ἑαυτούς, τύχωσι τοῦ σκοποῦ. 471 Ps 45, 2 Οὐ πάντων ὁ θεός ἐστιν η τῶν ἀποταξαμένων πάσῃ ἀνθρωπίνῃ καταφυγῇ τε καὶ δυνάμει. καταφεύγοντες γὰρ πρὸς τὸν θεὸν πᾶσαν ἀσφάλειαν ε χουσιν καὶ δύναμιν τῷ μετέχειν αὐτοῦ, ὡς λέγειν κατὰ τὸν ἀπόστολον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. τὸ Σφόδρα ἀμφιβόλως κεῖται· η γὰρ βοηθὸς σφόδρα ἐστὶν ἐν ταῖς εὑρισκούσαις ἡμᾶς θλίψεσιν, η ἐν ταῖς σφόδρα εὑρισκούσαις ἡμᾶς θλίψεσιν βοηθός ἐστιν. 472 Ps 45, 3b Ορη μετατιθέμενα ἐν καρδίαις θαλασσῶν οὐ τὰ αἰσθητὰ τυγχάνοντα μέρη γῆς ἡγητέον, ἀλλὰ πονηρὰς δυνάμεις μετατιθεμένας εἰς τὰς τεταραγμένας ὑπὸ τρικυμιῶν παθῶν ψυχάς, ε νθα ἁλμυρόν τι πόμα κακίας καὶ πικρότης ἠθῶν. ἀμέλει καὶ ὁ σωτὴρ πρὸς τοὺς μαθητὰς̓ Εὰν ε χητε ε φη πίστιν ὡς κόκκον σινάπεως, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κα ν τῷ ο ρει τούτῳ ει πητε Αρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, οὐδὲν ἀδυνατήσει ὑμῖν· δεικνύμενον δὲ ο ρος ὑπὸ τοῦ σωτῆρος οὐκ α λλο παρεκτὸς τῆς ἀντικειμένης δυνάμεως. καὶ γὰρ περὶ τοῦ κινοῦντος τὸν σεληνιασμὸν δαίμονος πάλιν ει πεν̓ Εὰν ε χητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ο ρει τούτῳ μεταβῆναι ἐντεῦθεν ἐκεῖ, τὴν τελειοτάτην πίστιν κόκκῳ σινάπεως παραβάλλων. καὶ γὰρ ὁ ἀπόστολος̓ Εὰν ε χω φησὶν πᾶσαν πίστιν ω στε ο ρη μεθιστάνειν. 473 Ps 45, 4b Τῇ Χριστοῦ κραταιότητι ἐταράχθη τὰ πονηρὰ πνεύματα, ψυχῶν καὶ σωμάτων τῶν προκατεσχημένων ἐλαυνόμενα. μέγα γὰρ ἐφ' ἑαυτοῖς τὰ ο ρη ταῦτα φρονοῦντα, ἐξαπιναίως ἰδόντα τὸν μετ' ἐξουσίας ἐλαύνοντα ἐνέπεσον εἰς ταραχήν. 474 Ps 45, 5a Πόλιν θεοῦ η τοι τὴν ἐκκλησίαν η τὴν̔ Ιερουσαλὴμ τὴν ἐπουράνιον νομιστέον λέγεσθαι. Ταύτην τὴν ἑκατέρως χρηματίζουσαν πόλιν τοῦ θεοῦ εὐφραίνουσιν τὰ ὁρμήματα τοῦ ποταμοῦ. ποταμὸς δέ ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ ἐξ̓ Εδὲμ τῆς θείας τρυφῆς ἐκπορευόμενος καὶ πάντα τὸν πνευματικὸν παράδεισον ἐπάρδων καὶ πάντας καλῶν πρὸς ἑαυτὸν Ει τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁρμήματα δ' αὐτοῦ αἱ κατὰ μέρους διδασκαλίαι η ε ννοιαι α ς ὑποβάλλει τῇ ψυχῇ. 475 Ps 45, 5b̔ Ο υ ψιστος κατ' οὐσίαν α γιος ὑπάρχων μεταδοτικὸς ἁγιότητός ἐστιν· ο θεν ἁγιάζει πάντας τοὺς ἐν οι ς κατασκηνοῖ, σκήνωμα αὐτοῦ καλουμένους. δύναται δὲ καὶ ο ἀνέλαβε σῶμα ἐκ τῆς παρθένου σκήνωμα αὐτοῦ τυγχάνον ἁγιάζειν ἐν αὐτῷ γεγενημένου. συνῳδὸν τούτῳ Τὸ γεννώμενον ἐν σοὶ α γιον κληθήσεται υἱὸς θεοῦ ζῶντος. 476 Ps 45, 6a̔ Ο θεὸς ἐν μέσῳ τῆς πόλεως ἱδρυμένος οὐ σαλευθήσεται, οὐ καταλιμπάνων αὐτὴν διὰ τὴν προσοῦσαν αὐτῇ ἀναμαρτησίαν. σαλεύεται γὰρ ἀπὸ τῶν ἁμαρτανόντων· ο θεν καὶ τῷ Αδὰμ τὸ ἁμαρτάνειν περιπατῶν εὑρίσκεται, καὶ ἐν τῷ Ζαχαρίᾳ φησὶν̓ Πορεύσεται ἐν σάλῳ ἀπειλῆς ὁ κύριος. 477 Ps 45, 6b̔ Ετέρα δ' ἐστὶν γραφὴ ἡ λέγουσα Βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ. σῴζει γὰρ αὐτῆς τὸ κάλλος α τρωτόν τε καὶ ἀπαράφθορον, τὸ νοητὸν δηλονότι ο τ' α ν ταραχὴν δέξηται τῶν ἀντικειμένων. ε ως μὲν γὰρ ἀδιάβλητον ε χει τὴν πίστιν ἐν ἑαυτῇ ἡ ψυχὴ καὶ τοὺς ἐξ ἁπάσης ἀρετῆς ὡραϊσμοὺς ἑαυτῇ περιτίθησιν, κάλλος ε χει τὸ νοητὸν ῳ καὶ αὐτὸς ἐπιγάνυται Χριστός. παρενεχθεῖσά γε μὴν τοῦ εἰκότος παραχρῆμα τὸ εἰδεχθὲς καὶ ἀτερπὲς ε χει, ἀλλ' οὐ πείσεται τοῦτο, φησίν, ἡ ἐκκλησία· σῴζει γὰρ αὐτῆς τὸ κάλλος. 478 Ps 45, 7a Εθνη τὰ στίφη τῶν κατ' αὐτῆς στρατευομένων δαιμόνων ὀνομάζει. ο τ' α ν ου ν ταῦτα θεάσωνται τοῦ σωτῆρος τὴν ε νσαρκον ἐπιφάνειαν, ταράττονται κατὰ τῆς αὐτοῦ ἐκκλησίας η καὶ δέους πληροῦνται. τηνικαῦτα δὲ ἀκολουθήσει καὶ τὸ κλιθῆναι τὰς ψεκτὰς βασιλείας καθ' α ς ἐβασίλευσεν ὁ θάνατος καὶ ἡ ἁμαρτία. εἰ δὲ καὶ βασιλείαν λέγοις τοὺς βασιλευομένους, ἐκλίθησαν καὶ ου τοι ἐκ πλάνης εἰς ἐπίγνωσιν ἀληθείας καὶ ἐκ κακίας εἰς ἀρετὴν ῥέψαντες. 479 Ps 45, 7b. 8 Σιωπῶντος θεοῦ βεβαιότητα καὶ στάσιν ε χειν δοκεῖ τὰ γήϊνα καὶ ὑλικὰ πράγματα, κλονούμενα θεοῦ φωνὴν δεδωκότος· ο τ' α ν γὰρ ὁ θεὸς ἐμβοήσῃ τῇ διανοίᾳ, εὐθὺς μετακινεῖται ταύτης πᾶν ει τι γεῶδες. Καὶ ἐπὶ θεοῦ τὴν κατὰ τὸ εὐαγγέλιον φωνὴν δεδωκότος ἡ γῆ σεσάλευται, μετατιθεμένων ἁπάντων τῶν ἐπ' αὐτῆς ἐθῶν, νομίμων πατρίων, χρηστηρίων καὶ ει τι ε τερον τῆς δυσσεβοῦς ἀπάτης, ταραττομένων τῶν ἐθνῶν καὶ κλινουσῶν τῶν βασιλειῶν· τῆς γῆς σαλευομένης, ἡμεῖς θαρροῦμεν μεθ' ἑαυτῶν ε χοντες τὸν τῶν δυνάμεων κύριον ἀντιλαμβανόμενον ἡμῶν τὸν θεὸν Ιακώβ.̓ Ωσπερ δὲ ὁ ποιῶν τὰ ε ργα τοῦ̓ Αβραὰμ τέκνον αὐτοῦ ἐστιν, ου τως ὁ τὴν α σκησιν τοῦ̓ Ιακὼβ μιμούμενος τυγχάνει υἱὸς αὐτοῦ, ἀντίληψιν ε χων παρὰ τοῦ θεοῦ̓ Ιακώβ. 480 Ps 45, 9a Καλεῖ δὲ τὸ πνεῦμα τὸ α γιον ἐπὶ τὴν τούτων κατανόησιν τοὺς ὀξὺ καθορῶντας διὰ μὲν τοῦ Δεῦτε συνεγγίζειν αὐτούς, διὰ δὲ τοῦ Ιδετε ἀτενίζειν τῇ ἀληθείᾳ παρασκευάζων. 481 Ps 45, 9b̓ Επλήρωσαν δὲ καὶ τεράτων τὴν οἰκουμένην οἱ ἀπόστολοι, πανταχῇ διατρέχοντες καὶ τά τε δι' αὐτοῦ γεγονότα διηγούμενοι καὶ ἐν ὀνόματι αὐτοῦ θαυματουργοῦντες. δύναται καὶ καλεῖν ὁ λόγος τὰ ε θνη ἐκ τῶν ὁρωμένων περὶ τὴν κτίσιν θαυμάτων τὸν ταύτης ἐπιγνῶναι δημιουργόν. 482 Ps 45, 10̓ Ελθὼν καὶ καταλύσας διάβολον τὸν τὸ κράτος ε χοντα τοῦ θανάτου καὶ τὰς α λλας πονηρὰς δυνάμεις, ἀντανεῖλεν πολέμους ε ως τῶν περάτων τῆς γῆς, τουτέστι τῶν περασάντων ἀπὸ γηΐνων· συντρίβων τὸ τόξον ἀφ' ου ἠφίετο τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη ἀλλὰ καὶ πυρὶ κατακαύσει τὸν θυρεὸν τῆς ἀπιστίας ἐναντίως ε χοντα τῷ θυρεῷ τῆς πίστεως. 483 Ps 45, 11a Οὐδεὶς ἁμαρτάνων καὶ πλάνῃ σχολάζων γνῶναι θεὸν δύναται· Πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ε γνωκεν αὐτόν. ὁ βουλόμενος ου ν γνῶναι θεόν, πάσῃ ἀσχολίᾳ ἀποταξάμενος, γνώσεται τίς ὁ θεός ἐστιν, ῃ φησιν τὸ παρὸν λόγιον Σχολάσατε καὶ γνῶτε. τοῦτο τοίνυν ὁ τῆς Αἰγύπτου τύραννος νοήσας ἀσχολίαις ὑποβάλλει τοὺς̔ Εβραίους, ο πως μὴ ἐπισπῶνται θεόν, Σχολάζετε λέγων Σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν καὶ λατρεύσωμεν τῷ θεῷ ἡμῶν. 484 Ps 46, 2a̓ Επεὶ αἱ χεῖρες ἀντὶ τῶν πράξεων πολλάκις ει ρηνται, ε πραττε δὲ τὰ ε θνη διάφορα κατὰ τὰ ποικίλα πάτρια πρὸ τῆς ἐπιδημίας, ὁ σωτὴρ εἰς ἀνθρώπους φοιτήσας προστάττει κρότον γενέσθαι, τουτέστιν συμφωνίαν τῶν πρακτικῶν δυνάμεων τῶν ἐθνῶν τροπικῶς χειρῶν ὀνομαζομένων. 485 Ps 46, 2bβ Οὐ μόνον ἀπαρκεῖ πρὸς σωτηρίαν πράξεως συμφωνία, εἰ μὴ καὶ φρόνημα ὀρθὸν σὺν τούτοις ει η. διὸ καὶ ἀλάλαξειν̓ Εν φωνῇ ἀγαλλιάσεως μετὰ τοῦ κρότου προστάττει τοῖς ε θνεσιν. 486 Ps 46, 3a Εστιν δὲ φοβερὸς καὶ τῷ σεβάσμιος ει ναι, ὡς εὐλάβειαν εἰς αὐτὸν ε χειν τοὺς ἐννοοῦντας αὐτόν. 487 Ps 46, 3b Οὐκ ἀμφίβολον εἰ τῶν ὑπερκειμένων βασιλεύει. περὶ τῆς γῆς δὲ ἀμφιβαλλόντων τινῶν, εἰ καὶ αὐτῆς κρατεῖ, λέγεται ὁ προκείμενος στίχος καὶ μάλιστα διὰ τοὺς περιγράφοντας τὴν πρόνοιαν μέχρι τῆς σεληνιακῆς σφαίρας οὐ βουλομένους τὰ ὑπὸ γῆν ὑπὸ πρόνοιαν ει ναι. 488 Ps Νοήσεις δὲ καὶ ου τως· ὑπέταξεν τοῖς ἁγίοις ἀποστόλοις τοὺς ἐκ περιτομῆς λαοὺς καὶ τὰ ε θνη ὑπὸ τοὺς πόδας αὐτῶν, πάντων ἀνθρώπων α ρχοντας καὶ διδασκάλους χειροτονήσας αὐτούς, ἐκλεξάμενος τὴν κληρονομίαν ἑαυτοῦ οὐχ ἑτέραν ου σαν τοῦ̓ Ισραὴλ καὶ τοῦ̓ Ιακὼβ τὴν ἐκλογὴν η ν αὐτὸς ἐκλεξάμενος ἠγάπησεν.̓ Ιακὼβ δὲ τὸν πάντα λαὸν τῶν̔ Εβραίων φησίν. ἐκ τούτου γνωρίζεται τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ τὴν καλλονὴν οὐκ α λλο τι τοῦ̓ Ιακὼβ ἀγαπήσαντος·̓ Εν παντὶ γὰρ ε θνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 489 Ps 46, 6 Φωνὴ δὲ α σημος καταπεσόντων πολεμίων ὁ ἀλαλαγμὸς ἐν ῳ α νεισιν αὐτός· ἀναβαίνει δὲ ὑπεράνω τῆς νοήσεως ἡμῶν εὑρισκόμενος. ε οικεν τὴν μεγαλοφωνίαν καὶ τὸ διάτορον τῶν δογμάτων φωνὴ σάλπιγγος ὀνομάζεσθαι· ἐπὶ γὰρ τοῦ φανεροῦ καὶ ἐν τῷ Εὐαγγελίῳ σάλπιγξ λαμβάνεται ὡς ἐν τῷ λέγειν Σὺ δὲ ποιῶν ἐλεημοσύνην μὴ σαλπίσῃς ε μπροσθέν σου, ο ἐστιν μὴ φανερώσῃς. 490 Ps 46, 7 Μὴ μόνον αἰσθητῶς κατὰ τὴν σκιὰν τοῦ νόμου ἀλλὰ καὶ πνευματικῶς κατὰ τὸ εὐαγγέλιον ψάλατε. η τάχα διὰ τοῦ διπλασιασμοῦ τὸ ἀδιαστάτως καὶ διηνεκῶς τοῦτο ποιεῖν προστάττει. τὸν δ' αὐτὸν διπλασιασμὸν τοῦ ψάλλειν ἐπὶ τὸν βασιλέα Χριστὸν ἀνάγειν δεῖ· ῃ μὲν γὰρ δημιουργός, θεός, ῃ δὲ προνοητικός, βασιλεύς ἐστιν. τῷ γοῦν αὐτῷ ο ντι θεῷ καὶ βασιλεῖ ψάλλειν ἀδιαστάτως δεῖ. 491 Ps 46, 8b Τὸν ψάλλοντα δεῖ καὶ νόησιν τῶν προφερομένων ἐν τῇ ᾠδῇ ε χειν. οὐ γὰρ περὶ τὴν κλάσιν καὶ τὸ μέλος τῆς φωνῆς καταγίνεσθαι προηγουμένως δεῖ ἀλλὰ συνεῖναι τὰ ψαλλόμενα. τοὺς γὰρ μὴ ου τω ψάλλοντας ἀλλὰ μόνον η χον ἀποτελοῦντας παραιτεῖται θεὸς λέγων Μετάστησον ἀπ' ἐμοῦ η χον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. ψάλλει δὲ συνετῶς ὁ πράττων κατὰ τὰ θεῖα παιδεύματα καὶ νοῶν αὐτά. 492 Ps 46, 10a Οἱ τῶν λαῶν α ρχοντες οἱ ἀπόστολοι η οἱ ἡγούμενοι τῶν ἐκκλησιῶν εἰσιν, συναγόμενοι μετὰ τοῦ θεοῦ Αβραάμ, ι νἀ προσαγάγωσι τοὺς πρὸς αὐτὸν ὠφελουμένους λαούς· καὶ γὰρ αὐτῶν θεός ἐστι τεκνῶν γενομένων τοῦ̓ Αβραάμ. ἐπίστησον δὲ εἰ α ρχοντες τῶν λαῶν ει ναι δύνανται α γγελοι περὶ ω ν ει ρηται Εστησεν ο ρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, οι τινες καὶ συνάγονται μετὰ τοῦ θεοῦ̓ Αβραάμ, ἐπεὶ διὰ πίστεως υἱοποιήθησαν τῷ̓ Αβραὰμ αἱ μερίδες ω ν τυγχάνουσιν α ρχοντες. 493 Ps 46, 10b Κραταιοὶ τῆς γῆς οἱ ἐξ ἀνθρώπων ὀρθῶς πολιτευσάμενοι, ἐπαιρόμενοι τῷ τὰ α νω φρονεῖν τῷ τὰ α νω ζητεῖν. ου τοι γὰρ σφόδρα ἐπαρθέντες, γνώσει θείᾳ καὶ ἀρετῇ μετεωριζόμενοι, τοῦ θεοῦ γεγένηνται· οἱ γὰρ κραταιοὶ τῆς γῆς τοῦ θεοῦ κτῆμα γεγενημένοι ἐπήρθησαν. 494 Ps 47, 3a Τὸ πάσης τῆς γῆς ἀγαλλίαμα ευ ριζον καὶ ἀγαθὰς ῥίζας ε χον ἐστίν, τάχα οὐχ ε τερον ο ν τοῦ εἰπόντος̓ Εγώ εἰμι ἡ α μπελος ἡ ἀληθινή. αὐτὸς γάρ ἐστι τὸ ἀγαλλίαμα πάσης τῆς γῆς, αι τιος καὶ χορηγὸς τυγχάνων ἀγαλλιάσεως. 495 Ps 47, 3b Οὐκ οι δ' ὁπόθεν κινηθέντες τινὲς ᾠήθησαν ε νθα πέπονθεν ὁ σωτὴρ σημαίνεσθαι ἐκ τῆς προκειμένης λέξεως· φασὶ γὰρ τὸν σωτῆρα ἐσταυρῶσθαι ἐν τοῖς βορείοις πλευροῖς τῆς Σιών, ἐκεῖσε τυγχάνοντος τοῦ κρανίου τόπου. 496 Ps 47, 3b– 4̔ Ημεῖς δέ φαμεν, ἑπόμενοι πολλαῖς γραφαῖς, τὸν βορρᾶν οὐκ α λλον ει ναι η τὸν διάβολον κατὰ τὸ̓ Εξεγείρου, βορρᾶ, καὶ ε ρχου, νότε. τούτου ου ν πλευρὰ οἱ πονηροὶ α νθρωποι, ω σπερ καὶ α ρχοντος πλευρά φασιν τοὺς δορυφόρους αὐτοῦ. οἱ πονηροὶ ου ν α νθρωποι οἱ δορυφοροῦντες τὸν διάβολον, πλευρὰ αὐτοῦ πρότερον ο ντες, εἰς τοσοῦτον μεταβάλλοντες κατ' ἀρετὴν διέπρεψαν, ὡς μὴ ἁπλῶς τὴν Σιὼν χρηματίσαι ἀλλ' ο ρη αὐτῆς ἀποδειχθῆναι. Παῦλος ου ν ο τε προδότης η ν πλευρὸν τυγχάνων τοῦ βορρᾶ, μεταβαλλόμενος ο ρος τῆς ἐκκλησίας τυγχανούσης Σιὼν ἐχρημάτισεν. καὶ ἐπεὶ ἡ γυνὴ πλευρὰ τοῦ ἀνδρὸς λέγεται, καὶ αἱ γενόμεναι ψυχαὶ σύζυγοι τῷ διαβόλῳ, πλευρὰ αὐτοῦ τυγχάνουσαι διὰ τῆς πρὸς ἐκεῖνον κοινωνίας, ο ρη τῆς Σιὼν διὰ μεταβολῆς γεγένηνται, ὡς καὶ πόλιν αὐτοῦ τοῦ μεγάλου βασιλέως Χριστοῦ χρηματίσαι. Αυ τη γὰρ ἡ λέξις τοῦτο βούλεται, ο ρη λέγουσα Σιὼν τὰ πάλαι πλευρὰ τοῦ βορρᾶ η τοῦ βασιλέως τοῦ μεγάλου, μέγαν πάλιν βασιλέα καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ μεγέθους νοούντων ἡμῶν. ταύτης δὲ τῆς πόλεως ει εν καὶ βάρεις τινὲς ὑψηλαὶ καὶ μεγάλαι οἰκεῖαι ἐν αι ς ὁ θεὸς γινώσκεται ο ταν ἀντιλαμβάνηται τῆς πόλεως. αυ ται αἱ βάρεις ὁμογενεῖς εἰσιν τῇ οἰκίᾳ η ν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν ὁ τοὺς̓ Ιησοῦ λόγους ἀκούσας καὶ ποιήσας. 497 Ps 47, 5– 8̓ Εν τῇ πόλει οἱ βασιλεῖς ἐληλυθότες καὶ εἰς αὐτὴν συναχθέντες, ἐπὶ τὸ αὐτὸ γεγενημένοι καταρτισθέντες τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· εἰσὶν δὲ οἱ βασιλεῖς ου τοι οἱ κατὰ θεὸν βασιλεύσαντες, οι ος η ν̓ Αβραὰμ πρὸς ο ν ει πόν τινες καίτοι οὐκ αἰσθητῶς βασιλεύοντα· Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. Ου τοι ἰδόντες τοὺς πάλαι πλευρὰ ο ντας τοῦ βορρᾶ εἰς τοσοῦτον υ ψος ἀναβάντας ὡς ει ναι τῆς Σιὼν ο ρη ἐθαύμασαν, ἐκπλαγέντες τὴν περὶ τὴν λογικὴν φύσιν γινομένην τροπήν. ο τ' α ν δὲ καὶ ἐκ φαύλων σπουδαίους καὶ σοφοὺς γινομένους ι δοι τις, θαυμάσας τὴν μεταβολὴν εἰ σκοπήσοι ο τι ἀνάπαλιν ἐνδέχεται γενέσθαι τοὺς σπουδαίους καὶ σοφοὺς μεταπεσεῖν δυναμένους, τοῦτ' ἐννοηθεὶς καὶ τοῖς πάνυ προκόψασιν κατ' ἀρετὴν τάραχον ἐμποιήσει καὶ κλόνον, ὡς τὸν ἐκ δέους τρόμον ἐπιλαβέσθαι αὐτῶν. τούτῳ συνῳδὸν τὸ̓ Εν τόποις ἀσεβῶν στένουσιν δίκαιοι· ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.̓ Εκεῖ ὠδῖνες ὡς τικτούσης. ἐν τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου εἰκὸς ει ναι ψυχὰς ἐγκύμονας ἀπὸ τοῦ νυμφίου γεγενημένας, αι καὶ μορφώσασαι τὰς παρ' αὐτοῦ καταβεβλημένας γονὰς καιρὸν ε χουσιν ἀποτέξεως, ὡς καὶ ὠδινῆσαι ἐπὶ τῷ μητέρας γεννημάτων γενέσθαι. δύναται δὲ τὸ τῶν ὠδίνων ο νομα πόνους σημαίνειν τοὺς περὶ τοὺς ταραχθέντας καὶ σαλευθέντας, ω ν ἐπελάβετο τρόμος.̓ Εν πνεύματι βιαίῳ συντρίψει πλοῖα Θαρσεῖς. πλοῖα τῶν ψυχῶν τὰ σώματα πολλαχοῦ τῆς γραφῆς λέγεται ω σπερ καὶ ἐν τῷ Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις. ταῦτ' ου ν τὰ σώματα φθαρτὰ καὶ μετάβλητα κατ' οὐσίαν ο ντα ὑπὸ τοῦ θείου πνεύματος σφοδρῶς προσβάλλοντος αὐτοῖς συντρίβεται, τουτέστιν διαλύεται, ι να κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν α φθαρτα ἰσχυρὰ ἐπίδοξα πνευματικὰ ἐκ φθαρτῶν ἀσθενῶν καὶ ἀτίμων καὶ ψυχικῶν γένηται. οὐχ ἁπλῶς δὲ ἀλλὰ Θαρσεῖς ἐστιν τὰ πλοῖα ταῦτα, μεταβαλλομένης̔ Ελλάδι φωνῇ τῆς Θαρσεῖς εἰς τὸ κατασκοπὴ χαρᾶς. τότε γὰρ ἐπαινετῶς συντρίβεται τὰ σώματα ὑποπιαζόμενα καὶ νεκρούμενα, ο τ' α ν κατασκοπῶσιν οἱ περικείμενοι αὐτὰ τὴν θείαν χαράν. 498 Ps 47, 9a̓ Εν τῷ βίῳ τούτῳ τυγχάνοντες, πολλὰ περὶ τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ καὶ τῶν ἐν αὐτῇ πνευματικῶν ἀγαθῶν ἀκούομεν ὑπὸ λόγων προφητικῶν καὶ τῆς α λλης θεοπνεύστου γραφῆς. ἐὰν ου ν μετοικισθέντες ἀπὸ γῆς ἐν τῇ α νὡ Ιερουσαλὴμ γενώμεθα, συμβάλλοντες τὰ ἐν αὐτῇ θεωρούμενα οι ς πάλαι ἀκηκόειμεν ἐροῦμεν Καθάπερ ἠκούσαμεν, ου τως καὶ ει δομεν. 499 Ps 47, 9cδ Εστι δὲ καὶ πόλις τοῦ θεοῦ ἡμῶν, ἐπείπερ αὐτὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. ὁ σωτὴρ δέ ἐστιν περὶ ου λέγεται ταῦτα· δεικνὺς γὰρ αὐτὸν ὁ πατὴρ Ου τος ε φη οἰκοδομήσει τὴν πόλιν μου, αὐτὸς ω ν τεχνίτης καὶ δημιουργὸς οι α θεὸς τῆς τοὺς θεμελίους ἐχούσης πόλεως η ν καὶ ἐκδέχονται πάντες οἱ δίκαιοι. 500 Ps 47, 11ab Ωσπερ τὸ ο νομά σου θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, ου τω καὶ ἡ αι νεσίς σου κατὰ τὸ Τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. πέρατα τῆς γῆς τὰ τέρματα καὶ τὰς ἐσχατιὰς ει ναι ἡγητέον, η τοὺς περάσαντας ἀπὸ τῆς γῆς εἰς οὐρανὸν ἐφ' ου ς τὸ ο νομα τοῦ θεοῦ καὶ ἡ αι νεσις ε φθασεν. 501 Ps 47, 12a Τῆς ἐκκλησίας Σιὼν ὀνομαζομένης, ο ρος αὐτῆς ὁ κύριός ἐστιν ῳ ὁμοιοῦνται οἱ ἐπὶ κύριον πεποιθότες. 502 Ps 47, 12bc̓ Ιουδαία ἐξομολόγησις ἑρμηνεύεται, αἱ δὲ μετέχουσαι τῆς ε ξεως τῆς ἐξομολογητικῆς ψυχαὶ αἱ θυγατέρες εἰσὶν τῆς̓ Ιουδαίας. τάχα δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ὁμωνύμως τῷ τόπῳ ἐν ῳ δέδοταἰ Ιουδαία ἐν ῃ γνωστὸς ὁ θεός ἐστιν. αἱ θυγατέρες ου ν τῆς ἑκατέρως ἀποδοθείσης̓ Ιουδαίας, προσβαλοῦσαι κατὰ τὸ ἐφικτὸν τοῖς κρίμασιν τοῦ κυρίου ου σιν ἀληθινοῖς καὶ δεδικαιωμένοις, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται. καὶ ἐπεὶ ἀνεξερεύνητά ἐστιν τὰ κρίματα τοῦ κυρίου, ἐπὶ τοῦ παρόντος οὐκ ἀγαλλιῶνται, ἀλλὰ ἀγαλλιάσονται πρόσωπον πρὸς πρόσωπον προσβαλοῦσαι τότε τῇ ἀληθείᾳ. 503 Ps 47, 13– 15 Τῆς ἐκκλησιαστικῆς γνώμης σκοπευτικῆς τῆς ἀληθείας τυγχανούσης καὶ διὰ τοῦτο Σιὼν καλουμένης, τῇ φρονήσει περιλαβεῖν αὐτὴν προσήκει, ι να περινοήσαντες τὰ τῆς ἀληθείας δόγματα ὡς ἐν κύκλῳ περιγράψωμεν αὐτὰ τῇ ἑαυτῶν νοήσει. καὶ ἐπεὶ ἡ τοῦ θεοῦ πόλις πάντοθεν ὠχύρωται διὰ τοὺς ἐπερχομένους πολεμίους, καὶ πύργους ἐγκατεσκευασμένους ε χει ἀφ' ω ν ε στιν κατασκοπῆσαι τοὺς ἐπερχομένους ἐχθρούς. καὶ ἐπεὶ οἱ ἐχθροὶ τῆς πόλεως πολεμοῦσιν λοιπόν, ἀνάγκη καὶ τοὺς ἐν τοῖς πύργοις ο ντας αὐτῆς διηγεῖσθαι. συνᾴδει καὶ τὸ Επὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτὸς οι διὰ̓ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι κυρίου· ταύτῃ καὶ̔ Η σοφία ἐπ' α κρων τειχέων κηρύττεται. Θέσθε τοίνυν τὴν καρδίαν ὑμῶν, τουτέστιν τὸν νοῦν, ἐπιστημονικῶς ἐπιστάνοντες εἰς τὴν δύναμιν τῆς Σιών (αυ τη δ' ἐστὶν ἡ ἐκκλησιαστικὴ διδασκαλία), καὶ καταδιέλεσθε διαιρετικῶς ἑκάστοις ἐπιστάνοντες. ὡς γὰρ ε στιν λογικῶς διελεῖν τὰ ο ντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ τὰ γένη εἰς ει δη, ου τω καὶ τὴν δύναμιν τῆς Σιὼν καταδιελεῖν εἰς τὰς βάρεις αὐτῆς δυνατόν· βάρεις δὲ αὐτῆς αἱ καθ' ε καστον θεωρίαι ἐν αι ς οἰκεῖ τὰ τῆς εὐσεβείας δόγματα. Τοῦτο δὲ πράξατε, Οπως διηγήσησθε εἰς γενεὰν ἑτέραν ο τι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν. ἐπεὶ ἡ προτέρα γενεὰ ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα πονηρὰ καὶ μοιχαλὶς καὶ σκολιὰ καὶ διεστραμμένη ἐξ ἰδίας αἱρέσεως ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, η τις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν, ῃ περ καὶ διηγήσησθε Οτι ου τος ὁ θεός ἐστιν ὁ τὰ προειρημένα παράδοξα ποιήσας ἀποβαλὼν τὴν προτέραν γενεὰν καὶ α λλην καὶ α λλους καλέσας. ου τος δὲ ὁ θεὸς περὶ ου ἡ προκειμένη θεολογία ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ε χει Εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας κατὰ τὸ εἰρημένον Καὶ στήσεται καὶ ο ψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος. 504 Ps 48, 2a Εὐτρεπίσατε δὲ τὴν ἀκοήν, οὐ τὴν κοινὴν πρὸς τὰ α λλα ζῷα ἀλλὰ τὴν τοῦ ε σω ἀνθρώπου καθ' η ν συνίεμεν τῶν ἀκουομένων, καθά φησιν ὁ σωτήρ·̔ Ο ε χων ω τα ἀκούειν ἀκουέτω. 505 Ps 48, 3a̓ Επεὶ ἐν τοῖς καλουμένοις ε θνεσιν εἰς ἀκρόασιν οἱ μέν εἰσιν γεώδεις ο λοι τῆς υ λης καὶ τοῦ γηΐνου φρονήματος, γεγενημένοι δὲ υἱοὶ ἀνθρώπων κατ' ἐπιστήμην καὶ παίδευσίν εἰσιν ο σοι μαθήμασιν καὶ λόγοις ἐξητασμένοις ἐπανέχουσιν, καλεῖ δὲ οὐ μόνον τοὺς ἀγελαίους καὶ βοσκηματώδεις ἀλλὰ καὶ τοὺς συνετοὺς λέγων̓ Ακούσατε ταῦτα οἱ ἐν τοῖς ε θνεσιν γηγενεῖς καὶ ἀνθρώπων υἱοί. ὀφειλέται γὰρ οἱ διδάσκαλοι οὐ μόνον σοφῶν ἀλλὰ καὶ ἀνοήτων εἰσίν. 506 Ps 48, 4 Προφέρω ἐκ στόματος τὴν σοφίαν, πρότερον μελετήσας ἐν καρδίᾳ σύνεσιν. τότε γὰρ ἀλήπτως δυνήσεταί τις σοφὸν προσενέγκασθαι λόγον, ο ταν συγγεγυμνασμένην κατὰ σύνεσιν ε χῃ τὴν διάνοιαν. 507 Ps 48, 5b̔ Ο μαθὼν τὰ θεῖα καὶ καλῶς αὐτὰ παραδοῦναι δυνήσεται. διὸ καὶ μετὰ τὸ κλῖναι εἰς παραβολὴν τὸ ου ς αὐτοῦ ἀνοίγειν ὑπισχνεῖται, τουτέστιν σαφηνίζειν ἐν ψαλτηρίῳ τὸ πρόβλημα ἑαυτοῦ· ο γὰρ προέβαλεν ἑαυτῷ, μεμουσωμένως καὶ εὐρύθμως κατὰ θεωρίαν ἀπαγγέλλων ἀνοίγει ἐν ψαλτηρίῳ τὸ πρόβλημα ἑαυτοῦ. μεμούσωται δὲ ὁ λόγος τοῦ τὰ ἀληθῆ ὡς δεῖ προφέροντος. τάχα δὲ καὶ ὁ τοὺς θείους λόγους προβλήματα τυγχάνοντας ε ργοις ἐπιδεικνύων ἐν ψαλτηρίῳ συγκειμένῳ ἐξ αἰσθήσεως καὶ δυνάμεως ἀνοίγει ε καστον τῶν προβλημάτων. 508 Ps 48, 6b. 8 Εἰ α ρα κυκλώσει με τῆς πτέρνης μου ἀνομία, οὐκ α λλη ου σα τῆς πατροπαραδότου η ς ὁ ο φις ἐνῆκεν τῇ πτέρνῃ τοῦ̓ Αδάμ. Πάντες οἱ γεννητοὶ ὁμογενεῖς καὶ ἀδελφοί, οὐδεὶς δὲ τὸν ἑαυτοῦ ἀδελφὸν ἁμαρτῶντα λυτρώσασθαι δύναται. μόνος γὰρ ὁ α νθρωπος ἐκεῖνος λυτρώσεται περὶ ου ει ρηταἰ Αποστελεῖ αὐτοῖς α νθρωπον ο ς σώσει αὐτούς, ο ς καὶ περὶ ἑαυτοῦ φησιν Νῦν δέ με ζητεῖτε ἀποκτεῖναι α νθρωπον ο ς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. ου τος δὲ ὁ α νθρωπος, ἐπεὶ οὐκ ε γνω ἁμαρτίαν οὐδὲ ἐποίησεν ἁμαρτίαν, οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ τὸ ὑπὲρ τῶν ἁμαρτανόντων διδόμενον, ἀλλ' οὐδὲ τιμὴν ὀρέξει λυτρώσεως αὐτοῦ τῆς ψυχῆς· κοπιάσας δὲ κατ' ἀρετὴν ζήσεται εἰς τέλος, οὐδεπώποτε ε τι τεθνηξόμενος. Δύναται δὲ καὶ περὶ τοῦ λυτρουμένου λέγεσθαι τὸ Οὐ δώσει τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ. οὐ γὰρ ε καστος περὶ ἑαυτοῦ οι ός τέ ἐστιν ἐξίλασμα δοῦναι, Χριστοῦ πάντας ἱλασκομένου ἐν τῷ ἰδίῳ αι ματι, ἀλλ' οὐδὲ δοῦναί τις τιμὴν ἱκανὸς τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, δόντος Χριστοῦ ὑπὲρ πάντων λύτρον τὴν ψυχὴν αὐτοῦ. εἰ καὶ οὐ δώσει δὲ ἐξίλασμα οὐδὲ τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, ἀλλά γε μετὰ τὸ ἀπολυτρωθῆναι ἐντολὰς δέχεται, ι να κατ' αὐτὰς κοπιάσας ζῆσαι εἰς τέλος δυνηθῇ ἐσχηκὼς τὴν αἰώνιον ζωήν. 509 Ps 48, 10b̔ Ο λυθρωθεὶς ὑπὸ Χριστοῦ ου τω βεβαίως ε ξει τὴν σωτηρίαν ὡς μὴ ευ σειστος καὶ εὐκίνητος ει ναι, ει περ α ρα καὶ τοὺς νομιζομένους σοφοὺς ὁρᾷ ἀποθνῄσκοντας, ἐπεὶ οὐδὲ σκανδαλίζεται ω στε διαφθορὰν ἰδεῖν. τὸ γὰρ σκανδαλίζεσθαι ἐπὶ τῷ ὁρᾶν οὐκ ἐπὶ τοῦτον θετέον ἀλλ' ἐπὶ τοὺς νομιζομένους σοφούς. 510 Ps ab Ανουν οὐ τὸν πάντῃ ἐκτετμημένον ἀλλὰ τὸν κακόνουν καὶ κακόφρονά φησιν· καὶ γὰρ τὸν κακοπρόσωπον ἀπρόσωπον καὶ τὸν κακότεχνον α τεχνον λέγειν εἰώθαμεν. ου τως ου ν ὁ κακόνους καὶ κακόφρων α μα τιμωρίαν ὑφέξουσιν· αυ τη γὰρ αὐτῶν ἡ ἀπώλεια, δι' η ν τὸν πλοῦτον αὐτῶν ο ν κακῶς ἐθησαύρισαν καταλείψουσιν ἀλλοτρίοις· οὐδεὶς γὰρ ι διος τοῦ ταῦτα λέγοντος κληρονόμος πλουσίου α φρονος καὶ α νου. ου τος ὁ α φρων καὶ α νους ἀγνοήσαντες ἑαυτοὺς τίνες εἰσὶν ε δοξαν ο τι κατὰ τὰ α λογα ζῷα οὐκ ἐπιδιαμένει αὐτῶν ἡ ψυχή. φασὶν γάρ· Φάγωμεν καὶ πίωμεν, αυ ριον γὰρ ἀποθνῄσκομεν. ου τοι τοὺς τάφους ἐν οι ς εἰσιν ἐντετυμβευμένοι οι ονται οἰκίας αὐτῶν ει ναι εἰς τὸν αἰῶνα, ἀνάστασιν νεκρῶν οὐ προσδοκῶντες· ἀλλὰ καὶ σκηνώματα αὐτῶν ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ οι ονται ει ναι τὰ μνήματα, ἐν μόνῃ ταύτῃ τῇ ζωῇ ἐλεεινῶς ἠλπικότες. τάχα δὲ καὶ μηδὲν ζωτικὸν ἐνεργοῦντες ἀλλὰ νενεκρωμένοι δι' ω ν ἁμαρτάνουσιν ἐν τάφῳ καταβαλλόμενοι οι ονται τὸν τάφον οἰκίαν αἰώνιον. 511 Ps 48, 12c Ου τοι δὲ καὶ ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. τῶν μὲν γὰρ ἀποστόλων τὰ ὀνόματα δι' ω ν πράττουσιν η φρονοῦσιν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς, οἱ δὲ περὶ ω ν ὁ λόγος τὰς ἰδίας προσηγορίας ἐπὶ τῶν ἰδίων γαιῶν ἐπεκαλέσαντο δι' ω ν πράττουσι τῇ γῇ ἐμπολιτογραφούμενοι· ἀφεστηκότες γὰρ ἐπὶ τῆς γῆς γραφήσονται. 512 Ps 48, 13 Ανθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν γέγονεν θεοῦ, καὶ λογικὸς ἀποδειχθεὶς τιμὴν ε χει μεγίστην. ταύτην δὲ μὴ συνιεῖς, ἀλλὰ πράττων σὺν ἀλογίᾳ κτήνεσιν ἀνοήτοις παραβάλλεται, ι ππος θηλυμανὴς γεγονὼς καὶ τῶν ἀλόγων ζῴων τῶν α λλων τὰς ὁρμὰς μιμησάμενος. ὡμοιώθη ου ν κτήνεσιν ἀνοήτοις, ἐλπίδα ε χων εἰ βουληθείη ὁμοιωθῆναι θεῷ. 513 Ps 48, 15b Εσονται γὰρ ἐπάνω πέντε πόλεων καὶ δέκα οἱ εὐθεῖς ἐν τῷ μέλλοντι αἰῶνι. καὶ ὁ Σολομῶν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησιν· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οι δεν ο τι ἐλεήμων κρατήσει αὐτοῦ. 514 Ps 48, 16 Εἰ καὶ τὰ προειρημένα τοῖς πλείστοις τῶν ἀνθρώπων συμβέβηκεν, ἀλλά γε τὴν ἐμὴν ψυχὴν λήψεται ὁ θεὸς ἐκ τοῦ ᾳ δου η δη κρατοῦντος αὐτὴν καὶ καταπίειν θέλοντος. καὶ ἐπεὶ ἐν ᾳ δῃ κατὰ τὴν κατάστασιν ὁ ἁμαρτάνων ἐστίν, ὁ α φεσιν τῶν κρατούντων αὐτὸν ἁμαρτημάτων ε χων εὐχαριστεῖ τῷ θεῷ λαβόντι τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτῆς τῆς χειρὸς τοῦ ᾳ δου. 515 Ps 48, 19̔ Ο προκείμενος πλούσιος οὐκ εἰδὼς α λλην ζωὴν ἐν τῇ ζωῇ αὐτοῦ, ταύτῃ εὐλογεῖσθαι τὴν ψυχὴν αὐτοῦ νομίζει· καὶ τότε μόνον ἐξομολογεῖται, ο ταν ἀγαθύνῃς αὐτῷ διὰ δόσεως τῶν ἐπιθυμιῶν τῶν ὑλικῶν. 516 Ps 48, 20 Πατέρας ει χεν ε ργοις φαύλοις καὶ χειρίστῳ φρονήματι γεννήσαντας αὐτόν. ὡσαύτως δὲ αὐτοῖς δρῶν ἐμιμήσατο τοὺς γεννήτορας καὶ ε ως τῆς γενεᾶς τῶν πατέρων ἐξομοιούμενος αὐτοῖς εἰς τὸν αὐτὸν ἐκείνοις τῆς ἀγνοίας τοῦ καλοῦ βυθὸν εἰσελεύσεται. ου τος γὰρ τὴν παροῦσαν μόνην ζωὴν ἀποδεξάμενος οὐκ ε σπευσε τὸ φῶς θεωρῆσαι· διὸ καὶ ε ως αἰῶνος ει ρηται μὴ προσπελάζειν αὐτῷ· τάχα γὰρ ἐν ἐξωτέρῳ σκότῳ καταδικασθεὶς οὐκ ἐπιτραπήσεται τὸ αἰώνιον φῶς ε τι θεάσασθαι. 517 Ps 49, 1b Θεούς φησιν οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ἀλλὰ τοὺς μετέχοντας ἀνθρώπους τῶν τοῦ θεοῦ λόγων· ἐκείνους γὰρ θεοὺς ει πε πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. τούτων τῶν θεῶν θεὸς ὁ κύριός ἐστιν ὡς καὶ βασιλευόντων βασιλεύς. 518 Ps 49, 1c Καὶ πάλιν τοῖς ἀπὸ ἀνατολῶν ἡλίου, φησίν, καὶ μέχρι δυσμῶν ἐπέλαμψεν γνῶναι ο τἰ Εκ τῆς Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ γεγένηται. ἐδείχθη γὰρ ἐκ σπέρματος Δαυὶδ ε χων τὸ κατὰ σάρκα. 519 Ps a Αὐτὸς ὁ τῶν θεῶν θεὸς ὁ πᾶσαν τὴν γῆν ἐπὶ τὸ μετασχεῖν αὐτοῦ καλέσας οὐ κρύβδην οὐδὲ λεληθότως ἀλλ'̓ Εμφανῶς η ξει κατὰ τὴν δευτέραν ἐν δόξῃ μετ' ἀγγέλων αὐτοῦ παρουσίαν· καὶ Οὐ παρασιωπήσεται, ἑκάστῳ κατὰ τὰ ε ργα καὶ τὴν πρᾶξιν τὴν κρίσιν ποιῶν. σημειωτέον δὲ ο τι καὶ ἐν τῷ παρόντι ῥητῷ ἀμφοτέρας τὰς Χριστοῦ παρουσίας δηλοῖ, τὴν μὲν πρώτην διὰ τοῦ̓ Εκ Σιὼν ἡ εὐπρέπεια, τὴν δὲ δευτέραν διὰ τοῦ Ο θεὸς ἐμφανῶς η ξει. 520 Ps 49, 4̓ Επεὶ ἡ δόσις τοῦ νόμου ἐπὶ μάρτυσιν οὐρανῷ̔ καὶ γῇ δέδοται, ὡς ἐν Δευτερονομίῳ γέγραπται, ἀνάγκη τὸν λαὸν διακρινόμενον ἐπὶ μάρτυσιν ἐφ' ω ν τὸν νόμον ε λαβεν ἐξετασθῆναι παραβεβηκότα τοὺς θείους νόμους. προσκαλεῖται ου ν τὸν οὐρανὸν α νω, τουτέστι τὰς θείας δυνάμεις, καὶ τὴν γῆν, λέγω δὴ τοὺς ἐνοικοῦντας ἐπ' αὐτῇ, ἐπὶ τῷ διελεγχθῆναι τοὺς ἐπ' αὐτῶν υἱοποιηθέντας· Ακουε γάρ, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ἐκκηρυττομένων τῶν τεκνῶν τοῦ θεοῦ· ἐφ' ὑμῖν γὰρ τὸν νόμον λαβόντες οὐκ ἐφύλαξαν. 521 Ps 49, 5̓ Αγγέλοις τάχα προστάττει η ἀνδράσιν ἱεροῖς, ο πως τοὺς ὁσίους αὐτοῦ συναγάγωσιν ἐπὶ τὸ διαθέσθαι καὶ συνθέσθαι τὴν διαθήκην αὐτοῦ τοῦ θεοῦ ἐπὶ θυσίαις πνευματικαῖς· θυσίας δὲ τὴν τῆς αἰνέσεως καὶ ει τις α λλη παραπλήσια. τὰς ου ν θυσίας ἐφ' α ς ἡ πνευματικὴ διαθήκη ἀποδεχόμενος συναχθῆναι αὐτῷ τοὺς ὁσίους αὐτοῦ προστάττει, ι να τὰ προειρημένα ἐπιτελέσωσιν. 522 Ps 49, 6a Δικαιοσύνην προσονομαζόμενον ἀναγγελοῦσιν οἱ οὐρανοί, α νδρες ο ντες ἱεροὶ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου. 523 Ps 49, 8̓ Ελέγχει θεὸς οὐκ ἐπ' αὐτὰ τοῖς προσαγομένοις ἀλλ' ἐπὶ τῇ διαθέσει καθ' η ν προσάγεται ταῦτα· καὶ τὸν Κάϊν γοῦν ἐπὶ τῷ μὴ ὀρθῶς διῃρηκέναι α ε δει προσάγειν η λεγξεν. κα ν πνευματικὴν ου ν θυσίαν προσφέρῃ τις ὡς ὁλοκαυτώματα διὰ παντελοῦς τὸ σῶμα ἑαυτοῦ, ὀρθῇ γνώμῃ τοῦτο ποιείτω· οὐ γὰρ ἐπὶ τοῖς πραττομένοις ἐπαινετοῖς ου σιν ἀλλ' ἐπὶ τῇ γνώμῃ οὐκ ὀρθῶς ἐπιτελούσῃ ἐλέγχεταί τις. 524 Ps 49, 9– 11a̓ Επεὶ οἱ ἐν τῷ οι κῳ σου, τροπικῶς λεγόμενοι μόσχοι, πολέμιοι τῷ σωτῆρι ω φθησαν περὶ ω ν καὶ λέγεταἰ Εκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με, τούτου χάριν οὐ δέξομαι αὐτοὺς οὐδὲ τοὺς συγκαταλεγομένους αὐτοῖς χιμάρους. καὶ ου τοι γὰρ ὑπὲρ ἁμαρτίας προσάγοντες ἑαυτοὺς οὐδὲν η ττον ἁμαρτάνουσιν. γίνωσκε γὰρ ο τι οἱ ποτὲ θῆρες τοῦ δρυμοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν ἐξηγριωμένοι α νθρωποι, τῇ θείᾳ διδασκαλίᾳ τιθασσευόμενοι ἐμοὶ γεγένηνται τὸ πρότερον ἀκαρπίᾳ συνόντες· ταύτης γὰρ σύμβολον ὁ δρυμός. ἀλλὰ καὶ τὰ κτήνη οἱονεὶ πρόβατα Χριστοῦ καὶ οἱ βόες οἱ ὑπεραναβάντες σου τὸν οι κον, τουτέστιν τὴν τοῦ νόμου σκιὰν ἐν τοῖς δόγμασι τοῦ εὐαγγελίου (διὰ τὸ υ ψος ο ρεσιν ου σι) διατρίβοντες κτῆμα ἡμέτερόν εἰσιν. Παῦλος ου ν βοῦς ω ν τῶν ἐπὶ τὰ ο ρη τὸν περὶ βοὸς ἐκθέμενος νόμον ἐπήγαγεν τὸ Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; η πάντως περὶ ἡμῶν λέγει; ἀλλὰ καὶ αἱ ὑψιπέτεις γενόμεναι ψυχαί, ἑπτερωμέναι νοήσεσι καὶ ἐνεργείαις ὀρθαῖς, πετεινὰ οὐρανοῦ χρηματίζουσιν α ε γνωκα ἐγώ· γινώσκων γάρ εἰμι τοὺς ο ντας ἐμούς. 525 Ps 49, 11b̔ Η δεξαμένη ἀγαθὴ γῆ, τουτέστι καρδία ὀρθή, τὸν ὑπὸ̓ Ιησοῦ βαλλόμενον σπόρον καὶ καρποφορήσασα ἑκατὸν ἑξήκοντα τριάκοντα τὸν πλήρη καὶ ω ριμον καρπὸν ε χουσα ὡραιότης ἐστὶν ἀγροῦ, οὐ μακρὰν ου σα τοῦ σπορέως· αὐτὸς γάρ φησιν̔ Ωραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. 526 Ps 49, 12 Πεινᾷ ὁ σωτὴρ τήν τινων σωτηρίαν, ω σπερ ἀμέλει περὶ τῆς σωτηρίας τῆς Σαμαρείτιδος πρὸς τοὺς μαθητάς φησιν̓ Εγὼ βρῶσιν ε χω φαγεῖν η ν ὑμεῖς οὐκ οι δατε, καὶ̓ Εμὸν βρῶμά ἐστιν ι να ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. ἐπεὶ ου ν οἱ ἐκ περιτομῆς ἐρχόμενοι τῆς σκιᾶς ὡς πεινῶντι αὐτῷ προσάγουσι τὰς αἰσθητὰς λατρείας, φησὶν̓ Εὰν πεινάσω, οὐ μή σοι ει πω· ε χω γὰρ κτῆμά μου γεγενημένην τὴν ε νδοξον ἐκκλησίαν οἰκουμένην χρηματίζουσαν καὶ τὸ πλήρωμα αὐτῆς. πλήρωμα δ' αὐτῆς τὸ εὐαγγέλιον ου τύπος ἡ σκιά. τρεφόμενος ου ν τὸ πλήρωμα τῶν ἐθνῶν, οὐκ ἀπαιτήσω σε κατὰ σκιὰν τροφήν· εἰ δὲ θέλεις με τῷ ο ντι θεραπεύειν θεόν σου τυγχάνοντα, θῦσόν μοι θυσίαν αἰνέσεως αἰνῶν καὶ θεολογῶν· ταύτας γὰρ δέχομαι τὰς προσφοράς· Ελεον γὰρ θέλω η θυσίαν καὶ ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. 527 Ps 49, 14̔ Ο αὐτός ἐστι θεός τε καὶ υ ψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. αἰνέσεως δὲ λέγει θυσίαν τοὺς δικαίους πρέποντας υ μνους, εὐχὰς δὲ τὰς ὑποσχέσεις· ου τω γὰρ καὶ ἐν τῷ πρώτῳ καὶ εἰκοστῷ λέγει ψαλμῷ Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 528 Ps 49, 16̓ Επεὶ οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ, τῷ ἁμαρτάνοντι ἐπιπλήττει ὁ θεὸς φάσκων Ινα τί διηγῇ τὰ δικαιώματά μου α ἐπιτελεῖν οὐ θέλεις, ἀλλὰ καὶ Ινα τί ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος; ε δει γὰρ ἐν καρδίᾳ σου αὐτὴν δεξάμενον καὶ τυπώσαντά σου κατ' αὐτὴν τὰς νοήσεις ου τω προφέρειν τοὺς λόγους τῆς διαθήκης μου. τούτῳ συνᾴδει τὸ̔ Ο κηρύττων μὴ κλέπτειν κλέπτεις; καὶ τὰ ἑξῆς. 529 Ps 49, 18– 21 Πρὸς δὲ διάνοιαν νοήσεις καὶ ου τως· ει ποτε ἐθεώρεις ἑτεροδόξῳ γνώμῃ κλέπτοντα τὸ βούλημα τῆς ἀληθείας, συναινῶν συνέτρεχες αὐτῷ, ἀλλὰ καὶ τοὺς μοιχεύειν πειρωμένους τὴν Χριστοῦ νύμφην τῷ περισπᾶν εἰς αὐτοὺς τὰς ἐκκλησιαστικὰς ψυχὰς ὁμογνωμονῶν αὐτοῖς η μὴ ἐκτρεπόμενος αὐτοὺς μετὰ τῶν μοιχῶν ο ντων τὴν μερίδα σου ἐτίθεις, ἁρμόζειν ἐρεῖς τὴν λέξιν ταύτην τοῖς ἐπαγγελλομένοις μὲν ἐκκλησιαστικοῖς ει ναι, εἰς κοινωνίαν δὲ ἐρχομένοις μὴ ἐκκλησιαστικοῖς ἀνδράσιν. Τὸ στόμα σου ἐπλεόνασεν κακίαν. ὁ ἀγνοῶν τὸ ἀγαθόν, πράττων δὲ τὸ κακὸν η ττον ἁμαρτάνει· ὁ δὲ μετὰ τὸ γνῶναι τὸ ἀγαθὸν ἁμαρτάνων ἐπιτεινομένην ε χει κακίαν· διὸ καὶ ὁ ἐγνωκὼς δοῦλος τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς. δύναται δὲ καὶ ου τως· ἐπεὶ διὰ στόματος ἀναλαβὼν τὴν τοῦ θεοῦ διαθήκην τὴν καρδίαν πλήρης ει χεν ἁμαρτίας, ἐκ τοῦ περισσεύματος τῆς καρδίας φαύλου ο ντος ἐν τῷ στόματι πλεοναζομένην ει χεν κακίαν, ὡς καὶ τὴν γλῶσσαν αὐτοῦ δι' ω ν σοφίζεται περιπλέκειν δολιότητας τοὺς αἱρετικοὺς λόγους ο ντας σοφίσματα. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. ὡς πρὸς τὸ ῥητὸν ἀδελφὸς ει ναι δύναται ὁμογνήσιος καὶ ὁμοπάτριος, υἱὸς δὲ μητρὸς ὁ ὁμογάστριος κα ν ἐξ α λλου ει η πατρός. ὁ ου ν ου τω πρὸς ἀδελφοὺς διακείμενος τίνα α λλον ἀγαπῆσαι δυνήσεται; πρὸς δὲ διάνοιαν· ἐπεὶ πρὸς̓ Ιουδαῖον ὁ λόγος ἐστὶν αἰσθητῶς ὁλοκαυτώματα τῷ θεῷ προσάγοντα καὶ θυσίας, πρὸς τοῦτον ῥητέον ἐκ προσώπου τοῦ θεοῦ λέγεσθαι Καθήμενος, ω ου τε, περὶ τὸ γράμμα τοῦ νόμου καταλαλεῖς τοῦ ἀδελφοῦ σου τοῦ κατὰ τὸ πνεῦμα τοῦ νόμου φρονοῦντος καὶ πολιτευομένου· ι σθι δὲ ο τι καὶ υἱὸς μητρός σού ἐστιν ου τος· ἀπὸ γὰρ τῆς αὐτῆς προθέσεως ἐκυήθη τὸ πνεῦμα καὶ τὸ γράμμα τοῦ νόμου. σκανδαλίζεις δὲ τὸν τῆς μητρὸς υἱὸν πρόσκομμα καὶ σκάνδαλον τιθεὶς τὴν κατὰ σκιὰν καὶ σαρκίνην περιτομὴν πολιτείαν. Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. σιγὴ θεοῦ λέγεται ἡ πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμία· ο τ' α ν γὰρ παρ' αὐτὰ τιμωρῆται, οὐ σιωπᾷ ἀποφαινόμενος κατ' αὐτῶν α δεῖ αὐτοὺς παθεῖν. Τοῦτον τὸν νοῦν ε χει καὶ τὸ̓ Εσιώπησα ἀπ' αἰῶνος, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι, λέγει κύριος. πρὸς τὸν ἐλεγχόμενον ου ν φησιν· Ταῦτα ἐποίησας α προλέλεκται ἁμαρτήματα, καὶ ἐσίγησα, διὰ τῆς σιωπῆς καὶ τῆς μακροθυμίας μακρόθεν τόπον διδοὺς μετανοίας· ὠφεληθῆναι δέον ἐκ τῆς τοιαύτης σιωπῆς, ἐκ τοῦ ἐναντίου ὑπέλαβες πρὸς οι ς ει χες κακοῖς ἀνομίαν, καθ' η ν νομίζεις με ο μοιόν σοι τυγχάνειν· ε δοξάς με γὰρ χαίροντα οι ς πράττεις μὴ ἐπεξέρχεσθαι κατὰ σοῦ. 530 Ps 49, 22 Οἱ λήθην θεοῦ διὰ ῥαθυμίας ἀναλαβόντες, σύνεσιν λάβετε τῶν εἰρημένων ἐπιστάνοντες ο τι κα ν μακροθυμῶ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐ χαίρω οὐδ' ὡς πονηρὸς ποιῶ τοῦτο ἀλλ' ἀγαθότητι καὶ συμφύτῳ χρηστότητι ἀφορμὴν μεταγνώσεως διὰ τοῦ ὑπερτίθεσθαι τὴν τιμωρίαν ὀρέγων. εἰ γὰρ μὴ θελήσετε συνιέναι, ἁρπάζει ὁ α νομος η ἡ ἀνομία, καὶ οὐκ ε στιν ὁ ῥυόμενος· ῥύσεται γὰρ ὁ θεὸς τοὺς συνόντας οι κακῶν εἰσιν καὶ μετανενοηκότας. ἀμέλει οἱ ἐξομολογούμενοι ἐπὶ παυσαμένοις καὶ οὐκέτ' ἐνεργουμένοις ἐξομολογοῦνται λέγοντες·̓ Ηνομήσαμεν ἠδικήσαμεν ἠσεβήσαμεν. οὐ γὰρ οι όν τ' ε τι ἐνεργοῦντα ταῦτα ἐξομολογεῖσθαι. 531 Ps 49, 23 Τουτέστιν ἡ τῆς αἰνέσεως ὑμνοῦσα καὶ θεολογοῦσα δοξάζει αὐτόν· ἡ γὰρ αἰσθητὴ μᾶλλον ἀτιμάζει, ἐπιδεῆ καὶ χρῄζοντα κνίσης εἰσάγουσα τὸν θεόν. Οὐκ ἐνταῦθα ἐν τῇ αἰσθητῇ λατρείᾳ ἀλλ' ἐκεῖ τῇ ἀληθείᾳ τυγχανούσῃ αἰνέσεως ἡ ὁδός ἐστιν η ν δείκνυσιν φωτίζων ὁ θεὸς τὸ σωτήριον ἑαυτοῦ τὸν μονογενῆ υἱὸν σωτῆρα ο ντα η αὐτὴν τὴν σωτηρίαν· τὸ γὰρ τοῦ θεοῦ σωτήριον ὁτὲ μὲν τὴν σωτηρίαν, ὁτὲ δὲ τὸν σωτῆρα Χριστὸν σημαίνει. 532 Ps̓ Αλλ' ο ρα μὴ ἐκ τούτου ἀφορμὴ γένηται κατεπιβῆναι τοῦ Δαυίδ· δικαιώσαντος γὰρ τοῦ θεοῦ οὐδείς ἐστιν ὁ κατακρίνων. εὐλαβὴς δὲ περὶ τὸν α νδρα γενήσει ἐπιστήσας ὡς πολυχρόνιος ω ν ὁ ἀνὴρ καὶ τὰ πλεῖστα τῶν ἐτῶν ἐν δυναστείαις καὶ βασιλείᾳ διατελέσας τοῦτο μόνον τὸ ἁμάρτημα εἰσάγεται πεποιηκὼς καὶ πρὸς τοῦτο τὸ μεμετρηκέναι τὸν λαὸν παρὰ τὸ βούλημα θεοῦ ἀλλ' ω στε οὐδ' ἐπίμονον τὴν ἁμαρτίαν ε σχεν. βασιλεὺς γὰρ ω ν τοσοῦτος καὶ τηλικοῦτος ἐλεγχθεὶς ἐφ' ῳ η μαρτεν παρὰ ἀνδρὸς ἰδιώτου οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐκάκισεν ἑαυτόν, ὡς τὸν ἐλέγχοντα προφήτην εἰπεῖν· Καὶ κύριος παρήγαγεν τὴν ἁμαρτίαν σου. τὸ γὰρ φάναι Καὶ κύριος ε δειξεν ο τι καὶ αὐτὸς ὁ Δαυὶδ σφοδροτάτῃ μετανοίᾳ παραγαγὼν η ν τὴν ἁμαρτίαν. ἐροῦμεν ου ν ο τι οἱ α λλοι α νθρωποι καταπίπτουσιν ἁμαρτάνοντες, οἱ δὲ α γιοι τρέχοντες τὸν τῆς σωτηρίας δρόμον, ει ποτε ὡς α νθρωποι ἀπροσεκτήσαντες προσκόψοιεν, οὐ καταπίπτουσιν ἀλλ' ἐπιμένουσι τῷ δρόμῳ, ὡς ἀδιαστάτου μείναντος τοῦ δρόμου μὴ δεδόκειν αὐτοὺς προσκεκοφέναι· καὶ δι' α λλα δὲ πολλὰ λυσιτελῆ ἀνεγράφησαν τὰ τῶν ἁγίων ἁμαρτήματα ω ν ε ν τοῦτο· ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἀρετὴν ει χον ἐπὶ μίμησιν τούτων καλούμενοι, ὀκνοῦντες ἐπροφασίσαντο α ν θείαν μοῖραν ει ναι καὶ ἁμαρτίας ἀνεπίδεκτον τοὺς ἁγίους, αὐτοὺς δὲ μὴ ο ντας τοιούτους, ἀδυνάτως ει χον μιμήσασθαι τοὺς τηλικούτους ἁγίους· ο θεν ἐνδέδωκεν ἡ πρόνοια πρόφασιν ἁμαρτίας περὶ αὐτοὺς γεγενῆσθαι, ι ν' ω σπερ ἀρετῆς ου τως καὶ μετανοίας διδάσκαλοι ω σιν τῶν παιδευόντων τότε ἀνυόντων, ο τ' α ν πράξαντες ω σιν. τάχα δὲ καὶ ου τοι οἱ τηλικοῦτοι εἰς α κρον ἀρετῆς φθάσαντες ε δοξαν ἰδίᾳ δυνάμει ἀλλὰ μὴ θεοῦ συνεργείᾳ ἐπὶ τοῦτ' ἐληλυθέναι· ι ν' ου ν μὴ εἰς οι ησιν πέσωσιν, παρεῖδεν ὀλίγον ἡ θεία χάρις, ι ν' ὀλισθήσαντες ζητήσωσιν τὸν ἀρωγὸν τῆς ἑαυτῶν ἀσθενείας ἐν συναισθήσει γεγενημένοι. 533 Ps Πεντηκοστὸς δὲ ου τος ψαλμὸς ἀναγέγραπται οὐ ματαίως. ε χει γὰρ ἁρμονίαν πρὸς ε λεον καὶ α φεσιν ὁ ἀριθμός, ἐπεὶ, εἰ τὸ ἀκόλουθον τῆς ἱστορίας ἐτήρει τὸ συγγραφικὸν πνεῦμα, προέτασσεν τούτου τὸν πεντηκοστὸν πρῶτον καὶ πεντηκοστὸν καὶ τοὺς ἐφ' ἑξῆς. ὁ γὰρ πεντηκοστὸς πρῶτος ἐπιγραφὴν ε χει περιέχουσαν τὴν διαβολὴν Δωὴκ τοῦ Σύρου· αυ τη δὲ ἡ ἱστορία πρὸ βασιλείας ἐστὶν τοῦ Δαυίδ. καὶ ἡ τοῦ πεντηκοστοῦ τρίτου τῶν Ζιφαίων διαβολὴ πρὸς τὸν Σαοὺλ περὶ τοῦ Δαυὶδ ὡς κεκρυμμένου παρ' αὐτοῖς περιέχει· καὶ τοῦτο δὲ τὸ διήγημα πρὸ τῆς βασιλείας τοῦ Δαυὶδ γέγονεν, ἡ δὲ πρὸς τὴν Βηθσαβεὲ σύνοδος βασιλεύοντος τοῦ Δαυὶδ γέγονεν. ει περ ου ν τὸ ἀκόλουθον τῆς ἱστορίας ἐσῴζετο, οὐκ α ν ου τε πεντηκοστὸς η ν μετ' ἐκείνους ταττόμενος. ο τι δὲ ἀναλογίαν ε χει πρὸς ε λεον ὁ ἀριθμός, ὁ σωτὴρ περὶ ἀφέσεως διδάσκων χρεώστας παρέλαβεν ὑπευθύνους πεντήκοντα καὶ πεντακοσίοις δηναρίοις ἀφέσεως καὶ ἑκατέροις γεγενημένης διὰ τὸ πεντήκοντα καὶ τὸν συγγενῆ ἀριθμὸν χρεωστεῖν· ου τος δὲ ὁ πεντακοσιοστός ἐστιν. ἀμέλει τὸ πάσχα σφαγέντος τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ τὴν ἁμαρτίαν τοῦ κόσμου αι ροντος, ἀναστάντος ἐκ νεκρῶν τοῦ τὴν α φεσιν πεποιηκότος, ὁ λαὸς ἐπὶ πεντήκοντα ἡμέρας διάγομεν εὐφραινόμενοι τὴν πεντηκοστὴν ἡμέραν τῆς ἐκχύσεως τοῦ πνεύματος ἀξιούμενοι. Καλούμενος δὲ παρ'̔ Εβραίοις̓ Ιωβηλαῖος ὁ διὰ πεντήκοντα ἐτῶν ἐνιαυτός ἐστιν ἑορτάσιμος ἐν ῳ χρεῶν ἀποκοπαὶ καὶ τῶν̔ Εβραίων ἐλευθερίαι κτήσεων ἀποκαταστάσεις βεβαιοῦνται· ο θεν ἀκόλουθον καὶ τὸν περὶ μετανοίας τοῦ Δαυὶδ ψαλμὸν πεντηκοστὸν τετάχθαι. ε στιν δὲ συγκείμενος καὶ ἐξ ἑβδομάδων ἑπτὰ καὶ μονάδος, ὡς ει ναι ἑβδομάδα ἑβδομάδων ἀριθμόν. ε δει ου ν ἐν ἑβδομάδων γενέσθαι τὸν ἀποβάλλοντα τὸ α χθος καὶ τὸ ε ργον τῆς ἁμαρτίας. 534 Ps 50, 3a̔ Ο σφοδρῶς μετανοῶν καὶ τοὺς προσήκοντας τῇ μετανοίᾳ καρποὺς ἀγαπῶν αἰτεῖ καὶ τὸν παρὰ θεοῦ μέγαν ε λεον εἰς αὐτὸν γενέσθαι, οὐκ ἐπαρκούσης τῆς μετανοίας α νευ ἐλέου θεοῦ οὐδὲ τοῦ ἐλέου τοῦ θεοῦ α νευ τῆς ἐκ τοῦ ἐφ' ἡμῖν μεταγνώσεως πρὸς σωτηρίαν. 535 Ps 50, 3b Ωσπερ αἱ δυσέκπλυτοι βαφαὶ οὐ μιᾷ πλύσει ἀλλὰ πολλαῖς ἐξίτηλοι γίνονται, ου τω καὶ τὰ μεγάλα τῶν ἀνομημάτων πολλοῖς οἰκτιρμοῖς θεοῦ ἀπαλείφεται. 536 Ps 50, 4 Τὴν αὐτὴν ἐνέργειαν ἀνομίαν καὶ ἁμαρτίαν καλεῖ τῷ κατὰ τὴν ἐπίνοιαν διαφέρειν, τῷ α νευ μὲν νόμου συνίστασθαι ἀνομίαν, τῷ δὲ κατὰ παράβασιν νόμου συνίστασθαι ἁμαρτίαν· πλὴν ἑκατέρως αὐτὴν ἐκπλυθῆναι καὶ καθαρισθῆναι ἀξιοῖ θεὸν τὸν ἐκπλύναι αὐτὴν καὶ καθαρίσαι δυνάμενον ἀπὸ τῆς προειρημένης ε ξεως. 537 Ps 50, 5̔ Ο δὲ τὴν α παξ πραχθεῖσαν ἁμαρτίαν ἐνώπιον αὐτοῦ ε χων οὐκ ἀνάσχοιτο ἑτέραν ποιῆσαι· τῶν γὰρ προτέρων ἐπιλανθανόμενοι ἑτέρας ἐνεργοῦμεν ἡμεῖς. 538 Ps 50, 6ab Οσον ἐπὶ τῷ ει ναι βασιλεὺς οὐχ ὑπέκειτο ἀνθρωπίνῳ νόμῳ, ο θεν οὐδέ τινι τῶν νομοθετῶν η μαρτεν οὐδ' ἐνώπιόν τινος αὐτῶν τὸ πονηρὸν ἐποίησεν· ἐπειδὴ δὲ πρὸς τῷ βασιλεὺς καὶ θεοσεβὴς ει ναι βούλεται, ὑπέκειτο τῷ τοῦ θεοῦ νόμῳ· διὸ καὶ η μαρτεν μόνῳ θεῷ, καὶ τὸ πονηρὸν ἐνώπιον αὐτοῦ ἐποίησεν. 539 Ps 50, 6cδ Καὶ πάλιν· ἐπεὶ θεὸς ει πεν ἐπιρρεπεστέραν ει ναι τὴν διάνοιαν τῶν ἀνθρώπων ἐπὶ τὰ πονηρὰ καὶ τὸ Οὐκ ε στιν α νθρωπος ο ς οὐχ ἁμαρτήσεται ἁμαρτανόντων καὶ αὐτῶν τῶν τελείων, δικαιοῦται ὁ θεὸς ἐν τοῖς λόγοις ἑαυτοῦ ἐν οι ς ει πεν πάντας ἐκκεκλικότας α μα ἠχρεῶσθαι· ταύτῃ δὲ καὶ νικᾷ κρινόμενος πρὸς τοὺς ἀνθρώπους ἀποδεικνὺς αὐτοὺς ἁμαρτωλούς. συνῳδὸν τούτοις τὸ̓ Εὰν ει πωμεν Οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν· εἰ γὰρ ἀπεφήνατο κατὰ πάντων ἐπιρρεπῶς ἐχόντων πρὸς ἁμαρτίαν, ὁ ἀναμαρτησίαν αὐχῶν ο σον εἰς αὐτὸν ψεύστην ἀποφαίνει τὸν θεόν. 540 Ps 50, 8 Ὁ τῇ σοφιστικῇ ε ξει ἐγγεγυμνασμένος ἐπὶ θήρᾳ τῆς ἀληθείας τὸ μέγεθος αὐτῆς γνοὺς ἀγάπην πρὸς αὐτὴν ε σχεν τελείαν. οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος, οι ός ἐστι Μωυσὴς καὶ Δανιήλ. μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων ἐπ' αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες ὑπὸ τοῦ θεοῦ μαρτυρίαν ε σχον ὡς ο ντες τέλειοι σοφοί, δηλώσαντος αὐτοῖς τοῦ θεοῦ τὰ α δηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ ὡς μηδὲν αὐτοῖς ε τι ἀσαφὲς η ἐπεσκιασμένον ει ναι. ταύτης τῆς ε ξεως καὶ ὁ Δαυὶδ τυγχάνων ἀνεφθέγξατο τὸν προκείμενον στίχον. 541 Ps 50, 9̔ Ο γνησίως τῷ τυπικῷ πάσχα προσεληλυθὼς ὑπὸ τοῦ αι ματος τοῦ ἐν ἡμῖν προβάτου καθαίρεται, προσαγομένου ὑσσώπου ὡς ἐν̓ Εξόδῳ γέγραπται· ὁ δὲ τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αι ροντα τὴν ἁμαρτίαν τοῦ κόσμου προσηκάμενος, πλυνόμενος τῷ αι ματι τῷ ἐκ τῆς σφαγῆς αὐτοῦ, ὑπὲρ χίονα λευκαίνεται. ἑκάτερα δὲ περὶ τὸν Δαυὶδ γέγονεν· ἐρραντίσθη γὰρ ὑσσώπῳ (τὸ αι μα τοῦ τυπικοῦ προβάτου) καὶ ἐπλύθη ὑπὸ̓ Ιησοῦ ὡς ὑπὲρ χίονα λευκανθῆναι· χίονα δὲ νοητὴν ἐνταῦθα σημαίνει. 542 Ps 50, 10 Πολλάκις η δη δόγματα καὶ ψυχῆς δυνάμεις ει ναι ει ρηται τὰ ὀστᾶ· ταῦτα ταπεινοῦται ὑπὸ ἁμαρτίας καὶ σοφιστικῆς γοητείας. θεοῦ δὲ ἀκουτίσαντος ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσεται τὰ τεταπεινωμένα ὀστᾶ. 543 Ps 50, 11b̓ Εξαλείφονται δὲ ἁμαρτίαι ἀπὸ τῆς μετουσίας τῶν ἀρετῶν· ὡς γὰρ ἡ ἐπιστήμη εἰς ψυχὴν ἐλθοῦσα ἐξαλείφει καὶ ἀφανίζει τὴν α γνοιαν, ου τω παρουσίᾳ ἀρετῆς τελείας ἐξαλείφεται πᾶσα ἁμαρτία. 544 Ps 50, 12̓ Εὰν πάσας τὰς ἁμαρτίας μου ἐξαλείψῃς τὰς ἐγγεγραμμένας διὰ τῶν τυπώσεων τῇ καρδίᾳ μου, καρδίαν κτίζεις καθαρὰν ἐν ἐμοὶ πάσης κακίας στερομένην, ἀλλὰ Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Εγκατα δὲ ψυχῆς αἱ ὀρθαὶ ε ννοιαι καὶ σπουδαῖαι διαλήψεις περὶ ω ν φησιν· Καὶ πάντα τὰ ἐντός μου εὐλογεῖτε τὸ ο νομα αὐτοῦ. εὐθὲς δ' ἐστὶν πνεῦμα η τοι τὸ α γιον η ἡ συνείδησις ἡ ὀρθὴ η ο λέγει πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. σημειωτέον ο τι ἡ ε κτισεν φωνὴ οὐκ οὐσίωσιν σημαίνει ἀλλὰ σχέσιν τινὰ ἐπιτεινομένην οι ς α ν παραγένηται. 545 Ps Τῶν σπουδαίων ἀδιαστάτως παρισταμένων τῷ τοῦ θεοῦ προσώπῳ μόνος ὁ ἁμαρτάνων ἐκβάλλεται καὶ ἀπορρίπτεται αὐτοῦ. ἐμὲ δὲ περιεχόμενον τῆς θείας κατανοήσεώς σου μὴ κρίνῃς ει ναι τοιοῦτον, ω στ' ἀπορριφῆναι ἀπὸ προσώπου σου· ἀλλὰ καὶ τὸ πνεῦμα ο ἐνῴκισάς μοι α γιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, ω στε με γυμνωθῆναι ἀπ' αὐτοῦ. Προσδοκῶν τὴν δεῦρο κάθοδον τοῦ σωτῆρος, ἐφ' ῃ ἀγαλλίασιν τελείαν ε χειν συμβαίνει, παρακαλεῖ τὸν πατέρα φάσκων̓ Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, ο πως καὶ πνεύματι ἡγεμονικῷ καὶ τελείῳ στηρίσῃς με. ἑκατέρως δὲ καὶ ἐν τούτοις πνεῦμα λέγει η τοι τὸ α γιον α ρχον καὶ ἡγεμονεῦον η τὸ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ε τερον ο ν τῆς τοῦ ἀνθρώπου ψυχῆς. τοῦτο δὲ τὸ ἡγεμονικὸν πνεῦμα τὸ κατὰ τὴν προτέραν ἐκδοχὴν στηριγμὸν καὶ βεβαίωσιν οι ς α ν παραγένηται ὀρέγει. 546 Ps 50, 15 Καὶ ἐν τῇ προγραφῇ τοῦ ψαλμοῦ ἐφάσκομεν παρορᾶν ποτὲ τὸν θεὸν τοὺς σπουδαίους ω στε ἁμαρτίαν ποιεῖν, ι να μετανοοῦντες ε ργῳ καὶ τὴν περὶ μετανοίας διδασκαλίαν ἐπιδείξωνται. ἰδοὺ γοῦν καὶ ἐνταῦθα βεβαιοῦται τὸ εἰρημένον· διὰ γὰρ τῆς ἐξομολογήσεως τῆς πρὸς θεὸν διδάσκειν ὑπισχνεῖται ἀνόμους αὐτοῦ τοῦ θεοῦ τὰς ὁδούς, ι να τούτων ἐπιβάντες, εἰ καί ποτε ἠσέβησαν, ἐξ ὀλιγωρίας ἐπιστρέψωσιν πρὸς αὐτόν. 547 Ps 50, 15̔ Ως γὰρ ἀρίστου βίου μίμημα καὶ ὑπογραμμὸν ε χουσιν τοὺς κατορθώσαντας, ου τω καὶ οἱ περὶ γνῶσιν ἐσφαλμένοι ε χουσι μιμήσασθαι τὸν εἰς μετάνοιαν ἐρχόμενον, ἀσεβεῖς ο ντες πρὸς θεὸν ἐπιστρέφοντες. 548 Ps 50, 16a̓ Επεὶ δι' ω ν ἐποίησα πρὸς θάνατον ἁμαρτιῶν πλήρης εἰμὶ αἱμάτων, ἐκ τούτων ῥῦσαί με ὁ καθάπαξ θεὸς ω ν καὶ ἡμέτερος. τάχα δὲ καὶ ὁ Δαυὶδ ἐκ τῶν τοῦ Οὐρίου καὶ ει τινες α λλοι συναπέθανον αὐτῷ ῥυσθῆναι ἀξιοῖ ὑπὸ τοῦ θεοῦ ο ντος τοῦ θεοῦ τῆς σωτηρίας αὐτοῦ. 549 Ps 50, 16b. 17̔ Ο λόγος ὁ ἡμέτερος Γλῶσσά μου καλούμενος ἐν τῷ ἀεὶ περὶ τῆς δικαιοσύνης σου φθέγγεσθαι ἀγαλλιάσεται τὴν δικαιοσύνην σου. ἐκείνου δ' ἀνοίγει τὰ χείλη ὁ θεὸς τοῦ λαβόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ, δι' ο καὶ τὸ στόμα αὐτοῦ ἐξαγγελεῖ τὴν αι νεσιν τοῦ θεοῦ ἀεὶ αἰνοῦν καὶ εὐχαριστοῦν αὐτῷ. 550 Ps 50, 20̔ Ο περὶ ἁμαρτίας ἰδίας ἐξομολογούμενος τί βούλεται περὶ τῆς Σιὼν καὶ̔ Ιερουσαλὴμ διαλέγεσθαι; ἀλλ' ἐπεὶ ει πομεν μὴ πάντως αὐτὸν βεβλάφθαι ἐκ τοῦ ἐπταικέναι ἐν τῷ συντόνῳ δρόμῳ, τούτου χάριν προφητικὴν ε τι ε ξιν ε χων καὶ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν ευ χεται καὶ προφητεύεἰ Αγαθύνον λέγων τὴν Σιὼν ἐν τῇ σῇ εὐδοκίᾳ τῷ υἱῷ σου γεγενημένην καὶ τῷ πνεύματι συνεγγίζουσαν· ἀλλὰ καὶ οἰκοδομεῖται τὰ τείχη τῆς̔ Ιερουσαλήμ. ἀγγέλων δὲ φρουραὶ ταῦτα η δογμάτων ἀκαταλύτων ι δρυσις. 551 Ps 50, 21 Δικαιοσύνην φησὶν τὴν διὰ πίστεως̓ Ιησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας συνισταμένην. αυ τη δὲ ἡ δικαιοσύνη ἀναφορὰ καὶ ὁλοκαυτώματα πνευματικὰ τυγχάνει καὶ τὸ Θύσατε θυσίαν δικαιοσύνης· ἀλλὰ καὶ ἐπὶ τὸ πνευματικὸν θυσιαστήριον ἀνοίσουσι μόσχους γεωπόνους ε λκοντας α ροτρα ψυχὰς οὐκ α λλας τυγχανούσας τῶν ψυχῶν τῶν μαρτύρων ὀφθείσας παρὰ τὸ ἐπουράνιον θυσιαστήριον ἀναφερομένας ἐπ' αὐτῷ μόσχων δίκην. ἐν γὰρ τῇ̓ Αποκαλύψεἰ Ιωάννου αἱ τῶν πεπελεκισμένων ψυχαὶ διὰ τὸ ο νομἀ Ιησοῦ καὶτὴν μαρτυρίαν αὐτοῦ ὑπὸ τὸ θυσιαστήριον τὸ ἐπουράνιον τεθεώρηνται. 552 Ps 51 αργ Τίνα δὲ δεῖ τῆς τοσαύτης τραγῳδίας πρόφασιν παρασχεῖν η τὸν νομέα τῶν ἀλόγων ζῴων; ἀγελάρχης γὰρ η ν ἡμιόνων. ὁ γοῦν Δαυὶδ συνεὶς τὴν πολλὴν αὐτοῦ κακίαν η τὸν κινήσαντα τὸν ἐν αὐτῷ φθόνον διάβολον ὡς πρὸς παρόντα τὰς λέξεις ἐφθέγξατο τοῦ ψαλμοῦ. 553 Ps 51, 3 β Τὸ ο νομα τὸ̔ Ημέρα ἐνταῦθα φανέρωσιν δηλοῖ η ο λον τὸν χρόνον καθ' ο ν ἀνομεῖ. 554 Ps 51, 6 Καταποντισμοῦ ῥήματά ἐστι τὰ τιμωρίαν φέροντα, τοῦ καταποντισμοῦ σημαίνοντος κόλασιν ὡς καὶ Τοῦ α φρονος δὲ χείλη καταποντιζοῦσιν αὐτόν. καὶ Δωὴκ ου ν ὁ Ιδουμαῖος ἀληθῶς γήινος ἑρμηνευόμενος, ἀεὶ κλονούμενος τῷ ἀβέβαιος ει ναι· εἰς̓ σάλον γὰρ Δωὴκ ἑρμηνεύεται ο ς διαβολὴν ἐργασάμενος κατὰ θεραπευτῶν θεοῦ ἠγάπησε γλῶσσαν δολίαν καὶ σὺν αὐτῇ ῥήματα καταποντίζοντα αὐτόν. δηλοῖ δὲ τὸ Εὐαγγέλιον καταποντισμὸν ει ναι τὴν κόλασιν λέγον τῷ σκανδαλίζοντι ε να τῶν μικρῶν ἐν τῇ ἐκκλησίᾳ· Συμφέρει καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης περικεισόμενον αὐτῷ μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ. 555 Ps 51, 7 Διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος τουτέστι παντελῶς καθελεῖ σε ὡς οὐ καλῶς οἰκοδομηθέντα ἀλλὰ καὶ ὡς κακῶς φυτευθέντα ἐκτῖλαι ὁ φάσκων Πᾶσα φυτεία η ν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται· ἀλλὰ καὶ τοῦ ἱεροῦ σκηνώματος μεταναστεῦσαι ποιήσει, ἐκβάλλων καὶ φυγαδεύων σε ἐκ τῆς σκηνῆς ἐκείνης η ς τοὺς ἱερεῖς διαβέβληκας καὶ εἰς θάνατον η γαγες, ε τι μὴν Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. εἰ γὰρ καὶ̓ Ιδουμαῖος η ν ἀλλὰ προσηλύτευσας τῷ̓ Ισραὴλ διὰ τῆς τοῦ νόμου κατηχήσεως, ἐν τῷ σκηνώματι καὶ τῇ τῶν ζώντων γῇ πεφύτευτο· εἰ γὰρ μὴ ει χε σέβας πρὸς τὸν τοῦ̓ Ισραὴλ θεόν, οὐδ' α ν ἐν τῷ ἱερῷ ἐνοχλούμενος η ρχετο. τὰ δὲ πρὸς τοῦτον λεγόμενα ἁρμόσει πρὸς πάντας τοὺς ἀπὸ τῆς εὐσεβείας μεταπίπτοντας. 556 Ps a Οἱ πάνυ εὐλαβεῖς, ο ταν μεταπίπτοντας ἐξ ἀρετῆς εἰς κακίαν ι δωσί τινας, φόβον λαμβάνουσι μὴ τὰ αὐτὰ πάθοιεν. ου τοι δὲ καὶ ἐπικερτομήσαιεν κατὰ τοῦ ἁλόντος ὡς ἐπ' αὐτῷ γελᾶν ἐροῦντες Ου τος ὁ α νθρωπος οὐκ ε θετο τὸν θεὸν βοηθὸν αὐτοῦ· η γὰρ α ν οὐ διέβαλε τοὺς δούλους καὶ θεραπόντας αὐτοῦ. συμβαλεῖς τούτοις τὸ̔ Ο ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. 557 Ps 51, 11 Εὐχαριστίαν διὰ τοῦ ἐξομολογεῖσθαι τῷ θεῷ δηλοῖ ἐπὶ τῷ πεποιηκέναι αὐτόν, ι σως α ᾐτήσατο η α προτέθειτο. προθέμενος γὰρ η ν φυγεῖν τὸν Σαούλ.̓ Αλλὰ καὶ ε τι ὑπομενῶ, φησίν, τὸ ο νομά σου ε στ' α ν αὐτοῦ τύχω ο τι χρηστὸν καὶ ἀγαθότητός ἐστι πλῆρες ἐναντίον τῶν ὁσίων σου· οἱ γὰρ ὁσιότητα κατορθώσαντες τῆς χρηστότητος τοῦ ὀνόματός σου αἰσθάνονται. 558 Ps 52, 2a Αφρονα ἡγητέον λέγεσθαι τὸν φρονήσεως θείας στερούμενον. φαίνεται γὰρ ου τος περὶ ου ὁ λόγος μὴ σῴζων κοινὴν φρένα. εἰδὼς γὰρ πάσῃ ψυχῇ ε ννοιαν θεοῦ καταβεβλημένην, ἀθεότητα ἀσπαζόμενος, οὐδενὶ α λλῳ εἰ μὴ τῇ ἑαυτοῦ καρδίᾳ ει πεν μὴ ει ναι θεόν. καὶ ου τως ὁ α φρων διάβολος οὐ τῇ ἀλλοτρίᾳ ἑαυτοῦ καρδίᾳ (αυ τη δ' ε στιν ἡ ἀνακειμένη θεῷ) ἀλλὰ τῇ ἐξ αὐτοῦ διὰ τὸ ἁμαρτάνειν γεγενημένῃ ει πεν μὴ ει ναι θεόν. 559 Ps 52, 2b̔ Ο γὰρ κακῶς περὶ θεοῦ φρονήσας καὶ εἰς τὴν α λλην ε ρχεται κακίαν· τὴν γὰρ εὐσέβειαν τῆς ἑαυτοῦ ψυχῆς ἐκβάλλων συνεκβέβληκεν αὐτῇ πᾶσαν ἀρετὴν ἀκολουθοῦσαν ὡς βασιλίδι τῇ εὐσεβείᾳ. οἱ γοῦν δι' ἀφροσύνην λέγοντες μὴ ει ναι θεὸν διέφθειραν τὴν ἑαυτῶν γνώμην ἐν ἀνομίαις αι ς ε πραξαν, ἐξ ω ν ἐβδελύχθησαν τουτέστι βδελυκτοὶ γεγόνασιν. Ει θ' ἑξῆς ἐπιλέγεται. 560 Ps 52, 2c Η πάντων ἁμαρτανόντων η καὶ αὐτῶν τῶν δοκούντων τὸ ἀγαθὸν ποιεῖν, οὐ κυρίως καὶ ἀληθῶς ποιούντων ἀλλ' ι να κα ν τύπον αὐτοῦ λάβωσι δι' ἐσόπτρου καὶ αἰνίγματος αὐτὸ ποιούντων. 561 Ps 52, 3̔ Ο παρὼν στίχος προνοητὴν εἰσάγει τὸν θεόν, οὐ τῶν κατ' οὐρανὸν μόνον ἀλλὰ καὶ τῶν ἐπὶ γῆς· ἐξ οὐρανοῦ γὰρ ἐφορᾶν προνοητικῶς τοὺς υἱοὺς τῶν ἀνθρώπων ει ρηται, οὐκ ε ξωθεν κατὰ τὸ σῶμα μόνον ἐπιβλέπων αὐτοὺς ἀλλὰ καὶ κατὰ τὸ κρυπτὸν τῆς καρδίας. ἐπιβλέπει γοῦν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ο πως ι δῃ εἰ ε στιν ὁ διὰ τοῦ καλὸν ποιεῖν συνιὼν καὶ διὰ τοῦ ἐξετάζειν τὴν ἀλήθειαν ἐκζητῶν τὸν θεόν. ἀνθρωπίνως δὲ καὶ ἀφ' ω ν ι σμεν ει ρηται τὸ διακύπτειν αὐτὸν ἐξ οὐρανοῦ καὶ τοῦ ἰδεῖν εἰ ε στιν συνιών· μεγάλῃ γάρ, ι ν' ου τως ει πω, προσβολῇ βλέψεως τοῦ πάντων κρυπτοῦ γνῶσιν ε χει. 562 Ps 52, 4 Καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν κατὰ παράβασιν νόμου τὴν ἁμαρτίαν συνίστασθαι ῳ ἀκολουθεῖ μὴ ει ναί τινα φύσει πονηρόν· Πάντες γὰρ ἐξέκλιναν· αυ τη δὲ ἡ ε κκλισις ἁμαρτία ἐστίν, ἀποτυχία ου σα τῆς εὐθείας ὁδοῦ. α μα δὲ καὶ ἠχρειώθησαν οἱ ἐκκλίνοντες· ἀχρεῖον λέγων η κατὰ τὴν ἐπικράτησιν τῶν παθῶν η τὴν α γνοιαν τοῦ μὴ νοοῦντος συγχεομένου τῷ μετιέναι ἐξ ἑτέρων εἰς ε τερα πράγματα, τῷ μὴ κεκρατηκέναι ἑνὸς ου τὴν ἐπιστήμην ε χει. Πάντων ου ν ἐκκλινόντων, εἰκότως ει ρηται τὸ Οὐκ ε στι ποιῶν ἀγαθόν. καθ' ἑκάτερον τῶν προειρημένων τὸ Εως ἑνὸς προσκείμενον δηλοῖ η τοι μηδὲ ε να ει ναι τὸ ἀγαθὸν ποιοῦντα η τὸν μηδὲ ε ν ἀγαθὸν ποιοῦντα. 563 Ps 52, 5a̓ Επεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ γνώσονται α δεῖ εἰδέναι κατὰ θείαν γνῶσιν. οὐ γὰρ κατὰ πεῦσιν ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. 564 Ps 52, 6 Τὸ Εκεῖ φοβηθήσονται φόβον ου οὐκ η ν φόβος δύναται ἀναφέρεσθαι εἰς̓ τὸν μέλλοντα αἰῶνα· ε νθα ἀποδράσης ὀδύνης καὶ στεναγμοῦ καὶ λύπης ε δει θάρσος ε χειν. ἐν τούτῳ ου ν τῷ καταστήματι οὐκ ο ντος φόβου, φοβηθήσονται οἱ ἐπιφερόμενοι τὰ ἐφ' οι ς κολασθήσονται. διὰ τοῦτο δὲ φοβηθήσονται ο τι τοὺς ὑποκριτὰς γενομένους ἐνταῦθα καὶ σκοπὸν ε χοντας ἀνθρώποις ἀρέσαι ἐφανέρωσεν ἐκεῖ ὁ θεὸς σκορπίσας αὐτῶν τὰ ὀστᾶ δόγματα καὶ ἐπιτηδεύματα μοχθηρίας καὶ οἰήσεως ε κγονα καὶ φαύλης ψυχῆς ἐνθυμήσεις ο ντα. εἰ γὰρ καὶ ἐνταῦθα ε δοξαν ει ναί τι ἀνθρώποις οι ς η ρεσκον, ἀπατῶντες ἀλλά γε ἐξουδενωθέντες ὑπὸ τοῦ θεοῦ ὡς οὐκ ο ντες τι κατῃσχύνθησαν. καὶ τάχα οἱ τὴν κακίαν ἐνεργοῦντες καὶ ταῖς προαναφωνηθείσαις κολάσεσι περιτεύξονται. οἱ δ' ἀνθρωπαρέσκως ὑποκρινόμενοι τὴν ἀρετὴν κολάσεως α λλης οὐ πειραθήσονται, διελεγχθείσης αὐτῶν τῆς ὑποκρίσεως· οι ον ὁ ποιῶν ἐλεημοσύνην πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων οὐ κολασθήσεται ὑπὸ πυρὸς η α λλου τινὸς τοιούτου (ἠλέησε γάρ), καταισχυνθήσεται δὲ ἀποδειχθεὶς μὴ διὰ θεὸν ἀλλὰ δι' ἀνθρώπους κοινωνήσας τῶν ὑπαρχόντων πένησιν. 565 Ps 52, 7̔ Η γὰρ ἁμαρτία ἐστὶν ἡ αἰχμαλωτίζουσα τοὺς ποιοῦντας αὐτήν. ἀφέσεως δὲ ἁμαρτημάτων δωρουμένης εὐφραίνεται ὁ̓ Ισραὴλ καὶ ἀγαλλιᾶται ὁ̓ Ιακὼβ τοῖς χαίρουσιν ἐν οὐρανοῖς παραπλησίως ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. 566 Ps 53, 3b Δύναμις τοῦ πατρὸς ὁ Χριστός. ου τος δὲ κρινεῖ τὰ κρυπτὰ τῶν ἀνθρώπων, παρακαλεῖ δὲ μὴ α λλοις κριταῖς ἀλλὰ τῇ δυνάμει τοῦ ἀγαθοῦ θεοῦ εἰς ἐξέτασιν παραδοθῆναι· οι δε γάρ, συγγνώμης τευξόμενος ἐφ' οι ς παρεῖδεν, ἐκδικίαν δὲ γενησομένην κατὰ τῶν αὐτὸν πορθούντων ματαίως. 567 Ps 53, 4 Δέεται ο πως εὐπρόσδεκτος ἡ προσευχὴ αὐτοῦ γενήσηται καὶ ι να λάβῃ τὰ περὶ ω ν ηυ ξατο. ἀλλὰ καὶ ὡς ἐγγὺς θεοῦ διὰ καλῶν ε ργων γεγενημένος̓ Ενώτισαι ε φη τὰ ῥήματα τοῦ στόματός μου. οὐδεὶς γὰρ ἀργὸν προφερόμενος ῥῆμα η αἰσχρὸν η ε τερόν τι κακὸν φθεγγόμενος θέλει τὸν θεὸν ἐνωτίσασθαι αὐτοῦ τὰ ῥήματα ἀλλὰ μόνος καὶ πᾶς ὁ ἀληθῆ καὶ εὐσεβῆ λαλῶν. 568 Ps 53, 5̓ Αλλοτρίους φησὶ τοὺς ἐναντίαν προαίρεσιν τοῖς σπουδαίοις ε χοντας, κραταιοὺς δὲ τοῦς πονηροὺς δαίμονας. καὶ φησίν· ἐπεὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν ἀποστραφέντες αὐτὸν καὶ νῶτα αὐτῷ δεδωκότες, ἐπανέστησαν τῷ δικαίῳ καὶ ἐζήτησαν τὴν ψυχὴν αὐτοῦ. 569 Ps Θεὸν βοηθὸν ε χειν ὁμολογεῖ, τάχα τὸν πατέρα καὶ κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ ι να ει πῃ τὸν υἱὸν ο ς̓ Αποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· α γὰρ ἐπαγαγεῖν μοι βεβούληνται κακωτικά, ταῦτα πρὸς αὐτοὺς ἀποστρέφει, τοῦτο τοῦ κυρίου κρίναντος ου τω. συνᾴδει τούτῳ τὸ Ποιήσατε αὐτῷ ο ν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίῳ. καὶ τοὺς δὲ ψεύστας ο ντας διελέγχουσα ἡ τοῦ θεοῦ ἀλήθεια ὀλοθρεύει εἰ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἀναιρεθῆναι καθάπαξ αὐτοὺς ἀλλ' ῃ τοιοῦτοί εἰσιν ὁ α γιος ευ χεται. 570 Ps 53, 8a Τούτων δὲ συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπ' εὐχαριστίαν ἐρχόμενος̔ Εκουσίως θύσω σοι, οὐκ ἀνάγκης η βίας εἰς τοῦτο καλούσης ἀλλ' αὐτοκελεύστου προθυμίας. 571 Ps a Προσευχὴν ἀναφέρων θεῷ παρακαλεῖ αὐτὸν ἐγγίσαι αὐτῷ ο πως εἰς τὰ ι δια ω τα δέξηται η ν προσαγήοχεν προσευχήν. ἐνωτίζεται γὰρ ὁ ἐγγὺς ω ν τοῦ λέγοντος, εἰς τὰ ω τα δεχόμενος τὸν λόγον. καὶ ἐπεὶ δέομαι ω ν οὐκ α λλοθεν θαρρῶ τὰ λείποντά μοι ἀναπληρωθῆναι η ἐκ σοῦ, μὴ ὑπερίδῃς τὴν ὑπὲρ ω ν δέομαι παράκλησιν. πρόσχες δέ μοι ἐπαίροντι ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ κοσμίως καὶ ἱεροπρεπῶς παρισταμένῳ σοι, καὶ εἰσάκουσον τῶν λόγων ω ν ἐκ καθαρᾶς συνειδήσεως ἀναπέμπω. 572 Ps 54, 3b. 4a Δύναται ὁ ἐχθρὸς ὁ αὐτὸς ει ναι τῷ ἁμαρτωλῷ, σχέσει μόνῃ τῆς διαφορᾶς ου σης. θλίβοντος ου ν τοῦ ἁμαρτωλοῦ δι' ω ν πράττει κακῶς καὶ α θεα φθεγγομένου τοῦ ἐχθροῦ τῆς ἀληθείας,̓ Ελυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην. ἡ ἀδολεσχία ἐνταῦθα τὴν εὐχὴν σημαίνει, ὡς καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν τῆς Αννας λεγούσης̓ Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ε ως νῦν· περὶ γὰρ τῆς προσευχῆς ἑαυτῆς τοῦτο λέγει. ὁ α γιος ου ν φησιν· τὸν ἐχθρὸν ὑπερήφανα φθεγγόμενον καὶ θλίβοντα τὸν ἁμαρτωλὸν ὁρῶν, πρὸς τὸν θεὸν δι' εὐχῆς ἀδολεσχῶν, ἐλυπήθην· τοὺς ὁμοουσίους καὶ ὁμογενεῖς μοι ὁρῶν εἰς βάθος κακίας πεσόντας ὡς καὶ ταραχθῆναι ἐπὶ τῷ τρεπτῷ τῆς φύσεως, μήτι α ρα κἀγὼ ταύτην τὴν τροπὴν ὑποστῶ. τάχα δὲ καὶ κηδεμονικώτατα λυπεῖται καὶ ταράττεται ὁρῶν τοὺς φαύλους παραπαίοντας ὡσεί τις πατὴρ λυπεῖ τῷ ἐπιμανέντι υἱῷ. Καὶ γὰρ τὸν ψαλμὸν τοῦτον ἐκ προσώπου τοῦ Χριστοῦ κατὰ τὸ ἀνθρώπινον ἀπαγγέλλουσί τινες εἰρῆσθαι ῳ καὶ ἁρμόζει περὶ τῶν βλαπτομένων λυπεῖσθαι. 573 Ps 54, 5̓ Επίσταται πᾶς σπουδαῖος ε τερον ει ναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν ο καὶ ἀνεκτόν ἐστι καὶ ε τερον ἐν πράξει καὶ λόγοις ο καὶ ἐπικίνδυνον καὶ βαρύ. διὸ καὶ ει ποτε ἐν λογισμοῖς συμβαίνει κλόνον καὶ βλάβην γενέσθαι, ἐν ἑαυτῷ φυλάττων αὐτὰ οὐδὲ προφέρει λόγον κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον ει ναι τὸ ἐνθύμημα ε σθ' ο τε καὶ ἀνίατον· διό φησιν̔ Η καρδία μου ἐταράχθη ἐν ἐμοί. οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν η ε πραξά τι κατ' αὐτήν, ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου τοῦ ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. συμβαίνει γὰρ ἐκ τοῦ ε ξω τὴν δειλίαν φανῆναι καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Ps Τὸ δὲ Φόβος καὶ τρόμος η λθεν ἐπ' ἐμὲ καὶ ἐκάλυψέ με σκότος, τῆς φύσεως τῆς ἀνθρωπίνης ἐνυπάρχον ἐχούσης τὸ παθητικὸν ο καὶ θυμικὸν καὶ ἐπιθυμητικόν τινες καλοῦσι, κα ν κατ' ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένου τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ προπαθείᾳ γενέσθαι. ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον ὠθούμενον ὑπὸ φωνῶν ἐχθροῦ καὶ θλίψεως ἁμαρτωλοῦ ἀναρριζόμενον ε σχεν τὸ ἐνυπάρχον παθητικόν, ὡς φοβηθῆναι καὶ τρόμῳ ὑποπεσεῖν καὶ καλυφθῆναι ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν ἐνταῦθα σημαίνει ἡ σκότος φωνή. Πολλῶν δὲ τῶν περιεστηκότων αὐτὸν θλιβηρῶν τυγχανόντων, ευ χεται δοθῆναι αὐτῷ τὰς τοῦ πνεύματος νοήσεις μετεωριζούσας καὶ ἐπαιρούσας πτέρυγας περιστερᾶς ἀλληγορικώτερον ὀνομαζομένας. αυ ται αἱ πτέρυγες πετασθῆναι ποιοῦσιν εἰς υ ψος, ὡς καταπαύσαντα ἐκεῖ τὸν ἀναπτάντα ἀμερίμνως τοῦ λοιποῦ διάγειν σαββατίζοντα τὰ τρυφερὰ καὶ εὐλογημένα σάββατα τοῦ θεοῦ. Ps 54, 8̔ Η τοῦ φυγαδεύειν λέξις τὸ διώκειν καὶ εἰς φυγὴν τρέπειν τοὺς ἐλαυνομένους δηλοῖ. φησὶ γοῦν ὁ τὸν ψαλμὸν λέγων·̓ Ιδοὺ ἐμάκρυνα, τουτέστιν ἐπὶ πολὺ φυγαδεύων τὸν ἐχθρὸν καὶ τὸν ἁμαρτωλόν, ὡς ἐκείνων ἐληλασμένων αὐλισθῆναί με ἐν τῇ ἐρήμῳ τουτέστιν διαναπαύσασθαι ἐν καταστάσει εἰρηνικῇ. Εἰ δὲ τὸ φυγαδεύειν ἰδίως ἐνταῦθα τὸ φυγεῖν σημαίνοι, ἐρεῖ ὁ δίκαιος, τοὺς ἐκ περιτομῆς φεύγων καὶ μακρυνόμενος διὰ τὴν προσοῦσαν αὐτοῖς ἀλαζονείαν· Καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, νόμου καὶ προφητῶν ἐκκλησίᾳ.̔ Αρμόζει δὲ ταῦτα μάλιστα τῷ κατ' οἰκονομίαν Χριστῷ. ταῦτα γὰρ συμβολικῶς ποιῶν ἀνεγράφη ἐν τοῖς Εὐαγγελίοις·̓ Ακούσας γάρ φησιν ο τἰ Ιωάννης παρεδόθη ἀνεχώρησεν ἐκεῖθεν εἰς ε ρημον τόπον. περὶ ταύτης τῆς ἐρήμου καὶ τὸ Εὐφράνθητι, ε ρημος διψῶσα, καὶ τὸ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ps 54, 10a̔ Η ἐπὶ κακῷ συμφωνία δεινόν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις. καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ πυργοποιΐᾳ τῷ ε χειν φωνὴν μίαν καὶ χεῖλος ε ν πάντες ἐνεποδίσθησαν μεγίστῃ δυσσεβείᾳ συσχεθέντες ὡς μηκέτι ὁμοφωνίαν ε χειν. ο γὰρ ἐκ συμφωνίας ποιοῦντες ἀσεβεῖν ε μελλον, τοῦτο οὐκ ἐποίησαν, τῶν γλωσσῶν αὐτῶν καταδιαιρεθεισῶν. καὶ ἐνταῦθα γοῦν ὁ εὐχόμενος βούλεται καταδιαιρεθῆναι τὰς γλώσσας τῶν ὁμοφωνησάντων κατ' αὐτοῦ, καταποντιζομένων τῶν γλωσσῶν τουτέστιν ἀφανῶν γινομένων. καὶ πρὸ τούτου δὲ ει ρηται κόλασιν σημαίνειν τὸ καταποντίζεσθαι. καὶ Παῦλος γοῦν, εἰδὼς συμφέρειν ποτὲ τὴν πρὸς ἑαυτοὺς τῶν φαύλων διαφωνίαν, ἐπὶ τῶν ἀναβαθμῶν ἀπολογούμενος συνέκρουσε Φαρισαίους καὶ Σαδδουκαίους. Ps 54, 10b Τοῦτο ἀναφέρεσθαι δύναται ἐπὶ τὸ Ιδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην̓ ἐν τῇ ἐρήμῳ, διὰ μέσου εἰρημένων τῶν δύο στίχων ἀπὸ τοῦ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ε ως τοῦ Καταδίελε τὰς γλώσσας αὐτῶν, ι ν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ ἐν τῇ νομιζομένῃ θεοῦ πόλει τῇ̔ Ιερουσαλὴμ ει δον ἀνομίαν καὶ ἀντιλογίαν ἀνομούντων καὶ ἀντιλεγόντων τῇ ἀληθείᾳ, ἐμάκρυνα φυγαδεύων ἀπ' αὐτῆς, ω στε γενόμενον ἐν τῇ ἀπὸ ἐθνῶν ἐκκλησίᾳ ἐρήμῳ καλουμένῃ αὐλισθῆναι ἐν αὐτῇ διαναπαυόμενον καὶ διανυκτερεύοντα ἐν τοῖς πιστεύουσιν. Ps̓ Επεὶ διαπαντὸς νύκτωρ καὶ μεθ' ἡμέραν ἀνομοῦσι καὶ ἀντιλέγουσιν ἐν τῇ πόλει ὡς κυκλωθῆναι τὴν πόλιν ἀπὸ τῆς ἀνομίας καὶ τῆς ἀντιλογίας καὶ τοῦ διὰ ταύτας τὰς κακίας ἐπελθόντος αὐτῇ στρατοπέδου, ε φθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουρούντας αὐτὴν ἱεροὺς ἀποστόλους. καὶ γὰρ ου τοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες, διότι ἀνομία καὶ πόνος ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον δολιευομένων τῶν οἰκούντων αὐτὴν δι' ω ν φρονοῦσι πονηρῶς, κοπιώντων δὲ τῷ αι ρειν ἐφ' ἑαυτοῖς τὸ τῆς κακίας α χθος μολύβδῳ παραβαλλομένης. Η καὶ πλατείας αὐτῆς ἡγητέον ει ναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς ψυχὰς τῷ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν τουτέστι τὸν α δοξον καὶ παθητικὸν βίον. καὶ ἐν ταύταις γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος καὶ ὁ περὶ τὰς ἀπάτας δόλος πληροῦσθαι ποιεῖ τὸ Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. 574 Ps 54, 14b. 15a Τὸ Γνωστέ μου ἀντὶ τοῦ γινωσκόμενε ὑπ' ἐμοῦ, Ος ἐπὶ τὸ αὐτὸ ἐγλύκυνάς μοι ἐδέσματα, α μα τοῖς λοιποῖς μαθηταῖς τρέφων με τοῖς καλοῖς ε ργοις. 575 Ps 54, 16bc Ελεγε γάρ τις τῶν παλαιῶν ζῶντας εἰς ᾳ δου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων ε χοντας. ὁ γὰρ α γευστος τῶν τῆς ζωῆς λόγων νεκρός· οἱ ου τω ζῶντες εἰς ᾳ δην κατέρχονται. οὐ γὰρ οι όν τε ζῶντας τὸ κοινὸν ζῆν εἰς ᾳ δην κατέρχεσθαι τῷ μὴ πεφυκέναι γίνεσθαι σῶμα ἐκεῖ μεθ' ου τις τὴν κοινὴν ζωὴν ε χει. ἐπεὶ ου ν ὁ̓ Ιούδας καὶ πᾶς ὁ τῶν̓ Ιουδαίων λαὸς κατήχησιν ει χον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ' αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ ζῶντες εἰς ᾳ δην κατέρχονται.̓ Ακολούθως δὲ καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος Οτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. εἰ γὰρ καὶ πεῖραν ε σχον τῶν ζωοποιῶν γραφῶν, οὐ κατῴκησαν ἀλλὰ παρῴκησαν ἐν αὐταῖς τῷ πονηρίας ε χειν ἐν μέσῳ ἑαυτῶν τουτέστι τῷ ἡγεμονικῷ· ἐν μέσῳ γὰρ ει ναι λέγεται τοῦ ο λου ζῴου. 576 Ps 54, 17̓ Εγὼ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ε σχον εἰσακουμένην ὑπὸ κυρίου τὴν φωνήν μου. μόνος γὰρ εἰσακούεται ὑπὸ κυρίου ὁ πρὸς τὸν θεὸν κεκραγώς. οὐ γὰρ πᾶς κράζων πρὸς θεὸν βοᾷ· περὶ Σοδομιτῶν γέγραπται Φωνὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, οὐ πρὸς θεὸν κεκραγότων. 577 Ps 54, 18̓ Επεὶ διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, εὐσεβὴς ω ν καὶ διαπαντὸς διηγούμενος σοφίαν, ὁ ψάλλων φησίν·̔ Εσπέρας ο ταν δύνει μοι τὰ τῆς κακίας καὶ τὸ σβεννύμενον φῶς τῶν ἀσεβῶν, ἀνατελεῖ δέ μοι ὁ τῆς δικαιοσύνης η λιος ὡς ἐν πρωΐᾳ με ποιῆσαι, ου ἀκμάσαντος ἐν τῷ μεσημβρινῷ γενόμενος διηγήσομαι τὰ τῆς προειρημένης ἑσπέρας καὶ τοῦ προαπηγγελμένου πρωῒ καὶ τῆς προειρημένης μεσημβρίας· ἀπαγγέλλοντος δέ μου, ταῦτα εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς μου, ἀποδεχόμενος καὶ (ι ν' ου τως ει πω) τερπόμενος ἐπὶ τῇ φωνῇ μου τῇ πάντα διηγησαμένῃ. 578 Ps 54, 20b̔ Υπάρχοντα δέ φησι τὸν θεὸν πρὸ τῶν αἰώνων ἀλλ' οὐχ ὑπάρξαντα. εἰ γὰρ ει ρηκεν ὑπάρξαντα, καὶ αὐτὸς ἀρχὴν ε χων μεμετρημένῳ τινὶ διαστήματι πρώην ω ν ὑπῆρχεν. διὰ τοῦτο ου ν ει πεν̔ Ο ὑπάρχων, α ναρχον καὶ ἀΐδιον αὐτοῦ τὴν υ παρξιν τιθέμενος, διὰ δὲ τοῦ Πρὸ αἰώνων ἀρχὴν ὑπάρξεως τῶν αἰώνων καταβαλλόμενος. δεῖ δὲ Τῶν αἰώνων ἀκούειν ὡς παρεκτάσεων οὐσῶν τῶν κτισμάτων. Καὶ ὁ σωτὴρ δὲ ἀΐδιος ἐξ ἀϊδίου τυγχάνων πρὸ τῶν αἰώνων ἐστὶν τῷ καὶ αὐτοὺς τοὺς αἰῶνας δι' αὐτοῦ γεγονέναι. καὶ Παῦλος δὲ Καὶ αὐτός ἐστιν, φησί, πρὸ πάντων· ι σον δὲ τὸ̔ Υπάρχων τὸ αὐτό ἐστι Πρὸ πάντων· οὐ γὰρ ει πεν Καὶ αὐτὸς γέγονε πρὸ πάντων. καὶ ὁ σωτὴρ περὶ ἑαυτοῦ Πρὶν̓ Αβραὰμ γενέσθαι οὐκ ει πεν ἐγὼ η μην ἀλλ' ἐγώ εἰμι. 579 Ps 54, δ Τῶν ἁμαρτημάτων τὰ μὲν δυσίατα η καὶ ἀνίατα, τὰ δὲ ἰάσιμα. καὶ περὶ μὲν τῶν ἰασίμων ε στιν ἀντάλλαγμα εὑρεῖν τὴν ὑπὲρ ἁμαρτιῶν προσαγομένην θυσίαν ἀλλὰ καὶ ἐλεημοσύνην καὶ νηστείαν μετὰ προσευχῆς (ταῦτα γὰρ ῥύεται ἐκ θανάτου), τῶν δὲ ἀνίατα ἡμαρτηκότων οὐκ ε στιν ἀντάλλαγμα λύτρον καὶ σῶστρον καταθέσθαι. ἐὰν γὰρ ἁμαρτῶν ἁμάρτῃ ἀνὴρ εἰς α νδρα καὶ προσεύξωνται περὶ αὐτοῦ, ε στι τούτων ἀντάλλαγμα· ἐὰν δὲ εἰς κύριον τὸν θεόν, τίς προσεύξεται περὶ αὐτοῦ; οὐκ ε στι γὰρ τῶν τοιούτων ἀντάλλαγμα. 580 Ps a̓ Εξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι τὰ ἀντάξια ω ν εἰργάσαντο. ἐπεὶ γὰρ προδόται καὶ φονεῖς Χριστοῦ γεγένηνται ἀκατάλλακτα ἠνομηκότες, α ξιοι ὑποπεσεῖν τιμωρίᾳ ω φθησαν. ἑάλωσαν ου ν ὑπὸ̔ Ρωμαίων ὡς ἐξανδραποδισθῆναι καὶ τῆς θρεψαμένης χώρας ἐξωσθῆναι ο οὐπώποτε α λλῳ ε θνει γεγένηται. ου τοι δ' α ν ἐπάνακτοι τῆς πατρίδος ἀπερρίφησαν.̓ Εβεβήλωσαν γὰρ τὴν διαθήκην τοῦ θεοῦ, οὐ προσηκάμενοι ἀλλὰ καὶ ἀναιρήσαντες τὸν ὑπ' αὐτῆς προφητευόμενον. τάχα δὲ καὶ ἐπεὶ μέχρι καιροῦ ω ριστο τηρεῖσθαι κατὰ τὸ αἰσθητὸν ἡ διαθήκη, πληρωθέντος τοῦ χρόνου καθ' ο ν ε δει ἐκ τοῦ κατὰ σάρκα ἐπὶ τὸ κατὰ πνεῦμα αὐτὴν μεταβαλεῖν, ἐμμείναντες τῇ τυπικῇ λατρείᾳ Εβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. διὸ καὶ ἐκτείνας τὴν χεῖρα τὴν̓ κολαστικὴν ἀπέδωκεν αὐτοὺς ὡς φθάσαι ἐπ' αὐτοὺς τὴν ὀργὴν αὐτοῦ εἰς τέλος ὑφ' η ς καὶ διεμερίσθησαν οὐκέτι ἐν τῇ αὐτοῦ χώρᾳ συστρεφόμενοι ἀλλ' ἐν παντὶ ε θνει ἐσκορπισμένοι. ταῦτα δ' αὐτοῖς προυξένησεν ἡ ὀργὴ τοῦ προσώπου τοῦ θεοῦ, ἐπεὶ ἐπιλάμψαντος καὶ ἐπιφανέντος τοῦ προσώπου αὐτοῦ οὐκ ἐδέξαντο. 581 Ps 54, 22b– δ Απαλοὶ γὰρ νομιζόμενοι ει ναι καὶ λεῖοι διὰ τὸ μεθ' ὑποκρίσεως αὐτοὺς προφέρεσθαἰ βολίδες η σαν ἀναιρετικαὶ καὶ ἰοῦ πλήρεις. Εἰσὶ δὲ οἱ καὶ περὶ θεοῦ ἑρμηνεύοντες ου τως· τὴν καρδίαν ἑαυτοῦ θεὸς η γγισεν συγκαταβαίνων τοῖς ἀνθρώποις λόγους τε προφέρων ἐλαίου δίκην ἰωμένους καὶ λύοντας τὰς ἀλγηδόνας τῶν καμνόντων. ου τοι δὲ οἱ ὑπὲρ ε λαιον ἀπαλοὶ λόγοι τοῖς καταφρονοῦσιν αὐτῶν εὑρίσκονται βολίδες, κολάζοντες τοὺς καταφρονοῦντας. πολλαχοῦ δὲ ἐπὶ τῶν κολάσεων κεῖται ἡ βέλους προσηγορία, βέλος δὲ καὶ βολὶς ταὐτὸν καθ' ὑποκείμενον. 582a Ps 54, 24a Τῷ δικαίῳ οὐ διδοὺς σάλον ὁ θεὸς τοὺς βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ κατάξει εἰς φρέαρ διαφθορᾶς, ἐναντίως ε χον τοῖς φρέασιν ἀφ' ω ν πίνειν ζωὴν καὶ ἀφθαρσίαν προστάττει ὁ λόγος. η τάχα Φρέαρ διαφθορᾶς τὸν ᾳ δην λέγει εἰς ο ν οἱ διαφθαρέντες τὴν γνώμην κατάγονται ὑπὸ τοῦ θεοῦ ψήφῳ αὐτοῦ καὶ κρίσει παραδιδόμενοι. 583 Ps 54, 24b– d Ου ς ευ χεται ταπεινωθῆναι ὑπὸ τοῦ θεοῦ τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων τοὺς̓ Ιουδαίους ει ναι νοήσομεν. ἐκεῖνοι γὰρ τῷ θελήματι ἀντέπιπτον τοῦ μονογενοῦς, οὐ φοβηθέντες τὸν θεὸν ἀλλὰ καὶ βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ. α νδρας δὲ αἱμάτων λέγει τοὺς εἰπόντας Τὸ αι μα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ο ντας καὶ ἐνόχους παντὸς αι ματος ἐκκεχυμένου ἐπὶ τῆς γῆς τῶν δικαίων. οἱ δ' αὐτοὶ καὶ δολιότητός εἰσιν α νδρες, δολερῶς ἀεὶ τῷ σωτῆρι καὶ τοῖς ἁγίοις προσερχόμενοι. Τούτους ου ν ευ χεται μηδ' ἐπὶ τὸ η μισυ τῶν ἡμερῶν αὐτῶν φθάσαι. ἐπεὶ γὰρ ἀποστραφέντες τὴν ἡμέραν τὴν ἐκ τῆς λάμψεως τοῦ ἀληθινοῦ φωτὸς συνισταμένην ἑαυτοῖς ἡμέραν δῆθεν φωτισμοῦ διὰ μυθικῶν παραδόσεων ἐπενόησαν, πονηρὸν δὲ τὸ ἐν τούτοις ἀναπληρωθῆναι αὐτῶν τὰς ἡμέρας παρακαλεῖ, μεσολαβηθεισῶν τῶν ἡμερῶν αὐτῶν μήποτε ἐπὶ τὸ η μισυ αὐτῶν τῶν ἡμερῶν φθάσασιν ἀνατεῖλαι αὐτοῖς τὸν η λιον τῆς δικαιοσύνης ι να ἐν ἡμέρᾳ κυρίου γένωνται. Καὶ πρὸς τὸ ῥητὸν δὲ βιάσοιτό τις τοιαῦτα· ἐπεὶ ἐν τῷ βίῳ οἱ ἀσεβεῖς διαμένοντες ἀμετανοήτῳ προαιρέσει πολλὰ κακὰ δρῶσιν, φειδόμενος αὐτῶν ἀξιοῖ ο πως μεσούσης τῆς ἀνθρωπίνης ζωῆς ἁρπαγῶσι τοῦ βίου ι να ὑπὲρ ὀλίγων ἁμαρτημάτων καὶ μὴ πολλῶν τιμωρηθῶσιν. Τούτων, φησίν, ου τω διακειμένων, ἐγὼ τὴν προσδοκίαν καὶ ἐλπίδα ἐπὶ σὲ ε χω, κύριε. 584 Ps 55, 2 Τὸ καταπατεῖσθαι ἐπὶ καταφρονήσεως τάττει ἡ γραφή, ω σπερ ἐπὶ τοῦ μεμωραμένου ἁλὸς λέγεται Εξω βάλλουσιν αὐτό. καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ περὶ τοῦ τὸν Χριστὸν ἐξευτελίζοντος γέγραπται· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας; καὶ ὁ α γιος ου ν ἐξευτελιζόμενος ὑπὸ τοῦ διὰ φαυλότητα ἀνθρώπου ο ντος κατὰ τὸ Οπου ε ρις ἐν ὑμῖν καὶ ζῆλος οὐχὶ σάρκικοί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; ἐλεηθῆναι ὑπὸ θεοῦ ἀξιοῖ. Ου τος δὲ ἀδιαστάτως πολέμιος καὶ φονικὸς ω ν ο λην τὴν τοῦ βίου ἡμέραν ἐκθλίβει πολεμῶν τὸν δίκαιον, οὐδὲ κατὰ ποσὸν εἰρηνικὸς ει ναι βουλόμενος. ἐπειδὴ δὲ καὶ ἐν τῇ παραβολῇ τῶν ζιζανίων ὁ τούτων σπορεὺς πονηρὸς α νθρωπος ὁ διάβολος ἡρμήνευται, ἐπίστησον εἰ καὶ περὶ αὐτοῦ ῥηθείη τὰ προκείμενα. 585 Ps 55, 3̓ Αρξάμενοι ἀπὸ πολλοῦ τοῦτο ποιεῖν, φησίν, η τάχα ἀπὸ ὑψηλοτέρας ἡμέρας καὶ ζωῆς καταπεσόντες ἐπὶ τὸ ἐχθροί μου ει ναι ἐληλύθασιν. 586 Ps 55, 8a Τοὺς εἰς κακίαν πεσόντας σῴζει ὁ θεὸς δωρεάν, οὐδὲν παρ' αὐτῶν δεχόμενος. Ιδοὺ γάρ φησι ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίοὐ λυτρωθήσεσθε, οὐκ ἐξ ε ργων ἀλλὰ χάριτι σῳζόμενοι. τὸ γοῦν̔ Υπὲρ μηδενὸς σημαίνει μὴ ὑπέρ τινος διδομένου αὐτῷ τὴν σωτηρίαν αὐτοῖς παρέχειν. Ps 55, 9 Παρρησιαζομένου πρὸς θεὸν ἡ φωνή. ὁ γὰρ ζῶν μὴ τῇ ἁμαρτίᾳ ἀλλὰ τῷ θεῷ δι' αὐτῶν τῶν ε ργων φανερὰν τῷ θεῷ ποιεῖ τὴν ζωὴν ἑαυτοῦ, ἐξαγγέλλων αὐτὴν διαθέσει καὶ πράξει. 587 Ps 55, 11 Τὸ ἐπὶ τῷ θεῷ καὶ διὰ τὸν θεὸν προφερόμενον ῥῆμα αἰνετόν ἐστιν, ὡσαύτως καὶ ὁ λόγος. η τοι δὲ ἐκ παραλλήλου κατὰ τοῦ αὐτοῦ τὸ ῥῆμα καὶ τὸν λόγον κατηγορεῖ, η ἐπ' α λλου καὶ α λλου τίθεται τὰς τοιαύτας προσηγορίας. ἐπεὶ γὰρ τὸ ῥῆμα μέρος ἐστὶ λόγου, ὁ εἰς τὴν θεοσέβειαν εἰσαγόμενος πληρεστάτῳ λόγῳ μήπω δυνάμενος κοινωνεῖν ἀπὸ ῥήματος α ρχεται τουτέστι μερικοῦ λόγου. ἀμέλει πρότερον τὸ ῥῆμα κυρίου γίνεται ἐπὶ̔ Ιερεμίαν καὶ μετὰ τοῦτο λόγος κυρίου γίνεται πρὸς αὐτόν· καὶ ἐν̔ Ησαΐᾀ Ακούσατέ φησι ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. ἀκούεται δὲ ῥῆμα κυρίου τῷ ἐν εἰσαγωγῇ γινομένῳ δι' αὐτοῦ. Εἰ δέ τις ἐνστήσεται ῥῆμα λέγων δίδοσθαι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ι στω πρὸς τὴν μέλλουσαν γνῶσιν καὶ διδασκαλίαν ῥῆμα λαμβάνειν νῦν τοὺς ἐκ μέρους γινώσκοντας καὶ προφητεύοντας, τοῦ τελείου λόγου διδομένου αὐτοῖς τῆς τελείας γνώσεως ἐπιλαμπούσης ὡς τὴν ἐκ μέρους καταργηθῆναι.̓ Αποδεχόμενος ου ν καὶ τὴν εἰσαγωγὴν καὶ τὴν πληρεστάτην τοῦ λόγου ἐπιφοίτησιν ἐπὶ τῷ θεῷ αἰνεῖ ῥήματι καὶ λόγῳ. 588 Ps 55, 12 Σάρκα δὲ η τὸν α νθρωπον λέγει η ἐκείνην η ς τὸ φρόνημα ε χθρα εἰς θεὸν τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτασσομένης. ὁ γὰρ ἐν ταύτῃ τῇ σαρκὶ γινόμενος θεῷ ἀρέσαι οὐ δύναται. φοβεῖται ου ν μήτι ποιήσει αὐτῷ σὰρξ ὁ ἐν πνεύματι γινόμενος, ὡς α ν τὰ ε ργα τῆς σαρκὸς νεκρώσας· ου τος γὰρ ἀληθῶς ἐπὶ θεὸν η λπισεν. 589 Ps 55, 13̔ Ο εὐχόμενος ο τε καταλλήλως διάκειται οι ς ἐπαγγέλλεται διὰ τῆς εὐχῆς, ἐν ἑαυτῷ ε χει τὰς εὐχὰς τῆς αἰνέσεως α ς ἀποδώσει τῷ θεῷ. εὐχαὶ δὲ αἰνέσεως αἱ περὶ αἰνέσεως· ὡς γὰρ ευ χεταί τις ποιῆσαι η ἀποδοῦναι τῷ θεῷ τόδε τι, ου τως ευ χεταί τις αἰνέσαι τὸν θεόν. 590 Ps 55, 14ab Καὶ ἐπεὶ ἀκολουθεῖ τῷ θανατουμένῳ τὸ θρηνεῖσθαι καὶ δάκρυα ἐπ' αὐτῷ γίνεσθαι, οὐκ α λλος δὲ θρηνεῖ τὸν κατὰ ψυχὴν τεθνηκότα η αὐτὸς ἑαυτόν, εἰκότως μετὰ τὸ ἐρρύσθαι τὴν ψυχὴν ἐκ θανάτου τοῦ νοητοῦ τῆς ἀγνωσίας τῆς περὶ θεοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ δακρύων ἠλευθέρωνται.̓ Ερρύσατο δὲ ἀπὸ ὀλισθήματος τοὺς πόδας, ὑποδήσας αὐτοὺς ὑπόδημα μετεώριζον καὶ α νω τῆς γῆς ποιοῦν.̓ Εγὼ γάρ φησιν ὁ θεὸς ὑπέδησά σε ὑάκινθον. ὁ δὲ ὑάκινθος μιμούμενος τὸ σῶμα τοῦ οὐρανοῦ δηλοῖ τὴν ψυχὴν οὐρανίῳ χρωμένην ὑποδήματι οὐκ α λλῳ τυγχάνοντι η τῆς τοῦ εὐαγγελίου ἑτοιμασίας. μετεωριζομένου ου ν τοῦ ὑποδεδεμένου, ἀκολουθεῖ τὸ ἐξ ὀλισθήματος τοῦ περὶ τὴν υ λην ἐρρύσθαι τοὺς πόδας αὐτοῦ. 591 Ps 55, 14c̔ Ρύεταί τις ἀπὸ τῶν προειρημένων ἐπιβλαβῶν ἐπὶ τῷ εὐαρεστῆσαι τῷ θεῷ ζῶν τε καὶ πεφωτισμένος. ὁ γὰρ εὐαρεστῶν τῷ θεῷ ἐν φωτὶ ζώντων τοῦτο ποιεῖ, ζῇ δὲ καὶ πεφώτισται πᾶς μετέχων θεοῦ· αὐτὸς γὰρ ζωὴ ω ν φῶς ἐστι τῶν ἀνθρώπων κατὰ τὸ Καὶ ἡ ζωὴ η ν τὸ φῶς τῶν ἀνθρώπων. 592a Ps 56, 2a– c̔ Ο ἐπιδιπλασιασμὸς δηλοῖ ο τι καὶ ἐν τῷ βίῳ τούτῳ καὶ ἐν τῷ μέλλοντι ἐλέου θεοῦ χρῄζομεν. σκιὰν δὲ πτερύγων τὴν θείαν κηδεμονίαν καλεῖ. εἰ δὲ προδιαστέλλοιτο ἡ σκιὰ τῇ ἀληθείᾳ, ο βούλεται τοιοῦτόν ἐστιν· ἐν τῷ βίῳ τούτῳ τυγχάνων ἐν τῇ σκιᾷ τῶν πτερύγων εἰμί, ἐλπίζων καὶ ἐπ' αὐτὰς τὰς πτέρυγας ἐλθεῖν ἐπτερώμενος ἀρετῇ καὶ νοήσει πνευματικῇ. πτέρυγες δὲ θεοῦ η αἱ σκεπαστικαὶ αὐτοῦ δυνάμεις η αἱ ὑψιπετεῖς περὶ αὐτοῦ νοήσεις. 593a Ps 56, 2d Τὸ παρέρχεσθαι τὴν ἀνομίαν δηλοῖ πρόσκαιρον αὐτὴν ει ναι· καὶ ὁ Παῦλος γοῦν ἐν τῇ Πρὸς̔ Εβραίους πρόσκαιρον γράφει τὴν τῆς ἁμαρτίας ἀπόλαυσιν. ω σπερ ου ν παρερχομένη, ου τω καὶ ἀπό τινος χρόνου ἀρξαμένη ἐστὶν ἡ ἀνομία· περὶ γάρ τινος ει δους αὐτῆς ει ρηται· ου τε η ν ἀπ' ἀρχῆς ου τε εἰς τὸν αἰῶνα ε σται. 594a Ps 56, 3a Οὐ μάτην δὲ Τὸν υ ψιστον ει πεν. ἐπεὶ γὰρ ἡ ἀνομία ἑρπηστικὴ καὶ χαμαιπετής ἐστιν, ὁ ταύτης ἀπαλλακτιῶν πρὸς τὸν υ ψιστον βοᾷ ι ν' εἰς υ ψος αἰρόμενος τῇ βοῇ μακρὰν ἀπὸ τοῦ βλαβεροῦ θηρὸς γένηται. 595a Ps 56, 4a̔ Ο ἀποσταλεὶς ἐξ οὐρανοῦ ἐπὶ τῷ σῶσαι ὁ κύριός ἐστι φάσκων Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ οὐχ ι να ποιῶ τὸ θέλημα τὸ ἐμόν. τοῦτον γὰρ ο ντα λόγον αὐτοῦ ἐξαπέστειλεν ὁ θεὸς καὶ ἰάσατο τοὺς τετρωμένους ἐκ τῶν διαφθορῶν αὐτῶν, ω ς φησιν ἑτέρωθι αὐτὸς ὁ Δαυίδ. Ζητήσειε δ' α ν τις τὸ ἐξ οὐρανοῦ ἀπεστάλθαι, εἰ τοπικὴν ἐκ τοῦ σωματικοῦ οὐρανοῦ ἐκπομπὴν δηλοῖ. δόξει γὰρ α λογον ει ναι τοπικὴν κατάβασιν τῷ θεῷ προσάπτειν. μήποτ' ου ν σημαίνει ἡ οὐρανὸς φωνὴ τὴν ἀσώματον καὶ νοητὴν οὐσίαν, κατὰ τὸ Θησαυρίζετε ἐν οὐρανοῖς, καὶ τὸ̔ Ο θεὸς ἐν τῷ οὐρανῷ α νω. ὁ ἐν μορφῇ τοίνυν θεοῦ καὶ ι σα θεῷ ὑπάρχων μορφὴν δούλου λαβὼν εἰς ἀνθρώπους η κεν. καὶ τοῦτό ἐστι τὸ ἐξ οὐρανοῦ ἀποστεῖλαι ι να ὁ θεὸς λόγος σὰρξ γένηται καὶ ἐπὶ γῆς ὀφθεὶς ἀνθρώποις συναναστράφῃ. τὰ αὐτὰ καὶ περὶ τοῦ ἁγίου πνεύματος μυσταγωγῶν ὁ Πέτρος γράφει Α νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπὸ οὐρανοῦ· ἀποσταλὲν γὰρ ἐκ τοῦ νοητὴν οὐσίαν τυγχάνειν τὸ πνεῦμα ἀνθρώποις ἐνῳκίσθη τοῖς εὐαγγελισαμένοις ὑμᾶς. 596a Ps 56, 4b Οἱ πρὸ τούτου διὰ τοῦ ἐξευτελίζειν καταπατοῦντές με εἰς ο νειδος ἐδόθησαν, θεοῦ ἀποστείλαντος ἐξ οὐρανοῦ ο πως σωθῶ. ἑωρακὼς γὰρ τὸν τοῦ θεοῦ υἱὸν φροντίσαντα τῆς σωτηρίας μου, ἀσχημονοῦντας αὐτοὺς καὶ ὀνειδιζομένους ει δον καταπατήσαντας ο ν ὁ θεὸς ε σωσεν. 597a Ps 56, 4c. 5a Εν τῷ προάγοντι στίχῳ εἰπὼν̓ Εξαπέστειλεν ἐξ οὐρανοῦ,̓ οὐκ εἰρηκὼς τί τὸ ἀποσταλὲν ἐξ οὐρανοῦ, νῦν ἑρμηνεύει ο τι ε λεός ἐστι καὶ ἀλήθεια τὸ ῥυόμενον τὴν ψυχὴν αὐτοῦ γενομένην μεταξὺ ἐχθρῶν τῶν καταπατησάντων· ου τοι δέ εἰσι διὰ τὸ α γριον καὶ ὠμόθυμον σκύμνοι. οὐχ ε τερον δὲ κατ' οὐσίαν τῆς ἀληθείας τὸ ε λεος· ἀμφότερα γὰρ ὁ σωτήρ. 598a Ps 56, 5b̔ Η κοίμησις τὴν ἀνάπαυλαν πολλάκις σημαίνει, ὡς ἐν τῷ̓ Εν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω. ο ου ν βούλεται λέγειν τοῦτό ἐστιν· εἰ καὶ ἐταράχθην καταπατούμενος ὑπὸ ἐχθρῶν καὶ θαμβούμενος τῶν σκύμνων τῶν μέσον με λαβόντων, ἀλλ' οὐ παρέμεινεν ἡ ταραχή. ἐκοιμήθην γὰρ τεταραγμένος, οὐχὶ τεταραγμένος γρηγορῶν ε μεινα ἀλλ' ἐκοιμήθην ἀποβαλὼν τὴν ταραχήν. 599a Ps 56, 7b Τούτου σύμβολον η ν ἡ συνεχομένη πνεύματι ἀσθενείας γυνή, Συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές, η ν ε λυσεν ὁ̓ Ιησοῦς ἀπὸ τῶν βρόχων τῶν σατανικῶν θυγατέρα ου σαν̓ Αβραάμ. τάχα δὲ καὶ πᾶς ὁ τὰ κάτω φρονῶν κατακεκαμμένην ε χει τὴν ψυχὴν οὐ δυναμένην τὰ α νω σκοπεῖν ο σον ἐστὶν τοιαύτη. 600a Ps 56, 10 Λαοὺς δὲ νοήσεις καὶ τοὺς ἐκ περιτομῆς, ε θνη δὲ τοὺς ἀπὸ τῶν εἰδώλων μετανοήσαντας ὡς μίαν γενέσθαι ἐκκλησίαν. 601a Ps 57 αργ Οἱ ἐν ἀφθαρσίᾳ τὸν κύριον ἀγαπήσαντες εἰς τὸ τέλος τοῦ μὴ διαφθείρειν ἐληλυθότες τὴν στηλογραφίαν δι' ω ν ἐνεργοῦσι καλῶς ἐγείρουσιν. ὡς γὰρ οἱ τἀναντία ποιοῦντες αὐτὰ α πράττουσι κακῶς στήλην ἀπηγορευμένην ποιοῦσιν, ῃ φησιν ὁ νόμος Οὐ ποιήσεις σεαυτῷ στήλην α ἐμίσησεν ὁ κύριος, δηλῶν ο τι πᾶς ὁ τὰ ἀπηγορευμένα πράττων φαῦλον βίον στήλης δίκην ἐγείρει. διὸ καὶ τὸν τὰ ἀγαθὰ ποιοῦντα εἰκότως ἐρεῖς στήλην ἀνατιθέναι ου σαν σύμβολον ω ν διήθλησεν ἀγώνων. 602a Ps 57, 3 Ου τος γὰρ καρπὸς δικαιοσύνης καὶ ἐν Παροιμίαις· Νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν. συμπλέκει δὲ ἀδικίαν ὁ ἁμαρτίας συνάπτων ἐν τῷ ἀδιαστάτως ἐνεργεῖν τὸ κακόν. τούτῳ ἰσοδυναμεῖ τὸ Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ε καστος σφίγγεται. Οὐ μάτην πρόσκειται τῷ̓ Ανομίας ἐργάζεσθε τὸ̓ Εν τῇ γῇ· κα ν γὰρ ἐν καρδίᾳ τις ἀνομίαν ποιήσῃ,̓ Εν τῇ γῇ τουτέστι περὶ τὰ ὑλικὰ ἐνεργεῖ αὐτήν. 603a Ps 57, 4 Οἱ διαβάλλειν δὲ τὰς γραφὰς ἀποτολμῶντες καὶ ταύτην τὴν λέξιν διέσυραν, λέγοντες μὴ ει ναι οι όν τε ἀπὸ γαστρὸς πλανηθῆναι καὶ ψεῦδος λαλῆσαι· συμπεπληρωκότων γὰρ τὸν λόγον φασὶ τὸ ἁμαρτάνειν. πρὸς ου ς ῥητέον μὴ νενοηκότας τὴν συνήθειαν τῆς γραφῆς ταῦτα· τὸ ἀρτίτοκον βρέφος δεκτικὸν ἀρετῆς καὶ κακίας ἐστὶ δυνάμει, τότε δεχόμενον κατ' ἐνέργειαν ὁποτέραν τούτων τῶν ε ξεων ο ταν γνῶσιν ἀγαθοῦ καὶ κακοῦ σχῇ· τότε γὰρ καὶ συμπληροῦται ὁ λόγος ο ταν κατ' ἀρετὴν α ρξηται ἐνεργεῖν.̓ Εκ κοιλίας μητρὸς λέγεται τὸ ἀγαθὸν πεποιηκέναι. τοιοῦτόν ἐστιν ο φησιν ὁ̓ Ιώβ· Εἰ δὲ καὶ τὸν ψωμόν μου ε φαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα· ἐκ κοιλίας γὰρ μητρὸς ὡδήγουν αὐτοὺς καὶ ἐξέτρεφον ὡς πατήρ. καὶ ου τοι ου ν περὶ ω ν ὁ λόγος φθάσαντες ἐπὶ συμπλήρωσιν τοῦ λόγου ἀπὸ πλάνης η ρξαντο ἐνεργεῖν. Καὶ σημαίνει τὸ κατ' αὐτὴν τὴν λέξιν φθέγγεσθαι τὸ λελαληκέναι ψευδῆ. τάχα δὲ καὶ ὡς ἐπὶ τοῦ προάγοντος στίχου ει ποιμεν καὶ α λλην ει ναι γέννησιν· οἱ τεχθέντες ἀπὸ φαύλης διδασκαλίας ἀπ' αὐτῆς τῆς γαστρὸς τῆς αὐτοὺς τεκούσης ει χον καὶ τὸ πεπλανῆσθαι καὶ τὸ ψευδῆ λελαληκέναι. 604a Ps 57, 5b. 6̓ Ασπίδα βύουσαν τὰ ω τα αὐτῆς τὴν καλουμένην παλαμναίαν φασίν. ει ποτε γὰρ ἐπαοιδὸς κατὰ τὴν σοφίαν ἑαυτοῦ ἐπῳδήν τινα προφέροι δυναμένην κατακοιμίσαι αὐτήν, εἰ ἀκούσοι, βύει τὰ ω τα ἐπὶ τῷ μὴ ἀκοῦσαι τὴν φωνὴν τοῦ ἐπᾴδοντος ου σαν φάρμακον παρὰ σοφοῦ σκευαζόμενον. βύουσι δὲ καὶ ου τοι, οὐ τὰ τῆς αἰσθήσεως ἀλλὰ τὰ τῆς νοήσεως ω τα, ο πως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προφερόντων. τούτων γὰρ ε καστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν. Φαρμάκου δὲ ἀναγνωστέον ἐν παραθέσει ο ντος, τουτέστι συνοδῶς καὶ οὐ ῥηματικῶς φαρμακοῦται. 605a Ps a Τοῦτο δὲ αὐτοῖς ὁ θεὸς ποιεῖ εὐεργετῶν ι να μὴ κατεσθίοντες τοὺς ὑπὸ σφῶν ἀπατωμένους ἀνθρώπους ὑπερβαλλούσῃ τιμωρίᾳ ὑπεύθυνοι γένωνται, καὶ τὰς μύλας γοῦν αὐτῶν συνέθλασεν ο πως μὴ δάκνωσι μηδὲ κατεσθιῶσιν. σημειωτέον δὲ ο τι κατὰ τὴν γραφὴν διαφέρουσι μύλαι ὀδόντων· οἱ γὰρ τομεῖς καὶ διαιροῦντες τὴν τροφὴν ὀδόντες, αἱ δὲ μασώμεναι καὶ λεαίνουσαι μύλαι. Ωσπερ δὲ τὸ διαπορευόμενον διά τινος πόρου υ δωρ οὐ παραμένον ἀλλὰ διασκεδαννύμενον ἐξουδενεῖται καὶ εὐκαταφρόνητον γίνεται, ου τω καὶ ου τοι ἐξευτελισθήσονται οὐδὲν βέβαιον καὶ παράμονον ε χοντες ἀλλ' ὑδαρῆ καὶ ὑγρὸν βίον προσκαίρως ὑποδεξάμενοι. 606a Ps 57, 8b– 10 Καὶ πρότερον ει πομεν τὰ βέλη σημαίνειν αὐτοῦ τὰς κολάσεις, τόξον δ' ἐστὶν ἀφ' ου ἀφίεται τὰ βέλη· ταῦτα ἡ κριτικὴ τοῦ θεοῦ δύναμις. τοῦτο ου ν τὸ τόξον ἐντενεῖ, οὐκ ἀνιεὶς αὐτὸ ε ως ου ἀσθενήσωσιν οἱ βαλλόμενοι· πρὸς ἀγαθὸν δὲ αὐτοῖς τὸ ἀσθενῆσαι, καθαιρουμένης η ς ει χον ἰσχύος περὶ τὴν κακίαν. Ωσπερ δὲ ὁ τηκόμενος κηρὸς ἀναιρεῖται καθὸ τηκτὸς καὶ παχύτητα ε χων τοῦ πρώτου ὑποκειμένου εἰς πῦρ μεταβαλόντος, ου τως οἱ φαῦλοι κολάσεως πεπειραμένοι τὴν ἐκ μοχθηρᾶς ε ξεως παχύτητα τηκόμενοι ἀποβάλλουσι. πρὸ κολάσεως δ' ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν τυγχάνον δικαιοσύνης η λιος· μετὰ γὰρ τὴν κόλασιν οὐχ οι όν τε προσβάλλειν τῇ λαμπηδόνι τοῦ νοητοῦ ἡλίου. ο θεν ἐνταῦθα ει ρηται· ὡς α ρα ἐπιπεσόντος τοῦ κολαστικοῦ φωτὸς οὐκ ει δον τὸν η λιον οἱ τῇ κολάσει περιπεσόντες. οἱ δὲ συνέντες τὰ ι δια πάθη ἀλληγορικώτερον ἀκάνθας ὀνομαζόμενα οὐ πειρασθήσονται κολαζούσης ὀργῆς, πρὸ τοῦ δὲ συνιέναι τὰς πνευματικῶς λεγομένας ἀκάνθας καὶ ῥάμνον ὡσεὶ ζῶντες ὑπ' ὀργῆς καταποθήσονται· οὐ γὰρ ζῶντες ἀλλὰ ζῶσιν ο μοιοι τυγχάνοντες ὑπ' ὀργῆς συλληφθήσονται. τὸ γὰρ καταπιεῖν κατὰ τὴν γραφὴν τὸ κρατῆσαι καὶ νικῆσαι σημαίνει, τοῦ καταποθέντος η δη κεκρατημένου καὶ νενικημένου. καταπίνεται γοῦν καὶ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, κρατούσης καὶ νικώσης τῆς ζωῆς τὸν θάνατον. 607a Ps 57, 11a Οὐκ ἐπιχαίρων εὐφραίνεται ἀλλ' ο τι μὴ αὐτὸς ὑπόκειται τιμωρίᾳ καὶ καθαίρει τὰς ἑαυτοῦ πράξεις γινόμενος ἀσφαλέστερος. 608 Ps̔ Ενὸς τοῦ Σαοὺλ διώκοντος, ἐκ πλειόνων ἐχθρῶν ἐξαιρεθῆναι ευ χεται. μήποτ' ου ν τοὺς συμπνέοντας τῷ Σαοὺλ δορυφόρους η τοὺς ἐνεργοῦντας εἰς αὐτὸν ἀλιτηρίους δαίμονας καθ' ἑαυτοῦ πληθυντικῶς ἐχθροὺς εἰπών, ῥυσθῆναι ἐξ αὐτῶν ευ χεται· καὶ λυτρωθῆναι ἐκ τούτων ἐπανισταμένων ἐπ' αὐτὸν παρακαλεῖ, εὐχόμενος τάχα γενέσθαι ἐπιδημίαν τοῦ ἐλευσομένου λύτρον δοῦναι τὴν ἑαυτοῦ ψυχὴν ἀντὶ πολλῶν.̓ Εργάται δὲ ἀνομίας οἱ πράττοντες α ἀπαγορεύει ὁ νόμος, καὶ ἐπεὶ τῶν ἀπηγορευμένων ὁ φόνος ἐστίν, οἱ ἀναιρεῖν ἀνθρώπους προτιθέμενοι διὰ τὴν προσοῦσαν ὠμότητα α νδρες αἱμάτων εἰσίν. ῥύεται δὲ ἀπὸ τῶν ἐργαζομένων τὴν ἀνομίαν ὁ μὴ ἐπηρεαζόμενος ὑπ' αὐτῶν, σκέποντος τοῦ θεοῦ, ἀλλὰ καὶ σῴζεται ἀπὸ φονικῶν ἀνδρῶν ὁ μὴ παραδιδόμενος εἰς χεῖρας τῶν ἐκχέαι τὸ αι μα αὐτοῦ ἐθελόντων. καὶ ἑτέρως δέ· ῥύεταί τις ἐκ τούτων· ὁ γὰρ μὴ ἐνεργῶν τὴν ἀνομίαν ἀλλ' ἐναντίως διακείμενος τῶν ποιούντων αὐτὴν ε ρρυσται ἀπὸ διαθέσεως ἀνομημάτων πρακτικῆς, ὡς αυ ὁ ἐκτὸς φονικῆς γνώμης ὑπάρχων σέσωται οὐ συγκαταλεγόμενος ἀνδράσι φονικοῖς.̔ Ερμηνευτέον τοὺς στίχους καὶ ου τως· ἐπεὶ ἐνεργούντων διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ ἐν τοῖς ἀνθρώποις τὴν τῆς ἀνομίας ποίησιν ἀνομοῦσιν οἱ α νθρωποι, ευ χεται ῥυσθῆναι ἀπὸ τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ προκατερχομένων τῆς ἐργασίας τῆς ἀνομίας. μαρτυρία τῆς νοήσεως ταύτης· ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. προκατερχομένου γὰρ ἐκείνου ἐφέπονται ου τοι τῷ ἁμαρτάνειν ἐν οι ς ἐνεργεῖ. βαλόντος γὰρ αὐτοῦ ἐν τῇ καρδίᾳ τοῦ̓ Ιούδα προδοσίας ἐνθύμησιν προδότης γέγονεν, ἐπακολουθήσας ῳ ε τρεχεν περὶ προδοσίας λογισμῷ ἐκ τοῦ εἰς τοῦτο παρορμήσαντος. Ευ δὲ καὶ τὸ προσθεῖναι τοῖς φονικοῖς τὸ α νδρες· οὐ γὰρ τοῦ τυχόντος ἀλλ' ἰσχυροῦ καὶ τελείου ἐν κακοῖς τὸ αι μα ἀνθρώπου ἐκχεῖν. 609 Ps 58, 4a Οσον εἰς τὴν πρόθεσιν καὶ ὠμότητα τοῦ Σαοὺλ καὶ τῶν πεμφθέντων παρ' αὐτοῦ ἐπὶ τῷ λαβεῖν αὐτὸν ἐκ τοῦ οι κου τοῦ ἰδίου καὶ θανατῶσαί φησιν̓ Εθήρευσαν τὴν ψυχήν μου, εἰ καὶ θεοῦ δυνάμει ἐσώθη παραδόξῳ τέχνῃ τῆς γαμετῆς. Περὶ ἀοράτων ἐχθρῶν τῶν σπουδὴν ἐχόντων θηρεύειν ψυχὴν ἑρμηνευθείη ὁ στίχος τῶν παρασκευαζόντων τὸν Σαοὺλ φονέα κατὰ τοῦ διὰ πάντων ἀμέμπτου Δαυὶδ γενομένου πρὸς αὐτόν. 610 Ps 58, 4b Κραταίους δὲ τοὺς ἐπιθεμένους αὐτῷ δηλοῖ βασιλέα καὶ τοὺς ἀφ' ἑαυτοῦ, ὡς δὲ πρὸς διάνοιαν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου. 611 Ps 58, 5a Ευ δὲ καὶ τὸ Εδραμον ει πεν· τελέσαντος γὰρ τὸν δρόμον ἡ φωνή. ὡς γὰρ οὐ ταὐτὸν τὸ πράττειν καὶ πεπραχέναι, ου τως οὐ ταὐτὸν τὸ τρέχειν καὶ τὸ δεδραμηκέναι. Παῦλος τοίνυν ἀμφοτέρων διδάσκαλος· ὁτὲ μὲν λέγει Ου τως τρέχω ὡς οὐκ ἀδήλως, ὁτὲ δὲ Τὸν δρόμον τετέλεκα, τοῦ τὸν δρόμον τελέσαντος οὐκέτι τρέχοντος.̓ Αντερεῖ δέ τις τοῖς εἰρημένοις, φέρων τὴν πρὸς τὴν τοῦ Οὐρίου ἁμαρτίαν ἐξομολόγησιν, ἐπεὶ καὶ ἐξωμολογήσατο τῷ θεῷ φήσας̓ Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας καθάρισόν με. γέγονε δὲ ἡ πρᾶξις περὶ η ς καὶ ἡ ἐξομολόγησις μετὰ τὸν τοῦ Σαοὺλ θάνατον. τούτου γοῦν ἀληθοῦς ο ντος, πῶς ὁ ἐπὶ τοῦ ε τι ζῶντος Σαοὺλ διωκόμενος ὡς η δη τελέσας τὸν δρόμον ει πεν Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα; λεκτέον πρὸς τὴν ἀντίρρησιν πρῶτον μὲν ο τι τὴν πρὸς τὸν Σαοὺλ καὶ τὴν πρὸς αὐτὸν ὑπηρεσίαν α νευ ἀνομίας κατευθυκέναι φησὶν ὡς μάτην ἐκεῖνον ἐπιβουλεύειν, ει τα καὶ ου τως· εἰς ο τε τότε δραμὼν α νευ ἀνομίας καὶ κατευθύνας η ν πάντα τὰ διανυσθέντα αὐτῷ. ἀλλ' ἐπεὶ τρεπτὸς καθόλου πᾶς γενητὸς α νθρωπος ω ν, μετὰ ταῦτα πταίσας ῥᾷστα μετενόησεν· ἐξ ου καὶ αὐτοῦ δείκνυται ὡς οὐκ ει χε τριβὴν καὶ συνήθειαν πρὸς τὸ ἁμαρτάνειν. 612a Ps 58, 5b Τῶν προειρημένων ἐχθρῶν ἐμμενόντων τῇ κατ' ἐμοῦ σπουδῇ, ἐξεγερθεὶς συνάντησον εἰς τὸ βοηθῆσαί μοι μηκέτι μακροθυμῶν ἐπ' αὐτοῖς. παρακαλῶ δὲ ἐξεγερθέντα εἰς συνάντησίν μου ἰδεῖν ὡς οὐ κατ' ἐμὴν πρόφασιν κατ' ἐμοῦ φονῶσιν ἁμαρτόντος εἰς αὐτούς. ου τε γὰρ ἡ ἀνομία μου ου τε ἡ ἁμαρτία μου ἐξεκαλέσατο αὐτοὺς ἀλλὰ τὸ φθονερὸν αὐτῶν πάθος λυπηθέντας ἐπὶ ἐυκλείᾳ ἡμετέρᾳ. 613a Ps 58, 6ab Τῇ περὶ αὐτοῦ εὐχῇ συμπαραλαμβάνει τὴν περὶ πάντων τῶν ἐθνῶν ἀξίωσιν, φιλάνθρωπος α μα καὶ προφήτης ὑπάρχων. προγνοὺς γὰρ προφητικῶς τὴν τῶν ἐθνῶν κλῆσιν παρακαλεῖ κύριον τὸν θεὸν τῶν θείων δυνάμεων ἀλλὰ καὶ τοῦ̓ Ισραὴλ θεὸν προσέχοντα ἐπισκέψασθαι τὰ ε θνη ο πως ἰάσηται αὐτὰ διάγοντα κακῶς διὰ εἰδωλολατρείαν καὶ δαιμόνων θεράπειαν. γίνεται δὲ ἡ ἐπισκοπὴ τῶν ἐθνῶν ἀποσταλέντος τοῦ θείου λόγου ἐπὶ τῷ πάντας ἰάσασθαι καὶ σῶσαι ἐκ τῶν προκαταλαβουσῶν διαφθορῶν. ἰατρὸς γοῦν ἐστι ψυχῶν, τοὺς συντετριμμένους τῇ καρδίᾳ ἰώμενος. Δυνάμεων δὲ θεὸν αὐτὸν καλεῖ καὶ κύριον η τοι λογικῶν ἁγίων ζῴων καὶ στρατευμάτων οὐρανίων. ὡς δὲ τούτων τῶν δυνάμεων θεός, ου τω καὶ τῶν διορατικῶν ἀνθρώπων̓ Ισραὴλ καλουμένων̔ Εβραίων φωνῇ θεός ἐστιν. 614 Ps Διωκόμενος ὁ Δαυὶδ ὑπὸ Σαοὺλ διὰ τὸν προειρημένον φθόνον ε γνω ο τι ε σται τῆς ἀρχῆς διάδοχος. καὶ προφητικῶς μὲν θεωρήσας τὸ ἐσόμενον καὶ ἐκ τοῦ κεχρίσθαι εἰς τοῦτο ὑπὸ τοῦ Σαμουήλ, πλὴν εἰ καὶ ου τω πεπληροφόρητο, οὐκ ἀνῄρει αὐτὸν πολλάκις εἰς χεῖρας αὐτοῦ παραδοθέντα, νομίμως ἐκ θεοῦ ἀντιπαραλαβεῖν τὴν ἀρχὴν βουλόμενος ἀλλ' οὐκ ἐκ τοῦ ἐπιθέσθαι καὶ δολοφονῆσαι. ἀπὸ ταύτης τῆς προθέσεώς φησιν̔ Ο θεὸς τὸ κράτος μου, πρὸς σὲ φυλάξω, οὐ σφετερίσασθαι αὐτὸ προαιρούμενος ἀλλ' ἐκδεχόμενος παρὰ σοῦ αὐτὸ λαβεῖν· θαρρῶ δὲ τῇ περὶ τούτου διαβεβαιώσει, γνοὺς πεῖρᾳ πολλάκις ο τι καὶ θεὸς καὶ ἀντιλήπτωρ μου τυγχάνεις. κα ν γὰρ μὴ ἐξ ἡμετέρας δυνάμεως α ξιος λαβεῖν τὸ βασιλεύειν, ἀλλά γε τὸ σὸν ε λεος προφθάσαν με δείξει μοι ἐν τοῖς ἐχθροῖς μου, ὡς αὐτοὶ μὲν παιδευθήσονται κολάσει ὑποπεσόντες, ἐγὼ δὲ τὴν βασιλείαν λήψομαι παρὰ σοῦ. Καὶ πρὸς διάνοιαν δὲ ὁ κατὰ τὸν̓ Αβραὰμ ἐκ θεοῦ τὸ βασιλεύειν ε χων. γέγραπται γὰρ ὡς ει πόν τινες τῷ πατριάρχῃ οὐκ αἰσθητῶς κρατοῦντι Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. βασιλεύων ἀρεσκόντως θεῷ ἐρεῖ̔ Ο θεός μου τὸ κράτος μου, πρὸς σὲ φυλάξω· σὺ γὰρ εἰσάξεις εἰς τὴν βασιλείαν τοὺς εἰρηκότας Κορινθίους Καὶ ὀφελόν γε ἐβασιλεύσατε ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 615 Ps ab̔ Ως πρὸς ἱστορίαν· τοὺς ἐπικειμένους ἐχθροὺς ἐπιτιμηθῆναι πρὸς θεοῦ ἀλλ' οὐκ ἀποθανεῖν ἀξιοῖ. οι δεν γὰρ ο τι, εἰ μένοντες φαῦλοι ἀποθάνοιεν, λῆξιν ε ξουσι τοῦ θεϊκοῦ νόμου, διασκορπισθέντες δὲ τῇ τοῦ θεοῦ δυνάμει καὶ εἰς αἰχμαλωσίαν παραδοθέντες στενάξουσι πρὸς θεὸν πεῖραν κακώσεως ἐσχηκότες. Βούλεται δὲ αὐτοὺς καὶ καταχθῆναι ἀπὸ υ ψους η ς ε χουσι ὑπερηφανίας, ποιοῦντος αὐτὸ τοῦ ὑπερασπίζοντος κυρίου τοῦ τὴν δέησιν ἀναφέροντος. ἡ γὰρ παντελὴς τιμωρία εἰς ἀπόγνωσιν παρασκευάζει καὶ προτρέπεται. ο τι δὲ φειδόμενος αὐτῶν τοῦτο ὁ Δαυὶδ ἐπρεσβεύετο, ι να τῇ μετριωτέρᾳ τιμωρίᾳ σωφρονισθέντες νήφωσιν, ἐπάγει τὰ ἑξῆς· ἐὰν γὰρ διασκορπισθῶσιν, ὁμοῦ καὶ τιμωροῦνται καὶ συναχθῆναι πάλιν δυνήσονται μετανοήσαντες. ὁμοίως δὲ καὶ καταχθῆναι τουτέστι ταπεινωθῆναι βούλεταἱ Αμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν, συμφέρων αὐτοῖς τε τοῖς ταπεινουμένοις καὶ τοῖς πλείοσι ω στε μὴ παροξυνθῆναι πρὸς ζῆλον τῶν ἐν ὑπερηφανίᾳ λαλούντων καὶ φθεγγομένων α δικα. οἱ γὰρ μεθ' ὑπερηφανίας λελαληκότες οἱ κατὰ τοῦ δικαίου ψευσάμενοι· ο ταν ἐναντίαν τοῖς ε ργοις τὴν ε κβασιν ἐν τῇ ὑπερηφανίᾳ τῶν οἰκείων λόγων συλλαμβανόμενοι δέχωνται, ὡς παράνομοι καταληφθέντες ἐλέγχονται. 616a Ps 59, 3b̓ Ελεγκτέον καὶ ἐκ τῆς προκειμένης λέξεως τοὺς ἀμυντικὸν φρονοῦντας ει ναι τὸν δημιουργὸν αἱρετικούς. ὀργίζεται ὁ θεὸς οὐχ ι να ἀπολέσῃ, ἀλλ' ι να οἰκτειρήσῃ. τούτῳ συνᾴδει Εὐλογήσω σε, κύριε, ο τι ὠργίσθης μοι εἰς σωτηρίαν. εἰ γὰρ εἰς σωτηρίαν ὀργίζεται καὶ ἐπὶ τῷ οἰκτεῖραι, οὐ πάθος ἡ ὀργὴ αὐτοῦ ἀλλὰ χρησίμως παραλαμβανομένη. 617a Ps 59, 4 Οἱ προσπαθοῦντες τοῖς ὑλικοῖς καὶ τὰ ἐπίγεια φρονοῦντες† ἐπ' αὐτοῖς τῷ ἐμπαθεῖς ει ναι οι ονται εὐστάθειαν καὶ ἀταραξίαν ε χειν, βλάβην δὲ αὐτοῖς ἡ τοιαύτη κατάστασις φέρει· ο θεν χρήσιμον ἐλέῳ θεοῦ συσσεισθῆναι αὐτὴν καὶ ταραχθῆναι μεταμελείας τρόπῳ. γνοῦσα γὰρ ὡς ἐπιβλαβὲς τοῖς ὑλικοῖς ἐνέχεσθαι καὶ φρονεῖν τάραχον καὶ συσσεισμὸν σχοίη, μετατιθεμένη ἐκ τοῦ προτέρου φαύλου βίου ἐπὶ σπουδαῖον, ἀμέλει καὶ συντριβεῖσα, αι σθησιν λαβοῦσα τῶν ὑπαρξάντων συντριμμάτων ἐκ τῶν δαιμόνων παρακαλέσει τὸν δυνάμενον κύριον ἰᾶσαι ταῦτα. 618a Ps 59, 5 Δείκνυταί τινι σκληρά, ο ταν ἐπιπόνοις περιπέσῃ· α περ ἐάν τις δέξηται ἐπὶ μετάγνωσιν προτέρων ἁμαρτημάτων, οι νον κατανύξεως πίνει, αἰτίαν τοῦ κατανύττεσθαι ἐπὶ μετάνοιαν λαμβάνων ἐκ τοῦ ποτισμοῦ. πολλαχοῦ δὲ τῆς γραφῆς† ἀκράτου ὁμωνυμεῖ τὰ σκληρὰ τὰ περιστατικά, ὡς ἐν τῷ Ποτήριον ἐν χειρὶ κυρίου οι νου ἀκράτου. ὁμωνυμεῖ δὲ τὰ σκληρὰ καὶ ταῖς εἰρημέναις σκληραῖς ὁδοῖς· ἐν ις ψαλμῷ ου τως λέγει· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἐκεῖ μὲν γὰρ ὁδοὶ σκληραὶ αἱ κατ' ἀρετὴν ει ρηνται διὰ τὸ σὺν ἱδρῶτι πολλῷ καὶ πόνῳ κατορθοῦσθαι αὐτάς, ἐνταῦθα δὲ ει δεν ὁ λαὸς σκληρὰ πειραθεὶς κακωτικῶν. 619 Ps 59, 6 Τίς ἡ σημείωσις η ν δίδωσιν ὁ θεὸς η ὁ φωτισμὸς καθ' ο ν δυνατὸν διάκρισιν ε χειν πνευμάτων καὶ ἀγαθοῦ καὶ κακοῦ; ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ε ργου καὶ πνεύματος πονηροῦ γινόμενοι. δίδοται δὲ οὐ τοῖς τυχοῦσιν ἀλλὰ τοῖς κατὰ θεὸν εὐσεβέσι σημείωσις. 620 Ps 59, 7 Οπως ἀβλαβεῖς διαμείναντες ῥυσθῶσιν ἀπὸ προσώπου τόξου οἱ ἀγαπητοί σου, τὴν λεχθεῖσαν σημείωσιν ε δωκας. λεκτέον καὶ ω δε· τότε ῥυσθῆναι ἀπὸ πολεμίων ἀοράτων δυνήσονται, ο ταν σώσῃ ἡ δεξιά σου, μονογενής σου υἱός. ου τος γὰρ δεξιὰ θεοῦ ἡρμήνευται πολλάκις, μάλιστα ο τε προέκειτο τὸ̓ Ησφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου, καὶ Τῇ δεξιᾷ μου ἐστερέωσα τὸν οὐρανόν.̓ Επιστατέον ὡς ε μπαλιν τῇ τάξει τῆς νοήσεως ε χει τὰ τῆς προφορᾶς. πρότερον γὰρ εἰσακούσας σῴζει θεὸς καὶ αυ τη ἡ ἀκόλουθος ἁρμονία, τῆς λέξεως μετὰ τὸ Σῶσον τὸ̓ Επάκουσόν μου ἐχούσης, εἰ μὴ α ρα ου τω νοηθείη· Σώσας τῇ δεξιᾷ ἐπάκουσόν μου, εὐχῆς ου σης ἐμοὶ τῷ σωθέντι οὐ περὶ τοῦ σωθῆναι (ἐκεῖνο γὰρ ει ρηται) ἀλλὰ περὶ θείων ἀγαθῶν αἰτουμένῳ α περ ἐστὶ τὰ τοῦ θείου πνεύματος χαρίσματα.̓ Αγαπητοὶ δὲ θεοῦ τυγχάνουσιν οἱ διὰ καλοκἀγαθίαν ο ντες, α ξιοι τοῦ ἀγαπᾶσθαι ὑπ' αὐτοῦ· οἱ κατ' εἰκόνα θεοῦ πεποιημένοι α νθρωποι, εἰ καὶ τὰ μάλιστα ὑποπεπτώκασιν τῇ ἁμαρτίᾳ, ἀλλ' ο μως διὰ τὴν τῆς ψυχῆς οὐσίαν νοερὰν ου σαν καὶ λογικὴν ει εν α ν ἀγαπητοὶ αὐτοῦ. 621a Ps 59, 8a Θεὸς λαλεῖ ἐν παντὶ μετέχοντι ἁγιότητος. ου τω γοῦν καὶ ἐν Παύλῳ ἁγίῳ ο ντι ἐλάλει Χριστὸς καὶ ἐν παντὶ προφήτῃ. εἰ δὲ περὶ τοῦ πατρὸς ἐκλαμβάνεται ἡ φωνή, α γιος ἐν ῳ λαλεῖ ὁ σωτὴρ α ν ει η συμφώνως τῷ̔ Ο πατὴρ ὁ μένων ἐν ἐμοὶ ποιεῖ τὰ ε ργα, καὶ̓ Εντολὴν δέδωκέν μοι ὁ πατὴρ τί ει πω καὶ τί λαλήσω· ἁρμόζει ταῦτα τῇ οἰκονομίᾳ. 622a Ps 60, 3ab̔ Ο ἐνταῦθα εὐχόμενος πόρρω ἑαυτὸν τυγχάνοντα εἰδὼς τοῦ ῳ τὴν εὐχὴν ἀναπέμπει ἐκ τῶν περάτων ει ναι τῆς γῆς λέγει καὶ κεκραγέναι πρὸς θεὸν τότε ο τε ἀκηδιᾷ· καθὰ γάρ φησιν ἐν τῷ̓ Εκκλησιαστῇ̔ Ο θεὸς ἐν τῷ οὐρανῷ α νω καὶ σὺ ἐν τῇ γῇ κάτω. σημαίνεται δὲ διὰ τῆς λέξεως οὐ διάστασις τοπικὴ ἀλλ' οὐσίας ἀκτίστου καὶ κτισμάτων διαφορᾶς, τῆς τοῦ θεοῦ ὑπάρξεως δι' ὑπεροχὴν τιμῆς α νω ἐν οὐρανῷ λεγομένης, τῆς τοῦ ἀνθρώπου κάτω εἰς γῆν τυγχανούσης τῷ ἐκ τοῦ μὴ ο ντος εἰς τὸ ει ναι ἐληλυθέναι. εἰς ταύτην τὴν διαφορὰν καὶ ὁ Βαπτιστὴς σκοπήσας τὸν σωτῆρα α νωθεν ἐξ οὐρανοῦ ει ναι λέγει, τὸν δὲ α νθρωπον ἐκ τῆς γῆς τυγχάνειν καὶ λαλεῖν· προφέρει γὰρ α κτίσματι δυνατὸν εἰπεῖν. 623a Ps 60, 3c– 5 Πέτραν σημαίνεσθαι ἐκδεξόμεθα ῥέουσαν πνευματικὸν πόμα τὸν Χριστόν. ὁ ἐν ταύτῃ τῇ πέτρᾳ γινόμενος τῷ μετέχειν αὐτῆς (ὑπάρχει γὰρ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμός) μετεωρίζεται κατὰ τὸν νοῦν ὑψούμενος ὑπὸ θεοῦ. Καὶ οἱ ε πεσθαι δὲ τῷ σωτῆρι προθέμενοι κατὰ τὰς αὐτοῦ προτροπὰς λέγοντος Δεῦτε ὀπίσω μου, καὶ πάλιν πρὸς Φίλιππον̓ Ακολούθει μοι, ὁδηγῷ αὐτῷ χρώμενοι, τῆς αὐτῆς ἐπάρσεως κοινωνοῦσιν, οὐκ α λλον ἐλπίσαντες ἡγεμόνα εὑρήσειν τῆς ἀγούσης πρὸς τὸν πάντων αι τιον ὁδοῦ. ταύτης τῆς δωρεᾶς τυχὼν καὶ ὁ Δαυὶδ μεθ' υ μνου λέγει τῷ κυρίῳ Ωδήγησάς με ο τι ἐγενήθης ἐλπίς μου· οὐ μόνον δὲ ὁδηγὸς ἀλλὰ καὶ πύργος̔ γέγονάς μοι ἀπὸ προσώπου ἐχθροῦ. σὲ γὰρ ἰσχὺν ε χων καὶ ἰσχύος πύργον ἀβλαβὴς διέμεινα, καίτοι τοῦ ἐχθροῦ τυγχάνοντος ἀντιπροσώπου καὶ πολεμεῖν με θέλοντος. τοῦτον τὸν πύργον ὁ οἰκοδομεῖν ἀρξάμενος ὡς θεμελίους η δη τεθεικέναι τελειωσάτω τὴν οἰκοδομὴν ὡς καὶ στεφανὴν ἐπιθεῖναι τῷ δώματι, ο πως μὴ αἰσχύνην ὀφλῇς πρὸς τῶν παραπορευομένων εἰωθότων ἐπιχλευάζειν τοῖς μὴ εἰς τέλος η ν ᾑρήσαντο πολιτείαν α γουσιν. Δύναται ἀναφορὰν ε χειν εἰς τὸ̓ Απὸ προσώπου ἐχθροῦ καὶ τὸ̔ Ωδήγησάς με εἱρμῷ τοιούτῳ·̔ Ωδήγησάς με ἀπὸ προσώπου ἐχθροῦ ἐλπίς μου γεγενημένος, ἀλλὰ καὶ πύργος ἰσχύος πρὸς τῷ ὡδηγηκέναι με ἀπὸ προσώπου ἐχθροῦ γέγονάς μοι. ἐλπὶς τῶν ἁγίων ἀληθινὴ καὶ ἀδιάπτωτος ὁ σωτήρ, ῃ φησι Παῦλος Καὶ̓ Ιησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, καὶ ἡ προφητείἀ Επ' αὐτῷ ε θνη ἐλπιοῦσιν· αὐτὸς γὰρ ὁ προαναφωνηθεὶς ε σεσθαἰ Εθνῶν προσδοκία. Παροικεῖ δέ τις τελειωθεὶς ἐν ἁγιότητι εἰς τοὺς αἰῶνας ἐν ἐκείνῳ τῷ σκηνώματι, ο δηλοῖ τὸ Τίς κατασκηνώσει ἐν ο ρει ἁγίῳ σου; αἰώνιον γὰρ τοῦτο ταὐτὸν ο ν τῇ σκηνῇ Ην ε πηξεν ὁ κύριος καὶ οὐκ α νθρωπος. πλὴν εἰ καὶ ου τω τελειότητος ε χει ἡ τοιαύτη σκηνὴ ὡς καὶ Αγια ἁγίων ει ναι, ἀλλ' ου ν ἐστιν μετ' αὐτὴν κατάστασις ὑπερέχουσα τῶν λογικῶν καθ' η ν ε σονται ἐν πατρὶ καὶ υἱῷ, μᾶλλον δὲ τῇ τριάδι. διὸ παροικεῖν εἰς τοὺς αἰῶνας ἀλλ' οὐ κατοικεῖν ἐν τῷ σκηνώματι ει ρηται. ὁ ἐν τούτῳ τῷ οι κῳ γεγονὼς σκεπασθήσεται ἐν τῇ τῶν πτερύγων τοῦ θεοῦ σκέπῃ. 624a Ps 60, 6b 624a Πλούσιος γὰρ ω ν, φησίν, καὶ μεγάλας δωρεὰς παρέχεις, μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς κληρονομίαν αὐτοῖς δέδωκας. εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη κατὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλά γε τῷ η δη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἐπὶ τοῖς φοβουμένοις τὸ ο νομα αὐτοῦ ὁ θεὸς κληρονομίαν ε δωκεν. ἐάν τις ῃ διαφορὰ φοβουμένων τὸν θεὸν καὶ τὸ ο νομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις ει ρηται ὑποδεεστέρους ει ναι τοὺς οἰκειωθέντας τῇ τοῦ θεοῦ προσηγορίᾳ τῶν ἑνωθέντων αὐτῷ τῷ θεῷ, ο ρα ὡς καὶ τοῖς φοβουμένοις τὸν θεὸν δέδοται ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αυ τη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν. 625a Ps̔ Ο τυχὼν τῶν ἡρμηνευμένων δωρεῶν βασιλεύς τίς ἐστι καθ' ο σημαινόμενον ει ρηται περὶ τῶν θεοσεβῶν ὡς ει ησαν Βασίλειον ἱεράτευμα, ε θνος α γιον. τούτῳ τῷ σημαινομένῳ βασιλεῦσαι καὶ οἱ ἀπόστολοι προσδοκῶντες λέγουσι Κορινθίοις Χωρὶς ἡμῶν ἐβασιλεύσατε ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. τῷ ου τω γενομένῳ βασιλεῖ ε τη ὑπὸ τοῦ κυρίου προστίθεται, ἡμέρας ἐφ' ἡμέρας ἀγομένης. δεῖ γὰρ ἐκ προλαβούσης φωτεινῆς καταστάσεως εἰς ἑτέραν ὡσαύτως ε χουσαν μετάβασιν γίνεσθαι, ὡς ἐκ τοῦ τῶν ἡμερῶν ὀνομαζομένου συμπληροῦσθαι τὰ ε τη τὰ αἰώνια περὶ ω ν ει ρηται Καὶ ε τη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα. παρατείναι δὲ ἡ ζωὴ τῶν ἡμέρας ἐφ' ἡμέρᾳ προσλαμβανόντων ε ως ἡμέρας γενεᾶς γενεῶν ἐνώπιον τοῦ θεοῦ. Ελεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; πολλαχοῦ τῶν θείων παιδευμάτων α μα τῇ ἀληθείᾳ τοῦ θεοῦ τὸ ε λεος αὐτοῦ συνέζευκται· μήποτ' ου ν ἐπεὶ τὸ γνῶναι ἀκραιφνῶς καὶ καθαρῶς τὴν ἀλήθειαν τοῦ θεοῦ οὐχ οι όν τε περικείμενον τὴν ἀνθρωπίνην ἀσθένειαν, τούτου ε νεκα ἐλέου θεοῦ χρεία πρὸς τῷ συνιέναι τὴν ἀλήθειαν. συντείνει πρὸς τὸ προκείμενον τὸ θέλειν πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. πρῶτον μὲν γὰρ σωθῆναι ἐλέῳ θεοῦ δεῖ, ι ν' ἑπομένως ἡ ἐπίγνωσις τῆς ἀληθείας ὑπάρχῃ. ε ργον γὰρ τῆς τοῦ θεοῦ ἐλεημοσύνης ἡ ἀνθρώπων σωτηρία·̓ Εξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ τὰ ἑξῆς. 626a Ps 60, 9̓ Επεὶ ω ν ἠξίωσα παρὰ σοῦ τέτευχα εὐχάριστος ου τω γεγονώς, ψαλῶ τῷ ὀνόματί σου, ὑμνῶν δι' ε ργων νοημάτων τε καὶ λόγων ἀγαθῶν τὴν ἐπ' ἐμοὶ κληθεῖσαν προσηγορίαν σου· καὶ πρὸς τούτῳ ἡμέραν ἐξ ἡμέρας α ηὐξάμην ἀποδώσω, ω σπερ ὁ Ιακώβ φησιν̓ Εὰν δῷ μοι ὁ θεὸς α ρτον φαγεῖν, καὶ τὰ ἑξῆς,̓ πάντα μοι ο σα ἐὰν δῷς δεκάτην ἀποδεκατώσω σοι αὐτά. πρὸ γὰρ τούτων τῶν λόγων φέρεται τὸ Ηυ ξατο ὁ̓ Ιακώβ, λέγων τὸ̓ Εὰν ῃ κύριος μετ' ἐμοῦ ε ως τοῦ Δεκάτην ἀποδεκατώσω αὐτά. Ευ δὲ καὶ τὸ εἰπεῖν̔ Ημέραν ἐξ ἡμέρας τὰς εὐχὰς ἀποδοῦναι ψάλλειν τε τῷ ὀνόματι τοῦ θεοῦ Εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τῷ τὸ μὲν ψάλλειν τῷ ὀνόματι τοῦ ὑμνουμένου παρεκτείνειν ε ως τοῦ μέλλοντος αἰῶνος, τῷ δὲ τὰς εὐχὰς ἀποδοῦναι πληροῦσθαι ε ως ε τι ὁ ἐξ ἡμερῶν συμπληρούμενος χρόνος ἐστίν· ου τος δέ ἐστιν ὁ παραμετρούμενος τῇ ἑκάστου ζωῇ. ε ως ου ν ἐν βίῳ ἐσμέν, τὰς εὐχὰς ἀποδώσομεν, ι να καὶ ψάλαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τῷ ὀνόματι τοῦ θεοῦ δυνηθῶμεν. 627a Ps 61, 3 β Σαλεύεται πᾶς ὁ ἐξ ἀρετῆς εἰς κακίαν μεταπίπτων· ἀλλ' οὐκ ἀθρόως συμβαίνει τοῦτο, προτέρας γινομένης ταραχῆς ἐν λογισμοῖς διὰ παθῶν μεθ' η ν, εἰ προσληφθείη κατάλληλος πρᾶξις, τοῖς τεταραγμένοις λογισμοῖς κλόνος καὶ πτῶμα γίνεται. ἀρχομένης τοιγαροῦν αἰσχρᾶς ἐπιθυμίας η ἑτέρου τινὸς ἀλόγου κινήματος, ἐπισχεῖν δεῖ τῷ εὐσεβεῖ λογισμῷ, συλλαμβανομένου θεοῦ, τὴν ἐπὶ τὴν πρᾶξιν ὁρμήν, ι να μὴ ἐπὶ πλεῖον κλόνος γένηται. ταῦτα ὁ σωτὴρ σαφῶς ἐν τῷ εὐαγγελίῳ διδάσκει, τὰς ἀρχὰς τῶν ἁμαρτημάτων ἀναιρῶν ι να μὴ μενόντων αὐτῶν τὸ ἐπὶ πλεῖον σαλευθῆναι πρακτικῶς γένηται. 628 Ps 61, 4c̔ Ο ἐν ἀγάπῃ τεθεμελιωμένος καὶ ἐρριζωμένος α σειστός ἐστι τοῖχος καὶ φραγμὸν ε χει ἠσφαλισμένον, ο πως μὴ τρυγῶσιν αὐτὸν οἱ τὴν ὁδὸν παραπορευόμενοι φαῦλοι α νθρωποι καὶ πονηραὶ δυνάμεις. τὸν ου τως ἀσφαλῶς ε χοντα φραγμὸν ὁ θεὸς περιβάλλει, φάσκων Καὶ ἐχαράκωσα καὶ φραγμὸν περιέθηκα. σύγκειται γὰρ ου τος ὁ φραγμὸς ἐξ ἀγγέλων φρουρούντων καὶ δογμάτων ἀληθείας καὶ πράξεων κατ' ἀρετὴν ἐπιτελουμένων. τούτου μένοντος, οὐδεὶς βλάψαι τοὺς θείους καρποὺς τοῦ πνευματικοῦ φυτοῦ δυνήσεται. εἰ δὲ συμβαίη ποτὲ ἀντὶ σταφυλῶν ἀκάνθας ἐξενέγκειν τὸν φρουρούμενον ἀμπελῶνα, ἐγκαταλιπὼν αὐτὸν ὁ θεὸς λέγεἰ Αφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ε σται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ε σται εἰς καταπάτημα. εἰ δὴ τοῦτο συμβαίνει διὰ τὸ φαῦλον καρπὸν γενέσθαι ἐξ ἡμῶν, κεκλιμένος ὁ τοῖχος καὶ ὠσμένος γίνεται ὁ φραγμός.*** 629 Ps 61, 5 Τιμὴ τοῦ σοφοῦ η ν βουλεύονται ἀπώσασθαι οἱ πονηροὶ ἡ ἀρετὴ καὶ ἡ εὐσέβεια, κατὰ τὸ Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν. ἀτιμία τοίνυν ἐστὶν ἡ κακία εἰς η ν οἱ ἐκπεσόντες ο πεπόνθασιν αἰσθανόμενοι λέγουσιν̓ Επεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν εἰς θλῖψιν. εἰς τοῦτο λήψῃ καὶ τὸ Ανθρωπος ἐν τιμῇ ω ν οὐ συνῆκεν. ει τ' ἐπεὶ μὴ βίᾳ ἑλκύσαι εἰς κακίαν δύνανται οἱ ἐπικείμενοι ἀπατεῶνες, οὐκ̓ Απώσαντο ει πε τὴν τιμήν μου ἀλλ'̓ Εβουλεύσαντο ἀπώσασθαι· οὐ γὰρ οι οί τέ εἰσιν ἑλεῖν τὸν ἰσχυρῶς ἀνθιστάμενον. τούτων συγγενεῖς εἰσι περὶ ω ν γράφει ὁ Παῦλος Δι' εὐλογίας καὶ χρηστολογίας ἐξαπατῶντες τὰς τῶν ἀκάκων καρδίας. τῆς αὐτῆς διανοίας ἐστὶ τὸ Εὰν δέηταί σου ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς· ἑπτὰ γάρ εἰσἰ πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ, ἐγγινόμεναι τάχα ἀπὸ τῶν Ζ πνευμάτων ω ν παραλαμβάνει τὸ ἀκάθαρτον πνεῦμα πονηρωτέρων ἑαυτοῦ ὑπαρχόντων**... σαν τὰς ἑπτὰ πονηρίας ε χων ἐν τῇ ψυχῇ ἑαυτοῦ ἱκετεύησε, τὸ Πρωῒ λαμπρὰ καὶ ἡδέα λέγων κολαστικῶς, μὴ πεισθῇς· στόματι γὰρ εὐλογῶν καταρᾶται τῇ καρδίᾳ. 630 Ps 61, 7b Οὐ μὴ μεταναστεύσω, μετανάστου γινομένου τοῦ δι' ἁμαρτίας μακρυνομένου τοῦ θεοῦ, κατὰ τὸ γεγραμμένον περὶ τοῦ̓ Ιακὼβ̓ Ελιπάνθη, ἐπαχύνθη καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ. 631 Ps 61, 8̓ Αντιλαμβανομένου θεοῦ οὐ γέγονα μετανάστης, ο θεν η ν ε χω σωτηρίαν καὶ δόξαν ἐπὶ τῷ θεῷ τυγχάνουσι· οὐ γὰρ ἰδίᾳ δυνάμει η τέχνῃ ἐσώθην. δόξαν δὲ λέγει ἐπὶ θεῷ ε χειν η ν δίδωσιν ὁ μόνος θεὸς τοῖς ζητοῦσιν αὐτόν, καὶ σωτηρίαν οὐ τὴν σαρκῶν ἀλλὰ τὴν ψυχῆς λογικῆς η ν ε χει ὁ πιστεύσας εἰς τὴν τριάδα κατὰ τὸ λεχθὲν Κομιζόμενοι τὸ τέλος τῆς πίστεως σωτηρίαν ψυχῶν. Διὸ κα ν τι πάλιν εἰς σάλον με βιάζηται, ἐπ' αὐτῷ τὴν ἐλπίδα ποιοῦμαι πολλάκις με σώσαντι. 632a Ps 61, 9 Πᾶσαι αἱ τῶν λαῶν τῶν πιστευσάντων ἀπὸ ἐθνῶν συναγωγαί, ο πως μηκέτι α θεοι καὶ ἐλπίδα μὴ ε χοντες η τε, ἐλπίσατε ἐπ' αὐτὸν α νευ πάσης πανουργίας, ἐνώπιον αὐτοῦ φανερώσαντες τὰς καρδίας ὑμῶν· γενήσεται γὰρ ὑμῖν ὁ θεὸς βοηθός. Ταὐτὸν τῷ ἐκχεῖν ἐνώπιον αὐτοῦ τὴν καρδίαν τὸ ἐξ ο λης ψυχῆς καὶ ἐξ ο λης καρδίας ἀγαπᾶν αὐτόν. πολλαχοῦ γὰρ τὸ ἐκχέαι ἀντὶ δαψιλείας πλουσίας καὶ χορηγίας τέτακται, ὡς ἐν τῷ̔ Η ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ πνεύματος ἁγίου. 633a Ps 61, 10 633a Πρὸς τοὺς τοιούτους ἐρρήθη Ινα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, καίτοι παραγγέλλονται μὴ στάθμιον ε χειν μικρὸν καὶ μέγα ἀλλὰ ζυγὸν ἀληθινόν, ἐπείπερ βδέλυγμα κυρίῳ ἐστὶ δισσὸν στάθμιον.̔ Ρητέον δὲ εἰ βουλητὸν ταῦτα καὶ πρὸς ῥητὸν τοῖς περὶ συναλλάγματα καὶ κοινωνίαν ε χουσιν· ἐν παντὶ γὰρ πράγματι ποθεινὴ ἡ δικαιοσύνη· οἱ γὰρ συντρέχοντες εἰς τὴν ματαιότητα ἐπὶ τὸ αὐτὸ ματαιοῦνται, ἀεὶ περὶ ματαίαν συμφωνίαν καὶ σπουδὴν ε χοντες.̓ Ενταῦθα δ' ἰστέον· τὸ Υἱοὶ ἀνθρώπων περιφραστικῶς σημαίνει τοὺς ὡς ἀνθρώπους ἀποθνῄσκοντας τῷ μηκέτι θεοὺς καὶ υἱοὺς ὑψίστου ει ναι, καθὸ σημαινόμενον γέγραπται Οπου γὰρ ε ρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; 634a Ps 61, 11 Οὐ γὰρ δυνατὸν θεῷ δουλεύειν καὶ μαμωνᾷ, οὐδὲ μὴν ἐπ' ἀδικίαν ἐλπίσαι καὶ θεόν.̓ Εὰν δοκῇ ῥέειν καὶ μειοῦσθαι ὁ πλοῦτος τοῦ μὴ ἁρπάζοντος καὶ μὴ ἀδικοῦντος, οὐ δεῖ προστιθέναι τῇ καρδία, ι να μὴ δόξῃ λυπεῖσθαι τῶν χρημάτων μειουμένων.̓ Επεὶ τὸ τῆς ἀδικίας ο νομα σημαίνει ὁτὲ μὲν τὴν περὶ συναλλάγματα καὶ κοινωνίαν ἀνισότητα ὡς ἐν τῷ̓ Αλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς, ὁτὲ δὲ πᾶσαν τὴν πρακτικὴν κακίαν καθὸ λέγεταἰ Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, ἐπιστατέον κατὰ ποῖον σημαινόμενον τῆς λέξεως νῦν παρίσταται. καὶ ὁ μὲν ἐρεῖ τὸ πρότερον δηλοῦσθαι διὰ τὸ συνεζεῦχθαι αὐτῷ ἁρπάγματα καὶ πλοῦτον ῥέοντα, ὁ δὲ τὸ υ στερον καθὸ ει ρηταἱ Ο δὲ ἀγαπῶν τὴν ἀδικίαν. ει δος γὰρ ταύτης καθόλου ου σης καὶ ἡ περὶ χρήματα ἁρπαγή. 635 Ps̓ Ασώματος ω ν ὁ θεός, μᾶλλον δὲ ὑπερέκεινα πάσης γενητῆς οὐσίας καὶ νοητῆς ὑπάρχων, οὐδὲν ε χει ἐπιπεπλεγμένον ἑαυτῷ· ο θεν λαλῶν α παξ τουτέστι μονοειδῶς καὶ ἀσυνθέτως λαλεῖ, οὐκέτ' ἐμοῦ ου τως ἀκούοντος. τὸ γὰρ α παξ λαληθὲν δύο ο ντα κατὰ τὴν δεῖξιν η κουσα· ἡ γὰρ ταῦτα φωνὴ δεικτικὴ ὑπάρχει. ε στι τοίνυν ο λέγει τοιοῦτον· καθαρᾷ νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ, ὡς δύο ο ντων τῶν λεγομένων ἀκούω, παρυφισταμένου τῇ φαντασίᾳ μου τοῦ παρά τισι καλουμένου λεκτοῦ ἀρρήτου τυγχάνοντος νοήσει καὶ ἀσυνθέτῳ φωνῇ λέγοντος αὐτοῦ. καὶ ο ρα εἰ τοῦτο θέλει παραστῆσαι ὁ ἀπόστολος α ρρητα ῥήματα ἀκηκοέναι γράφων, ἀρρήτων ο ντων ω ν η κουσε τῷ μὴ ἐκ συλλαβῶν καὶ φωνῶν ὑπάρχειν ἀλλὰ καὶ ῥημάτων ο ντων διὰ τὸ νόησιν ε χειν τὸ ἀληθὲς ε χουσαν. ε νθα γὰρ τὸ ἀληθές, ἐκεῖ πρότασις. ἀνάγκη δὲ τὴν πρότασιν ἐξ ὀνόματος ει ναι καὶ ῥήματος.̔ Ρητέον δὲ καὶ ἑτέρως· ἡμεῖς φωνητικοῖς ὀργάνοις χρώμεθα, καὶ α μα πολλὰ εἰπεῖν ἀδυνατοῦμεν. θεοῦ ου ν α παξ καὶ α μα λέγοντος, διττῶς ἡμεῖς ἀκούομεν.̓ Επίστησον μὴ καὶ τρίτον δυνατὸν εἰπεῖν. θεοῦ α παξ ἐντελλομένου περὶ θυσίας Φέρε, αἰσθητῶς καὶ πνευματικῶς ἀκούομεν τῆς ἐντολῆς, ὡς καὶ περιτομὴν διττῶς νοοῦμεν α παξ εἰρημένην ὑπὸ θεοῦ, τὴν μὲν σωματικήν, τὴν δὲ πνευματικήν. Πότερον θεὸν τὸν πατέρα, κύριον δὲ τὸν υἱὸν καὶ ἐν τούτοις παρίστησιν ὁ λόγος η τὸν αὐτὸν θεὸν α μα καὶ κύριον λέγει, νῦν ἐπίσκεψαι· ἑκατέρως γὰρ καὶ εὐσεβὲς καὶ ἀληθὲς τὸ θεωρούμενον. Ζητῆσαι δὲ δεῖ πῶς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ε ργα αὐτοῦ. εἰ γὰρ οὐκ α ξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι, καὶ ὁ τὰ ψεκτὰ δὲ ἐργασάμενος οὐκ ἀξίως ω ν ε πραξε τιμωρεῖται.̓ Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται, πῶς κατ' ἰσότητα ἐκλαμβάνειν δεῖ; ἐπιστατέον μήποτε οὐ κατὰ τὴν ποσότητα ἀλλὰ κατὰ τὴν ποιότητα γίνηται, κα ν ποσότης δὲ δηλοῦται ἐκ τῆς λέξεως τὰ μείζονα τῆς ἀξίας τῶν πεπραγμένων ἐπαινετῶς δίδοσθαι τοῖς δικαίοις καὶ τὸ ἐλαττοῦσθαι τὴν κόλασιν. οὐ γὰρ κατὰ τὴν ἐπανορθωτικὴν δικαιοσύνην ἡ ἰσότης, ἀλλὰ κατὰ τὴν διανεμητικὴν τὸ ι σον καὶ α νισον. 636 Ps 62, 2a Κατορθοῦται τοῦτο τῷ γενομένῳ ἐκτὸς ἀγνοίας καὶ κακίας, ὡς φάναἱ Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα η γγικεν. τούτῳ συνᾴδει τὸ̓ Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός. εἰ δέ τις ε τι τὰ τῆς νυκτὸς ε ργα καὶ σκότους πράττοι, πῶς α ν λέγοι τὸ̓ Ορθρίζω, μὴ ἐνστάντος αὐτῷ τοῦ ο ρθρου; Τὸ δὲ Πρὸς σὲ ὀρθρίζω οὐ τοπικῶς ἀκουστέον. οὐ γὰρ ἐν τόπῳ θεὸς ἀλλ' ἐν διαθέσει, σχέσει πρὸς θεὸν γινομένου τοῦ τὰ αἰσθητὰ ὑπερπηδήσαντος· τούτῳ γὰρ ἀκολουθεῖ τὸ πρὸς θεὸν ἐλθεῖν. Ευ δὲ καὶ τὸ εἰπεῖν̔ Ο θεὸς ὁ θεός μου. καὶ γὰρ τῶν ἁγίων ὁ θεὸς λατρευόντων αὐτῷ καὶ καθάπαξ θεός ἐστιν οὐ πάντων τῶν ἐχόντων τὸ ει ναι, τινῶν καὶ ἀπολελυμένων ο ντων. ἡ κοιλία γοῦν τῶν περὶ τρυφὴν ἐχόντων θεὸς ου σα ἁπλῶς οὐ λέγεται θεός, ἀλλ' οὐδὲ οἱ δαίμονες κυρίως εἰσὶ θεοὶ τῶν ἐθνῶν λεγόμενοι θεοί· ο θεν μόνος καὶ πᾶς ὁ ἀληθῶς σοφὸς ἐρεῖ τῷ φύσει καὶ ἀληθῶς θεῷ̔ Ο θεὸς ὁ θεός μου. 637 Ps 62, 2b– 3 Πάντων τῶν παρόντων ἀποστήσῃ μου τὸν πόθον· διψῶ τῇ ψυχῇ ει ναι πρὸς θεὸν ὀρέξοντά μοι πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. καὶ ἐπεὶ ὠφελουμένης καὶ φωτιζομένης τῆς ψυχῆς καὶ ἡ σὰρξ μεταλαμβάνει, καὶ τούτων ὡς οι όν τε καὶ αὐτὴ ποσαπλῶς διψᾷ πρὸς θεὸν καὶ*** τὴν δύναμιν καὶ τὴν δόξαν αὐτοῦ. Καὶ εἰ μὲν ει η ὁ πατὴρ πρὸς ο ν διψᾷ, δύναμις καὶ δόξα αὐτοῦ ὁ μονογενής. Χριστὸς γὰρ θεοῦ δύναμις, αὐτὸς ω ν καὶ ἡ δόξα περὶ η ς ει ρηται Οφθήσεται ἡ δόξα κυρίου. εἰ δὲ ὁ υἱὸς δόξα αὐτοῦ καὶ δύναμις, ἡ περὶ αὐτοῦ̓ θεολογία καὶ τεραστίων ἐπιτελεστικὴ ἐνέργεια ὑπάρχει κατὰ τὸ γεγραμμένον ἐν τῷ Εὐαγγελίῳ Δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας, καὶ πάλιν Καὶ δύναμις η ν θεοῦ εἰς τὸ ἰᾶσθαι αὐτόν. καταλλήλως ταύτῃ τῇ δυνάμει καὶ τὰ περὶ τῆς δόξης αὐτοῦ ἐκλήψῃ ε κ τε τοῦ̓ Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς, καὶ τοῦ Δόξασόν με, πάτερ, τῇ δόξῃ ῃ ει χον πρὸ τοῦ τὸν κόσμον ει ναι.̔ Επομένως ἑκατέρᾳ ἀποδώσει ἐκλήψῃ τὸ̓ Εν τῷ ἁγίῳ ω φθην σοι, ἐπειδὴ ἡ ψυχή μου ἐδίψησέν σοι, ἡ σάρξ μου ποσαπλῶς ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Καὶ ο ρα μὴ ὁ περὶ γῆν τόπος δηλοῦται διὰ τῆς λέξεως, ε ρημος ω ν τῆς τελειότητος καὶ α νυδρος τῷ μὴ ε χειν δαψιλῶς τὰ χαρίσματα τοῦ πνεύματος Ποταμοὶ υ δατος ζῶντος εἰρημένα ἐξιόντες ἐκ νηδύος τοῦ πεπιστευκότος· διὸ καὶ α βατός ἐστιν, οὐδενὸς ἐπ' αὐτοῦ διατρίβοντος τῶν πάντῃ κατὰ τὸ δυνατὸν θεῷ ὁμοιωμένων. πῶς γὰρ οὐκ ε ρημος ὁ ἑρμηνευθεὶς χῶρος ἐκ μέρους ου σης ἐν αὐτῷ γνώσεως, καὶ α νυδρος ἀρραβῶνος πνεύματος ἐν αὐτῷ γινομένου; οὐ γὰρ ε ρημος καὶ α νυδρος κατὰ παντελῆ στέρησιν οἰκούντων καὶ πατούντων καὶ υ δατος ει ρηται, ἀλλὰ διὰ τὸ σπανίως καὶ βραχέως ἐν αὐτῷ ταῦτα γίνεσθαι.̓ Εκδεκτέον δὲ καὶ ἑτέρως τὸ προκείμενον· ὁ ἐκτὸς κακίας καὶ ἀγνοίας ε ρημός ἐστι τούτων, ω ν δὲ καὶ τῆς τῶν παθῶν ὑγρότητος ἐκτὸς α νυδρος ὑπάρχει, ὡς α βατος ει ναι η δη τοῖς χείροσι διὰ τὸ μὴ εὑρίσκεσθαι ἐν αὐτῷ τόπον διαβόλου η τινος α λλου χείρονος πνεύματος. κα ν ποτε ου ν ἐπιτολμήσῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον πλησιάσαι τοῖς ου τως ἀνύδροις τόποις, διέρχεται αὐτοὺς οὐχ εὑρίσκον παρ' αὐτοῖς ἀνάπαυσιν· πεπληρωμένοι γὰρ πάντων ἀγαθῶν εἰσι τῶν ἀπελαυνόντων καὶ καταπονούντων πᾶσαν πονηρὰν δύναμιν.̓ Εν τῇ ἑκατέρως ἑρμηνευθείσῃ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ γῇ τυγχάνων τις ὀφθῆναι, ἐν τῷ ἁγίῳ πόθῳ διψᾷ ψυχῇ πρὸς τὸν θεόν, ἐπακολουθούσης καὶ τῆς σαρκὸς κατὰ τὸ ἐφικτόν. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ Καὶ ἐτάκη ἡ σάρξ μου, περὶ η ς λεκτέον τάδε· ο τε ἡ ψυχή μου πρὸς θεὸν διψᾷ, τήκεται ἡ σὰρξ ἀπολαβοῦσα παχύτητα τὴν ἐξ αἰσχρῶν ἐπιθυμιῶν τῶν τε α λλων παθῶν συνισταμένην. εἰς τοῦτο λήψῃ τὸ ω δε ε χον εὐαγγελικόν· Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ο ταν γὰρ προθυμίαν ε χῃ τις διψώσης τῆς ψυχῆς πρὸς τὸν θεόν, τὸ ἠγγίκεναι δὲ ἀσθενεῖ ἡ σὰρξ τηκομένη. 638a Ps 62, 4a Γέγραφεν ὁ ἀπόστολος ὡς πρὸς πάντα ὠφέλιμος ου σα ἡ εὐσέβεια ἐπαγγελίαν ζωῆς ε χει τῆς τε νῦν καὶ τῆς μελλούσης. τῆς δὲ νῦν εἰπὼν οὐ τῆς κοινῆς λέγει τῶν ζῴων ἀλλὰ τῆς ἐν βίῳ δυνατῆς ὑπαρχθῆναι, περὶ η ς φησιν ὁ σωτὴῥ Ο πιστεύων εἰς ἐμὲ ε χει ζωὴν αἰώνιον, καὶ Αυ τη ἐστὶν ἡ αἰώνιος ζωή, ι να γινωσκῶσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ο ν ἀπέστειλας̓ Ιησοῦν Χριστόν. ταύτης τῆς νῦν ζωῆς καὶ τῆς μελλούσης η τις κατὰ τὴν τελειότητα γίνεται τοῖς προσβάλλουσι τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον κρεῖσσόν ἐστι τὸ ε λεος τοῦ θεοῦ τῷ δι' αὐτὸ καὶ καθ' αὐτὸ γίνεσθαι ἐν ταῖς ζωαῖς τὸν εἰς αὐτὰς ἀναγόμενον. οὐ γὰρ κατ' ἀξίαν πράξεως καὶ θεωρίας ἀλλ' ἀγαθότητι καὶ ἐλέου θεοῦ ε ρχεταί τις ἐπὶ τὸ ζῆν κατ' ἀμφοτέρας τὰς ζωάς. κρεῖσσον δὲ αὐτῶν ει ρηται τὸ ε λεος ὡς αι τιον αἰτιατοῦ. Ορα γε μὴ τὸ λεγόμενον ἐνταῦθα ε λεος οὐχ ε τερόν ἐστι τοῦ θεοῦ λόγου, περὶ ου γέγραπταἰ Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. 639a Ps 62, 6 Ορα εἰ στέαρ ἐστὶ πληροῦν τὴν ψυχὴν α ε σφαξε θύματα ἡ σοφία καὶ ἡ ἀληθινὴ βρῶσις σὰρξ τοῦ λόγου καὶ πιότης εὐφραίνουσα τὸν ε σω α νθρωπον ὁ τρυγώμενος οι νος ἐκ τῆς ἀμπέλου τῆς ἀληθινῆς καὶ ἡ ἀληθινὴ πόσις τῆς σοφίας τὸ αι μα. κληθεὶς γὰρ ὁ ταῦτα λέγων εἰς τὸ μετασχεῖν τῆς ἑτοιμασθείσης τραπέζης ὑπὸ τῆς σοφίας σφαξάσης τὰ ἑαυτῆς θύματα καὶ τὸν ἑαυτῆς κερασάσης οι νον.̓ Εμφορηθεὶς η δη τῆς θείας ἑστιάσεως καὶ ε τι ἐμφορηθήσεσθαι προσδοκῶν ου τως ει πεν·̔ Ωσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. καὶ ἐπεὶ ἀεὶ ὁ ταύτης τῆς εὐωχίας μεταλαμβάνων πεινᾷ διὰ τὸ τῆς ὀρέξεως τοῦ νοῦ ἀκόρεστον̓ Εμπλησθείη ει πεν καὶ οὐκ̓ Ενεπλήσθη ἡ ψυχή μου, καίπερ η δη δαψιλῶς μετειληφὼς τῆς τροφῆς καὶ τοῦ πόματος.̓ Εντρεπέσθωσαν καὶ ἐκ ταύτης τῆς λέξεως οἱ μετὰ ἀνάστασιν αἰσθητὴν τροφὴν καὶ μέθην ὀνειροπολοῦντες. οὐ γὰρ ει πε τὴν σάρκα η τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν ἐμπλησθήσεσθαι στέατος καὶ πιότητος, πληροῦντος τοῦ θεοῦ ἐν ἀγαθοῖς τὴν τῆς ψυχῆς ἐπιθυμίαν ὡς ει πεν ἐν ἑτέρῳ ψαλμῷ. Πληρωθεὶς δὲ τῆς εὐφροσύνης χαριστηρίως ἀγαλλιᾷ τῷ ὀρέξαντι τὴν τροφήν, λέγων Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ο νομά σου, περὶ ω ν ε λεγε Τὰ χείλη μου ἐπαινέσουσί σε. Χείλη δὲ ἀγαλλιάσεως τυγχάνει ἡ ἀρετή. ὡς γὰρ λέγεται ἀφροσύνης μέλη ὡς ἐν τῷ Τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ, ου τω μήποτε καὶ τῆς ἀγαλλιάσεως ει η χείλη, εἰ μὴ α ρα καὶ ἐν τούτοις ει πῃ τις τοὺς ε χοντας τὰς ε ξεις δηλοῦσθαι διὰ τῶν ε ξεων, ὡς περὶ τοῦ α φρονος εἰρῆσθαι, ὡς ε χει πόδας τοὺς κατάγοντας εἰς τὸν ᾳ δην τοὺς χρωμένους αὐτοῖς, καὶ περὶ τοῦ ἀγαλλιῶντος ὡς χείλεσιν ἀγαλλιάσεως αἰνοῦντος τὴν τοῦ θεοῦ προσηγορίαν. 640a Ps 62, 7 Δύναται δὲ ταῦτα λέγειν ὁ ἀγαμίᾳ σχολάζων, ι να μεριμνῶν τὰ τοῦ κυρίου ἀρέσῃ αὐτῷ, καὶ ὁ κοίτην ἀμίαντον ε χων τῷ κατὰ τοὺς ἁγίους α νδρας τιμίως συνεῖναι τῇ γαμετῇ. 641a Ps a Ωσπερ δέ ἐστι τὸν τρέχοντα ἐπὶ τὴν ἀρετὴν καὶ τὴν εὐσέβειαν τέλος ἐπιθεῖναι κατὰ τὸ λεχθὲν Τὸν δρόμον τετέλεκα, καὶ τὸ Ανευ ἀνομίας ε δραμον καὶ κατεύθυνα (τελέσαντος γάρ ἐστι τὸ Εδραμον), ου τως ὁ ἑπόμενος θεῷ κατὰ τὸν Ιερεμίαν̓ Εγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν ὀπίσω σου, καὶ κατὰ τὸν̔ Ωσηὲ̓ Οπίσὡ κυρίου πορεύσομαι, καὶ καθά φησιν Μωυσῆς̓ Οπίσω κυρίουτοῦ θεοῦ σου πορεύσῃ, τελέσοι α ν ποτε τὴν ὀπίσω τοῦ θεοῦ πορείαν ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος ο τε ἀκούσεται πρὸς θεοῦ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. Οὐ γὰρ ε τι πορευομένου φωνή. εἰς ταύτην τὴν κατάστασιν μετὰ τὸ πορευθῆναι ὀπίσω καταφθάσας ὡς κολληθῆναι ὀπίσω ου ει πετό φησιν̓ Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δηλούσης τῆς φωνῆς τῆς̓ Εκολλήθη τὸ̔ Ηνώθη. ου τω γὰρ ἀκουστέον καὶ τοῦ̓ Αποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. ε νωσιν τὴν πρὸς θεὸν δηλοῖ καὶ τὸ̔ Ο κολλώμενος τῷ κυρίῳ ε ν πνεῦμά ἐστιν· ο περ ζητητέον εἰ ταὐτόν ἐστι τῷ Εκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ὡς μὴ διαφθείρειν τὸ κολληθῆναι τῷ κυρίῳ καὶ τὸ̓ κολληθῆναι τὴν ψυχήν τινος ὀπίσω ἑτέρου οὐ ταὐτὸν ει ναι βουλομένου τῷ τέλει τὸ αὐτῷ τῷ κυρίῳ κολληθῆναι. τέλος μὲν γὰρ τοῦ ὀπίσω κυρίου πορευθῆναι τὸ κολληθῆναι τὴν ψυχὴν τοῦ πορευομένου ὀπίσω αὐτοῦ· πλὴν εἰ καὶ τέλος πορείας τὸ φθάσαντα ἑνωθῆναι ὀπίσω, ἀλλ' ου ν ε τι τούτου τελειότερον τὸ κολληθῆναι πρὸς τὸν κύριον ἐπὶ τῷ ε ν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. Οπως δ' α ν δέχῃ τὰ τῆς θεωρίας, ὁμολογεῖ κεκολλῆσθαι ὀπίσω τοῦ θεοῦ τὴν ψυχὴν ἑαυτοῦ, ἀντιλαμβανομένης τῆς τοῦ θεοῦ δεξιᾶς. αυ τη δέ ἐστιν ἡ μονογενὴς θεοῦ δύναμις· η ς ἀντιλαμβανομένης καὶ κρατούσης ἀσφαλῶς, εἰς μάτην ἐζήτησαν τὴν ψυχὴν τοῦ ταῦτα λέγοντος οἱ ἐπικείμενοι ὁρατοὶ καὶ ἀόρατοι ἐχθροὶ, οὐ δυνάμενοι ἁρπάσαι τὸν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ φρουρούμενον. 642a Ps 62, 10b. 11 Σύμφωνον τῷ εἰσελεύσεσθαι τοὺς φαύλους εἰς τὰ κατώτατα τῆς γῆς τὸ̓ Αποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾳ δην πάντα τὰ ε θνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. εἰσελθόντα δὲ κολάσει παραδοθήσονται σημαινομένῃ ὀνόματι τῆς ῥομφαίας. χεῖρες τῆς ῥομφαίας ταύτης η τοι ου ς ἐνεργεῖ πόνους καὶ πικρία ἐστὶν η οἱ ὑπηρετοῦντες αὐτῇ, σκεύη ὀργῆς ἐν ἑτέροις ὀνομαζόμενοι. ἀλωπέκων δὲ μερίδας τὰς πονηρὰς δυνάμεις καλεῖ, διὰ τὸ πανοῦργον καὶ δολερὸν καὶ κακόηθες ἀλωπέκων ὀνομαζομένων.̔ Ερμηνευτέον δὲ τὰ προκείμενα καὶ α λλως· ἐπεὶ ε στιν ἐπιτεταμένως ὑλικὸν καὶ σάρκινον γενέσθαι τὸν τοιοῦτον, ἐρεῖς βεβαθυγκέναι ἑαυτῷ εἰς γῆν κάθεσιν ὡς εἰς αὐτὰ τὰ κατώτατα αὐτῆς προαιρετικῶς εἰσελθεῖν. πάσχουσι δὲ τοῦτο οἱ παραδιδόμενοι εἰς ἀτιμίας πάθη οι ς ε χειν ει λοντο καὶ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν. τούτῳ τῷ τρόπῳ καὶ ὁ Φαραὼ καὶ οἱ ἀμφ' αὐτὸν ὑπὸ γῆς κατεπόθησαν, καὶ Μωυσῆς ὡς ἐν ἐπινικίῳ υ μνῳ ει πε πρὸς θεὸν Εξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. καὶ̓ μὴν ο σον ἐπὶ τῇ ἱστορίᾳ οὐχ ὑπὸ γῆς ἀλλ' ὑπὸ βυθοῦ κατεπόθησαν, οἱ ου τως καταποθέντες ὑπὸ τῆς γῆς καὶ εἰς τὰ κατώτατα τῆς γῆς κατεληλυθότες παρεδόθησαν εἰς χεῖρας διαβόλου ῥομφαίας ἀλληγορικῶς καλουμένου. χεῖρες δὲ αὐτοῦ η τοι οἱ α γγελοι αὐτοῦ η αἱ χείρισται πράξεις τυγχάνουσιν. ου τω παραδοθέντες μερίδες ἀλωπέκων γενήσονται. 643a Ps 62, 12b Επαινεῖται δὲ καὶ ὁ ὀμνύων ἐπὶ τῷ θεῷ τῷ̓ εὐφραίνοντι τὸν βασιλέα. 644a Ps 63, 2b Εξω δὲ ποιεῖ φόβου θεός, οὐ πάντως ἀνατρέπων η καταβάλλων τὸν ἀντικείμενον ἀλλ' ἀνδρείαν ὀρέγων τῷ προσευχομένῳ. 645a Ps a Διττῆς ου σης τῆς ἐκ κακίας βλάβης ζημιούσης ὁτὲ μὲν τὸ φρόνημα, ὁτὲ δὲ τὴν πρᾶξιν, δύο φάλαγγές εἰσιν αἱ προσπολεμοῦσαι τοῖς δικαίοις ἀφ' ω ν ῥυσθῆναι ἀβλαβὴς παρακαλεῖ ὁ ᾳ δων τὰ προκείμενα, φάσκων τῷ θεῷ Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων (ου τοι δέ εἰσιν οἱ παραχαράττειν τὴν τῶν δογμάτων ἀλήθειαν θέλοντες), ἀλλὰ καὶ ἀπὸ τῶν πρακτικὴν ἀδικίαν ἐπιτελούντων καὶ εἰς αὐτὴν ἑλκῦσαι με θελόντων. ἀμφότερα γὰρ τὰ στρατόπεδα ταῦτα ῥομφαίας δίκην τὰς γλώσσας ἑαυτῶν ἠκόνησαν ὡς λόγον ε χοντας τοὺς μὲν πονηρευομένους συναγορεύοντας καὶ ψευδωνύμῳ γνώσει, τοὺς δὲ τῇ πρακτικῇ κακίᾳ. 646a Ps 63, 6ab Πλὴν εἰ καὶ ου τοι πονηρῶς εἰσι παρεσκευασμένοι, ἀλλ' ὁ εὐεργέτης θεὸς τοῖς φοβουμένοις αὐτὸν δίδωσι σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. ο περ ει ρηται τυγχάνειν πρᾶγμα πικρόν (τοιοῦτο δ' ἐστὶ πᾶν κακίας ει δος καὶ ἀσεβὲς δόγμα), τοῦτο ἐντείναντες οι α τόξον ἀπ' αὐτοῦ βάλλουσιν, ἀναλογίαν ε χοντα βέλη πρὸς τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη. 647a Ps 63, 6c Καὶ οἱ ἑτερόδοξοί φασι μηδένα ει ναι τὸν καταλαβεῖν δυνάμενον τὴν κεκομψευμένην αὐτῶν καὶ σεσοφισμένην διδασκαλίαν. 648a Ps a̓ Εκλειπόντων ἐρευνᾶν ἐξερευνήσεις διὰ τὸ σφόδρα ἐξηρευνηκέναι τὴν ἀνομίαν ὡς καὶ λόγον ἑαυτοῖς κραταιῶσαι πονηρὸν καὶ παγίδας κρύψαι ἐν τοῖς διηγήμασιν ἑαυτῶν ἐφ' οι ς σὺν πολλῇ κομψείᾳ ἐσπουδασμένοις σεμνύνονται ὡς ἀλύτους ε χειν λόγους ὡς μὴ φωρᾶσαί τινα τὴν ἀπάτην, προσελεύσεται αὐτοῖς α νθρωπος ἀληθινὸς σῴζων τὸ κατ' εἰκόνα καὶ τὸ ει ναι διηρθρωμένος λόγιος καὶ βαθεῖαν καρδίαν τουτέστι νόησιν ε χων βαθεῖαν, ὡς ὑψωθῆναι τὸν θεὸν δραττόμενον τῶν σοφῶν ἐν τῇ πανουργίᾳ αὐτῶν· ου τω γοῦν καὶ διὰ Παύλου τοῦ ἀποστόλοὐ Ελύμαν τὸν μάγον φανερώσας αὐτοῦ τὸν δόλον καὶ τὴν πανουργίαν. πῶς γὰρ οὐχ ὑψοῦται θεὸς δι' ἁγίων ἀνδρῶν, τῆς πλάνης λυομένης τῶν ἀπατεώνων; Μέγα ἐφρόνουν ἐπὶ γοητείᾳ καὶ σοφιστείᾳ οἱ Αἰγύπτου φαρμακοὶ καὶ ἐπαοιδοί, ἀλλ' ὁ θεοῦ ἱεροφάντης Μωυσῆς, ε χων ἐν ἑαυτῷ καρδίαν βαθεῖαν. προσελθὼν ἀνέτρεψε τὴν ἀπάτην ἐφ' ῃ μέγα ἐφρόνουν. καὶ ου τως ὑψώθη θεὸς πρὸς πάντων ἀνυμνούμενος. ὁ ταύτην δὲ τὴν βαθεῖαν νόησιν ε χων δέχεται αὐτὴν ὑπὸ τοῦ τὰ πάντα ἐρευνῶντος πνεύματος. 649a Ps 63, 8b– 10 Ωσπερ τὰ πεμπόμενα νηπίων βέλη οὐδὲ μέχρις ἀμυχῆς πλήττει τι τιτρώσκοντα, ου τω καὶ τῶν παρεσκευασμένων σοφιστῶν ἐντεινάντων πρᾶγμα πικρὸν κεχώρηκε κατ' αὐτῶν ἡ λώβη· καὶ αἱ γλῶσσαι ἠσθένησαν δ' αὐτῶν, τουτέστιν οἱ λόγοι, ὡς μηδὲ κατὰ ποσὸν βαλεῖν δύνασθαι τὸν ἀναλαμβάνοντα τὸν τῆς πίστεως θυρεόν. Θεωροῦντες οἱ α νθρωποι τὰ προειρημένα, οἱ πάλαι δεινότητα ἑαυτοῖς μαρτυροῦντες, ἐταράχθησαν, οὐκέτι μένοντες ἐν αι ς ε σχον ὑπὸ τῶν σοφιστῶν ἠπατημέναις δόξαις, φόβον ἐσχηκότες διὰ τὸ τοιούτοις ἀσεβέσι δόγμασιν συγκατατεθεῖσθαι. μαθόντες γὰρ η σαν παρ' αὐτῶν ὡς οὐκ ει η πρόνοια· ὡς ἐκ ταὐτομάτου φέρονται τὰ πάντα, καὶ πρὸς α λλων ἀπατεώνων ε τεροι συναρπαγέντες φύσει ἀγαθοὺς καὶ κακοὺς ἀνθρώπους παρεδέξαντο, καὶ προσέτι ὡς εἱμαρμένης πρυτανευούσης. τούτων κλονηθεισῶν τῶν ψευδοδοξιῶν ἐν τῷ ταράττεσθαι αὐτούς, ἀληθῆ φανέρωσιν ε σχον ὡς ει η θεὸς ποιητὴς τῶν ο λων καὶ προνοητής. ἀνήγγειλαν γοῦν τὰ τῆς προνοίας ε ργα καὶ τὰ κτίσματα αὐτοῦ συνῆκαν καὶ τὸν προνοούμενον ε γνωσαν, ἐκ τοῦ μεγέθους καὶ κάλλους αὐτῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσαντες. 650a Ps 63, 11 Διελεγχομένης τῆς πλάνης, ὁ δίκαιος εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ὁρῶν τοὺς πάλαι πλανωμένους ἀνθρώπους ἀναγγέλλοντας τὰ ε ργα τοῦ θεοῦ καὶ σύνεσιν ε χοντας τῶν ποιημάτων αὐτοῦ. καὶ πρὸς τούτῳ ε τι μᾶλλον ἐλπίσει ἐπὶ τῷ κυρίῳ ἐν ῳ ηὐφράνθη, ὡς λοιπὸν ἐπαινεῖσθαι μόνους τοὺς εὐθεῖαν ε χοντας καρδίαν ἐπὶ πρακτικῷ καὶ θεωρητικῷ βίῳ. 651a Ps 64 αργ Ει ρηται δὲ πρότερον ὡς πρᾶξιν μὲν ὁ ψαλμός, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ. ὁ πρακτικὸς α ρα α μα τῷ θεωρητικῷ βίῳ κατορθούμενος α νδρα τέλειον ἀποδείκνυσιν. 652a Ps a̓ Εκ τοῦ ῥητοῦ μεταβατέον ἐπὶ τὴν ἐκκλησιαστικὴν γνώμην. διὰ τὸ σκοπευτικὸν τῆς ἀληθείας Σιὼν ὀνομαζομένης, ἐν ταύτῃ πρεπόντως υ μνος καὶ εὐχὴ ἀποδίδοται τῷ πάντων αἰτίῳ. σημαίνει δὲ ὁ μὲν υ μνος θεωρίαν θεοῦ καὶ τῆς ἀληθείας, ἡ δὲ εὐχὴ εὐχαριστίαν. ὁ ἐν παντὶ τοίνυν εὐχαριστῶν ἐν τῇ Σιὼν τοῦτο ποιείτω, ἀρξάμενος ἀπὸ τοῦ ὑμνεῖν τὸν ῳ τὴν εὐχὴν ἀποδίδωσιν. η ς τοίνυν προσηγάγομεν νῷ καὶ πνεύματι θεοῦ προσευχῆς εἰσάκουσον, ω κύριε· ε στι δὲ περὶ ου ἠξιώσαμεν τὸ ι λεών σε ε χειν ὑπὲρ ω ν ἀσεβεῖν ἐδόξαμεν κατὰ α γνοιαν. 653a Ps 64, 3b Ερχεται πρὸς τὸν θεὸν πᾶσα σάρξ, πληρουμένου τοῦ Πρὸς σὲ ε θνη η ξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ τοῦ Πάντα τὰ ε θνη ο σα ἐποίησας η ξουσιν ἐναντίον σου. Εκληπτέον δὲ καὶ ἑτέρως πρὸς θεὸν ε ρχεσθαι πᾶσαν σάρκα τὴν̓ ευ εικτον ψυχὴν πρὸς τὸ ῥᾷστα τυποῦσθαι πρὸς τῶν θείων νόμων καὶ τῶν χαρακτήρων τῆς ἀληθείας· καθὸ σημαινόμενον ει ρηται ὁ πνευματικὸς νόμος ἐν πλαξὶ καρδίας σαρκίναις γεγράφθαι καὶ οὐκ ἐν πλαξὶ λιθίναις. τοῦτο δὲ αὐτὸ παρίσταται καὶ ἐκ τῆς τοῦ̓ Ιεζεκιὴλ προφητείας, τοῦ θεοῦ λέγοντος περὶ τῶν σκληροκαρδίων λεγομένων κατ' ἠλιθιότητἀ Εκσπάσω ἀπ' αὐτῶν τὰς λιθίνας καρδίας καὶ ἐνθήσω καρδίας σαρκίνας, ο πως ἐν τοῖς προστάγμασί μου πορεύωνται. 654a Ps 64, 5ab̔ Ο ἐκλεγεὶς δι' ἁγιότητα, ἐὰν ἐπιμείνῃ τῇ ἐκλογῇ, προσλαμβάνεται ὑπὸ τοῦ θεοῦ, ὡς μετοικισθέντα αὐτὸν τοῦ περὶ γῆν τόπου κατασκηνῶσαι ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου περὶ ω ν ει ρηται Εἰσέλθετε εἰς τὰς αὐλὰς αὐτοῦ ἐν υ μνοις· ω ν ἀπεντεῦθεν πόθον τις ε χων ει πεν̓ Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου. καὶ ἐπεὶ οὐκ ἐν ταῖς αὐλαῖς τὸ τῆς μακαριότητος τέλος, κατασκηνοῖ ἐν αὐταῖς ὁ ἐκεῖ παραληφθείς, ι να προκόψας καὶ ἐπ' αὐτὸν τὸν οι κον ἐλθὼν κατοικῇ μακαριζόμενος· Μακάριοι γάρ φησιν οἱ κατοικοῦντες ἐν τῷ οι κῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. ο τι τελειότερον τοῦ ἐκλεγῆναι τὸ προσληφθῆναι ὑπὸ τοῦ ἐκλεξαμένου δῆλον ἐκ τοῦ̓ Εν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με. ο ταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν θεοῦ πράττῃ, τότε μετὰ δόξης τὰς ἐπαγγελίας προσλαμβάνεται. Τὰς δὲ λέξεις ταύτας προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου δοξολογοῦντες. 655a Ps 64, 5cδ Οι κον θεοῦ τὴν ἐκκλησίαν ἐπιστέλλων ὁ Παῦλος Τιμοθέῳ καλεῖ·̓ Εὰν δὲ βραδύνω ι να ι δῃς πῶς δεῖ ἐν οι κῳ θεοῦ ἀναστρέφεσθαι, η τις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος. τούτου τοῦ οι κου ἀγαθὰ τὰ τοῦ πνεύματος χαρίσματα τά τε περὶ τριάδος καὶ τὰ λοιπὰ δόγματα οι τε παραδοθέντες ὑπὸ τῶν ἀποστόλων θεσμοὶ καὶ κανόνες. Τούτων τῶν ἀγαθῶν ἐμπλησθήσεσθαι προσδοκῶσιν οἱ εἰρηκότες̔ Ιλάσθητι ταῖς ἀσεβείαις ἡμῶν α ς ε χειν ἐδόξαμεν, τῶν ἀνόμων λόγοις ὑπερδυναμωθέντων καθ' ἡμῶν.̔ Η ἀρετὴ τῷ τῆς δικαιοσύνης ὀνόματι σημαινομένη θαυμαστῶς ἐν αὐτῷ ἐπιτελεῖται.̔ Ο πιστεύων καὶ ε ργων ἀγαθῶν πληρωθεὶς ε χει τὸν κύριον ἐν ἑαυτῷ· ει ρηται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ε σω α νθρωπον. ου τως ὁ κύριος πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ πατρὸς ἐρχόμενος μονὴν ποιεῖται, ω στε ναὸς α γιος ὁ α νθρωπός ἐστιν· γέγραπται γὰρ Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ μεθ' ε τερα·̔ Ο γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν οι τινές ἐστε ὑμεῖς. ου τος θαυμαστός ἐστι καὶ ἐν δικαιοσύνῃ κατορθοῖ τῇ διὰ τῆς πίστεως̓ Ιησοῦ Χριστοῦ συνισταμένῃ, πλήρης ω ν ἀγαθῶν θείων χαρισμάτων τοῦ πνεύματος ω ν οἱ μετασχεῖν προσδοκῶντες ἐροῦσι Πλησθησόμεθα. 656 Ps 64, 8c. 9 Πῶς γὰρ οὐκ ἐφοβοῦντο οἱ κατοικοῦντες τὰ πέρατα καὶ συνεταράσσοντο τὰ ε θνη, τῶν χρηστηρίων καταλυθέντων ὡς μὴ κομπάζειν ε τι τοὺς μαντικοὺς δαίμονας καὶ ἰατρείαν ἐπαγγελλομένους, πρὸς τούτοις μαγείας καὶ φαρμακείας καταλυομένης καὶ αὐτοῦ τοῦ Σατανᾶ τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου καταργουμένου; σημεῖα γὰρ ἱκανὰ τὰ τελεσθέντα, δεικνῦντα θεὸν ει ναι τὸν ἐργασάμενον. ἀμέλει γνόντες αὐτοῦ τὴν θεότητα ἐκ τῶν γινομένων, ἐπίστανται λοιπὸν ὡς καὶ τῶν κατ' οὐρανὸν αὐτὸς προνοεῖ, ὡς τοῖς νόμοις αὐτοῦ ἀνατέλλει καὶ δύεται τὰ α στρα. ε ξοδοι γὰρ πρωΐας αἱ ἀνατολαί, ἑσπέρας δὲ τέρψεις αἱ δύσεις, τερπομένων καὶ εὐφραινομένων λοιπὸν τῶν πιστευσάντων ἐθνῶν θεωρησάντων ο τι ὁ τὸν η λιον καὶ τὴν σελήνην καὶ τοὺς α λλους ἀστέρας ἐπιτέλλειν καὶ δύεσθαι ποιῶν αὐτός ἐστιν ὁ γενόμενος α νθρωπος καὶ τῆς ἀπάτης καὶ τοῦ θανάτου ἐλευθερώσας. 657a Ps 64, 10ab̓ Επεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν, ὑετὸν πνευματικὸν διδούς, πρώϊμον μὲν διὰ τῆς παλαιᾶς ο ψιμον δὲ διὰ τῆς καινῆς διαθήκης δι' ω ν μεθυσθεῖσα ἡ ἀλληγορουμένη γῆ (ψυχὴ δὲ ἀνθρώπου αὐτή) ἐπλουτίσθη παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ε ργοις ἀγαθοῖς, πληθύνοντος αὐτοῦ τοῦ θεοῦ. 658a Ps 64, 10cδ. 11 Θεοῦ ποταμὸς ὁ λόγος αὐτοῦ τυγχάνει καὶ ζωὴ καὶ πηγὴ αὐτὸς ω ν. καὶ τάχα ο τε πρὸς τὸν θεόν ἐστι, πηγὴ ὑπάρχει· ει ρηται γὰρ Παρὰ σοὶ πηγὴ ζωῆς, ποταμὸς τότε εὑρισκόμενος ο ταν τὴν λογικὴν κτίσιν ποτίζῃ. τούτου τὰ ὁρμήματα τουτέστιν αἱ κατὰ μέρος διδασκαλίαι εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ η τοι τὴν ἐκκλησίαν. καὶ ἐπεὶ τὸ πλήρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ, πεπληρωμένος ὑδάτων ἐστίν, καθὸ λέγεται περὶ αὐτοῦ Εθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ̓ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. οὐ μόνον τοίνυν ἐκ τούτων τῶν ὑδάτων ω ν πλήρης ὁ ποταμός ἐστιν ποτίζεται πᾶσα ἡ λογικὴ κτίσις, ἀλλὰ καὶ τροφὴν θεόθεν ἑτοιμαζομένην ε χει, σπείροντος̓ Ιησοῦ σπορὰν ἑκατονταπλασίονα καρποφοροῦσαν.̓ Εκ τούτου τοῦ ποταμοῦ οἱ αυ λακες τῆς γῆς ἐφ' η ν βέβληται τὸ πνευματικὸν α ροτρον μεθύσκονται πίνοντες ἐπ' εὐφροσύνῃ, ὡς καὶ τὰ γενήματα τῆς δικαιοσύνης αὐξανόμενα ἐν αὐτῇ πληθύνεσθαι, περὶ ω ν ει ρηται Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· καὶ ε τἰ Εκζητήσατε τὸν κύριον ε ως ε λθῃ ὑμῖν γενήματα δικαιοσύνης. Καὶ ἐπεὶ μὴ ἐκ τοῦ ποταμοῦ μόνον μεθύουσιν οἱ ἐκ τῆς γῆς αυ λακες ἀλλὰ καὶ ἐκ τοῦ πνευματικοῦ ὑετοῦ ου ῥαίνουσιν αἱ νεφέλαι κατὰ τὸ λεχθὲν Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, εὐφραίνεται ἀνατέλλουσα ἡ γῆ ἐν ταῖς σταγόσι ταῖς ἐπ' αὐτῆς ἐρχομέναις. εἰσὶ δὲ αυ ται αἱ τῶν θεοπνευστῶν γραφῶν λέξεις καὶ τὰ νοήματα. 659a Ps 64, 13b. 14ab Δυνατὸν εἰπεῖν ἀγαλλίασιν ἐνδεδύσθαι τοὺς κριοὺς ι ν' ῃ κατὰ κοινοῦ λεχθὲν τὸ̓ Αγαλλίασιν οἱ βουνοὶ περιζώσονται, ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων, ὡς τὴν ἀγαλλίασιν τῶν μὲν ε νδυμα τῶν δὲ ζώνην ει ναι. Πάντων καρποφορούντων τῶν προειρημένων, καὶ αἱ κεκοιλωμέναι ψυχαί, τῷ μὴ ε χειν ε παρμα νοήσεως κοιλάδες καλούμεναι, ἐπλήθυναν σῖτον ἐκεῖνον ο ν ἀρτοποιήσας τις τραφῆναι δύναται, κατὰ τὸ Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι α ρτων· ο περ ἐστὶ τοὺς τῆς καρδίας ὀφθαλμοὺς διάνοιξον ι να μεταλάβωσι φῶς γνώσεως. τούτου γὰρ γινομένου, πληθύνονται οἱ α ρτοι, αἱ πρακτικαὶ ἀρεταί, τρέφοντες τὸν ε σω α νθρωπον. 660a Ps 64, 14bc̔ Ο νύμφιος ἐν τῷ Αισματι τῶν ᾀσμάτων (ου τος δ' ἐστὶν ὁ σωτήρ) φησὶν̓ Εγὼ α νθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ο δὲ λέγει τοιοῦτόν ἐστιν· ἐγὼ γέγονα α νθος τοῦ περὶ γῆν τόπου πεδίον διὰ τὸ χθαμαλὸν ὠνομασμένου ι ν' ἀρχὴν καρποφορίας οἱ α νθρωποι λάβωσιν, γέγονα δὲ καὶ ταῖς κοιλάσι (ταῖς ἐν ᾳ δου ψυχαῖς) κρίνον, νεκρότητα ἀναδεξάμενος. ὁ γεγονὼς τοίνυν τῶν κοιλάδων κρίνον καὶ κόκκος ε σται σίτου, ὡς αὐτὸς ει πεν Αμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ,̓ αὐτὸς μόνος μένει· ἐὰν δὲ πεσὼν ἀποθάνῃ, πλείονα καρπὸν φέρει. ἐπεὶ πεσὼν ὁ κόκκος διὰ τοῦ σταυροῦ εἰς τὴν γῆν μέχρι τῆς καρδίας αὐτῆς ε φθασε καρπὸν πλείονα ποιήσας, καὶ ἐν ἐκείνοις τοῖς χωρίοις αι τιος γέγονε καὶ ταῖς κοιλάσι πλήθους σίτου. Διὰ παντὸς τοῦ ψαλμοῦ ε ργων θαυμασίων θεοῦ δηλουμένων, εἰκότως εἰς υ μνον κατέπαυσεν· ἐπενήνεκται γὰρ τοῖς σπουδαίως τελεσθεῖσι· Κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν, πάντων τῶν εὐπαθόντων μεγαλοφώνως ἐπιτεταμένῃ νοήσει δοξολογούντων τὸν τῶν ἀγαθῶν αι τιον. 661a Ps 65, 1b. 2̔ Ο ἀλαλαγμὸς φωνή ἐστι νενικηκότων κατὰ τῶν ἑαλωκότων, ἀσήμως ἀναπεμπόμενος ὑπὲρ τοῦ εἰς μήκιστον τὸν ψόφον τῆς φωνῆς διαδοθῆναι. ἐπεὶ τοίνυν χάριτι θεοῦ,̓ Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου, οἱ νεκροὶ ἐγείρονται, καταλυθέντος τοῦ διαβόλου τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου, προστάττεται οὐ μέρος τῆς γῆς ἀλλὰ πᾶσα αὐτὴ ἀλαλάξαι τῷ θεῷ, ἐγειρομένων τῶν ἁπανταχοῦ νεκρῶν δικαίων καὶ ἀδίκων. Καὶ πρὸς τὸ ε γειρον δὲ ει δος τῆς κατὰ μετάνοιαν ἀναστάσεως ἁρμόζει πᾶσαν τὴν γῆν ἀλαλάξαι, τοῖς ἁπανταχοῦ γῆς ἀνθρώποις τόπου μετανοίας λεγομένου. λέγεται γὰρ πρὸς ε καστον Μὴ ὁ πεσὼν οὐκ ἀνίσταται, καὶ πρὸς πᾶσαν τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν ὁ κύριος λέγεἰ Ανάστα ἐλθέ, ἡ πλησίον μου, εἰς τὸ ἀναστῆναι διὰ μετανοίας καὶ η κειν πρὸς αὐτόν. Γενομένης ου ν ἀλαλαγμῷ τῆς φωνῆς κατὰ τῶν ἡττηθέντων, προστάττονται οἱ ἐλευθερωθέντες τῶν πολεμίων τῷ θεῷ τὴν αἰτίαν τῆς νίκης ὁμολογοῦντες αἰνεῖν αὐτὸν καὶ ψάλλειν τῷ ὀνόματι αὐτοῦ, πλὴν οὐχ ὡς ε τυχεν ἀλλ' ἐπιδόξως· Δότε γάρ φησι δόξαν αἰνέσει. γίνεται δὲ τοῦτο ο ταν ὁ ὑμνῶν κατάλληλον τῇ αἰνέσει πρᾶξιν ε χῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αι νεσις. διὸ κωλύεται ὁ ε τι φαῦλος τοῦτο ποιεῖν, οὐκ ο ντος ὡραίου αι νου ἐν στόματι ἁμαρτωλοῦ. 662a Ps 65, 3 Οὐκ ἀεὶ τὸ ψεῦδος ἐπὶ λόγου καὶ δόξης λαμβάνειν δεῖ. ε στι γὰρ ο τε καὶ ἐπὶ τοῦ διαμαρτάνειν τοῦ σκοποῦ κεῖται ἡ φωνὴ αυ τη. τούτῳ τῷ σημαινομένῳ ἐψεύσαντο οἱ ἐχθροὶ τοῦ θεοῦ οὐδὲ κατὰ ποσὸν ἀντιστῆναι αὐτῷ δυνηθέντες. θεϊκῶν γὰρ ε ργων ὑπὸ̓ Ιησοῦ γινομένων πλήθους τε δυνάμεως θεϊκῆς ἐκφαινομένης ἐν τοῖς γινομένοις, οἱ ἐχθρεύειν βουλόμενοἰ Ιουδαῖοι ψιλὸν α νθρωπον τὸν̓ Ιησοῦν οἰόμενοι ἐψεύδοντο λέγοντες̓ Εν Βεεζεβοὺλ α ρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια, καίτοι τῶν ε ργων δηλούντων ὡς κρείττω ταῦτα παντὸς γεννητοῦ· διὸ πρὸς κατανόησιν καλῶν αὐτοὺς ὁ σωτὴρ ε λεγε Κα ν ἐμοὶ μὴ πιστεύητε, τοῖς ε ργοις πιστεύετε ι να γνῶτε ο τι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. 663a Ps 65, 4 Τοῦ σωτῆρος ἐπιδημήσαντος, τέλος ἀπείληφεν ἡ τοῦ νόμου σκιά· ο θεν οὐ σπουδάζεται ε τι ἐν τῷ ναῷ τῷ ἐν Ιεροσολύμοις τελεῖσθαι ἡ θεοῦ προσκύνησις, γινομένη η δη ἐν πνεύματι καὶ ἀληθείᾁ ὡς μὴ κωλύεσθαι τὸν θεοῦ προσκυνητὴν ἐν παντὶ τόπῳ τοῦτο ποιεῖν. προσκυνήσουσι γὰρ αὐτῷ, ε καστος ἐκ τοῦ τόπου αὐτοῦ πράττων κατάλληλα τῷ προσκυνεῖν θεῷ, ο θεν α μα ει ρηται Προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. ποιοῦσι δὲ τοῦτο ἀμέμπτως, ἐπικληθείσης αὐτοῖς τῆς σῆς προσηγορίας, ο θεν ἀναγκαίως ἐπενήνεκται τὸ Ψαλάτωσαν τῷ ὀνόματί σου, υ ψιστε. 664a Ps a, b Δεῦτε, ω φιλομαθεῖς, καὶ ι δετε τὰ ε ργα τοῦ θεοῦ κατορθούμενα ἐν τοῖς πιστοῖς ἀνθρώποις, ἀνυόμενα οὐκ ἀνθρωπίνῃ ἀλλὰ θεοῦ βουλῇ. πῶς γὰρ ἀγαμίαν καὶ ἀκτημοσύνην ὡς δεῖ κατορθῶσαι δυνατόν, μὴ θεοῦ βουλῆς ἐξευμαριζούσης αὐτά; ο τι δὲ θεός ἐστιν ὁ δύναμιν παρέχων τοῦ ἀνυσθῆναι ταῦτα. τὸν βίον τῶν ἀνθρώπων κυματούμενον καὶ ταραττόμενον οι α ἀθάλατταν εἰς ξηρὰν μετέβαλεν, βαλὼν πυρὸς ἐπὶ τῆς γῆς λόγον πᾶσαν ὑγρότητα ξηραίνοντα, ὡς ἑκάστῳ τῶν ἐκ κακίας εἰς ἀρετὴν καὶ ἐξ ἀπιστίας εἰς πίστιν ἐρχομένων μετεστράφθαι τὴν θάλασσαν ὡς ποσὶ περιπατεῖσθαι. τούτου σύμβολον εἰκονογραφεῖται Πέτρου τοῦ ἀποστόλου πίστει τῇ εἰς τὸν σωτῆρα ἐπὶ τῆς θαλάσσης περιπατοῦντος.̔ Ο δὲ ποταμὸς λόγος ἐστὶν ὠχυρωμένος̔ Ελληνικῇ σοφίᾳ καὶ τέχνῃ, κωλύων τὴν ὁδὸν τὴν ἐπὶ τὴν ἁγίαν ἀπάγουσαν γῆν. ἀλλὰ καὶ τοῦτον μετέστρεψεν ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν καὶ βάσιμον ἀπειργάσατο τοῖς πορευομένοις εἰς ἁγιότητα. Ελεγχος δ' ἐστὶ τὰ ου τως λεγόμενα κατὰ τῶν διακοπτόντων τὴν θεότητα. οὐ γὰρ α λλος θεὸς τὴν ἐρύθραν θάλασσαν διεῖλε καὶ τὰς ἐν τοῖς Εὐαγγελίοις τεραστίους δυνάμεις πεποίηκεν.̓ Ιησοῦς γὰρ ἐν Αἰγύπτῳ τὸν λαὸν ε σωσεν, ὡς ἐν ἐπιστολῇ φησιν ἀποστολικῇ. 665a Ps 65, 6c. 7a Γενόμενοι ε ργῳ καὶ διαθέσει ε νθα ἡ θάλασσα καὶ ὁ ποταμὸς εἰς ξηρὰν μετεστράφη ὡς ποδὶ λοιπὸν διαβαίνειν ἀκωλύτως ὁδεύοντας ἀπὸ κακίας καὶ ἀσεβείας ἐπ' ἀρετὴν καὶ εὐσέβειαν, εὐφραινόμεθα ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ εὐμαρῆ, θεοῦ βασιλικῶς δεσπόζοντος τοῦ αἰῶνος καὶ τῶν ἐν αὐτῷ, ὡς ἐξαιρεῖσθαι ἀπὸ τῆς ἐν αὐτῷ πονηρίας τοὺς πιστεύσαντας κατὰ τὸ λεχθὲν Οπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστηκότος αἰῶνος πονηροῦ. Δυνατὸν δὲ τὸν αἰῶνα τὸν ἐπ' α πειρον ἐκλαβεῖν ἐκ τῆς προκειμένης λέξεως συμφώνως τῷ Κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ε τι· ου τω γὰρ βασιλεύων τὸν αἰῶνα ἐπ' α πειρον δεσπόζει αὐτοῦ τῇ δυναστείᾳ τῆς συμφυοῦς βασιλείας αὐτοῦ. 666a Ps 65, 7b. ξ Εἰ δὲ καὶ πᾶσαν τῶν ἐναντίων τὴν δύναμιν παραπικραίνοντας ει ποις, οὐκ α ν ἁμάρτοις· ἠπείλουν γὰρ τοῖς ἀφισταμένοις ε θνεσιν. θάρσος τοίνυν καὶ εὐθυμίαν ἐμποιῶν τοῖς πιστεύουσιν ἀπὸ ἐθνῶν, φόβον δὲ τοῖς ἀπειλοῦσιν αὐτοῖς, Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ε θνη, φησίν, ἐπιβλέπουσιν, φρουροῦντες αὐτοὺς ἀβλαβεῖς· ο θεν Οἱ παραπικραινόμενοι μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς, ὡς δυνάμενοι ἀπολέσαι τοὺς τῷ εὐαγγελίῳ προσερχομένους. 667a Ps 65, 9 Τίθεται εἰς ζωὴν ἡ ψυχὴ τοῦ τέλος κομιζομένου τῆς πίστεως σωτηρίαν, ὡς εἰπεῖν πιστῇ προθέσεἱ Η ψυχή μου αὐτῷ ζῇ (δῆλον δὲ ο τι τῷ θεῷ). ζῇ δὲ ψυχὴ ἀρετὴν καὶ σοφίαν ε χουσα, ὡς ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται, ὡς εἰπεῖν τῷ θεῷ̓ Εν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Οὐ δίδονται εἰς σάλον οἱ πόδες τοῦ ε σω ἀνθρώπου, ο ταν τις ἱδρυνθῇ ἐπὶ τὸν ἀρραγῆ καὶ ἰσχυρότατον τοῦ θεοῦ λόγον, ὡς χαριστηρίως εἰπεῖν Εστησας ἐπὶ πέτραν τοὺς πόδας μου. 668a Ps 65, 10 Πυροῦταί τις ὡς τὸ ἀργύριον φλεγούσαις περιστάσεσιν ὑποπίπτων· α ς γενναίως τις ἐνέγκων δόκιμος ἀναδείκνυται, οὐδὲν ε χων ψεκτὸν ἐν ἑαυτῷ. εἰς τοῦτο λήψῃ Μακάριος ἀνὴρ ο ς ὑπομένει πειρασμόν, ο τι δόκιμος γενόμενος λήψεται τὸν στεφανὸν τῆς ζωῆς. 669a Ps 65, 11b. 12 Διὰ πολλῶν θλίψεων δεῖ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἀλλ' εἰ καὶ̓ Επεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλ' ου ν θαρροῦμεν δι' ὑπομονῆς μετεωρίσαι αὐτάς, κατασπωμένων ἀπ' αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων. σημαίνει ἐνταῦθα τὸ τῆς κεφαλῆς ο νομα ὡς καὶ ἐν ἑτέραις γραφαῖς τὸ ἡγεμονικόν, ὡς ἐν τῷ Εὐλογίᾳ κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. Τῶν δ' ἐχθρῶν θλίβειν με θελόντων, ὀπίσω μου αὐτοὺς ε ρριψας, παρασκευάσας με συντόνως τρέχειν. διὸ καὶ σπεύδοντες καταλαμβάνειν με ὀπίσω μένουσιν ἀεί, ὀξέως μου τρέχοντος συνεργείᾳ σῇ· ο θεν ἐπὶ τοῦ νώτου ε χω τὰς θλίψεις, οὐδ' ο λως ἰδεῖν αὐτὰς βουλόμενος· οὐ γὰρ στρέφομαι πρὸς αὐτάς, πόνου η ὀλιγωρίας ἑλκυσάντων. Διήλθομεν διὰ πυρὸς καὶ υ δατος. ι να ει πῃ τὰ περιστατικὰ ἱκανὰ ο ντα πυρῶσαι καὶ θερμῶς κινῆσαι ψυχήν, ῥηθείη πῦρ, καθ' ἑτέραν δὲ ἐπίνοιαν καὶ υ δωρ λεγόμενα διὰ τὸ βυθίζειν καὶ ἀποπνίγειν τοὺς μὴ γενναίως αὐτὰ φέροντες. ὁ ταῦτα διεληλυθὼς συνεργείᾳ θεοῦ ἐξέρχεται εἰς ἀναψυχήν, ἐλπίζων τὰς ἐπ' αὐτοῖς ἀμοιβάς. Καὶ ἐπεὶ αἱ ἀρχαὶ καὶ αἱ προκοπαὶ τοῖς πρακτικοῖς ἡμετέραι, τὰ δὲ τέλη τῆς τοῦ θεοῦ δωρεᾶς, τὸ μὲν διελθεῖν διὰ πυρὸς καὶ υ δατος ἑαυτοῖς δόντες, τοῦ δὲ τέλους τὴν αἰτίαν τῷ θεῷ ἐπιγράφουσιν. ο τι δὲ πῦρ καὶ υ δωρ τὰ περιστατικά, παρίσταται ἐκ τοῦ προφήτοὑ Ησαΐου λέγοντος ἐκ προσώπου θεοῦ Μὴ φοβοῦ, μετὰ σοῦ εἰμι· καὶ ἐὰν διέλθῃς διὰ πυρός, φλὸξ οὐ κατακαύσει σε· καὶ ἐὰν διέλθῃς δι' υ δατος, ποταμοὶ οὐ συγκλείσουσί σε. 670a Ps a Εἰσελεύσομαι εἰς τὸν οι κόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου· η τοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας η πνευματικὰς εἰσερχόμενος εἰς τὸν οι κον τοῦ θεοῦ (ου τος δ' ἐστὶν ἡ ἐκκλησία) ἐν ὁλοκαυτώμασι τελείας καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ο λων ἱερουργῶν, καταλλήλους ταύτῃ τῇ ὁλοκαυτώσει ἀποδιδοὺς καὶ α ς διέστειλεν τὰ χείλη αὐτοῦ εὐχάς. 671a Ps 65, 15 Τὰ προερμηνευθέντα πνευματικὰ ὁλοκαυτώματα εὐτραφῆ καὶ μεμυαλωμένα τυγχάνει, ο τε μὴ α λλου του χάριν ἀλλὰ τοῦ θεοῦ ἀναφέρεται. ταῦτα γοῦν, ο πως ο ν δεῖ τρόπον ἀνυσθῇ, μεθ' ἱκεσίας ἀναφέρεται· σημαίνεται δὲ αὐτῇ τῇ ὀνομασίᾳ τοῦ θυμιάματος. Κατευθυνθήτω γὰρ ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. καὶ οὐ μετὰ μόνου θυμιάματος ἡ προσφορὰ γίνεται ἀλλὰ καὶ κριῶν. εἰσὶν οἱ κριοὶ κινήσεις καὶ θυμία, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ε χουσαι. Σὺν τοῖς μεμυαλωμένοις ὁλοκαυτώμασι καὶ τοῦ θυμιάματος καὶ τῶν κριῶν ἀνοίσειν ἐπαγγέλλεται βόας μετὰ χιμάρων, ἱερουργοῦντος τάχα βοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ θεῷ τὸ ι διον σῶμα· γεωπόνον γὰρ τὸ ζῷον, ο θεν ἀναλογίαν ε χει τῷ σώματι ἐκ γῆς τὴν πλάσιν ε χοντι. οἱ χίμαροι δέ εἰσι τὰ μετανοίας ε ργα καὶ λόγοι· περὶ ἁμαρτίας γὰρ προσφέρεται ὁ χίμαρος. 672a Ps 65, 17 Ανευ γλώττης καὶ προσφορᾶς αὐτῆς κατὰ τὸ σιωπώμενον ἐν διανοίᾳ υ ψωσα. 673a Ps 65, 18 Δυνατὸν δὲ τὸν στίχον ἐκλαβεῖν τῇ νοήσει τοιαύτῃ· εἰ τῇ καρδίᾳ μου ἀδικίαν ἐθεώρουν, μὴ εἰσακουσάτω κύριος. εἰς τοῦτο λήψῃ τὸ λεγόμενον ὑπὸ Παύλου Οὐδὲν ἐμαυτῷ σύνοιδα ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, τῷ ἐγχωρεῖν θεὸν ὁρᾶν ἐν ἐμοὶ ἀδικίαν κα ν ἡ ἐμὴ καρδία μὴ θεωρεῖ αὐτήν. εἰς τοῦτο παραλήψῃ καὶ τὸ Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. 674a Ps 65, 20̔ Υπῆρκται δέ μοι τοῦτο, οὐ τοσοῦτον διὰ τὸ ἀναμάρτητόν μου ο σον διὰ τὸ ε λεος αὐτοῦ, ο οὐκ ἀπέστησέ μου, ἀφισταμένου τοῦ θεϊκοῦ ἐλέους ἀπὸ τοῦ μὴ εἰσακουομένου διὰ τὸ μὴ ἀγαθὰ αἰτεῖσθαι ἀλλὰ τὰ ἀνθρώποις φίλα τε καὶ ἡδέα. 675a Ps 66 αργ Ου τος ὁ ψαλμὸς σαφῆ τὴν διάνοιαν ε χει καὶ πολλῶν λόγων εἰς ἑρμηνείαν οὐ δεῖται. προκηρύττει γὰρ τοῦ θεοῦ λόγου τὴν ἐνανθρώπησιν καὶ τὴν σωτήριον ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἁπάντων τὴν σωτηρίαν· ο θεν Εἰς τὸ τέλος ἐπιγέγραπται. καὶ ἐπεὶ μὴ ἀνθρώπινα ε ργα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις η ἐπαίνοις ἀλλ' Εν υ μνοις ἐπιγέγραπται· θεοῦ γὰρ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι'̓ ἐπαίνων ἐγκωμιάζεσθαι. ἀμέλει γοῦν ὁ θεῖος υ μνος Ψαλμὸς ᾠδῆς τυγχάνων τῷ καὶ πράξεις δηλοῦν τοῦ σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην οὐκ ἐν τῷ τυχόντι ἀλλὰ κάλλη περιέχοντι ἀριθμῷ τέτακται· ὁ γὰρ ΞΣ τὸ τέλειος ει ναι ε χει καὶ ἐν μονάσι καὶ ἐν δεκάσιν. 676a Ps 66, 2 Οἰκτιρμῶν καὶ εὐλογιῶν πληροῦνται οἱ α νθρωποι, ἐπιφαίνοντος τὸ πρόσωπον ἑαυτοῦ τοῖς τυχεῖν τούτου εὐχομένοις. ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων δημιουργοῦ, ο ταν ἐπιδημήσῃ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ α νθρωπος γεγονὼς καὶ ἐμφανίσῃ ἑαυτὸν τοῖς ἀξίοις ῃ φησι περὶ τοῦ τηροῦντος τὰς ἐντολὰς αὐτοῦ̓ Εμφανίσω αὐτῷ ἐμαυτόν. τούτου ὑπάρξαντος ἐπεὶ εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου ὁ ταῦτα λέγων, ὁ αὐτῷ προσβάλλων νῷ καθαρῷ ὁρᾷ τὸν πατέρα·̔ Ο ἐμὲ γάρ φησιν ἑωρακὼς ἑώρακε τὸν πατέρα. τῷ τρόπῳ τούτῳ τοῦ θεϊκοῦ προσώπου ἐπιφανέντος, οἰκτείρονται οἱ εὐεργετούμενοι καὶ εὐλογοῦνται πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ̓ Ιησοῦ. 677a Ps 66, 3̓ Επιφάναντος σοῦ τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ α γουσα τὸν πατέρα. τίς δὲ αυ τη η ὁ εἰπὼν̓ Εγώ εἰμι ἡ ὁδὸς καὶ οὐδεὶς ε ρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ; συμφώνως δὲ τῷ γνωσθῆναι ἐν τῇ γῇ τὴν ὁδὸν τοῦ θεοῦ καὶ τὸ σωτήριον αὐτοῦ, οὐχ ε τερον ο ν τῆς ὁδοῦ, γνωσθήσεται ἐν πᾶσι τοῖς ε θνεσιν, πληρωθέντος τοῦ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. Δυνατὸν δὲ ὁδὸν τοῦ θεοῦ γνωριζομένην ἐν τῇ γῇ τὰς ἐντολὰς αὐτοῦ λαβεῖν, κατὰ τὸ̔ Οδὸν ἐντολῶν σου ε δραμον. σωτήριον ἁρμωνίως ταύτῃ τῇ ὁδῷ γνωσθὲν πᾶσι τοῖς ε θνεσιν ἡ σωτηρία ἐστὶν η ν ἐλήλυθε παράσχειν. 678a Ps 66, 4 Πάλαι ἑνὸς λαοῦ τοῦ τῶν Εβραίων̔ ἐξομολογουμένου τῷ λέγοντι θεῷ̓ Εγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· διὸ λέγε πρῶτος τὰς ἁμαρτίας σου (ἐξαγορεύων αὐτὰς μετανοίας τρόπῳ), ι να δικαιωθῇς– τούτου τοῦ λαοῦ πρόσωπον φέρων ὁ α γιος τῷ θεῷ φησι Τὴν ἀνομίαν μου ἐγνώρισα καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα· ἀφ' ου δὲ ἡ ἐπιδημία τοῦ σωτῆρος, πάντες οἱ ἀπὸ τῶν πιστευόντων ἐθνῶν συμπληρούμενοι λαοὶ ἐπὶ μετάνοιαν καλοῦνται ἐπὶ τῷ ἐξομολογησαμένους θεῷ ἀφέσεως ἁμαρτιῶν τυχεῖν. πῶς δὲ οὐκ ἀκόλουθον εὐχαρίστως ἐξομολογεῖσθαι πάντας τοὺς λαούς, ἐπιφανέντος αὐτοῖς τοῦ προσώπου τοῦ θεοῦ; 679a Ps 66, 5 Γνωσθείσης τῆς ὁδοῦ ἐν τῇ γῇ καὶ τοῦ σωτηρίου τοῦ θεοῦ ἐν πᾶσι τοῖς ε θνεσιν, ἐλευθερωθέντα πάσης κακίας καὶ πολυθέου ἀπάτης τὰ ε θνη εὐφραίνεται κατορθοῦντα ἠθικὴν ἀρετὴν καὶ ἀγαλλιᾶται λαβόντα θεοῦ γνῶσιν, μαθόντα καὶ ὡς ἐν εὐθύτητι κρινεῖ λαοὺς καὶ ὁδηγήσει ε θνη ἐν τῇ γῇ ὁ κύριος. λαοὶ δὲ καὶ ε θνη η ἐκ παραλλήλου οἱ αὐτοὶ η λαοὶ μὲν οἱ ἐκ περιτομῆς, ε θνη δὲ οἱ ἀπὸ ἐθνῶν. 680a Ps Πῶς γὰρ οὐκ ε μελλε πᾶσα ἡ γῆ, τουτέστιν οἱ ἐπ' αὐτῆς α νθρωποι, αἰνέσεως πληροῦσθαι καὶ καρπὸν εὐσεβείας φέρειν, ἐν παντὶ τόπῳ προσαγομένου θυμιάματος καὶ θυσίας καθαρᾶς ἐν τοῖς ε θνεσιν, μεγαλυνθέντος τοῦ ὀνόματος τοῦ κυρίου κατὰ τὸ φερόμενον ἐν ἑνὶ τῶν ΙΒ προφητῶν; 681 Ps 67, 2 Προσευχή ἐστιν ἀναπεμπομένη ῥήμασι προστακτικοῖς ἐξενεχθεῖσα· ἀντὶ γὰρ τοῦ ἀνασταίη τὸ ἀναστήτω καὶ ἀντὶ τοῦ φύγοιεν φυγέτωσαν ἐγράφη. συνεχέστατα γὰρ ἐν ταῖς γραφαῖς εὑρίσκεται τοῦτο τὸ ει δος, λέγω δὴ ἀντὶ τοῦ εὐκτικῶς προστακτικῶς λεγόμενα. Δυνατὸν δὲ εἰπεῖν ἐχθροὺς σκορπισθησομένους τοὺς περὶ τὴν γνῶσιν τῆς ἀληθείας ἀσεβοῦντας, μισοῦντας δὲ θεὸν καὶ φεύγοντας ἀπὸ προσώπου αὐτοῦ τοὺς περὶ πρακτικὴν κακίαν ε χοντας. εἰ γὰρ ὁ ἀγαπῶν αὐτὸν τηρεῖ τὰς ἐντολὰς αὐτοῦ, ὁ μὴ τηρῶν αὐτὰς οὐκ ἀγαπᾷ τὸν θεόν.̔ Ρηθείη δὲ ταῦτα εὐχῆς τρόπῳ πρὸς τὸν πατέρα, ο τε τοῦ Χριστοῦ παθόντος καὶ ε τι ἐν τῷ μνημείῳ κειμένου τοῦ σώματος αὐτοῦ τε σκυλεύοντος τὸν ᾳ δην συνήγοντο οἱ Ιουδαῖοι α μα τοῖς̓ πληροῦσιν αὐτοὺς ἀλιτηρίοις δαίμοσι καὶ ταῖς α λλαις πονηραῖς δυνάμεσιν· ἀναστήτω ὁ θεὸς ὁ εἰς θάνατον κατελθὼν ῃ α νθρωπος γέγονεν, ι να διασκορπισθῶσιν οἱ κατ' αὐτοῦ συναχθέντες. τότε γὰρ καὶ οἱ μισοῦντες αὐτὸν ἀντιβλέψαι αὐτῷ μὴ δυνάμενοι ἐκ νεκρῶν ἀναστάντι φεύξονται ἀπὸ προσώπου αὐτοῦ. 682 Ps Οὐχ ὡς ἡ κακία ἀπόλλυται, ου τως ἡ ἀρετὴ τῶν δικαίων· γέγραπται γὰῥ Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. μαρτύριον δὲ τοῦ τὴν κακίαν καπνὸν ει ναι τὸ Ωσπερ ο μφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ο μμασιν, ου τω παρανομία τοῖς χρωμένοις αὐτῇ, βλάπτουσα κατὰ τὰ αὐτὰ τὰς τῆς ψυχῆς δυνάμεις, τροπικῶς ὀδόντας αὐτὰς καλουμένας, αι ς τέμνει καὶ λεαίνει τὰς πνευματικὰς τροφάς, ἀλλὰ καὶ τὰς νοήσεις αὐτῆς ο ψεις καλουμένας.̓ Ιστέον ο τι ὁ τηκόμενος κηρὸς ἀπὸ προσώπου αὐτοῦ οὐκ εἰς τὸ μὴ ο ν καταστρέφει, ἀλλ' εἰς τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν. ο θεν κα ν ἀπηλλοίηται ἡ ποιότης καθ' η ν ἁμαρτωλός τίς ἐστιν, ἡ οὐσία αὐτοῦ ἀδιάφθορος μένει. ευ δὲ καὶ τὸ φάναι μὴ καθάπαξ ἀπόλλυσθαι τοὺς ἁμαρτωλοὺς μηδὲ ἐκλείπειν ἀλλ' ἀπὸ προσώπου τοῦ θεοῦ, ἐπείπερ τοιοῦτοι γεγενημένοι ὡς μισεῖν αὐτὸν φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ τῷ παρανόμους μὴ διαμένειν ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Δύναται ἀγαλλίασις καθ' η ν ἐνώπιον τοῦ θεοῦ ἀγαλλιῶσιν οἱ δίκαιοι χαρὰ ει ναι η τις Καρπός ἐστι τοῦ πνεύματος ἀγάπη χαρὰ εἰρήνη, εὐφροσύνη δὲ ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια εἰκότως καλουμένη. 683a Ps 67, 5b Οὐκ α ν δέ τις πράξοι τὸ ἀγαθὸν μὴ ἀποστὰς τοῦ κακοῦ (ἀσυνύπαρκτα γάρ) οὐδ' α ν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης φωτίζοιτο μετέχων ε τι τοῦ μετασχηματιζομένου εἰς α γγελον φωτὸς καὶ τὸν η λιον ὑποκρινομένου τῆς δικαιοσύνης, καλουμένου δὲ φωτὸς ἀσεβείας· Φῶς γὰρ ἀσεβῶν σβεσθήσεται. τούτου γὰρ καταδυομένου, ἐκεῖνος ἐν ταῖς ἡμῶν ἀνίσχει καρδίαις, ἐπιβαίνων ταῖς ἐκείνου δυσμαῖς.̔ Οδοποιήσατε τῷ ἐρχομένῳ μετὰ κυριακῆς προσηγορίας κατὰ Μωυσῆ καὶ τοὺς προφήτας ἐπὶ τῷ ἐπιβῆναι ἐπὶ δυσμάς. ε νθα ἐκβέβληται ἐκ τοῦ κατὰ ἀνατολὰς πεφυτευμένου παραδείσοὐ Αδὰμ ἐπὶ τῷ εἰς τὰς ἀνατολὰς πάλιν αὐτὸν εἰσαγαγεῖν, ο περ καὶ πεποίηκεν εἰπὼν τῷ μετανοοῦντι λῃστῇ Σήμερον μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. 684 Ps 67, 6a Εὐθυμοποιῶν ὁ λόγος τοὺς καταπονουμένους ὑπὸ τοῦ Σατανᾶ εἰς ἀγαλλίασιν αὐτοὺς προτρέπει διὰ δείξεως τοῦ προστάτου καὶ ἐπικούρου αὐτῶν ἐσομένου ο ς πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἐστιν. ο θεν σπουδὴ ὑμῖν γενέσθω ἀγαλλιᾶσθαι ἐνώπιον αὐτοῦ, ο ταν μάλιστα καταλιπόντες τὸν πρότερον πατέρα γεννήσαντα κατὰ κακίαν καὶ τὸν πρῶτον α νδρα ἀνόμως συνοικοῦντα ὀρφανοὶ ἀπ' ἐκείνου γένησθε· πατέρα γὰρ ε ξετε τὸν θεόν. ἀλλὰ καὶ αἱ τῇ παρανόμῳ μίξει ἀποταξάμεναι ψυχαὶ χηρεύσασαι τῆς συνοικήσεως τοῦ θεοῦ πειράσονται. 685a Ps 67, 6b Τόπος α γιος αὐτοῦ τυγχάνει η τοι ἡ ἐκκλησία ἡ ἡγιασμένη ὑπὸ Χριστοῦ η ὁ καθεῖς τῶν πεπιστευκότων· ἀληθεῖ γὰρ καὶ ἀμφότερα. τόπος δὲ α γιος αὐτοῦ καὶ ο ἀνείληφεν ε μψυχον σῶμα καὶ λογικόν. 686a Ps 67, 7bc̓ Αλλὰ καὶ ἐκ τάφων ἐξάγει τοὺς νεκροὺς κατὰ τὸ̓ Αναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημίοις· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ι αμα αὐτοῖς ἐστιν· ὁποῖον καὶ τὸ ἐν Εὐαγγελίᾠ Ελεύσεται ω ρα ο τε πάντες οἱ ἐν τοῖς μνημίοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ (δηλονότι τοῦ υἱοῦ) καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 687a Ps a Ηγουν ἐν τῷ ἐκπορεύεσθαι τὸν θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ η ἐκ μέσου αὐτοῦ, ο τε ει πεν̓ Ιδοὺ ἀφίεται ὑμῖν ὁ οι κος ὑμῶν, κατὰ τὸ παρ' Ιερεμίᾁ̓ Εγκατέλειπον τὸν οι κόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἐν τῷ διαβαίνειν αὐτὸν ἐν τῇ ἐρήμῳ τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ, γῆ ἐσείσθη τουτέστι τὸ γράμμα καὶ ἡ σκιὰ τοῦ νόμου, διὰ τὸ παχυλὸν ου τω κεκλημένη. γέγονε δὲ ὁ σεισμὸς ταύτης, σταξάντων τῶν οὐρανῶν τὸν θεῖον νοῦν κατὰ τὸ ζωοποιὸν πνεῦμα τῶν θείων γραφῶν. οὐρανοὶ δὲ ἐν τούτοις λελέξονται η τοι Μωσῆς καὶ οἱ προφῆται η τὰ μυστικὰ θεωρήματα· οὐρανὸς δὲ καὶ νεφέλαι ταὐτὸν εἰς τοῦτο. ω δε μὲν οἱ οὐρανοὶ ε σταξαν, ἀλλαχοῦ δ' Αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην.̓ Αλλὰ καὶ τῶν τῆς εἰδωλολατρείας μετατεθέντων ἐθνῶν, ἐσείσθη ἡ γῆ, κρατούσης λοιπὸν τῆς εὐαγγελικῆς διατάξεως ἀποστόλων καὶ εὐαγγελιστῶν καὶ τῶν λοιπῶν διδασκάλων τὰς πνευματικὰς σταζόντων γονάς. 688a Ps̔ Η ῥηθεῖσα βροχὴ τῷ αἱρετὴν ει ναι καὶ ποθεινὴν σταυρὸν ἐξ ἀσθενείας ἀναδεξαμένην τὴν ζωοποιὸν τοῦ κυρίου σάρκα κατηρτίσθη, ζήσασα ἐκ δυνάμεως θεοῦ. ὁ γὰρ θεῖος λόγος ἐζωοποίησε τὸ ἑαυτοῦ σῶμα σταυρωθὲν ἐξ ἀσθενείας. Πτωχὸς δὲ ἑνικῶς ὁ πιστεύσας ἀπὸ τῶν ἐθνῶν λαὸς ει ναι δύναται διὰ τὸ α θεος ει ναι καὶ μηδόλως ἐλπίδα ε χειν. περὶ αὐτοῦ φησιν ἡ προφητείἁ Ησαΐου Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε· ἠδικοῦντο δὲ οἱ καταδυναστευόμενοι ὑπὸ τοῦ Σατανᾶ. 689a Ps 67, 17 Ετερος σημαίνειν ε φη τοὺς κλήρους καὶ τοὺς τῶν ὑδάτων ἀγωγούς. ει ρηται γὰρ ἐν Γενέσει περὶ τοῦ̓ Ισσάχαρ ὡς κληθεὶς ἀνὴρ γεωργὸς ἀνὰ μέσον τῶν κλήρων ἀνεπαύετο· ο δὴ τρεπτέον νῦν εἰς τὴν παλαιὰν καὶ καινὴν διαθήκην. αυ ται γὰρ α γουσι τὸν νοητὸν ταῖς ψυχαῖς ποτισμὸν ἐπὶ καρποφορίᾳ πνευματικῇ. Τούτων τῶν δύο κλήρων κοιμᾶταί τις, ἀνὰ μέσον ἑνὸς θεοῦ ει ναι αὐτὰς συγκατατιθέμενος, ὡς διαστέλλειν τὸ πνεῦμα ἀπὸ τοῦ γράμματος. ου τω κοιμηθείς τις μεταξὺ τῶν κλήρων πτεροῦται, κατὰ τὸ α γιον πνεῦμα νοῶν. καὶ ἐπειδὴ τὰς πτέρυγας ταύτης τῆς περιστερᾶς ου σας νοήσεις ἐπαιρούσας τὴν ἐπτερωμένην ψυχὴν καὶ ἐκ τῶν θείων λογίων μαρτυρεῖσθαι α ει ρηται ἀργύριον πεπυρωμένον ὑπάρχειν, περιηργυρωμέναι εἰσίν, τῶν μεταφρένων τῆς περιστερᾶς χλωρότητι χρυσίου συνηρμοσμένων. πολλαχοῦ τῶν θείων γραφῶν τὸ χρυσίον ἐπὶ ἀκραιφνεστάτου νοῦ λαμβάνεται. ε χει δὲ χλωρότητα τὸ χρυσίον σημαίνουσαν τὴν ζωὴν αὐτοῦ· σύμβολον γὰρ ζώντων φυτῶν τὸ χρῶμα τοῦτο. Λέγοις δ' α ν εἰς τὸ̓ Ανὰ μέσον τῶν κλήρων καὶ ου τως· ἐν τῷ Λευιτικῷ τῇ τοῦ ἱλασμοῦ ἡμέρᾳ δύο προσηγάγοντο τράγοι εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου· ει τα κλήρου βληθέντος, ὁ ει ς ἐπὶ τὸ θυσιαστήριον η γετο τυφησόμενος τῷ κυρίῳ, τοῦ ἑτέρου τῷ ἀποπομπαίῳ εἰς τὴν ε ρημον ἐκπεμπομένου. σύμβολα δὲ ταῦτα ἀγαθοῦ καὶ κακοῦ· ω ν ἐν μέσῳ γινόμενον χρὴ διακρίναντα, τὸ μὲν ἀγαθὸν ἱερουργεῖν τῷ κυρίῳ, τὸ δὲ κακὸν ἐκπέμπειν τῷ ἀρεσκομένῳ, ἐπεὶ καὶ ἀπ' αὐτοῦ τὴν ἀρχὴν ε λαβεν. ου τω γάρ τις σχήσει τὰς περιηργυρωμένας πτέρυγας καὶ τὴν χλωρότητα τοῦ χρυσίου ἐν τοῖς μεταφρένοις. 690a Ps 67, 14c Καὶ ἡ γνῶσις τῆς θείας γραφῆς ὡς χρυσίον ἐξαστράπτων. 691a Ps 67, 15 Διασταλεῖσι τοῖς βασιλεῦσιν ἀκολουθήσει τὸ Χιονωθήσονται ἐν Σελμών, τουτέστι πληρωθήσονται χιόνων. αυ ται δέ εἰσιν αἱ ἀρεταί, ποτίζουσαι νᾶμα τὸν νοῦν καὶ καταψύχουσαι τῶν παθῶν τὸν φλογμόν. οὐδὲ γὰρ ἐν τῷ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, περὶ αἰσθητῆς χιόνος ὁ λόγος. ἀσύμβλητος γὰρ αυ τη πρὸς λαμπρότητα κεκαθαρμένης ψυχῆς. τοιοῦτον καὶ τὸ̓ Εὰν ω σιν αἱ ἁμαρτίαι ὑμῶν ὡς κόκκινον, ὡς χιόνα λευκανῶ, καὶ τὸ̓ Εκαθαριώθησαν οἱ Ναζωραῖοι αὐτῆς ὑπὲρ χιόνα. Σαλωμὼν δὲ σκιὰ μερίδος ἑρμηνεύεται. μήποτε τοίνυν, ἐπεὶ οἱ βασιλεῖς (ου τοι οἱ ἀπόστολοι) ἰουδάϊσάν ποτε τηροῦντες τὸν κατὰ σκιὰν νόμον, μερίδος εἰσὶν σκιᾶς, ε χοντες μὲν πνευματικὴν μερίδα, πεπειραμένοι δὲ καὶ τῆς σκιᾶς. ὁποῖος ὁ λέγων Εβραῖος ἐξ̔ Εβραίων, κατὰ νόμον Φαρισαῖος. η ἐπειδὴ ἡ̔ μερὶς μὲν η ν τῶν Χριστοῦ μαθητῶν ἐν τοῖς οὐρανοῖς κατὰ τὸ̔ Ικανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τῶν ἁγίων ἐν φωτί, ου πω δὲ ε φθασαν ἐπ' αὐτήν, κα ν ἐν οὐρανοῖς ε χωσι τὸ πολίτευμα, ἐπὶ γῆς ε τι περιπατοῦντες, ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες καὶ ἀρραβῶνα τοῦ πνεύματος ε χοντες, ἐν σκιᾷ τῆς ἑαυτῶν μερίδος εἰσίν. διὸ καὶ μέγα τυγχάνει τὸ ἐν ταύτῃ τυγχάνοντα χιονωθῆναι βίον ἀκηλίδωτον ε χοντα. 692a Ps 67, 16 Κυρίως ο ρος θεοῦ ὁ σωτὴρ ὑπάρχει· ει ρηται γὰρ περὶ αὐτοῦ Εσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ο ρος κυρίου· καὶ πάλιν̓ Επ' ο ρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τῇ Σιών. ἡ δὲ ἀνάβασις διὰ προκοπῆς. ὁ τοίνυν θεὸς λόγος σοφία τε καὶ ζωὴ καὶ ἁγιασμὸς ὑπάρχων πίων ἐστίν, οὐκ ε ξωθεν δεχόμενος πιότητα ἀλλὰ παρέχων αὐτὴν τοῖς μετέχουσιν αὐτοῦ. τοῦτο τὸ ο ρος πρὸς τῷ πῖον ει ναι καὶ τετυρωμένον ἐστίν, τοὺς μὲν γάλα ποτίζων, τοὺς δὲ στερεᾶς τροφῆς μεταδιδούς, οὐχ ἑτέρας ου σης ταύτης παρὰ τὸ γάλα· αὐτὸ γὰρ παγὲν τελείων γέγονε τροφή. Λελέξεται δ' εἰς τὸ τετυρωμένον καὶ ου τως· τὸ πῖον ο ρος θεὸς ω ν ἐνηνθρώπησεν, ἐκ παρθένου ἀναλαβὼν σάρκα δι' η ν τετυρωμένον κέκληται, δηλουμένης τῆς ἀνθρωπίνης γενέσεως τῇ λέξει ταύτῃ, ὡς ἐκ τοῦ̓ Ιὼβ φανερὸν λέγοντος πρὸς θεὸν Μνήσθητι ο τι πηλόν με ε πλασας, καὶ ἑξῆς· πότερον οὐχ ω σπερ γάλα με η μελξας, ἐτύρωσας δέ με ι σα τυρῷ; σάρκα καὶ δέρμα με ἐνέδυσας, καὶ τὰ ἑξῆς. ει τ' ἐπεὶ τετυρωμένος γεγονὼς ἀβλαβῆ φυλάττει τὴν θεότητα, καὶ μετὰ τὸ τετυρῶσθαι πίων ἐστίν, ὡς αὐτὴ ἡ λέξις παρίστησι λέγουσα Ορος τετυρωμένον, ο ρος πῖον. πρὸ γὰρ τοῦ τετυρῶσθαι καὶ μετὰ τοῦτο πῖόν ἐστιν. Ει τ' ἐπάγεἱ Ινατί ὑπολαμβάνετε ο ρη τετυρωμένα, τὸ ο ρος ο εὐδόκησεν ὁ θεός; 693a Ps 67, 17̔ Αρμόσει δὲ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου μᾶλλον ὁ λόγος. τοῦ γὰρ σωτῆρος πολλαῖς προσηγορίαις ἐν τῇ γραφῇ λεγομένου, καθ' ἑκάστην ἐνόμισαν οὐσίαν δηλοῦσθαι διάφορον, ὡς ε τερον λέγειν τὸν κύριον παρὰ τὸν̓ Ιησοῦν καὶ τὴν σοφίαν ἑτέραν καὶ τὰ λοιπά. ε ν ου ν τὸ ο ρος ἐν ῳ κατοικεῖ ὁ κύριος, κατὰ τὸ̔ Ως ο τι ὁ θεὸς η ν ἐν Χριστῷ, καὶ τὸ̔ Ο πατὴρ ὁ μένων ἐν ἐμοί.̓ Απαιτεῖ τοίνυν τὴν αἰτίαν καθ' η ν ὑπέλαβον πολλὰ ο ρη ει ναι τετυρωμένα, ἀλλὰ καὶ ε ν ο ρος τετυρωμένον ὁ σαρκωθεὶς ἐκ τῆς θεοτόκου παρθένου ἐν ῳ κατοικῶν ὁ κύριος εἰς τέλος κατασκηνοῖ, μὴ μεταβαίνων ἐξ ἑτέρου εἰς ε τερον ὡς ἐπὶ τῶν ἁγίων ἀνδρῶν· ἀλλὰ καὶ διδάσκαλοι γεγόνασιν ἐξ ἀνθρώπων, Μωσῆς τε καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἀλλὰ καὶ α γγελοι. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, ε καστος δὲ πίων η ν ὡς ἐκ θεοῦ πιαινόμενος παρ' ου καὶ τετύρωτο. πολυθεΐας ου ν τὸ τοιαῦτα φύσει νομίσαι πολλά. 694a Ps aα Τὸ α ρμα τοῦ θεοῦ οὐ μονοειδὲς ἀλλὰ μυριοπλάσιόν ἐστιν, ὑπεζευγμένων αὐτῷ πατριαρχῶν Μωυσέως καὶ τῶν προφητῶν ἀποστόλων εὐαγγελιστῶν ἀγγέλων ἀρχαγγέλων ἀρχῶν θρόνων κυριοτήτων καὶ α παξ ἁπλῶς θεοληπτουμένων καὶ ἐχόντων α γιον πνεῦμα περὶ ω ν ἐν ᾠδῇ φησιν̓ Επίβηθι ἐπὶ τοὺς ι ππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. δι' αὐτῶν γὰρ ἐξέτεινεν εἰς τὴν οἰκουμένην τὸ σωτήριον εὐαγγέλιον. ἐμφαίνεται γὰρ πλείονα τάγματα λογικῶν ὑπεζευγμένα τῷ Χριστοῦ ζυγῷ. διὰ τοῦτο γὰρ ἐπενήνεκται ὡσεὶ ε ν α ρμα εὐθηνούντων χιλιάδες· οὐδεὶς γὰρ ἐν αὐτοῖς α καρπος. Ωσπερ ου ν α ρμα καὶ ο χημα ε ν ἀποτελοῦσιν ἐν οι ς ἐποχεῖται ὁ θεός, ου τως καὶ ο ρος ε ν τὸ Σινᾶ γεγενημένοι κύριον ε χουσιν ἐν ἑαυτοῖς νομοθετοῦντα. ὑψηλὸν δὲ τοῦτο ἐν ῳ ὁ θεὸς καταβὰς προστάττει Μωυσῇ ἀναβῆναι. ἀδύνατον γὰρ εἰς υ ψος θεῖον ἀναβῆναι γενητόν, μὴ πρότερον θεοῦ συγκαταβάντος ἐν αὐτῷ.̔ Ερμηνεύεται δὲ τὸ Σινᾶ πειρασμός, οὐ συνωνυμῶν περιστάσει ἀλλὰ πείρᾳ καθ' η ν πειραζόμενός τις διὰ πολυπειρίας ὑψηλὸς ε σται ὡς τὸν ἀναβαίνοντα ἐπ' αὐτὸ νομοθέτην καὶ θεοῦ χρησμῷ ἱεροφάντην ἀναδειχθῆναι. 695a Ps 67, 19a– ξ Αἱ προκείμεναι φωναὶ παρὰ τοῦ χοροῦ τῶν ἁγίων ει ρηνται τῷ ἀναβάντι διὰ τοῦ σταυροῦ εἰς υ ψος κἀκεῖθεν αἰχμαλωτεύσαντι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ καὶ ἐλευθεροῦντι αὐτοὺς ἀπὸ τῆς ὠμότητος αὐτοῦ τῆς τυραννικῆς, λυτρὸν δεδωκότι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν. τούτῳ τῷ τρόπῳ ἐλυτρώσατο πάντας. ἐπεὶ γὰρ μὴ πάντες ἑκουσίως καὶ αὐθαιρέτως ε ρχονται πρὸς αὐτόν, καὶ τοὺς ἀπειθοῦντας ε τι λαμβάνει ἐπὶ τῷ κατασκηνῶσαι παρ' αὐτῷ. πολλοὶ γὰρ ἀπειθοῦντες τῇ κλήσει τοῦ εὐαγγελίου, ἑλκυσθέντες ὑπὸ νόσου καὶ α λλου περιστάσεως. ε στι δ' ο τε καὶ δι' ὁραμάτων η λθον εἰς τὸ κατασκηνῶσαι παρὰ τῷ̓ Ιησοῦ. 696a Ps 67, 19δ. Τοσούτων εὐεργεσιῶν γενομένων ὑπὸ τοῦ κυρίου, πῶς οὐκ ε μελλον τὸν τῶν τηλικούτων εὐλογεῖν καὶ τοσούτων ἀγαθῶν αι τιον, καὶ εὐλογεῖν μήποτε μὲν ου, ποτὲ δὲ ου; ἀλλὰ κατὰ πᾶσαν ἡμέραν τῇ εὐλογίᾳ καταμίξαντες εὐχήν, αἰτοῦνται κατευοδωθήσεσθαι ὑπὸ τοῦ θεοῦ τοῦ τὰς σωτηρίας ὀρέγοντος. εὐλόγητος δέ ἐστιν οὐ τῷ δέχεσθαι εὐλογίας ἀλλὰ τῷ διδόναι ταύτας. ὡς γὰρ ἀγαθός ἐστιν, οὐ γινόμενος ἀλλὰ ποιῶν ἀγαθούς, καὶ α γιος ἁγιάζων, οὐχ ἁγιαζόμενος· ου τω καὶ εὐλόγητός ἐστι, πηγὴ πάσης εὐλογίας ω ν. 697a Ps Εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου λέγεται τὰ προκείμενα, μυρίαι εἰσὶν ὁδοὶ γνώριμοι πᾶσιν εἰς τὸν κοινὸν α γουσαι θάνατον· εἰ δὲ περὶ τοῦ κατὰ θεὸν ζῆν καὶ τοῦ ἐναντιουμένου τούτῳ θανάτου καὶ ἐνταῦθα σημαίνεται, θεὸς ἡμῶν ω ν ὁ σωτὴρ θεὸς τοῦ σῴζειν ἐστίν. γίνεται γὰρ αι τιος σωτηρίας αἰωνίου. λέγει γοῦν περὶ ἑαυτοῦ Σῴζων οὐκ ε στι πάρεξ ἐμοῦ. Ωσπερ ου ν τοῦ σῴζειν ἐστὶν ὁ θεός, ου τω καὶ αἱ διέξοδοι τοῦ θανάτου τυγχάνουσιν αὐτοῦ κυρίου ο ντος, παρέχοντος ἀεὶ διεξόδους δι' ω ν τις ἐξέρχεται διὰ μετανοίας τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. Καὶ ὁ διάβολος γὰρ ου τως ὠνόμασται ἐν τῷ Κατέπιεν ὁ θάνατος ἰσχύσας. παρέχει δὲ τὰς διεξόδους τοῦ θανάτου τῷ ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θανάτου. κεφαλαὶ δὲ ἐχθρῶν η οἱ α ρχοντες η τὰ ἡγεμονικά, ὡς ἐν τῷ Απὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· τὸ δὲ ἡγεμονικὸν ἐν τῷ Τὰς ὁδοὺς αὐτῶν ε δωκἀ εἰς κεφαλὰς αὐτῶν, καὶ τῷ Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. ἀμφότερα δὲ ι σως δηλοῖ τὸ Εβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, εὐεργετοῦντος θεοῦ ο πως μὴ ζῶσιν ε τι πονηρῶς περιγραφείσης τῆς καθ' ἁμαρτίαν ζωῆς. ἐχθροὶ δὲ ου τοι ο ντες ἐκ τοῦ πλημμελεῖν διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. 698a Ps 67, 25 Σημειωτέον δὲ ο τι καὶ ἡ θεία γραφὴ ἐπὶ τῆς Μωσέως τὸ τῆς θεωρίας ο νομα τάττει. οὐ γὰρ ο ψει αἱ πορεῖαι τοῦ θεοῦ καταλαμβάνονται ἀλλ' εὐσεβεῖ καὶ ὀρθῇ νοήσει. 699a Ps 67, 26 Ψάλλοντας τοὺς τὸν πρακτικὸν κατορθοῦντας βίον λεκτέον, καὶ νεανίδας τυμπανιστρίας ἑπομένως ἐκληπτέον τὰς νεκρωσάσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ̓ Ιησοῦ ἐν τῷ σώματι ἑαυτῶν περιφερούσας ψυχάς. τούτους τοὺς ψάλλοντας προέφθασαν οἱ κατὰ διδασκαλίαν α ρχοντες τῷ καὶ αὐτοὺς ἀπὸ πρακτικῆς ἀρετῆς η ρχθαι. ἀλλὰ καὶ ἐν μέσῳ νεανίδων εἰσὶν τῶν διὰ τὸ ἀρχὴν ε χειν τοῦ τυμπανίζειν, τουτέστι νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεανίδων εἰρημένων. α ρχοντες προφθάνοντες τοὺς ψάλλοντάς εἰσιν οἱ ἀπόστολοι. 700a Ps 67, 27 Πηγαὶ τοῦ Ισραὴλ αἱ νομικαὶ καὶ προφητικαὶ γραφαί. ἐκ τούτων γὰρ τῶν πηγῶν ὁ κύριος̓ εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ' εὐφροσύνης υ δωρ. τοῦτο δ' ἐστὶ περὶ ου ὁ̓ Ιησοῦς ει πεν Ος δ' α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ, ε ξει ἐν ἑαυτῷ πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον.̓ Ελεγκτέον δὲ διὰ τούτου τοὺς διακόπτοντας τὴν παλαιὰν γραφὴν ἀπὸ τῆς καινῆς, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν θεόν, οὐκ ε χοντες τὰς τοῦ̓ Ισραὴλ πηγὰς οὐδὲ τὸν κύριον αὐτῶν α τε καὶ τὴν θεότητα αὐτὴν διαιρεῖν τολμῶντες. 701a Ps Εντειλαι τῇ δυνάμει σου ἐπὶ πάντων, δημιουργέ, ι ν' ἐπιδημήσασα λύσῃ τὴν ἀσθένειαν τῶν ἀνθρώπων. λύσει δὲ αὐτὴν πρὸς ἡμᾶς ἐλθοῦσα ἀπὸ τοῦ ναοῦ σου, ἐνδυναμωθέντος τοῦ ἡμῶν ε νεκα κατεργασθέντος. τοῦτο δ' ἐστὶ τὸ τεχθῆναι τὸν̓ Εμμανουὴλ τῷ γενέσθαι σάρκα τὸν λόγον σου. ταύτῃ τῇ δυνάμει θεῷ λόγῳ ου σῃ ει πεν ὁ θεός, ι να γενηθῇ τὰ πάντα, καὶ ἐνετείλατο, ι να κτισθῶσι διάφορα. Λυθείσης τῆς ἀσθενείας παρουσίᾳ τῆς θεοῦ δυνάμεως, οἱ βασιλεῖς κομίζουσι δῶρα τῷ θεῷ ἐπὶ τὴν πνευματικὴν̔ Ιερουσαλὴμ η τοι τὴν ἐκκλησίαν. καὶ εἰ μὲν ἐκεῖνοι οἱ βασιλεῖς ου ς διέστειλεν ὁ ἐπουράνιος ἐν τῇ κληρονομίᾳ ἑαυτοῦ ει εν οἱ τὰ δῶρα φέροντες ἐπὶ τὴν̔ Ιερουσαλήμ, οἱ ὠφεληθέντες ὑπ' αὐτῶν εἰσιν οἱ προαγόμενοι. ου τως προσήνεγκεν ὁ ἀπόστολος Πέτρος δῶρον τὸν ἀδελφὸν αὐτοῦ̓ Ανδρέα καὶ Φίλιππος τὸν Ναθαναὴλ καὶ ἑτέρους πλείονας οἱ α λλοι ἀπόστολοι, α λλοι δὲ προσήνεγκαν δῶρα νοήματα σπουδαῖα καὶ λόγους καὶ ε ργα ἐπαινετά. 12/ 4... Ναθαναὴλ καὶ πάντες τοὺς ἑαυτῶν μαθητάς· η γουν οἱ πιστοὶ κατὰ τὸ Καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ω ν τὰ δῶρα νοήματα καὶ λόγοι καὶ ε ργα ἐπαινετά. 702a Ps 67, 31a Νοήσεις θηρία καλάμου τοὺς τὴν ψευδώνυμον πρεσβεύοντας γνῶσιν. δύναται περὶ τούτων εἰρῆσθαι ἡ προφητεία ἡ ου τως ε χουσα Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσι. 703 Ps 67, 32 Διὰ μὲν τῆς Αἰγυπτίας τὴν σύμπασαν γῆν η ς ἐξῆρχεν ὁ νοητὸς Φαραώ, διὰ δὲ τῆς Αἰθιοπίας τὸ σκοτεινὸν καὶ δυσειδὲς τῶν ψυχῶν τῶν ἐν ἁμαρτίαις ἐδήλωσεν· ὡς καὶ ἐν ἑνί φησι τῶν
8
ἐκεῖ (δῆλον ὡς ἐν τῇ πνευματικῇ Σιών). καὶ Σοφονίας δὲ λέγει Τότε μεταστρέψει ἐπὶ λαοὺς γλῶσσαν τοῦ ἐπαγγελεῖσθαι πάντας τὸ ο νομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ε να· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οι σουσι θυσίας μοι. συνᾴδει τῷ... πληροῦσθαι τὴν Αἰθιοπίαν ἐκ* τῶν βασιλειῶν* κ̣ α̣ ὶ̣ ἐν* λεγομένῳ. αὐτὴ ἡ ἀπ' ἐγγὺς καὶ ἡ Αἰθιοπία πνευματικὴ γενομένη γνησίαν μετάνοιαν συνεισενεγκαμένη φησὶ περὶ ἑαυτῆς Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν διὰ τὴν εἰδωλολατρείαν καὶ πρακτικὴν κακίαν, καλὴ δὲ διὰ τὴν*** ἀναχώρησιν ἐξ ἐκείνων δι' α μέλαινα ἐχρημάτισα. τί δὲ ὑπάρξει ἐξομολογησαμένῃ αὐτῇ καὶ προσφθασάσῃ τῷ θεῷ τὴν χεῖρα η τὸ καθαρισθῆναι ἐπὶ τῷ πᾶσαν καρδίαν ἀποβαλεῖν καὶ ἐν φωτὶ γενέσθαι; δηλοῖ τοῦτο τὸ τῶν ᾀσμάτων Αισμα ἐν τῷ ὁρᾶσθαι αὐτὴν σὺν τῷ*** 5– 13 ο τι γε μὴν Αἰθιοπία πάντα τὰ ε θνη δηλοῖ, παρίστησιν ἡ διὰ μετανοίας λέγουσα νύμφη Μέλαινά εἰμι καὶ καλή· μέλαινα μὲν καὶ δυσειδὴς διὰ τὴν εἰδωλολατρείαν καὶ τὴν κακίαν τὴν πρακτικήν, καλὴ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν. ὑπῆρξε δὲ αὐτῇ φωτεινῇ γενέσθαι προφθασάσῃ χεῖρα θεῷ, ὡς τοὺς ὁρῶντας αὐτὴν σὺν τῷ εὐεργετήσαντι λέγειν Τίς αυ τη ἡ ἀναβαίνουσα λελευκασμένη; 704a Ps 67, 34 Φωνὴ αὐτοῦ ἡ θεία γραφή. ταύτῃ δώσει φωνὴν δυνάμεως πνευματικὴν λαβεῖν. εἰ δὲ καὶ ἐν τούτοις φωνὴν αὐτοῦ τὸν̓ Ιωάννην δεῖ λαβεῖν εἰπόντἀ Εγὼ φωνὴ βοοῦντος ἐν τῇ ἐρήμῳ, λεκτέον ὡς ἐπιβὰς τῷ οὐρανῷ τοῦ οὐρανοῦ ὁ σωτήρ, πληρώσας τὰς προφητείας τὰς προαναφωνησάσας τὴν ἐνανθρώπησιν θάνατόν τε καὶ ἀνάστασιν καὶ ἀνάληψιν αὐτοῦ, φωνὴν αὐταῖς δέδωκε. τὰ γὰρ περὶ μελλόντων λέγοντα ἀσθενεῖν δοκεῖ διὰ τὸ α δηλον τῆς ἐκβάσεως, τότε φωνὴν δυνάμεως λαμβάνοντα ο ταν πληρωθῇ. Ευ δὲ καὶ τὸ φάναι τὸν θεὸν ἐπιβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· ο στις μόνος ἀνάκειται τῷ κυρίῳ κατὰ τὸ̔ Ο οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, καὶ̓ Ιδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ οὐρανὸς τοῦ οὐρανοῦ, εἰς ο ν οὐδεὶς πέφυκε τῶν νοητῶν ἀναβαίνειν. οὐ γὰρ κτίσμα τι η τόπος εἰς ο ν ἀνέβη θεὸς οὐρανόν, ἀλλὰ πρέπουσα θεῷ περιωπὴ η κατάστασις α φραστος, διὰ κυρίας λέξεως οὐ δηλουμένη. 705a Ps 67, 35ab Εὐχάριστοι γινόμενοι ε ργῳ καὶ λόγῳ, δοξάσατε αὐτὸν υ μνοις καὶ θεολογίαις, ι να τὴν μεγαλοπρέπειαν αὐτοῦ χωρῆσαι δυνηθεῖτε ἀληθινὸς̓ Ισραὴλ γεγενημένοι διὰ καθαρότητα καρδίας θεὸν ὁρῶντες. ἡ γὰρ ὑπερφυὴς θεοῦ γνῶσις ἐν μεγάλοις τὸ πρέπον ε χουσα σύνεστι μόνῳ τῷ ἁγιασμὸν καὶ εἰρήνην ε χοντι. 706a Ps 68 αργ̓ Επεὶ ἀπ' ἀρχῆς μέχρι τέλους πρόσωπον τὸ αὐτὸ λέγον φυλάττει, ἀκόλουθον ο λον αὐτῷ εἱρμῷ διανοίας τῆς αὐτῆς ἐκλαβεῖν. ἐπεὶ τοίνυν τὸν ἐπιδημήσαντα κύριον σημαίνει ὁ ψαλμὸς ἀλλοιώσαντα βίῳ καὶ διδασκαλίᾳ τοὺς ἀνθρώπους ὡς ἐξ ἀπίστων καὶ ἁμαρτωλῶν πιστοὺς καὶ δικαίους γενέσθαι, ἁρμοδιώτατἁ Υπὲρ τῶν ἀλλοιωθησομένων ἡ ἐπιγραφὴ κεῖται. ἀλλὰ καὶ οἱ πιστεύσαντες ἐκ περιτομῆς ἠλλοιώθησαν κατὰ τὸ πνεῦμα ζῶντες τοῦ νόμου. Εἰ δὲ καὶ ε μπαλιν τῆς μεταβολῆς γινομένης ἐκ τῆς κρείττονος ἐπὶ τὴν χείρονα ποιότητα, φημὶ καὶ ου τως· οὐδὲν η ττον ὑπὲρ τῶν ἀλλοιωθησομένων ε σται τῶν μὴ πιστευσάντων αὐτῷ̓ Ιουδαίων. εἰ δὲ καὶ τοὺς κατὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν ἠλλοιωμένους κατὰ τὸ Καὶ ἡμεῖς ἀλλαγησόμεθα, συνεπίσκεψαι. εἰ γὰρ ἐκ προσώπου Χριστοῦ ἐστιν ὁ ψαλμός, σημαίνεται δὲ ἐν αὐτῷ καὶ τὸ πάθος αὐτοῦ ῳ ε πεται ἀποθανόντος αὐτοῦ καὶ ἀναστάντος καὶ πάντας ἐγείρεσθαι, οὐκ ἀπᾴδει ἐκλαβεῖν καὶ ὑπὲρ τῶν ου τως ἀλλοιωθησομένων τὴν ἐπιγραφὴν ει ναι. 707 Ps̓ Ιστέον ο τι τὰ πλεῖστα ἐν τῷ ψαλμῷ ἐκ προσώπου ἡμετέρου ὑπὸ̓ Ιησοῦ λέγεται τὰς ἀσθενείας ἡμῶν φέροντος καὶ ὑπὲρ ἡμῶν ὀδυνωμένου. ου τος γοῦν ἐξομολογεῖται περὶ ἁμαρτημάτων ω ν οὐδ' ο λως τι πεποίηκεν. εἰ τοίνυν μὴ ὑπὲρ ἰδίων ἐξομολογεῖται, δηλονότι ὑπὲρ ἡμῶν τοῦτο ποιεῖ. καὶ γὰρ οἱ περὶ ἁμαρτωλῶν φυγὴν ὑποστάντων, δι' α ε πραξεν, βασιλέως δεόμενοι, εἰς ι διον πρόσωπον τὰ ἁμαρτήματα τῶν ὑπὲρ ω ν δέονται ἀναφέροντες εὐεργεσίαν καὶ συγχώρησιν τῶν κακῶς πραχθέντων αὐτοῖς αἰτοῦνται. ε θος γοῦν ε χουσιν οἱ α γιοι ἐν ταῖς ἐξομολογήσεσι ταῖς περὶ α λλων λέγειν Ημαρτήκαμεν ἠνομήσαμεν ἠσεβήσαμεν. Εἰ δὴ τοῦτο δορύφοροι βασιλέως καὶ̔ φίλοι θεοῦ ὑπὲρ α λλων παρακαλοῦσιν ὡς ι διον πρόσωπον χάριν αἰτούμενοι, παράδοξον οὐδὲν δι' ὑπερβάλλουσαν κηδεμονίαν ὑπὲρ ἡμῶν ἐξομολογεῖσθαι χάριν καὶ συγχώρησιν ἀπαιτοῦντα ὑπὲρ α λλων τὸν ο ντα πρὸς πατέρα παρακλητὸν ὑπὲρ ἁμαρτημάτων τοῦ ο λου κόσμου. Περὶ γοῦν τῶν ἡμετέρων ἁμαρτημάτων ἐξηγεῖται ω ν οὐδ' ο λως τι πεποίηκεν. ἀνοίκειον γὰρ αἰτεῖσθαί τι τὸν σωτῆρα ο ντα χορηγὸν πάντων τῶν ἀγαθῶν. αι ρει γοῦν τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ α φεσιν ἁμαρτιῶν ὀρέγει τοῖς προσερχομένοις. ἐπεὶ τοίνυν οὐ δι' ἁμαρτίας ὁ κύριος εἰς τὸν χῶρον ἐκεῖνον ε φθασεν ἀλλὰ διὰ θάνατον ο ν ὑπὲρ ἡμῶν ἀνεδέξατο, φησὶ Καταιγίς με εἰς τὰ βάθη τῆς θαλάσσης κατεπόντισεν. Καταιγίδα δὲ τοὺς πειρασμοὺς δηλοῖ καθάπερ τὸ Καταιγὶς δι' ἐρήμου διέλθοι, καὶ τὸ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.** νομίσῃς τὸ προκείμενον τῷ Οὐδεὶς αι ρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, αὐθαιρέτως ἀναδεξαμένου τὸν θάνατον. ἐπειδὴ οὐ νόσῳ οὐδ' ἁπαξαπλῶς τῷ εἰθισμένῳ τέλει ἰδίῳ λέγεται τὴν ψυχὴν δεδωκέναι ἀλλ' ὑπομείνας σταυρόν, ταύτῃ λέγεται ὑπὸ καταιγίδος καταποντίζεσθαι, εἰ καὶ μὴ ἀκουσίως ὑπέμεινε τοῦτο ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου γενόμενος. 708a Ps Τοῦτο δὲ παραστατικόν ἐστι τῆς τῶν̓ Ιουδαίων κωφώσεως. εἰ γοῦν καὶ πρὸς μὴ δεῖν ἐκκακεῖν προσευχόμενον ἀλλὰ βοᾶν ἡμέρας τε καὶ νυκτὸς πρὸς τὸν θεὸν ει πε κεκοπιακέναι ἐν τῷ κράζειν συμφώνως τῷ Μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, συνεπίσκεψαι. καὶ ὁ πᾶσαν δὲ τὴν προσδοκίαν τείνας εἰς τὸν θεὸν ἐρεῖ τὸ̓ Εξέλιπον οἱ ὀφθαλμοί μου, δῆλον ὡς οἱ τῆς καρδίας. Μάτην δὲ διώκεται καὶ μισεῖται ὁ τῶν ταῦτα ποιούντων εὐεργετικός, ὡς ὁ σωτὴρ πᾶν ει δος ἀσθενείας ἐν̓ Ιουδαίοις ἰώμενος καὶ νεκροὺς ἐγείρων δι' α περίβλεπτος ἡ τούτων ἐγίνετο πόλις. Τὸ ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς τοῦ μισουμένου πεπληθῦνθαι τοὺς μισοῦντας αὐτὸν ὑπερβολικῶς ει ρηται. φυλάττεται γὰρ καὶ τῆς ὑπερβολῆς τρόπος συνεχῶς καὶ ἐν ταῖς γραφαῖς Α οὐχ η ρπασα, τότε ἀπετίννυον. εἰ καὶ ἀπέδωκεν α μὴ η ρπασεν, ἀλλ' ου ν ἡμᾶς ἐλυτρώσατο τουτέστιν ἀποτιννύναι ἐξαλείφων τὸ καθ' ἡμῶν χειρόγραφον ο ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενον καθ' ἡμῶν. ἐξήλειπται δὲ τοῦτο καὶ η ρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτημάτων δοθείσης. 709a Ps 68, 6 Οὐδείς γε μὴν ἁμαρτωλὸς ε χει γινωσκομένην ἀπὸ θεοῦ ἀφροσύνην η πλημμελείας ἐπίπροσθεν αὐτοῦ μενούσας, οὐ διαμενόντων παρανόμων ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Τί ταράττεταί τις ἀκούων ἀφροσύνην; οὐ γὰρ μακρὰν αυ τη ἡ λέξις τὴν α γνοιαν ε χειν αὐτὸν ὁμολογεῖν ἐν τῷ πρός τινας λέγειν Οὐδέποτε ε γνων ὑμᾶς· καὶ φάσκει ὡς οὐκ ε γνω τι περὶ τῆς ἡμέρας καὶ ω ρας τῆς κρίσεως. ὡς ου ν ταῦτα εὐσεβῶς ἐκλαμβάνεται, καὶ τὰ περὶ ἀφροσύνης αὐτοῦ σαφηνείας τεύξεται εὐσεβῶς νοούμενα. καὶ γὰρ διδάσκαλος τελείαν ε χων ἐπιστήμην διὰ συγκαταβάσεως τοῖς εἰσαγομένοις ταῦτα φαίνεται γινώσκων ω ν εἰσιν ἐκεῖνοι χωρητικοί, τρόπον τινὰ συνομοιούμενος αὐτοῖς· τὴν τοιαύτην συγκατάβασιν ἀπεδέξατο πᾶς α γνοιάν πως καὶ ἀφροσύνην ὑπάρχουσαν. ἐπειδὴ γὰρ πλούσιος ω ν ἐν σοφίᾳ ἐπτώχευσε δι' ἡμᾶς ὡς ὑποληφθῆναί τισι μὴ ει ναι σοφία, ε σχεν ἀφροσύνην δι' η ς πλούσιοι γενησόμεθἀ Εν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. καταλλήλως τῇ ου τω ληφθείσῃ ἀφροσύνῃ καὶ τὰς πλημμελείας τὰς ἀπὸ θεοῦ μὴ κρυπτομένας ἐκδέξασθαι προσήκει. Τί δὲ καὶ ε χουσιν εἰπεῖν οἱ περὶ τὰς λέξεις ταύτας δεισιδαιμονοῦντες, λεγομένων περὶ θεοῦ τοιούτων ἐν οι ς μᾶλλον ἀπέμφασίς ἐστι; πῶς γὰρ οὐ χεῖρον ἀφροσύνης καὶ πλημμελειῶν λήθη μεταμέλεια θυμὸς ὀργή, α περ πάντα καὶ ε τι τούτων πλεῖστα περὶ θεοῦ λέγεται; η ου ν καὶ ταύτας τὰς λέξεις φασκέτωσαν μὴ περὶ θεοῦ εἰρῆσθαι, η καὶ ταῖς προκειμέναις συγκαταθέσθωσαν. 710a Ps 68, 10b Ταύτην ὑπὸ τοῦ σωτῆρος εἰρημένην ἐξείληφεν ὁ ἐν Χριστῷ λαλῶν ἀπόστολος, γράφων ω δε· Εκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθόν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ η ρεσεν, καθάπερ γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. 711a Ps a̓ Ενστήσεταί τις φάσκων τοσοῦτον· ὁ Ιησοῦς ἀπείχετο νηστείας, ὡς φάγου καὶ οἰνοπότου ἀπενέγκασθαι δόξαν̓ παρὰ τοῖς κακοηθεστέροις. λεχθείη γοῦν πρὸς αὐτὸν οὐ πάντως τὸν̓ Ιησοῦν καὶ τοὺς μαθητὰς ἀεὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ει ναι, εἰ καὶ ἐποίουν αὐτὸ εἰς ἑστίας καλούμενοι τοῦ ὠφελῆσαι χάριν καὶ σημεῖα ποιῆσαι. πρὸς τὰς ἑστίας ου ν ἀφορῶντες φάγον καὶ οἰνοπότην ἐκάλουν. καὶ γὰρ καὶ τεσσαράκοντα ἡμέρας ἐνήστευσεν.̓ Επεὶ ου ν ἡ νηστεία κωλυτική ἐστι τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως τῆς ψυχῆς, Συνεκάλυψα, ε φη, ἐν νηστείᾳ τὴν ψυχήν μου. Σύνηθες δὲ τοῖς φαῦλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι' α ς ε χουσι καλοκἀγαθίας· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια.̓ Επείπερ ὁ σωτὴρ περὶ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται, αἰνίττεται δὲ διὰ τοῦ σάκκου τὴν σκληρὰν καὶ κακωτικὴν δίαιταν. οὐ γὰρ αἰσθητῶς που ἐλέχθη σάκκον ἐνδεδύσθαι τὸν̓ Ιησοῦν. τινὲς δέ φασι δηλοῦσθαι ἐκ τοῦ ἐνδύματος τούτου τὸ σῶμα ο περ ἀνέλαβεν ὁ Χριστός. 712a Ps 68, 14 Διὸ ἐπάκουσόν μου ἐν πλήθει ἐλέου τοῦ σοῦ, τὴν ἐν ἀληθεῖ σωτηρίαν παρέχων τοῖς ὑπὲρ ω ν ἀξιῶ. ὑπάρξει δὲ τοῦτο ο ταν αὐτὸν ἀποθανόντα σώσῃς δι' ἀναστάσεως. ου τω γὰρ ζωὴ καὶ σωτηρία ὑπὲρ αὐτῶν ε σται η ν ἀναδέχομαι. σωτηρία ἐν ἀληθείᾳ ἡ κατὰ θεόν ἐστιν, οὐκ ἐν ἀληθείᾳ ἀλλ' ἐν τύπῳ καὶ εἰκόνι ου σης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν γινομένης τοῖς κάμνουσιν. εἰ καί ποτε τοίνυν ἐπιδεικνύς με αὐτοῖς ει ρηκας, πάτερ, Ου τός ἐστιν ὁ υἱός μου ἀγαπητὸς ἐν ῳ εὐδόκησα, σταυρούμενον ὑπὲρ αὐτῶν ἀνάστησον. ου τω γὰρ ὁ καιρός, τουτέστι τὸ τέλος τῆς εὐδοκίας τῆς θελήσεως τῆς σῆς τῆς ὑπὲρ σωτηρίας. Διὸ καὶ ἐπάκουσόν μου, ι να ἐμοῦ ζωοποιουμένου σὺν ἐμοὶ ζωοποιηθῶσιν οἱ δι' ἁμαρτίας νεκροί. Τοῦτο μυσταγωγῶν ὁ ἀπόστολος ει πεν̔ Ο θεὸς πλούσιος ω ν ἐν ἐλέει διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην η ν ἠγάπησεν ἡμᾶς νεκροὺς ο ντας διὰ παραπτώματα καὶ ἁμαρτίας τῷ Χριστῷ συνεζωοποίησεν. 713a Ps 68, 15 Καὶ ταύτην ὑπὲρ ἡμῶν προσάγει τὴν δέησιν, ι να μὴ ἐμπαγῶμεν τῷ σώματι διὰ παθῶν πηλῷ ὀνομαζομένῳ. εἰ δὲ καὶ αυ ται αἱ ἁμαρτίαι α ς ἀνέλαβεν εἰς τὸ ἑαυτοῦ σῶμα, ι να ἀνέλῃ αὐτὰς ἀναβὰς ἐπὶ τὸν σταυρόν, ὁ πηλός ἐστιν, συνεπίσκεψαι. Τὰ υ δατα μὲν πειρασμοί εἰσιν ου ς ὑπὲρ ἡμῶν ἀνεδέξατο, ι ν' ἡ μόνη αὐτοῦ σωτηρία ἡμῖν ὑπαρχθῇ·̓ Εν ῳ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. βάθος δὲ τῶν ἑρμηνευθέντων ὑδάτων ἐστίν, εἰς ο γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες, ἀφ' ου θεοῦ μόνου ῥύεσθαι αὐτοὺς μὴ δυναμένους εἰπεῖν̓ Εκ βαθέων ἐκέκραξά σε, κύριε† καὶ τὰ ἑξῆς δὲ ὑπαρχθῆναι αὐτῷ ἡμῶν ε νεκα αἰτεῖ. οὐδὲν γὰρ αὐτὸν θαμβεῖ η φοβεῖ τῶν α λλους βλαπτόντων. κα ν τοίνυν παρ' αὐτῷ τῷ θανάτῳ φθάσας α ρξηται θαμβεῖσθαι καὶ ἀδημονεῖν, προηγουμένως μὲν ἡμῶν ε νεκα, οὐχ η κιστα δὲ ι να καὶ α νθρωπος ἀληθῶς γεγονὼς δειχθῇ, ἀναδέχεται τὰ πάθη ταῦτα. 714a Ps 68, 15b Μισοῦντας καὶ τοὺς δαίμονας ὑποληπτέον, καὶ τοὺς αὐτὸν μισοῦντας ἀνθρώπους, οι οι η σαν οἱ λέγοντες Αρον α ρον, σταύρωσον αὐτόν. 715a Ps 68, 16 Μὴ ὡς φρέαρ αἱ συμφοραὶ σχῶσιν, ω στε μοι παντελῶς ἀδιεξοδεύτους ταύτας γενέσθαι. τροπικῶς γὰρ ταῦτα τίθησιν, ἐπιμένων τῇ ἐξ ἀρχῆς ὑποθέσει. κἀκεῖ γὰρ Οτι εἰσῆλθεν υ δατα, ε λεγεν, ε ως ψυχῆς μου, πῶς δὲ εἰπὼν Καὶ καταιγὶς κατεπόντισέ με· νῦν λέγει Μὴ ο τι. ἐπεὶ ε στι βυθισθέντα πάλιν ἀνανήξασθαι, ευ χεται ω ν ἐπειράθη, μὴ πεῖραν πάλιν λαβεῖν δευτέραν. 716a Ps 68, 17– 19̓ Επεὶ ἐκ πολλῆς ἀγαθότητος χρηστὸν ε σται τὸ ε λεός σου ο παρακαλῶ γενέσθαι ἐπὶ τοὺς ὑπὲρ ω ν ἀξιῶ (λύσεις γὰρ αὐτῶν τὰς ἁμαρτίας), εἰσάκουσόν μου· ὡσεὶ ἐπιβλέψεις ἐπ' ἐμὲ πρεσβευόμενον ὑπὲρ πάντων, οὐ καθ' ε να η δεύτερον ἀλλὰ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου σωθήσονται καὶ πολλὴν ὠφέλειαν σχήσουσιν. ταῦτα γὰρ οἰκονομῆσαί με βουλόμενος ἀπέστειλας· οὐ γὰρ ἐπὶ τῷ κρῖναι ἀλλὰ σῶσαι τὸν κόσμον ἐπέμφθην ὑπὸ τῶν σῶν οἰκτιρμῶν τῶν εἰς τοὺς εὐεργετουμένους καὶ τῷ χρηστῷ ἐλέῳ σου.̔ Η δὲ προσθήκη ἡ τῷ χρηστῷ παρίστησιν, ὡς μὴ πάντα ε λεον ει ναι τοιοῦτον· λέγει γὰρ ὁ θεὸς περὶ τῶν κόλπων τοῖς δικάζουσιν Οὐ φείσεται ὀφθαλμός σου ἐπ' αὐτῷ, οὐδὲ μὴ ἐλεήσεις αὐτόν. οὐ πιθανὸν δὲ ἐκ προσώπου τοῦ μονογενοῦς ταῦτα λέγεσθαι γυμνοῦ ο ντος τῆς ἐνανθρωπήσεως, κα ν ποτε ἡ παῖς προσηγορία σημαίνει τόν τινος υἱόν· ἀλλὰ ταῦτα δηλονότι κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ τὰ ἡμέτερα οἰκειωσάμενος πάθη (τὰ φυσικά φημι καὶ ἀδιάβλητα) ε λεγεν. Πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν. ἐστὶ δὲ τὸ λυτρωθῆναι αὐτὴν τὸ μὴ γενομένην ἐν νεκροῖς κατασχεθῆναι ἐν τῷ ᾳ δῃ ἀλλὰ καὶ λυτρώσασθαι τοὺς ἐκεῖ. ταῦτα περὶ ἀλόγου ψυχῆς οὐδεὶς νοῦν ε χων ει ποι, ζωὴν καὶ ὑπόστασιν καθ' ἑαυτὴν οὐκ ἐχούσης. πῶς δὲ καὶ λυτρωθείη αὐτή, εἰπάτωσαν οἱ ου τω φρονοῦντες· ἀνθρωπίνης γὰρ ψυχῆς τὸ λυτροῦσθαι, τουτέστι λογικῆς. Δυνατὸν καὶ πιθανῶς εἰπεῖν ψυχὴν ει ναι τοῦ πρεσβευομένου πᾶσαν τὴν οἰκειωθεῖσαν αὐτῷ, ι να, ω σπερ τις α νθρωπος θεοῦ λέγεται οι ον Μωυσῆς καὶ̓ Ηλίας, ου τω καὶ ψυχὴ αὐτοῦ ῥηθείη ἡ κολληθεῖσα αὐτῷ καὶ ε ν πνεῦμα πρὸς αὐτὸν γεγενημένη. πᾶσαν γὰρ ταύτην λυτροῦται διδοὺς ὑπὲρ αὐτῆς η ν ἀνείληφεν· ὡς γὰρ ὑπὲρ τῶν σωμάτων τῶν ἀνθρωπίνων δέδοται τὸ̓ Ιησοῦ σῶμα, ου τως ἡ ψυχὴ αὐτοῦ ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ι ν' ο λος α νθρωπος ὑπὲρ πάντων δοθῇ πρὸς τοῦ αὐτὸν ἀνειληφότος. Ενεκα τοίνυν τῶν ἐχθρῶν μου τῶν ἐναλλομένων τῇ ἀπωλείᾳ τῶν ἀνθρώπων ῥῦσαί με ἐγείρας ἐκ νεκρῶν, ι ν' αὐτοὶ καὶ ὁ τὸ κράτος ε χων τοῦ θανάτου διάβολος καταλυθῶσιν, ἀναστῶσι δὲ οἱ α νθρωποι σωτηρίαν κοιμιούμενοι· ευ χομαι δὲ ἀπὸ ἐχθρῶν θλιβόντων με οὐκ ἀγνοουμένων· εἰσὶ γὰρ ἐνώπιόν σου. ἐμὴ δὲ θλῖψις τὸ καταπονεῖσθαι τοὺς ἀνθρώπους ὑπὲρ ω ν ἀπέστειλάς με, ι να λυτρώσωμαι τοῦ καταδυναστεύοντος αὐτοὺς διαβόλου. Ταῦτα δὲ λέγει πρὸς τὸν πατέρα, ι να οἱ α νθρωποι παιδευθῶμεν, η ν ε χει φροντίδα ὑπὲρ ἡμῶν ὁ θεὸς οὐ φεισάμενος τοῦ υἱοῦ, ι ν' ἡμῶν φείσηται. 717a Ps Περίλυπος ἡ ψυχή μου γέγονεν ε ως θανάτου, προσδοκώσης τῆς καρδίας μου ὀνειδισμὸν καὶ ταλαιπωρίαν. (ὁ σταυρὸς δέ ἐστιν ὁ δηλούμενος διὰ τοῦ ὀνειδισμοῦ καὶ τῆς ταλαιπωρίας.) ταύτης τῆς προσδοκίας ου σης ἐν τῇ καρδίᾳ μου, ὑπέμεινα συλλυπούμενον εὑρεῖν ἐκ τῶν̓ Ιουδαίων τῶν ἀπιστούντων, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα καὶ οὐχ ευ ρον. πῶς γὰρ συνελυποῦντο καὶ παρεκάλουν φάσκοντες Πιλάτῳ τῷ ἡγεμόνι Σταύρωσον σταύρωσον αὐτόν· ἐφ' ἡμᾶς τὸ αι μα αὐτοῦ καὶ ἐπὶ τὰ τέκνα ἡμῶν; πῶς δὲ παρεκάλουν η συνελυποῦντο οἱ δεδωκότες αὐτῷ ο ξος μετὰ χολῆς μεμιγμένον; Πρὸς ἀλληγορίαν τοῦ̓ Ιησοῦ προσδοκῶντος ὀνειδισμὸν καὶ ταλαιπωρίαν, ι ν' ὑπὲρ τοῦ κόσμου παθὼν α ρῃ τὴν ἁμαρτίαν αὐτοῦ· οὐδεὶς τῶν κατὰ σάρκἀ Ισραηλιτῶν συναποθανεῖν ἠθέλησεν αὐτῷ, ι να συλλυπηθῇ περίλυπον αὐτῷ ε χοντι τὴν ψυχὴν ε ως θανάτου, οὐδὲ παρεκάλεσεν αὐτὸν συγκαταθέμενος ταῖς περὶ τοῦ θανάτου αὐτοῦ προφητείαις· ο θεν πρὸς τῷ ταῦτα μὴ ποιεῖν εἰς μείζονα ἀσέβειαν διαβάντες χολὴν αὐτὸν διέθρεψαν καὶ ἐπότισαν ο ξος. πῶς γὰρ οὐ χολὴ καὶ ο ξος ὁ καρπὸς αὐτῶν ἐγεγόνει μὴ τηρησάντων τὴν ἐξ ἀρχῆς φυτείαν; τοῦ γὰρ θεοῦ α μπελον καρποφόρον πᾶσαν ἀληθινὴν τὴν̓ Ιουδαικὴν πληθὺν φυτεύσαντος, αυ τη ὁρμῇ ἰδίᾳ στραφεῖσα εἰς πικρίαν γέγονεν α μπελος ἀλλοτρία. ει ρηται γοῦν περὶ αὐτῶν ἐχθρῶν καὶ ἀνοήτων γεγενημένων̓ Εκ γὰρ ἀμπέλου Σοδόμων ἡ α μπελος αὐτῶν καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας, σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῆς· θυμὸς δρακόντων ὁ οι νος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος. ταύτην τὴν τῆς σταφυλῆς χολὴν καὶ τῆς πικρίας τὸν βότρυν προσήγαγον αὐτῷ πότον, καίτοι διψῶντι αὐτῷ τὴν αὐτῶν σωτηρίαν. οι νου γὰρ παράβασις τὸ ο ξος. Πλὴν εἰ καὶ μὴ εὑρεθῇ ἐν τοῖς προδόταις̓ Ιουδαίοις συλλυπούμενος καὶ παρακαλῶν, ἀλλ' ἐν τῇ κλήσει τῶν ἐθνῶν εὑρίσκεται. φασὶ γοῦν οἱ ου τω γνώμην ε χοντες Εἰ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ Εἰ σύμφυτοι τοῦ θανάτου αὐτοῦ γεγόναμεν, ἀλλὰ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἐσόμεθα. 718a Ps 68, 26 Τὸ Γενηθήτω ἡ ε παυλις αὐτῶν ε ρημος καὶ τὸν ἑξῆς στίχον περὶ̓ Ιούδα πεπροφητεῦσθαι Πέτρος ὁ πρόκριτος τῶν ἀποστόλων ἐξείληφεν. καὶ ἐπεὶ πληθυντικῶς ἐξενήνεκται, περὶ πάντων τῶν̓ Ιησοῦ προδοτῶν ἐκληπτέον αὐτό, ἐρημωθείσης τῆς πόλεως αὐτῶν καὶ ἐπαύλεως γεγενημένης διὰ τὸν κτηνώδη αὐτῶν τρόπον. ἐν ἐπαύλεσι γὰρ τὰ θρέμματα τὴν κοίτην ε χει· καὶ α λλως δὲ μὴ ε χουσα τὸν θεὸν ἐν ἑαυτῇ ἀλλ' ου τε ἀγγέλους τοὺς πάλαι αὐτὴν ἐφορῶντας. 719a Ps 68, 27 Τὰς ἁμαρτίας ἡμῶν ἀναλαμβάνων εἰς τὸ ἑαυτοῦ σῶμα ὁ̓ Ιησοῦς, δι' α ς μὲν η μεν τραυματίαι πληγέντες ὑπὸ λῃστῶν ἐν τῷ καταβαίνειν ἀπὸ̔ Ιερουσαλὴμ εἰς̔ Ιεριχώ, ἰδιοποιησάμενος ὑπὲρ τοῦ ἰάσασθαι τραύματα ἑαυτοῦ ει πεν· ἀλγήδονα δὲ ε χει ταῦτα, εἰς ο σον ἐπιμένομεν τῷ ἁμαρτάνειν. εἰ δὲ πρὸς τούτῳ καὶ διωγμὸν κατ' αὐτοῦ κινοῖμεν, προσθήκην ἀλγήματος ποιοῦμεν τῷ μηκέτι ὑπὲρ ἁμαρτωλῶν ἁπλῶς ἀλλὰ καὶ διωκόντων αὐτὸν ἀλγεῖν ὑπὲρ ἡμῶν. 720a Ps 68, 28 Ταῖς αὐτῶν ἐπιθυμίαις καὶ αι ς ει λαντο ε χειν πάθεσιν παραδιδόμενοι, ἑαυτοῖς εἰσιν αι τιοι τοῦ ὑπομένειν ταῦτα, τοῦ θεοῦ αἰτίαν οὐκ ε χοντος, εἰ οι ς ἐπόθησαν παραδέδονται·̓ Εξαπέστειλε γοῦν αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, προσθήκης γενομένης ἀνομίας ἐπὶ τὴν ἀνομίαν αὐτῶν. ἐπεὶ τοίνυν οὐχ ει λαντο τὴν ἀλήθειαν ἐλθοῦσαν ἀλλ' ἐν τῇ σκιᾷ τοῦ νόμου παρανόμως διαβιῶναι ἠθέλησαν, ἐξώσθησαν καὶ τοῦ τόπου τῆς τυπικῆς λατρείας, ι να προσθῶσι τῇ προτέρᾳ ἀνομίᾳ καὶ α λλην τῷ ε ξωθεν τῆς̓ Ιουδαίας βούλεσθαι ταύτην φυλάττειν. διὸ οὐκ εἰσέρχονται ἐν δικαιοσύνῃ τῇ διὰ πίστεως̓ Ιησοῦ Χριστοῦ, περὶ η ς γράφεται Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρομένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πῶς γὰρ οι όν τε η ν ἀεὶ περὶ τὰ ε ξω καὶ τὴν σκιὰν ε χοντας εἰσελθεῖν ἐν δικαιοσύνῃ, η ν ἠγνόησαν θεοῦ ου σαν, ι να στήσωσι τὴν ἰδίαν;̓ Αγνοοῦντες γάρ φησι τοῦ θεοῦ τὴν δικαιοσύνην καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· ταὐτὸν τὸ ὑποταγῆναι δικαιοσύνῃ καὶ τὸ εἰσελθεῖν ἐν αὐτῇ. 721a Ps 68, 29 Οτι γὰρ οἱ ἀρετὴν καὶ πίστιν καὶ γνῶσιν θεοῦ ε χοντες ζῶσιν, ἀκουστέον τοῦ Αυ τη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου, ἀγαπᾶν σε κύριον τὸν θεόν σου ἐξ ο λης καρδίας καὶ ἐξ ο λης ψυχῆς σου· ἀλλὰ καὶ ἐκ τοῦ̔ Ο πιστεύων εἰς ἐμὲ ε χει ζωὴν αἰώνιον. βίβλος ἐν ῃ οἱ ου τως ζῶντες γράφονται ἡ θεοῦ γνῶσίς ἐστιν γινώσκοντος τοὺς ο ντας αὐτοῦ, ῳ ε πεται ἐξαλείφεσθαι τοὺς μὴ ὑποπίπτοντας τῷ μνημονεύεσθαι ὑπὸ θεοῦ. 722a Ps 68, 30– 33a Πλούσιος καὶ ἐκτὸς τραυμάτων ὑπάρχων πτωχὸς γέγονα, ι να οἱ πτωχοὶ πλουτήσωσιν τῇ ἐμῇ πτωχείᾳ, καὶ η λγησα τραυματισθεὶς ὑπὲρ τραυματιῶν γενομένων ὑπὸ τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ. κα ν ου τω μου ο ντος ἀναισθητῶσί τινες τῶν ὑπὲρ ω ν γέγονα πτωχὸς καὶ ἀλγῶν, ὡς προστιθέναι α λγος ἐπὶ τὰ τραύματά μου καὶ οι εσθαί με κατὰ φύσιν πτωχὸν ει ναι, ἀλλ' ου ν ἡ σωτηρία ἐκ προσώπου τοῦ θεοῦ ἀντελάβετό μου.̓ Αναστὰς γὰρ ἐκ νεκρῶν καὶ ἀναληφθεὶς ἀπέβαλεν τὰ τραύματα καὶ τὴν πτωχείαν η ν ει χεν ὑπὲρ ἀνθρώπων. Καταλυθέντων δὲ τῶν ἐχθρῶν καὶ μάλιστα τοῦ διαβόλου, ἀκόλουθον η ν ᾠδὴν ἐπινίκιον ἀνακρουθῆναι ὑπ' αὐτοῦ νικήσαντος τῷ ὀνόματι περὶ ου ει πεν Εγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ ε τι ὑπερβάντα τῇ̓ νοήσει αὐτὸν τὸν ου τὸ ο νομα μεγαλύναι ἐν αἰνέσει μεγάλα λέγοντα ἐν τῷ αἰνεῖν καὶ δοξολογεῖν αὐτὸν ἀλλὰ καὶ θεωροῦντα ὑψηλῶς τὰ περὶ αὐτοῦ· οὐ γὰρ οι όν τε ἑτέρως η ου τως μεγαλύνεσθαι τὸν θεὸν τῷ πᾶν αἰσθητὸν μέγεθος μακρὰν αὐτοῦ τυγχάνειν ἀσωμάτου ο ντος. Καὶ ἐπεὶ τὸ αἰνεῖν τὸν θεόν ἐστι θυσία κατὰ τὸ Θυσία αἰνέσεως δοξάσει σε, αἰνέσας τὸ ο νομα τοῦ θεοῦ μετ' ᾠδῆς καὶ μεγαλύνας αὐτὸν ἐν αἰνέσει θαρρεῖ ὡς̓ Αρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς, προσαγόμενον εἰς θυσίαν. διὸ καὶ τοῖς ου τω θύουσιν ἀρεσκόμενός φησιν Ελεος θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. Ταῦτα ἰδέτωσαν οἱ πτωχοὶ τῷ πνεύματι α κατώρθωσεν̓ Ιησοῦς κατὰ πάσης πονηρὰς φάλαγγος· ε ψεται γὰρ τῷ ἰδεῖν αὐτοὺς τὴν τοσαύτην ἀνδραγαθίαν τὸ εὐφρανθῆναι αἰωνίως κατὰ τὸ Εὐφροσύνη αἰώνιος καταλήψεται αὐτούς. 723a Ps 68, 34a Ου τος γάρ ἐστιν ὁ λύων τοὺς πεπεδημένους καὶ ἐξάγων ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οι κου φυλακῆς. 724a Ps 68, 37 Οι τε πάλαι λεγόμενοι προφῆται καὶ θεοφιλεῖς α νδρες καὶ οἱ μετὰ ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ εὐαγγελίου. 725 Ps 69 αργ Εἰκότως εἰς ἀνάμνησιν περὶ σωτηρίας ὁ ψαλμὸς ᾳ δεται, πάντων τῶν μετανοούντων ἀναμιμνῃσκομένων καὶ ἀναγνωριζόντων τὸ ἀγαθὸν καὶ τὴν ἀλήθειαν καὶ ἐρχομένων ἐπ' αὐτά· Μνησθήσονται γάρ φησιν καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. καὶ ἐπεὶ τέλος τῆς ἀναμνήσεως ἀναπολῆσαί ἐστιν ἐκεῖνα α πρότερον ἐπιλέλῃστο ὡς ἀκριβῆ καὶ τελείαν γνῶσιν ε χειν, ἀκολούθως Εἰς τὸ τέλος εἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με κύριον ει πεν, σῳζομένου παντὸς τοῦ τὴν λήθην τῶν καλῶν ἀποβαλόντος ὡς χρῆσιν καὶ γνῶσιν αὐτῶν ε χειν. πάντες γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ καὶ εὐθεῖς γεγενημένοι ἐσπαρμένας ε χουσι τὰς περὶ θεοῦ ἐννοίας. κα ν ποτε γοῦν ἐξ ἀμελείας ἡ ἁμαρτία παρείσδυσιν λάβῃ, εἰ συμβαίνει μετὰ τὴν πρᾶξιν αὐτῆς μετανοῆσαι, ἀναμιμνῄσκεται τοῦ ἀγαθοῦ ου κατὰ φύσιν τὴν ε ννοιαν ει χε λογικὸς καὶ κατ' εἰκόνα θεοῦ γεγονώς. 726 Ps̓ Επεὶ ἡγεῖται τῆς ἁμαρτίας ἀναισθησίᾳ καὶ ἀγνοίᾳ τῶν καλῶν ὡς διὰ τοῦτο σὺν ἡδονῇ καὶ παρρησίᾳ πράττειν αὐτά, ει ρηται γοῦν περί τινων ὡς δόξαν ε χουσιν ἐφ' οι ς αἰσχύνεσθαι ε δει· ω ν γάρ φησιν̔ Η δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν· πρὸς ου ς καὶ ἡ προφητεία φησὶν Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν· ψόγον γὰρ καὶ ἀπώλειαν φέρει. οἱ ου τως ἀναισθήτως ἐπὶ τὸ κακὸν τρέχοντες, εἰ αι σθησιν καὶ ε ννοιαν αὐτοῦ λάβοιεν, πεπαύσεσθαι τοῦ ποιεῖν αὐτὸ θελήσαιεν· ῳ ε πεται ἐκκλίναντας αὐτοὺς ἀπὸ τοῦ κακοῦ τὸ ἀγαθὸν ποιῆσαι. τοῦτο αὐτὸ ὑπαρχθῆναι τοῖς ἐπικειμένοις διαφόροις εὐχόμενός φησι περὶ αὐτῶν Αἰσχυνθείησαν γνόντες οι κακῶν εἰσιν, ἐντραπείησαν ἀναπολήσαντες α ε πραξαν· τὴν γὰρ ψυχήν μου εἰς τὴν αὐτὴν αὐτοῖς κακίαν ἀγαγεῖν ἐζήτησαν, η ἀποκτεῖναί με, ἐπεὶ μὴ συντρέχω αὐτοῖς εἰς τὴν ἀποστασίαν καθ' η ν ἐκτὸς θεοῦ εἰσιν. Τοῦτο αὐτὸ συμφέρον αὐτοῖς προσλιπαρεῖ λέγων̓ Αποστραφείησαν εἰς τὰ ὀπίσω, μηκέτι ἐπὶ τὸ κακὸν ἐπείγεσθαι ποθοῦντες, καὶ καταισχυνθείησαν, ἐφ' οι ς ε δρασαν κακῶς βουλόμενοι ὑπαρχθῆναί μοι τὰ βλάπτοντα.̓ Αποστρέφεται εἰς τὰ ὀπίσω ὁ μετανοῶν, πάλιν δρομῶν ἐφ' ο καταλέλοιπεν ἀγαθὸν μετὰ τοῦ αἰσχύνεσθαι θέλειν, καίτοι πρὸ τῆς μετανοίας ἀλαζονικῶς κατὰ τοῦ διωκομένου λέγων Ευ γε ευ γε, τουτέστιν Κρατήσομέν σου φεύγοντος ἀφ' ἡμῶν.̓ Επιστατέον τὸ Οἱ βουλόμενοί μοι κακά· μέχρι τοῦ βουληθῆναι κακῶσαι καὶ βλάψαι ε χουσι δύναμιν· α ἐπαγαγεῖν βούλονται κακὰ οὐχ οι οί τε ο ντες, εἰ μὴ θεὸς παραδῷ. 727a Ps 69, 3a Οὐ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων η περὶ τῆς† ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. ἡ δὲ τῆς ψυχῆς ἐπιβουλὴ ἡ ἀπὸ θεοῦ ἐστιν ἀλλοτρίωσις. ει η δ' α ν αυ τη ἐκ παθῶν καὶ δαιμόνων καὶ ἐμπαθοῦς διαθέσεως καὶ τῶν τούτοις συνεργούντων κακοήθων ἀνθρώπων. 728a Ps 69, 5 Πιστεύσας ο τι πάντως εὑρήσει τὸν βοηθήσαντα αὐτῷ περὶ πάντων τῶν ὡσαύτως διακειμένων ο τε περιστάσεις διάφοροι πάρεισιν, φησὶν ὑμνῶν Αγαλλιάσονται καὶ εὐφρανθήσονται οἱ ζητοῦντές σε, κύριε. κα ν γὰρ σὺν πόνῳ καὶ̓ ἱδρῶτι τὸ ζητεῖν τὸν κύριον γίνηται, ἀλλ' ου ν αὐτοῦ ἐπιφαινομένου ἀγαθότητι πολλῇ οι ς ποθοῦσιν ἰδεῖν ἀγαλλίασις θεία καὶ εὐφροσύνη διαδέχεται τὸν ἐν τῷ ζητεῖν πόνον. Ταύτης δὲ τῆς χάριτος τυχόντες διαπαντὸς ε ργῳ καὶ λόγῳ ἀλλὰ καὶ διαθέσει πιστῇ ἐροῦσι Μεγαλυνθήτω ὁ κύριος, ἀεὶ μέγεθος νοήσεως αὐτοῦ εὐχόμενοι δέχεσθαι.̔ Υμνοῦσι δὲ ου τως οἱ πεῖραν λαβόντες τῆς παρ' αὐτοῦ σωτηρίας ὡς ἀγαπᾶν αὐτὴν σωτήριον ὀνομαζομένην, η ἀγαπῶσι τὸ σωτήριον· τοῦτο δ' ἐστὶν ὁ Χριστὸς ὁ αι τιος αὐτοῖς αἰωνίου σωτηρίας ω ν· τοῦτο τὸ σωτήριον ο ψεται πᾶσα σάρξ. 729a Ps 69, 5b Καὶ τὰ μὲν εἰρημένα ἐκεῖνοι πείσονται, οἱ δὲ τῆς ἐμῆς μερίδος η τοι οἱ τὴν παρὰ σοῦ σωτηρίαν ἐλπίζοντες καὶ οὐχὶ πλήθει καὶ δυνάμει θαρροῦντες θυμηδίας τῆς ἀπὸ σοῦ ἐμπλησθεῖεν, ι να σε μεγαλύνωσιν. 730a Ps 69, 6a Πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ πτωχὸν καὶ πένητα διὰ τῶν προκειμένων ἑαυτὸν ὀνομάζει· καὶ ἀρχόμενος δὲ τοῦ λόγου ὡς μηδενὸς αὐτῷ αὐτῷ συμβαλλομένου, μὴ πλούτου μὴ βασιλείας μὴ τῆς τοῦ παντὸς ε θνους βοηθείας μηδὲ τῆς ἐξ ἀσκήσεως πορισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ θεοῦ βοήθειαν ἐκζητεῖ. 731a Ps 69, 6b Μὴ εἰς μακρούς, φησίν, χρόνους πολεμούμενόν με καταλείψῃς, ι να μὴ μεγάλην ἀπενέγκωμαι βλάβην· ἀλλὰ βοήθειαν ο ρεξον, ι να ταύτῃ σκεπόμενος ὡς ο πλῳ εὐδοκίας μὴ βληθῶ ὑπ' αὐτῶν. 732a Ps 70, 1b. 2a Ο ε χων τὴν ἐπὶ θεὸν ἐλπίδα ἀκαταίσχυντον ε χει τέλος,̔ μέχρι τοῦ παντὸς αἰῶνος παρρησιαζόμενος ἐφ' ῃ ε σχεν προσδοκίᾳ, παντὸς τοῦ ἐπὶ ε τερόν τι τὴν πεποίθησιν ε χοντος καταισχυνομένου, ο ταν διαμάρτῃ τῆς ἐλπίδος.̔ Ο πεποιθὼς γάρ φησιν ἐπὶ πλούτῳ, ου τος πεσεῖται· καὶ Μὴ ἐλπίζετε, φησίν, ἐπ' α ρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οι ς οὐκ ε στι σωτηρία· καὶ̓ Επικατάρατος ο ς τὴν ἐλπίδα ε χει ἐπ' α νθρωπον. ο θεν σπουδαστέον τὸν κύριον ε χειν ἐλπίδα· Εὐλογημένος γὰρ ὁ α νθρωπος ο ς πέποιθεν ἐπὶ τῷ κυρίῳ, καὶ ε σται κύριος ἐλπὶς αὐτοῦ. ζῶσα γὰρ αυ τη ἡ ἐλπίς· διὸ γέγραπταἰ Αναγεγεννημένοι εἰς ἐλπίδα ζῶσαν. ο θεν ει ρηται ὑπὸ τοῦ ε χοντος αὐτὴν Οὐ καταισχυνθείην εἰς τὸν αἰῶνα· καὶ ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.̔ Ρύεται ἐν δικαιοσύνῃ θεὸς τοὺς σπεύδοντας ει ναι ἐκτὸς ἀδικημάτων, ὡς ἐν σοφίᾳ τοὺς ποθοῦντας ἀναλαμβάνειν αὐτήν. εἰ δὲ καὶ ἐξ ἀδικούντων ἀνθρώπων ευ χεται ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ὁ τὰ προκείμενα λέγων, ἐπίστησον. δοκεῖ γὰρ ἀκολουθίαν ε χειν τὸ ὑποβαλεῖν τοῦτο τοῖς ἐν τῇ προγραφῇ εἰρημένοις Περὶ τῶν αἰχμαλωτισθέντων α λλων χάριν· δικαίως γὰρ ου τοι ῥυσθῆναι καὶ ἐξαιρεθῆναι ἀπαιτοῦσιν. οἱ μὲν γὰρ ἠδίκουν, οἱ δὲ̓ Ισραηλῖται οὐδὲν ἠδίκησαν. Λελέξεται καὶ ω δε· ἐπεὶ ἡ πρακτικὴ ἀρετὴ δικαιοσύνη ὀνομαζομένη καὶ ἐκ τοῦ ἐναντίου ἀδικία πᾶσα ἡ ἐν πράξεσιν ἁμαρτία, ἐν τῇ δικαιοσύνῃ ἀξιοῖ ῥυσθῆναι ἐκ τῆς ἀδικίας η ν ὁ ἀγαπῶν μισεῖ τὴν ἑαυτοῦ ψυχήν. μαρτυρία δὲ τοῦ τὴν καθόλου ἀρετὴν ου τως εἰρῆσθαι τὸ Πορευόμενος α μωμος καὶ ἐργαζόμενος δικαιοσύνην, τοῦ δὲ τὴν καθόλου ἁμαρτίαν προσαγορεύεσθαι ἀδικίαν μαρτυρία τὸ̓ Αδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, καὶ Τὸ αι μἀ Ιησοῦ Χριστοῦ καθαρίσει ἡμᾶς ἀπὸ πάσης ἀδικίας.̓ Ερεῖ τὴν φωνὴν καὶ ὁ ὑπερβῆναι βουλόμενος τὴν κατὰ τὸν νόμον σκιάν, ι να σχῇ θεοῦ δικαιοσύνην πιστεύσας εἰς̓ Ιησοῦν Χριστὸν, ο πως εὑρεθῇ μὴ ε χων ἐν ἑαυτῷ ἰδίαν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ἀλλὰ τὴν θεοῦ τὴν εἰς δικαιοσύνην λελογισμένην. 733a Ps 70, 2b Πολλῆς ὑπεροχῆς ου σης σου, ω δέσποτα, πρὸς τὰ κτίσματα, μάλιστα δὲ πρὸς ἡμᾶς τοὺς ἀνθρώπους κράζειν τοσοῦτον, οὐ σθένομεν τοῦ φθάνειν εἰς τὰ ω τά σου τὸν προσευχὴν η ν ἀναπέμπομεν· διὸ παρακαλῶ ἀγαθότητι πολλῇ κλῖναί σε τρόπῳ συγκαταβάσεως τὸ ου ς σου πρὸς μέ, ι να σώσῃς με δεξάμενος τὴν περὶ σωτηρίας δέησίν μου. 734a Ps 70, 3 Πολλῶν πολεμεῖν με θελόντων, ὑπερασπιστής μου γενοῦ σκέπων με τῇ σῇ ἀσπίδι περὶ η ς ει ρηται Οπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. καὶ ἐπειδὴ σὲ θέλω ει ναί μοι πάντα, καὶ φρούριον ἀκαταμάχητον καὶ ε ρυμα ἀκαθαίρετον γενοῦ μοι, ι ν' ὀχυρώτατον τόπον σε ε χων παντὸς φόβου τοῦ ἀπὸ ἐχθρῶν ἐκτὸς μένω, σοῦ καταφυγῆς καὶ στερεώματός μου ο ντος. 735a Ps 70, 4 Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητική ἐστι πρᾶξις ἀφ' η ς ῥυσθῆναι ἀξιοῖ, ι να μηδὲ κατὰ ποσὸν ἐνεργῇ κατ' αὐτὴν πράττων, ὡσαύτως παρανομοῦντος καὶ ἀδικοῦντος πράξεις αἱ ἀποτελεστικαὶ ἐνέργειαι ω ν καὶ αὐτῶν ε ξω ει ναι ποθεῖ, ῥυσαμένου θεοῦ. πότερον δὲ ὁ αὐτὸς η ε τερος καθ' ὑποκείμενον ὁ ἁμαρτωλὸς τῷ παρανομοῦντι καὶ ἀδικοῦντι, ἐπίστησον. δοκεῖ γὰρ εἰς ἑκάτερα ῥέπειν, παντὸς παρανομοῦντος καὶ ἀδικοῦντος ἁμαρτωλοῦ ο ντος. ἐὰν δὲ ὁ διάβολος ῃ ἐκ τούτων τῶν ὀνομάτων σημαινόμενος, χεῖρα αὐτοῦ ἐκληπτέον καὶ τὴν ὡσεὶ στρατιωτικὴν αὐτοῦ δύναμιν συνταττομένην ἐκ παντὸς πνεύματος πονηροῦ καὶ ἀκαθάρτου. ὁ ῥυσθεὶς ου ν ἐκ χειρὸς τῶν ἐκκειμένων ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ γενόμενος ὑπ' οὐδενὸς ἁρπάζεται ἐξ αὐτῆς. 736a Ps 70, 5 Ωσπερ σοφία καὶ δύναμις τοῦ ἁγίου ὁ θεός, ου τω καὶ ὑπομονὴ καὶ ἐλπὶς ὑπομείναντος εἰς σωτηρίαν καὶ ἐλπίζοντος ἐπ' αὐτόν. ει ρηται γοῦν περὶ τούτων ἐν τῷ ΛΗ ψαλμῷ, προκειμένου Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ κύριος; καὶ ἐν τῷ Η ἐλπὶς πάντων τῶν περάτων τῆς̔ γῆς.̓ Επιστατέον τὸ̔ Η ἐλπίς μου ἐκ νεότητός μου δυναμένου δηλοῦν ὡς ὁ ἐκ βρέφους κατὰ θεὸν ἀνατραφεὶς α λλην τοῦ θεοῦ ἐλπίδα οὐκ ε σχε ποτέ. πρὸς δὲ τούτοις ἐκ νεότητος ει ναί τινος ἐλπίδα τὸν θεὸν ἐρεῖς, ἀφ' ου τὸν παλαιὸν α νθρωπον ἐκδυσάμενος τὸν καινὸν καὶ νέον ἐνεδύσατο κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας. 737a Ps 70, 6ab 737a Τὸ̓ Απὸ γαστρὸς ἐκ κοιλίας μητρός μου ἐκληπτέον συνετῶς, οὐ σημαινομένου τοῦ ἀπὸ τῆς ω ρας τῆς ἀποτέξεως, ου πω τότε κινουμένου λογικῶς καὶ θεοσεβῶς τοῦ τικτομένου· γέγραπται γὰρ Καὶ τὸν Σαμουὴλ πρὶν γνῶναι θεόν, καίτοι παρὰ θεοσεβέσι γονεῦσιν ἐξ ἀπαλῶν ὀνύχων θεοσεβῶς ἀνατραφέντος. ε χει γὰρ τὰ ἀνθρώπων τέκνα καιρὸν ἀφ' ου λογικῶς κινεῖσθαι δύναται. φησὶν ὁ μέγας Μωσῆς ἐν τῇ ἐρήμῳ Καὶ πάντα τὰ παιδία μεθ' ἡμῶν σήμερον α οὐκ οι δεν ἀγαθὸν η κακὸν εἰσελεύσεται εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰ τοίνυν ἀγαθὸν η κακὸν οὐκ ἐπίστανται τὰ παιδία πρὸ τῆς τοῦ ἐνδιαθέτου λόγου συμπληρώσεως, πῶς οι όν τε τὸν ἐν ταύτῃ τῇ ἡλικίᾳ ο ντα θεὸν εἰδέναι, ὡς καὶ ἐπιστηρίζεσθαι ἐπ' αὐτῷ προαιρετικῶς; ο σημαίνεται τοίνυν ἐστὶ τοιοῦτον· ἀφ' ου ἠρξάμην νοεῖν καὶ ἐνεργεῖν, τὴν ἀρχὴν τοῦ νοεῖν καὶ ἐνεργεῖν ἀνέθηκά σοι, ἐπιστηριζόμενός σοι καὶ σκεπόμενος ὑπὸ σοῦ, τοῦ μετὰ κακίαν ἀρξαμένην μετανοοῦντος ὡς δι' εὐσέβειαν η ν ἀνείληφεν ἐπιστηρίζεσθαι ἐπὶ θεὸν καὶ σκέπεσθαι ὑπ' αὐτοῦ οὐ δυναμένου εἰπεῖν τοὺς προκειμένους στίχους ἀλλ' η μόνου τοῦ ἀμεσολαβήτως ἐπὶ θεὸν ἑαυτὸν ἐπιδεδωκότος. δείκνυται τουτὶ καὶ ἐκ τῶν λόγων τοῦ̓ Ιὼβ εἰρηκότος Εἰ δὲ καὶ τὸν ψωμόν μου ε φαγον μόνος καὶ ὀρφανοῖς οὐ μετέδωκα, εἰ μὴ ἐκ κοιλίας μητρός μου ὡδήγουν αὐτοὺς καὶ ἐξέστρεφον ὡς πατήρ. νοῦν γὰρ ε χων οὐδεὶς ἡγήσεται ὡς ἀπ' αὐτῆς τῆς ω ρας τῆς ἀποτέξεως δυνατὸν κατορθοῦσθαι τὸ εἰρημένον, ἀρχὴν τοῦ γενέσθαι τότε λαμβάνοντα ο ταν συμπληρωθῇ ὁ λόγος καθ' ο ν οἱ λογικοί εἰσι τοιοῦτοι ω σπερ οἱ λέγοντες Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματός σου, εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον. Εἰ δυνατὸν καὶ περὶ πνευματικῆς γεννήσεως ἐκλαβεῖν τοὺς στίχους, ἐπίστησον, τοῦ ἐκ διδασκαλίας θείας καὶ ἐξ υ δατος καὶ πνεύματος γεννωμένου καταλλήλως τῇ γεννήσει ταύτῃ γαστρὸς καὶ κοιλίας νοουμένων ἀφ' ω ν ὁ γεννηθεὶς νοητῶς προελήλυθεν. 738a Ps 70, 6c Πᾶν τὸ καλὸν καὶ εὐσεβὲς ἀνύεται σὺν θεῷ. ο θεν ὁ ὁμολογῶν τὸν̓ Ιησοῦν ε μπροσθεν τῶν ἀνθρώπων ἐν αὐτῷ αὐτὸ ποιεῖ, ι ν' ἀκολούθως καὶ αὐτὸς ὁμολογηθῇ ὑπὸ τοῦ σωτῆρος ο ντος ἐν τῷ ὁμολογοῦντι αὐτόν. ἐπεὶ γὰρ δικαιοσύνη καὶ σοφία ἁγιασμός τε καὶ ζωὴ καὶ ἀλήθεια ὁ σωτὴρ ὁ πραγματικῶς ὁμολογῶν αὐτὸν ῳ ε πεται καὶ διὰ φωνῆς ὁμολογία, ἐν τῷ ὁμολογουμένῳ τυγχάνει ω ν, ἐν δικαιοσύνῃ καὶ σοφίᾳ δίκαιος καὶ σοφὸς ὑπάρχων ἀλλὰ καὶ ἐν ἁγιασμῷ καὶ ζωῇ καὶ ἀληθείᾳ α γιος καὶ ζῶν καὶ ἀληθὴς ἀποδειχθείς. ὡς ου ν αὐτὸς ἐν τῷ μετεχομένῳ, ου τω καὶ ὁ μεθεκτὸς ἐν τῷ μετέχοντι, καθὸ λέγομεν ἐν τῷ σπουδαίῳ τὴν ἀρετὴν καὶ ἐν αὐτῇ τὸν σπουδαῖον ει ναι. κατὰ τοῦτο τὸ σημαινόμενον ὁ ἀπόστολος α νθρωπος η ν ἐν Χριστῷ καὶ ει χεν Χριστὸν ἐν ἑαυτῷ, ῃ φησιν Ει τις ἐν Χριστῷ, καινὴ κτίσις, καὶ Ζῇ δὲ ἐν ἐμοὶ Χριστός. ταύτης τῆς θεωρίας καθόλου ου σης, καὶ ὁ ὑμνῶν θεὸν ἐν αὐτῷ τυγχάνει, ο ντος καὶ τοῦ ὑμνουμένου ἐν τῷ ὑμνοῦντι. Αλλων ὑμνούντων α ρχοντας διδασκάλους ἀνθρωπίνων μαθημάτων καὶ αὐτὰ τὰ μαθήματα ε τι μὴν δοξάρια καὶ πλοῦτον γεραιρόντων, ἡ υ μνησις ἡ ἡμετέρα ἐν σοὶ καὶ οὐκ ἐν α λλῳ τινὶ γίνεται. φέρεται γραφὴ ω δε ε χουσα·̓ Εν σοὶ ἡ ὑπόμνησίς μου διαπαντός. κατ' ἀμφοτέρας τοιγαροῦν τὰς γραφὰς ἐκληπτέον τὸ διαπαντὸς ὑπὲρ τοῦ συνεχῶς καῖ ἀδιαστάτως ἐν θεῷ τὴν υ μνησιν καὶ τὴν ὑπόμνησιν ε χειν. 739 Ps 70, 7 Οἱ ἀρετὴν εὐτελίζοντες καὶ βδέλυγμα τὴν θεοσέβειαν ἡγούμενοι ἁμαρτωλοὶ τὸν σπουδαῖον καὶ εὐτελῆ βδελυττόμενοι τέρας ἀποκαλοῦσιν. φάσκουσι γὰρ ἐν ἑαυτοῖς Δήσωμεν τὸν δίκαιον, ο τι δύσχρηστος ἡμῖν ἐστιν. καὶ ἐπεὶ φαῦλοί εἰσιν ἡμῖν οἱ τὰ τοιαῦτα διανοούμενοι καὶ λέγοντες, εἰκότως οὐ καθάπαξ ει πεν τέρας ἀλλὰ τοῖς πολλοῖς γεγονέναι τουτέστι τοῖς χυδαιοτέροις καὶ φεύγουσι τὴν ἀρετήν.̓ Αλλ' εἰ κἀκεῖνοι προφέρονταί μοι τῷ εἰρημένῳ τρόπῳ, ἀλλ' ου ν σὺ κραταιὸς ω ν βοηθὸς φυλάττεις με ἀζημίωτον ὑπ' αὐτῶν. ταύτῃ τῇ διανοίᾳ καὶ ὁ ἀπόστολός φησιν ὡς περικαθάρματα τοῦ κόσμου καὶ περίψημα πάντων ἀνθρώπων γεγενῆσθαι. συμφώνως τούτοις ε χει καὶ τὸ̔ Ημεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι. ἀπὸ τῆς αὐτῆς διαθέσεως γράφεται καὶ τὸ Δοκῶ γὰρ ο τι ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, καὶ τὸ Οτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ. τοιοῦτον καὶ τὸ τοῖς ἁμαρτωλοῖς εἰρημένον ὑπὸ θεοῦ Καὶ ε σταἱ Ιεζεκιὴλ εἰς τέρας, ὡς αὐτός φησιν ὁ προφήτης διὰ τὰ συμβολικῶς μάλιστα γινόμενα παρ' αὐτοῦ οι ον τὸ ἐπὶ τοσάσδε καταθεῖναι τοῦτον ἡμέρας ἐπὶ πλευροῦ δεξιοῦ καὶ τόσας πάλιν ἐπὶ εὐωνύμου καὶ τῶν τριχῶν τοῦ σώματος ξύρησιν. Εἰ δὲ καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναφέρεται δόξαντα τοῖς πολλοῖς ὡσεὶ τέρας γεγονέναι διὰ τὸν σταυρόν, συνεπίσκεψαι. Ευ δὲ καὶ τὸ φάναἱ Ωσεὶ τέρας· οὐδεὶς γὰρ τῶν προειρημένων τοιοῦτος η ν, ὡς ὑπελαμβάνετο τοῖς πολλοῖς. 740a Ps 70, 8̓ Αξιοῖ αἰνέσεως πληρωθῆναι αὐτοῦ τὸν λόγον στόμα ὠνομασμένον. δόξα δὲ θεοῦ η τοι ἡ περὶ αὐτοῦ διάληψις η ὁ μονογενὴς υἱὸς αὐτοῦ ὑπάρχει· ει ρηται γὰρ περὶ Χριστοῦ ὡς ει η δόξα θεοῦ ὀφθησομένου κατὰ τὴν ἐπιδημίαν. ὀφθήσεται γὰρ ἡ δόξα θεοῦ, μεγαλοπρεπείας αὐτοῦ νοουμένης τῆς ἐν προνοίᾳ καὶ δημιουργίᾳ τάξεως ὡς πολὺ τὸ πρέπον ἐμφαινούσης, μόνῳ γινομένης κελεύματι. τοιαύτη γὰρ καὶ ἡ προνοητικὴ τῷ δυναμένῳ λέγειν Κατενόησα τὰ ε ργα σου καὶ ἐξέστην· σύμφωνον δὲ τῷ παρόντι τὸ̓ Ενέβαλεν εἰς τὸ στόμα μου ᾳ σμα καινόν, υ μνον τῷ θεῷ ἡμῶν. 741a Ps 70, 9a̓ Επὶ σοὶ ἡ ἐλπίς μου ἐκ νεότητός μου. παρακαλῶ ἐν τῇ καταστάσει ταύτῃ μέχρι γήρως διαμεῖναι οὐκ ἀπορριπτόμενος ἀπὸ σοῦ, παντὸς τοῦ φαῦλα πράσσοντος καὶ ἀνομοῦντος ἀπορριπτομένου. Θεωρηθείη δὲ καὶ πρὸς διάνοιαν· ἐπεὶ γῆρας τίμιον οὐ τὸ πολυχρόνιον, πολιᾶς ου σης τοῦ ε νδον ἀνθρώπου τῆς θείας φρονήσεως καὶ γήρως τοῦ δι' ἀκροτάτην ἀρετὴν ἀκηλιδώτου βίου· ἐπεὶ ἀκμὴν ἐν τῷ προκόπτειν εἰμί, παρακαλῶ μὴ ἀπορριφῆναι ἀλλὰ συνεργεῖσθαι ὑπὸ τῆς ἀγαθότητός σου, ε ως φθάσω ἐπὶ τὸν καιρὸν τοῦ ἀκηλιδώτου βίου. 742a Ps Εἰ γὰρ Χριστὸς ὁ λέγων, ε πεται τῷ Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα α ν. τοῦτο γὰρ καὶ τὰ ἐπὶ τούτων περὶ τοῦ̓ Ιούδα φησίν. 743a Ps 70, 14– 16 Τῶν ἐμῶν αἰσχυνομένων ἐχθρῶν τῷ κατ' ἐμοῦ μάτην ἐσπουδακέναι, προστίθημι καὶ νῦν ἐπινικίως αἰνῶν σε τῇ προλαβούσῃ αἰνέσει περὶ η ς ε φην̓ Εν σοὶ ἡ υ μνησίς μου διαπαντός. ἐνδιέβαλλον δὲ τὴν ψυχὴν αὐτοῦ οἱ λέγοντες̔ Ο θεὸς ἐγκατέλιπεν αὐτόν. μεγίστη γὰρ δηλοῦται κατὰ τοῦ ἐγκαταλειπομένου διαβολὴ πρὸς ο τὸ̓ Εγὼ δὲ διὰ παντὸς ἐλπιῶ φησίν, δεικνὺς ὡς οὐδεμίαν ἐγκαταλείψει παρέσχετο χώραν. Πρὸς τὸ̔ Ο θεὸς ἐγκατέλιπεν αὐτὸν τὸ̓ Εγὼ δὲ διαπαντὸς ἐλπιῶ ει πεν. καὶ τῶν ἐχθρῶν ἀδίκως φονώντων ὡς ἀπωλείᾳ περιβαλεῖν αὐτὸν θέλειν, ἀβλαβὴς διαμείνας ἀπ' αὐτῶν ἐξαγγέλλει παρ' ο λον αὐτοῦ τὸν βίον (ἡμέραν ὀνομαζόμενον) τὴν δικαιοσύνην καὶ σωτηρίαν τοῦ κυρίου. Καὶ ἐπεὶ μὴ ε γνων, φησί, γραμματείας τι τοῦ νόμου, τούτου χάριν οὐκ ε ξω μένων ἐπὶ τῆς λέξεως καὶ τῆς σκιᾶς εἰσελεύσομαι, κατὰ τὸ ζωοποιοῦν πνεῦμα καὶ τὸν θεῖον τῶν γεγραμμένων νοῦν δυναστεύων βασιλικῶς, θεοῦ δεδωκότος. διό φημι Μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου, οὐκ ε τι φροντίζων τὴν κατὰ σκιὰν τοῦ νόμου δικαιοσύνην, περὶ η ς γενόμενος κατὰ τὴν ἐν νόμῳ δικαιοσύνην α μεμπτος Παῦλος γράφει πάντα τὰ σκιώδη α η ν αὐτοῦ πρότερον κέρδη ἐζημιῶσθαι καὶ σκύβαλον ἡγεῖσθαι διὰ τὸ ὑπερέχον τῆς γνώσεως. 744a Ps 70, 19a Ταῦτα ε ως ὑψίστων μεγαλεῖα καὶ σὺν αὐτοῖς τὰ θαυμάσια ὑπῆρκται, τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. τεχθέντος γὰρ αὐτοῦ ἐκ τῆς παρθένου, πλῆθος οὐρανίου στρατιᾶς Δόξα ἐν ὑψίστοις θεῷ, ε λεγε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. τῆς γὰρ γενομένης εὐδοκίας ἐν ἀνθρώποις εἰρήνη πολλὴ ἐκράτησεν, τῶν ἐπὶ γῆς πάντων πολεμίων καταλυθέντων· ἀλλὰ καὶ δόξα ἐν ὑψίστοις γέγονεν, τῶν σῳζομένων ἀνθρώπων μέχρι τῶν ὑψίστων τὴν ἀνάβασιν ἐχόντων. πῶς γὰρ οὐκ ε μελλον οἱ γενόμενοι τέλειοι, ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστιν, ἐν ἀνυπερβλήτῳ ἁγιότητι γενόμενοι, ε χειν ἐν ἑαυτοῖς τὸν θεὸν πάντα ἐν πᾶσιν γενόμενον; καὶ αὐτὸς δὲ ὁ κύριος ἐν Εὐαγγελίοις ε φη πρὸς τὸν ἑαυτοῦ πατέρα Θέλω, πάτερ, ι να ο που εἰμὶ ἐγὼ καὶ ου τοι ω σιν μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 745 Ps 70, 20̓ Επεὶ ἀγαθότητι ὁ θεὸς πειραθῆναι θλιβερῶν καὶ κακωτικῶν πρὸς σύμφορόν τι συνεχώρησεν, πάλιν ἐπιστρέψας πρὸς ἑαυτὸν ζωοποιεῖ, μεταδιδοὺς ζωῆς τοῖς ἑωρακόσι διὰ πείρας θλίψεις καὶ κακά, ὡς καὶ ἐξ αὐτῶν τῶν ἀβύσσων τουτέστι τοῦ βάθους τῶν περιστατικῶν ἀνιμήσασθαι τὸν κατενεχθέντα. καὶ ἐπειδὴ τὰ κακὰ κατάλληλα ταῖς θλίψεσι τὰ ἐπίπονα καὶ κακωτικὰ ἐξειλήφαμεν, ἀκολούθως ἡ ζωοποίησις κατὰ τὴν κοινὴν ζωὴν ἐκληφθήσεται καὶ ἡ ἐκ τῆς ἀβύσσου α νοδος· ἐπεὶ γὰρ τὰ κακωτικὰ ἐκταθέντα θανατοῦν δοκεῖ καὶ καταβιβάζειν εἰς ᾳ δην, ο ταν τέλος λάβῃ τὰ αι τια, ζωοποιεῖταί τις ὑπὸ θεοῦ καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀναβιβάζεται. Ταῦτα δὲ οὐκ ἀπὸ ἰδίου προσώπου ὁ α γιος λέγει ἀλλὰ τοῦ τῶν ἀνθρώπων γένους πειραθέντος πλείστων ο σων κακῶν καὶ θλίψεως πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· μεθ' η ν πεῖραν ἐπιστρέψας ὁ κύριος πρὸς ἡμᾶς ἐλήλυθεν καὶ ἐζωοποίησεν δοὺς ἀνθ' ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν λύτρον ω στε πάντα τὸν πιστεύοντα εἰς αὐτὸν καὶ δεχόμενον τὴν διδασκαλίαν αὐτοῦ ε χειν ζωὴν αἰώνιον, ἀνήγαγεν δὲ ἐκ τῶν ἀβύσσων τῆς γῆς τουτέστι τοῦ ᾳ δου γενόμενος ἐκεῖ μετὰ ἀπόθεσιν ου ει χεν σώματος οὐκ α λλου ε νεκα η τοῦ ἀναγαγεῖν τοὺς ἐκεῖ καταχθέντας δι' ἁμαρτίας ἰδίας. 746 Ps 70, 21 Προσκειμένου τῷ̓ Εκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με τοῦ πάλιν– εἰ μὲν ἡ α βυσσος σημαίνοι τὸν ἐν τοῖς περιστατικοῖς βυθισμόν (ὡς ἑρμηνεύεται), ἀκόλουθον ἐκλαβεῖν ὡς πολλάκις ε στιν ὑπὸ θεοῦ ἐκεῖθεν ἀναχθῆναι ἀεὶ εὐεργετοῦντος (μαρτύριον τούτου τὸ φερόμενον ου τως· Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ κύριος)· εἰ δὲ ἀντὶ τοῦ ᾳ δου ἡ α βυσσος παραληφθῇ, ε ργον εἰπεῖν πῶς πάλιν ἐκεῖθέν τις ἀνάγεται· ὡς γὰρ μία ει σοδος εἰς τὸν βίον καὶ ε ξοδος ἀπ' αὐτοῦ μία, ἀνάγκη καὶ τοὺς χωριζομένους τοῦ σώματος ου ε σχον ἐν τῷ ᾳ δῃ α παξ γίνεσθαι. Ητοι ου ν παρέλκει τὸ πάλιν η παραμυθίας τεύξεται, ἀλλὰ μὴν οὐδὲν τοῖς θείοις παρέλκον καὶ περιττόν. ε σται αὐτοῦ α ρα νόησις τοιαύτη· ζωοποιήσας με εὐεργεσίᾳ τῇ σῇ, ἀλλὰ καὶ τὴν δικαιοσύνην σου πλεονάσας ἐπ' ἐμέ, πάλιν εὐεργετῶν ἀνήγαγές με ἐκ τῶν ἀβύσσων τῆς γῆς τῷ μὴ μόνον ἐζωοποιηκέναι με καὶ πεπλεονακέναι σου τὴν δικαιοσύνην ἐπ' ἐμὲ ἀλλὰ καὶ ἐκ τῶν κάτω ἀναγαγεῖν με. 747 Ps Σκεῦος ψαλμοῦ τὸ ψαλτήριον, δι' ου λέγεἰ Εξομολογήσομαί σοι, εὐχαριστικῶς προφέρων τὴν ἀλήθειαν καὶ καθ' η ν οὐδεὶς ο μοιος θεοῦ μετὰ τὰ κακὰ ζωοποιοῦντος καὶ πᾶσαν τὴν ἑπομένην εὐεργεσίαν τελοῦντος. πρὸς τὸ ἐξομολογήσασθαι τὴν ἀλήθειαν ἐν σκεύει
9
δὲ τοῦ̓ Ισραὴλ λέγεται ὡς ἁγιάζων αὐτόν· ω σπερ γὰρ ἐὰν λέγωμεν θεοῦ ἁγίους ει ναι παριστῶμεν τοὺς πρὸς αὐτοῦ ἁγιαζομένους, ου τως α γιον αὐτὸν λέγοντες τίνος τὸ ἁγιαζόμενον σημαίνομεν. καὶ ο τι τοῦθ' ου τως ε χει, ἐπίστησον τῷ περὶ Χριστοῦ λεγομένῳ Ος ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις· γέγονε γὰρ σοφία τοῖς σοφοῖς, δικαιοσύνη τοῖς δικαιουμένοις, ἁγιασμὸς καὶ ἀπολύτρωσις τοῖς ἁγιαζομένοις καὶ ἀπολυτρουμένοις. οὐκ ἐνταῦθα μόνον α γιος τοῦ̓ Ισραὴλ ὁ θεὸς ει ρηται ἀλλὰ καὶ ἐν τῷ Παρωξύνατε τὸν α γιον τοῦ̓ Ισραήλ, δῆλον ο τι οἱ ἁμαρτάνοντες. Λυτροῦται ἡ λογικὴ ψυχή, λύτρον δεδωκότος τοῦ̓ Ιησοῦ ὑπὲρ αὐτῆς τὴν ἑαυτοῦ ψυχὴν καὶ αὐτὴν δηλονότι λογικὴν ου σαν. ο νπερ γὰρ τρόπον λυτρούμενος τὰ σώματα τῶν ἀνθρώπων σῶμα ὁμοούσιον αὐτὸς ὑπὲρ αὐτῶν δέδωκεν, ου τως λυτρούμενος λογικὰς ψυχὰς λογικὴν ψυχὴν ὑπὲρ αὐτῶν ε θηκεν. 748 Ps 71 αργ Ου τος ὁ ψαλμὸς οὐ διενέγκοι τῷ πατρὶ τοῦ̔ Ροβοὰμ Σολομῶνι ἀλλὰ τῷ πνευματικῷ ου τω καλουμένῳ διὰ τὴν τοῦ ὀνόματος μετάληψιν· ἑρμηνεύεται γὰῥ Ελλήνων φωνῇ εἰρηνικός. τίς δὲ ου τος ὑπάρχει η ὁ λέγων̓ Ιησοῦς Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν; περὶ τούτου ὁ θεολόγος γράφει Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὸ Εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς, λύσας τὴν ε χθραν τὴν διαιροῦσαν Ελληνας ἀπὸ τῶν̔ Εβραίων ω στε μίαν ποίμνην καὶ ε να λαὸν ἐξ ἐθνῶν καὶ̓ Ιουδαίων συστῆναι. ου τως εἰρηνικὸς δεικνύμενος διὰ τῶν ε ργων ω ν ἐτέλεσεν ἐκ τοῦ Δαυίδ ἐστιν ὁ κατὰ σάρκα γεννηθεὶς ἐκ παρθένου. γέγραπται γοῦν περὶ αὐτοῦ Βίβλος γενέσεως̓ Ιησοῦ Χριστοῦ υἱοῦ Δαυίδ. 749a Ps 71, 2 Κρίνειν δὲ τὸν λαόν σου ἐν δικαιοσύνῃ (τὸν ἐκ περιτομῆς δηλονότι) καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ου τοι δέ εἰσιν οἱ ἀπὸ ἐθνῶν τῷ εὐαγγελίῳ προσερχόμενοι πτωχοὶ ὠνομασμένοι διὰ τὴν ἐξ ἀπιστίας καὶ κακίας πενίαν. εἰ δὲ δύνανται πτωχοὶ ει ναι θεοῦ οἱ μέτριοι τὴν γνώμην κατὰ τὸ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, συνεπίσκεψαι. 750 Ps 71, 3 Προστάττει τοῖς μεγαλοφυεστέροις δι' ἀρετῆς υ ψος ο ρεσι καὶ βουνοῖς καλουμένοις πρὸς τὸν λαὸν εἰρήνην ἀναλαβεῖν. καὶ εἰ μὲν ο ρη καὶ βουνοὶ ἀρχάγγελοι καὶ α γγελοι τυγχάνουσι, πᾶν τὸ τῶν ἀνθρώπων γένος λαός ἐστι πρὸς ου ς εἰρηνεῦσαι καλοῦνται, ἐπείπεῤ Ιησοῦς διὰ τοῦ αι ματος τοῦ σταυροῦ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς πρότερον διαστασιαζόντων τῶν ἐπὶ τῆς γῆς διὰ κακίαν πρὸς τοὺς ἐν τοῖς οὐρανοῖς. ἐπεὶ τοίνυν ὁ σταυρωθεὶς ῃ ἀμνὸς τοῦ θεοῦ τέθυται, ι ν' αι ρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου λυθείσης τῆς ἁμαρτίας τῶν ἐπὶ γῆς, εἰρηνοποιεῖται τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, γινομένης χαρᾶς ἐν τοῖς οὐρανοῖς ε μπροσθεν ἀγγέλων ἐπὶ τοῖς μετανοοῦσιν ἀπὸ ἁμαρτίας. εἰ δὲ Μωυσῆς καὶ οἱ προφῆται σημαίνονται διὰ τῶν ὀρῶν καὶ βουνῶν, πρὸς τὸν λαὸν τὸν ἀπὸ ἐθνῶν ἀπιστεύσαντα εἰρήνην ἀναλαβέτωσαν εἰδότες ο τι αὐτοὶ περὶ τῆς κλήσεως ταύτης προανεφώνησαν. Ει τ' ἐπεὶ καὶ τῶν ἀρετὴν ἐχόντων οἱ μὲν μᾶλλον, οἱ δ' η ττον αὐτὴν ε χουσιν, τοὺς μᾶλλον ε χοντας ὡς ἐπὶ πλεῖον διαρθέντας πράξει καὶ γνώσει τῆς ἀληθείας ο ρη λεκτέον τῶν ὑποδεεστέρων χρηματιζόντων βουνῶν. 751 Ps 71, 4 Εργον δὲ τοῦ λαβόντος τοῦ θεοῦ τὸ κρίμα καὶ τὴν δικαιοσύνην τὸ κρίνειν τοὺς πτωχοὺς τοῦ λαοῦ. Ου τοι δέ εἰσιν οἱ τῷ γράμματι καὶ τῇ σκιᾷ τοῦ νόμου ἐπανέχοντες, ἀεὶ πτωχοὶ ὠνομασμένοι τῷ μὴ ἐσχηκέναι τὸν κατὰ πνευματικὸν νόμον ὀξὺ βλέποντα πλοῦτον, ἐχόντων αὐτὸν τῶν ἀπὸ̓ Ιουδαίων πιστευσάντων ω ν εἰσι καὶ οἱ ἀπόστολοι. πρὸς τούτῳ καὶ σωτηρίαν φέρει ἐπὶ τοὺς υἱοὺς τῶν πενήτων· ου τοι δέ εἰσιν οἱ ἐξ εἰδωλολατρίας ἐπὶ τὴν πίστιν τοῦ̓ Ιησοῦ ἐληλυθότες, τῶν γεννησάντων αὐτοὺς κατὰ δεισιδαιμονίαν πενήτων ο ντων. διὸ οὐκ αὐτοὺς καταμείναντας ἐν τῇ πολυθέῳ πλάνῃ ἀλλὰ τοὺς υἱοὺς αὐτῶν μεταγνόντας σώσει. τούτων ῥυσθέντων καὶ σωθέντων πρὸς τοῦ κριτοῦ καὶ σῶσαι ἐληλυθότος ταπεινοῦται ὁ πάντας καταδυναστεύων ἐν συκοφαντίᾳ ὡς ὑπὸ πόδας τῶν ἁγίων συντριβῆναι. Πρὸς γὰρ τὸν δίκαιον ει ρηται Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, καὶ πρὸς α νδρα δὲ (πάντα δὲ συκοφάντην), εἰ λέγοιτο,̓ Αποστρέψει συκοφαντίας. 752 Ps 71, 5 Ταὐτὸν τῷ Παραμενεῖ τῷ ἡλίῳ ο πρὸς αὐτὸν εἰρημένον Σὺ ει ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὸ Πρὸ τῆς σελήνης γενεὰς γενεῶν ταὐτὸν τῷ Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. λέγεται τὸ Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ περὶ τῆς σαρκὸς η ς η νωσεν ἑαυτῷ τῆς ἐμψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ· συμπαραμένει γὰρ τῷ ἡλίῳ τῆς δικαιοσύνης διὰ τὴν ἀδιαίρετον ε νωσιν. ἀλλὰ καὶ πρὸ τῆς σελήνης τῆς ἀναλογίαν ἐχούσης πρὸς τὸν νοητὸν η λιον ὑπάρχει γενεὰ γενεῶν τῷ δι' αὐτοῦ καὶ ἐν αὐτῷ ἱδρῦσθαι τὴν ἐκκλησίαν συγκειμένην ἐκ πάντων τῶν γενεὰν ἐχόντων ἀνθρώπων. ου τοι γὰρ ἐκ γενεᾶς καὶ γενεᾶς κατὰ διαδοχὴν υ παρξιν ε χουσιν. παρίσταται ἐκ τοῦ Αισματος τῶν ᾀσμάτων ὡς σελήνη ἡ ἐκκλησία· χρηματίζει ου τως· Τίς αυ τη ἐκκύπτουσα ὡσεὶ ο ρθρος, καλὴ ὡς σελήνη ἐκλεκτή; 753a Ps 71, 6 Ωσπερ ὁ ὑετὸς ἐπὶ τῆς γῆς ἐρχόμενος εὐκαρπίας αι τιος, ου τως ἡ ἐπιδημία τοῦ σωτῆρος πρὸς τοὺς ἀνθρώπους γενημάτων δικαιοσύνης ε νεκα γεγένηται. ῥητέον δὲ ὡς ὁ μὲν πόκος τὸν̓ Ισραὴλ σημαίνει, ἡ δὲ γῆ τὰ ε θνη δηλοῖ. ἐπεὶ πρότερον ἐπὶ πόκον κατῆλθεν, ει τ' ἐκεῖθεν ἐπὶ τὴν γῆν. ἀπειθήσαντος γὰρ τοῦ̓ Ισραὴλ ὡς μὴ δέξασθαι τὸν ἐληλυθότα, μετάβασις ἐπὶ τὴν γῆν τοῦ ὑετοῦ γέγονεν ὡς πάντας τοὺς ἐπ' αὐτῆς ἀνθρώπους ὑγραίνεσθαι, μᾶλλον δὲ ποτίζεσθαι ἐκ τῶν σταγόνων ἐπὶ τῷ ἀγαγεῖν καρποὺς πνευματικούς. 754 Ps 71, 7̓ Εν ταῖς ἡμέραις τοῦ ἐπιδημήσαντος σωτῆρος ἀνατελεῖ οι α φῶς δικαιοσύνη πρακτικὴ ἀρετὴ ου σα καὶ σὺν αὐτῇ ἡ διὰ πίστεως̓ Ιησοῦ εἰς τοὺς ζῶντας εὐαγγελικῶς συνισταμένη καὶ ἡ κατάλληλος εἰρήνη πλῆθος ε χουσα πολὺ ὡς παρατείνεσθαι μέχρι τῆς συντελείας τοῦ κόσμου. τοῦτο γὰρ σημαίνει ἡ τῆς σελήνης ἀνταναίρεσις. 755 Ps 71, 7b̓ Ελέγομεν τὴν σελήνην τὴν ἐκκλησίαν δηλοῦν. ἡ γὰρ σελήνη νόθον ἐξ ἡλίου δέχεται φῶς καὶ οὐχὶ οι κοθεν ε χει, ὡς ἡ ἐκκλησία ο σον ἐστὶν ἐπὶ γῆς ἐκ μέρους γινώσκει καὶ οὐ γνησίως ο λη πεφώτισται λήγουσα ποτὲ ἐσομένη κατὰ τὸν η λιον ο τε τὸ τέλειον...... λήγουσα οὐχ ο λη γνησίως πεφώτισται σχήσεως, τότε τοῦτο γενομένη κατὰ τὸν η λιον, ο ταν τὸ τέλειον καὶ πρόσωπον πρὸς πρόσωπον ε λθῃ. ῳ γὰρ λόγῳ καταργεῖται τὸ ἐκ μέρους γινώσκειν, ἐνστήσει τῆς ἀνυπερβλήτου γνώσεως. ου τως ἀναιρεθήσεται ἡ σεληνιακὴ κατάστασις τῆς ἐκκλησίας κατὰ τὸν η λιον τῆς δικαιοσύνης ἐσομένης, ἐκλαμψάντων ὡς ὁ η λιος τῶν συμπληρούντων τὴν ἐκκλησίαν δικαίων ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. κατα...... ἐν τῷ Αισματι τῶν ᾀσμάτων ἡ τελειότης τῆς νύμφης· ἡ ἐκκλησία δ' αὐτὴ μετὰ πολλὴν προκοπὴν κατὰ τὸν η λιον ε σται. Τίς γὰρ αυ τη, φησίν, ἡ ἐκκύπτουσα ὡσεὶ ο ρθρος, ἀρχὴν φωτισμοῦ ε χουσα μεθ' η ν ἀρχὴν ὡς σελήνη πλησιφαὴς ἐσομένη; αυ τη γὰρ ἡ ἐκλ...* μεθ' ο ὡς η λιος θάμβος ε σται. 756 Ps 71, 9– 11a Νοήσεις ου τως· τῶν ἀπὸ ἐθνῶν Αἰθιόπων καλουμένων δι' η ν ει χον ἐξ ἀσεβείας μελανίαν ἐνώπιον τοῦ βασιλέως προσπιπτόντων μεταγνώσεως τρόπῳ, οἱ τοῦ βασιλέως ἐχθροὶ̓ Ιουδαῖοι γοῦν λείξουσιν. ευ δὲ καὶ τὸ φάναι ἐνώπιον αὐτοῦ προσπίπτειν τοὺς Αἰθίοπας· γνησίαν ὑποταγὴν δηλοῖ τὸ ἐπίπροσθεν τοῦ τὰ κρυπτὰ ὁρῶντος βασιλέως προσπίπτειν. δυνατὸν καὶ τῶν ἐχθρῶν τοῦ θεοῦ αι σθησιν μετανοίας φαίνεσθαι διὰ τοῦ χοῦν λείχειν· γονυπετούντων γὰρ ἡ ἐνέργεια. Μεταλαμβάνεται δὲ Θάρσεις εἰς τὸ κατασκοπεῖν χαράς, κατασκοπούντων χαρὰν τῶν ἀρετῆς καὶ εὐσεβείας φίλων, ι ν' ἀκοῦσαί ποτε δυνηθῇ ε καστος αὐτῶν Ει σελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. τῶν ου τω θεωρητικῶν πρὸς τὴν χαρὰν τὸ βλέμμα ἐχόντων, οἱ κρατοῦντες βασιλεῖς δῶρα οι σουσιν τοὺς ἀρχομένους. καὶ νῆσοι δὲ προσάγονται. ψυχαὶ δέ εἰσιν αυ ται, ἑδραίως καὶ ἀμετακινήτως ε χουσαι κα ν ἐπαφρίζει καὶ τρικυμίας ἡ θάλασσα ἐπεγείρει. πρὸς ταύτας ὁ σωτὴρ λέγει Εγκαινίζεσθε, νῆσοι, πρός με, ἀνανεούμεναι τῇ̓ καινότητι τοῦ πνεύματος, φέρουσαι τὸν νέον α νθρωπον τὸν κατὰ θεὸν κτισθέντα. πρὸς τούτοις τοῖς βασιλεῦσι καὶ οἱ τῶν̓ Αράβων καὶ Σαβᾶ προσοίσουσι δῶρα τοὺς πρὸς τὴν ἑσπέραν τοῦ βίου τοῦ φαύλου ἐρχομένους ὡς σκοτισθῆναι ἀπ' αὐτῶν τὸ φῶς τῶν ἀσεβῶν. Καὶ δύναιτ' α ν μετασχηματιζόμενον εἰς α γγελον φωτὸς ψευδῶς καὶ μέχρι τοῦ ἀπατῆσαι η λιον ο ντα· Αραβες γὰρ δυσμαὶ καὶ ἑσπέρας ἑρμηνεύονται. μετὰ τούτων τῶν̓ Αράβων καὶ ἑτέρων πλειόνων μετάνοια προσφέρεται Σαβᾶ· μεταλαμβάνεται δὲ τὸ ο νομα εἰς τὸ ἐπιστροφή. Δυνατὸν ἐκλαβεῖν προσκυνοῦντας αὐτὸν καὶ δῶρα προσφέροντας τοὺς διδασκάλους πάντων τῶν ἐθνῶν ἀποστόλους καὶ μαθητὰς καὶ τοὺς τούτων διαδόχους· προσφέρουσι γὰρ τοὺς κερδαινομένους ὑπ' αὐτῶν ἀνθρώπους δῶρα τῷ θεῷ. εἰ δὲ καὶ ε καστος τῶν πιστῶν δῶρα φέρει πράξεις ἐπαινετὰς καὶ ἀληθὲς φρόνημα, ὡς βασιλεῖς προσάγουσι τὰ οἰκεῖα δῶρα τῷ μόνῳ καὶ ἑνὶ παμβασιλεῖ. 757a Ps 71, 14b Γράφεται δὲ καὶ ε ντιμον τὸ ο νομα αὐτοῦ ἐνώπιον αὐτῶν τοῦ τοσούτων κακῶν αὐτοὺς ἀπαλλάξαντος. 758 Ps 71, 15b Μαθόντες οἱ α γιοι α νδρες ὡς οὐδεὶς τῶν γενητῶν λυτρώσεται τοὺς ἀνθρώπους ἐκ τῆς κατεχούσης κακοπραγίας, πάντων ἐκκλινάντων καὶ α μα ἀχρειωθέντων περὶ τοῦ δυναμένου ῥύσασθαι ἐκ χειρὸς δυναστοῦ καὶ σωτηρίας αἰωνίου αἰτίου ἐσομένου, συνεχῶς καὶ ἀδιαστάτως εὐχὴν τῷ πατρὶ ἀνέπεμπον, ὁτὲ μὲν λέγοντες Δεῖξον ἡμῖν, κύριε, τὸ ε λεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν, ὁτὲ δὲ̓ Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. περὶ δὲ τῆς ἀποστολῆς αὐτοῦ καὶ ἐν ἀρχῇ τοῦ παρόντος
10
δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. 759a Ps 71, 15c Δοξολογοῦσί τε αὐτὸν δι' ο λης ἡμέρας η τοι τοῦ ἐνεστῶτος αἰῶνος η τοῦ πεφωτισμένου βίου τῶν εὐλογούντων. 760a Ps 71, 16a Ακρα τούτων τῶν ὀρέων αἱ ἐκβάσεις τῶν προαναφωνήσεών εἰσιν ἐφ' α φθάσας ὁ προφητευόμενος στήριγμα γέγονεν ἐν τῇ γῇ. 761 Ps 71, 16bc Ου ς γὰρ ἐκαρποφόρησεν̓ Ιησοῦς διὰ τῆς ἐπιδημίας πιστοὺς ἀνθρώπους, καὶ πλῆθος καὶ μέγεθος πράξεων καὶ θεωρημάτων ε χουσιν· μαρτύριον δὲ τούτου τὸ Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. ου τω γοῦν πληθυνθέντος καὶ ὑπεραρθέντος τοῦ καρποῦ τοῦ στηρίγματος τῶν ο λων, ἐξανθήσουσιν ἐκ τῆς πόλεως τῆς̔ Ιερουσαλὴμ οἱ ἀπιστήσαντες τῷ σωτῆρἰ Ιουδαῖοι ὡς ἐκ τῆς γῆς χόρτος, διὰ τὸ εὐμάραντον καὶ ταχὺ ἀποξηραίνεσθαι ου τως ὠνομασμένοι καὶ μάλα δικαίως. ἐπεὶ σὰρξ τῷ φρονήματι γεγόνασιν ἀπιστήσαντες τῷ σωτῆρι καὶ δόξαν παρ' ἀλλήλων λαμβάνοντες ἀλλὰ μὴ τὴν παρὰ θεοῦ μόνου διδομένην ζητοῦντες, ἐξανθήσουσιν οι α τῆς γῆς χόρτος· Πᾶσα γὰρ σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς α νθος χόρτου. οὐ γὰρ ἀνθήσειν ει πεν ἀλλ' ἐξανθήσειν. Ευ δὲ καὶ τὸ̓ Εκ πόλεως καὶ μὴ ἐν πόλει ἐξανθῆσαι οι α χόρτος τοὺς περὶ ω ν ὁ λόγος. ε ξω γὰρ τῆς πνευματικῆς πόλεως̔ Ιερουσαλὴμ βίῳ καὶ φρονήματι σπεύσαντες ει ναι ὡς ὁ εὐμάραντος καὶ ξηραινόμενος ταχὺ χόρτος ἐξηράνθησαν, τοῦ ε νδον ἐν τῇ πόλει μένοντος οὐδὲν τοιοῦτο πεισομένου· Οὐ σαλευθήσεται γὰρ εἰς τὸν αἰῶνα ὁ κατοικῶν̔ Ιερουσαλήμ. 762 Ps 71, 17c– 19a Αἱ εὐλογηθεῖσαι ἐν αὐτῷ φυλαὶ ου σαι τὰ ε θνη μακαρίζουσιν τὸν εὐλογήσαντα λέγουσαι Εὐλόγητος κύριος ὁ τοῦ διορατικοῦ γένους θεός, ο ς μόνος θαυμάσια πεποίηκεν ἐλευθερώσας ἡμᾶς ἀπὸ εἰδωλολατρείας καὶ δαιμόνων ἀλιτηρίων θεραπείας· θαυμάσιον γὰρ ἀληθῶς ε καστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ Μόνος μὴ ταραττέτω σε· οὐ γὰρ ἐναντιοῦται τῷ Οὐ δύναται ποιεῖν ὁ υἱὸς οὐδέν, ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· α γὰρ α ν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. τὸ γὰρ Μόνος καὶ ο σα τοιαῦτα ἐπὶ θεότητος λαμβανόμενα δηλοῖ πατέρα καὶ υἱόν, ὡς ἐκ τοῦ προφήτου παρίσταται· ε νθα ει ρηται πρὸς τὸν πατέρα Καὶ οἱ Σαβαεῖν α νδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ο τι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν, θεὸς τοῦ̓ Ισραὴλ σωτήρ. Τίς δὲ ἡ δόξα η ς τὸ ο νομα εὐλογεῖται η η ν κατώρθωσεν ἐπιδημήσας ἐπιδόξους καὶ ἐπιτιμίους ποιήσας ἐξ ἀτίμων καὶ ἀδόξων τοὺς μετανοήσαντας ἀνθρώπους; δυνατὸν δόξαν αὐτοῦ φάναι καὶ ο ν ἀνεδέξατο ἀοίδιμον θάνατον ὑπὲρ τῆς τῶν ο λων σωτηρίας· τὸ γὰῤ Ιησοῦς οὐδέπω ἐδοξάσθη, καὶ τὸ Τὸν ἠλαττωμένον βλέπομεν̓ Ιησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον*** Εἰ δὲ κἀκείνη δόξα αὐτοῦ ἐστιν η ς εὐλογεῖται τὸ ο νομα αὐτοῦ εἰς τὸν αἰῶνα περὶ η ς γράφει Παῦλος Οὐκ α ξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ἐπίστησον. μάλιστα γὰρ ταύτην καὶ τὴν περὶ αὐτῆς ἀπαγγελίαν εἰς ἀεὶ ὑμνούμενον εὑρίσκομεν, Πέτρου φήσαντος· τάδε λέγει ὁ μάρτυς τῶν αὐτοῦ παθημάτων Καὶ ὁ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός. 763a Ps Καὶ ὁ̓ Ισραὴλ δὲ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. διὸ καὶ νοοῦντες ο ν ὁρῶσιν ι σασιν ο τι ἀγαθός ἐστιν. κα ν τι γοῦν σκυθρωπόν τε καὶ ἀηδὲς τοῖς ἀνθρώποις παρέχει, ι σασιν ὡς συμφερόντως καὶ πρὸς σωτηρίαν ποιεῖ τοῦτο, καὶ οὐ σαλεύονται τὰ διαβήματα α η σαν διαβεβηκότες καὶ προκόψαντες. 764 Ps 72, 6b– 9̓ Επεὶ μὴ μόνῃ πρακτικῇ κακίᾳ ἀλλὰ καὶ ἀσεβείᾳ ἐνέχονται οἱ περὶ ω ν ὁ λόγος, ἀκολούθως περιβέβληνται ἀδικίαν καὶ τὴν καθ' ο λου ἠθικὴν κακίαν καὶ σὺν ταύτῃ ἀσέβειαν ἀσεβῶς περὶ πάντων τῶν δογμάτων φρονοῦντες. ευ δὲ καὶ τὸ εἰπεῖν ἐξελεύσεσθαι τὴν ἀδικίαν αὐτῶν ὡς ἐκ στέατος, τότε ἐξερχομένης ο ταν πρακτικῶς ἐπιτελῆται μηκέτι ἐν μόνοις τοῖς λογισμοῖς μένουσα. Διήλθοσαν εἰς διάθεσιν καρδίας. κατὰ κακίαν πρότερον διαθέντες, οὐ μόνοις ἑαυτοῖς ε στησαν τὸ κακὸν καὶ α λλοις βλαπτικοὶ ποθοῦντες ει ναι· ο θεν μετὰ τὸ διελθεῖν εἰς διάθεσιν κακίας διανοηθέντες ἐν πονηρίᾳ ἐλάλησαν ἀπατηλῶς ὡς ἀγαθά.̓ Επήρθησαν, φησίν, ὡς καὶ κατὰ θεοῦ λαλεῖν α δικα καὶ τὴν δημιουργίαν αὐτοῦ καὶ τὴν πρόνοιαν διαβάλλειν, ὁποῖοί τινές εἰσιν οι τῇ φορᾷ τῶν ἀστέρων ἀνατιθέντες τὰ προαιρέσει γινόμενα, οι καὶ θεοποιοῦντες τὰ α στρα καὶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα εἰς οὐρανὸν ε θεντο τὸ στόμα αὐτῶν. κατεσπάσθησαν, μᾶλλον κατερίφθησαν ὡς τὴν γλώτταν αὐτῶν η ν κατὰ τοῦ ὑψίστου ἠκόνησαν διελθεῖν ἐπὶ τῆς γῆς, ὡς πάντας τοὺς ἀκούοντας εἰδέναι ο τι ματαίως καὶ ἀσεβῶς κατὰ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ φιλοσοφοῦσιν. 765a Ps 72, 10 Τῶν ἀσεβῶν ὑπερήφανα λελαληκότων, ὁ τοῦ θεοῦ λαὸς ἀφορμὴν ευ ρεν ἐπιστροφῆς, φωτεινῶν ἐθέλων ἀπολαύσασθαι θεωριῶν α ς ἡμέρας ὁ λόγος καλεῖ. τὸ δὲ̓ Ενταῦθα ε νθα ὁ λέγων τοῦτο θεὸς ὁποῖον τὸ λεχθὲν Μωυσῇ Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ. 766 Ps 72, 11– 13 Οἱ ἐκβάλλειν θέλοντες τὴν πρόνοιαν καὶ ἀδικίαν εἰς τὸ υ ψος λαλήσαντες τοιούτους προφέρουσι λόγους· πῶς γνῶναι θεὸν δυνατὸν τὰ ἀνθρώπινα; μὴ γὰρ αἰσθητικὴν ε χει ὀργανικὴν δύναμιν; μὴ γὰρ τύπους τῶν ὁρωμένων καὶ ἀκουομένων δέχεται ἡ νόησις αὐτοῦ, ι να καὶ γνοὺς* διάθηται προνοητικῶς α μα καὶ βασιλικῶς α γων αὐτὰ ῃ βούλεται; εἰπόντες δὲ πρότερον Πῶς γνώσεται ὁ θεός; ὁμολογοῦσι γινώσκειν* τὸν θεόν, ἀγνοοῦσι δὲ τὸν τρόπον τῆς γνώσεως. μετὰ ταῦτα δὲ καὶ ἀγνοεῖν αὐτὸν λέγουσιν εἰπόντες Εἰ ε στι γνῶσις ἐν τῷ ὑψίστῳ; πεπλάνηνται δὲ νομίζοντες αὐτὸν ε χειν διάθεσιν τὴν κατὰ ποιότητα. πατὴρ γὰρ σοφίας καὶ ἀληθείας καὶ θείας ἐπιστήμης ἐστίν. ει ρηται γοῦν Θεὸς γνώσεων κύριος, καὶ̔ Ο διδάσκων α νθρωπον γνῶσιν, καὶ Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων. καὶ πῶς ω ν καὶ διδάσκει καὶ δίδωσι λείπεται, νεμεσητικοῦ δὲ πάθους τὸ θέλειν ε καστον τῶν πρὸς ἀξίαν τυγχάνειν, τοῦ ἀληθῶς σοφοῦ τὴν εὐπραγίαν η δυσπραγίαν οὐκ ἐν ἡδέσιν η λυπηροῖς τιθεμένου, ἀλλὰ τὴν μὲν ἐν ἀρετῆς κτήσει καὶ εὐσεβείας, τὴν δὲ τῇ τούτων στερήσει; ἐπεὶ τοίνυν ἑκατέροις συμβαίνει ἀηδῆ τε καὶ λυπηρά, οὐκέτι ὡς εὐσεβέσιν η ἁμαρτωλοῖς τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα συμβαίνει. ο περ διὰ τοῦ προκειμένου κατασκευάζεται, ὡς α ν μετὰ τὸ λεχθῆναι τὰ ταράττοντα λύσις εὐσεβὴς ἐπενεχθῇ, τοιοῦτον ἐν τῷ Μαλαχίᾳ φησὶν ὁ θεός·̓ Εβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν καὶ ει πατἐ Εν τίνι κατελαλήσαμέν σου; καὶ ει πατε Μάταιος ὁ δουλεύων θεῷ· καὶ ἰδοὺ μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες α νομα, ἀντέστησαν θεῷ καὶ ἐσώθησαν, οὐδὲν ἡμῶν πλέον ἐχόντων τῶν δουλευόντων αὐτῷ, καίτοι ἱκέται προπορευόμενοι τοῦ προσώπου αὐτοῦ. πρὸς δὲ τοὺς ταῦτα λέγοντας ἐπάγει μεθ' ε τερα Ει πατε Πᾶς ποιῶν πονηρά, καλὸν ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν. 767 Ps 72, 14... περὶ τῆς μελλούσης αἰῶνος ὡς κολασθήσονται α νομοι καὶ ἀσεβεῖς, τῶν δικαίων ἐπαγγελίας θείας ληψομένων. Δυνατὸν ἐκλαβεῖν Καὶ ἐγενήθην μεμαστιγωμένος ο λην τὴν ἡμέραν νοήσει τοιαύτῃ· εἰρηκὼς Αρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ τὰ ἑξῆς, γνοὺς ὡς οὐκ ε δει ταραχθέντα τοῦτ' εἰπεῖν, ἐμαστίχθην ὑπὸ τοῦ τῆς εὐσεβείας λογισμοῦ ο λην τὴν ἡμέραν ἐλεγχόμενος καὶ ἐπιτιμώμενος ὑπ' αὐτοῦ. 768 Ps 72, 19b Συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Ει δον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβανοῦ καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ η ν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. 769a Ps 72, 20b. 21a Τὴν εἰκόνα γὰρ τοῦ χοϊκοῦ ἐξουδένωσεν ὁ θεὸς οὐκ ἐῶν εἰσελθεῖν εἰς τὴν ἐπουράνιον πόλιν· τοῦτο γὰρ τῶν ἐχόντων τὴν εἰκόνα τοῦ ἐπουρανίου. γράφεται δὲ καὶ ο τι Ηὐφράνθη ἡ καρδία μου, παυσαμένη δηλονότι τῆς ἐπὶ τῷ μὴ νομίζειν πρόνοιαν ταραχῆς καὶ μεταβάλλουσα πρὸς θάτερα. 770 Ps 72, 22b. 23a Καλῶς τὸ Κτηνώδης ἐγενόμην παρὰ σοί. ὡς γὰρ πρὸς τὸν πατέρα τῆς σοφίας καὶ θεὸν τῆς γνώσεως πάντες οἱ γενητοὶ ἀγνοοῦντές εἰσιν, κατὰ τὸ εἰρημένον ὑπὸ Μωυσέως, ο τε ει δεν τὸν θεὸν λόγον,̓ Εγὼ α λογός εἰμι· πῶς γὰρ οὐ συγκρίσει λόγου καὶ ὁ λογιώτατος α λογος εὑρίσκετο; ταύτῃ ει ρηται πάλιν ὑπ' αὐτοῦ Μωυσέως Οὐ εἰμι ἱκανὸς πρὸ τῆς χθὲς καὶ τρίτης ἀφ' ου η ρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. οὐ γὰρ ἁπλῶς ει πεν ἰσχνόφωνον καὶ βραδύγλωσσον καὶ τὸ μὴ ἱκανὸν ει ναι ἑαυτῷ πρὶν** λόγιος γὰρ** ἀλλὰ μετὰ** τοῦ̓ Αφ' ου η ρξω λαλεῖν τῷ θεράποντί σου*** Ταύτῃ καὶ ὁ̓ Αβραὰμ πρὸς τὸν κτίστην ει πεν̓ Επεὶ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ο περ ἠγνόει πρὶν λαλῆσαι θεῷ Παρίσταται δὲ διὰ τοῦ̓ Εγενήθην, ὡς οὐδ' ἁμαρτίαν ἐταράττετο ἐπὶ τοῖς ἀνθρώποις, ἀλλ' ο τι οὐχ ου τως αὐτὰ θεωρεῖ ὡς ἐπιφέρων αὐτὰ τῇ αὐτοῦ σοφῇ προνοίᾳ. οὐ τοῦ τυχόντος δ' ε στι τὸ εἰπεῖν̓ Εγὼ διαπαντὸς μετὰ σοῦ, η μόνου τοῦ τεταγμένως καὶ ὁμαλῶς ἀρετὴν καὶ εὐσέβειαν ε χοντος τοῦ ἐκ διαστημάτων κατορθοῦντος. 771 Ps̓ Επεὶ μὴ ἐν τόπῳ ὁ θεὸς, τοπικῶς οὐδεὶς αὐτοῦ διίσταται, ἀλλὰ σχέσει καὶ διαθέσει τοῦ ἀδίκου καὶ πονηροῦ μακρὰν νοουμένου τοῦ δικαίου καὶ ἀγαθοῦ καὶ πάντων αἰτίου· καὶ ἐπεὶ τὸ ἐγγίζειν αὐτῷ ἀρετῆς ἀναλήψει σῴζει τὸν πλησιάζοντα, τὸ ἀφίστασθαι αὐτοῦ τῷ κακίαν καὶ ἀσεβείαν ἐσχηκέναι ἀπώλειαν φέρει. ταὐτὸν τὸ μακρύνεσθαι θεοῦ τῷ ἁμαρτάνειν. εἰκότως ου ν ει ρηται ο τἰ Ιδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπολοῦνται, οὐχ οἱ μακρύναντες τῷ μὴ τοὺς ἡμαρτηκότας ἀπόλλυσθαι τῷ ἁμαρτάνειν τέλος ἐπιβάλλοντας διὰ μετανοίας. ταύτῃ καὶ̔ Ο ποιῶν ἀλλ' οὐχ ὁ ποιήσας τὴν ἁμαρτίαν δοῦλός ἐστιν αὐτῆς. Πολλῶν κινησάντων μακροὺς καὶ πλείονας λόγους περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας, διὰ βραχυλογίας ὁ σοφὸς παρέστησεν αὐτοῦ τὴν υ παρξιν, εἰπὼν κυρίως ἀγαθὸν ει ναι τὸ προσκολλᾶσθαι τῷ θεῷ καὶ ἐπ' αὐτῷ τίθεσθαι τὴν ἐλπίδα. ει ρηται δὲ η δη ὡς ἀρεταὶ καὶ εἰς τὴν τελειότητα εἰσαγωγαὶ αἱ πύλαι τῆς Σιών εἰσιν, θυγάτηρ δὲ Σιὼν πᾶσα γινομένη ἡ γενηθεῖσα κατ' αὐτὴν καὶ πρὸς αὐτῇ ψυχὴ χρηματίζουσα. 772a Ps 73, 1b Πυνθάνεται τίς ἡ αἰτία τοῦ ὑποπεσεῖν τοῖς περιεστηκόσι, ι να κωλύσαντες αὐτὴν συναπερχόμενα σχῶσι καὶ τὰ αὐτῆς ε νεκα παρόντα.̓ Απωθεῖται ὁ θεὸς τὸν ἁμαρτάνοντα, ἐκείνου πρότερον ἀποσχοινίσαντος ἑαυτόν· Τὸν γὰρ ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ε ξω, ει πεν ὁ κύριος. 773a Ps 73, 1c̓ Οργὴν τοῦ θεοῦ καὶ θυμὸν μὴ καθ' ἡμᾶς νόμιζε· α παγε τῆς ἀτοπίας. περὶ γὰρ τὸν θεὸν οὐδὲν πάθος ἀνθρώπινον ἀλλὰ τὴν ὑπερβάλλουσαν ἀποστροφὴν διὰ τῶν εἰρημένων αἰνίττεται λέξεων η ν ὑπομένειν φησὶ πρόβατα νομῆς αὐτοῦ. νομὴ δὲ τοῦ θεοῦ τὰ λόγια τοῦ πνεύματος, νόμος οι ον καὶ προφῆται, ἐν οι ς καθάπερ ποιμὴν πρόβατα τοὺς δικαίους νέμει. 774a Ps Πρὸς θεωρίαν ἀνηγμένην θάλασσα πᾶς ὁ τῶν ἀνθρώπων βίος λαμβάνεται. τοῦτον ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ θεὸς ἐκραταίωσεν ὡς ἐκ πλείονος χειμῶνος καὶ σφοδροτάτης ζάλης εἰς εὐδίαν καὶ γαλήνην ἀγαγεῖν, ι ν' οἱ πατοῦντες αὐτὴν ὡς διὰ ξηρᾶς βαδίζωσι κατὰ τὰ λεχθέντἁ Ο μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. πλειόνων ου ν δρακόντων πολλὰς κεφαλὰς ἀλλὰ καὶ ἑνὸς πολλὰς κεφαλὰς συνέθλασεν ἐπὶ τοῦ υ δατος ὁ σωτήρ, υ δατος νοουμένου τῆς κακίας η τῶν ἀστάτων καὶ τεταραγμένων πραγμάτων τοῦ βίου. ἐν τῷ τοιούτῳ γὰρ υ δατι ἐνεργοῦσι βλαπτικῶς οἱ δράκοντες, καὶ ὁ τούτων ὑπερέχων ει ς περὶ ου γέγραπται ὡς βασιλεὺς ει η πάντων τῶν ἐν τοῖς υ δασι καὶ ὡς ἐν θαλάσσῃ διατρίβει. Αυ τη γὰρ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· δεικνὺς τὴν ταραχὴν τῶν πραγμάτων καὶ τὴν κακίαν λέγεἰ Εν ταύτῃ ζῷα μικρὰ μετὰ μεγάλων ἐννήχεται καὶ διαπορεύεται πλοῖα ἐπὶ τῷ ἐμπαίζειν τῷ ἐν αὐτῇ δράκοντι εἰς τοῦτο πεπλασμένῳ. Πλείονες ου ν δράκοντες ω ν συντρίβονται αἱ κεφαλαὶ οἱ α ρχοντές εἰσι τοῦ αἰῶνος τούτου οἱ ἐπαγγελλόμενοι σοφίαν καὶ σὺν αὐτοῖς ἀρχαὶ καὶ ἐξουσίαι κοσμοκράτορες τοῦ κόσμου τούτου καὶ προσέτι πνευματικὰ πονηρίας καὶ πᾶς ὁ τῶν δαιμόνων καὶ ἀντικειμένων δυνάμεων ο χλος, κεφαλαὶ δὲ τούτων τῶν δρακόντων μαντεῖαι γοητεῖαι οἰωνισμοὶ καὶ ο σα συντελεῖ πρὸς εἰδωλολατρίαν ἀλλὰ καὶ ψευδοδοξίαι καὶ πράξεις ἐναγεῖς. μόνου τοῦ σωτῆρος ε ργον συντρίβειν τῶν εἰρημένων δρακόντων τὰς κεφαλάς. οὐκ α λλοθεν ἀλλ' ε νθα ἰσχύειν ἐδόκουν. Ει τ' ἐπεὶ μὴ μόνας τὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἀλλὰ καὶ ο λον αὐτὸν ἐνέκρωσεν, βρῶμα τοῦτον παρέσχεν λαοῖς τοῖς Αἰθίοψιν. οὐ γὰρ α λλους ε δει ἐμφορεῖσθαι τῶν σαρκῶν καὶ μερῶν αὐτοῦ η τοὺς λαοὺς τῶν Αἰθιόπων δι' α γνοιαν σκότους καὶ νυκτὸς ο ντας υἱούς. ὡς γὰρ τὰς̓ Ιησοῦ σάρκας τροφὴν ἀληθινὴν ου σαν τρέφονται πάντες οἱ τοῦ φωτὸς υἱοὶ ὡς ἐξ αὐτῆς τῆς χρήσεως τῆς βρώσεως φωτιζομένους ὑπὲρ χιόνα λευκαίνεσθαι, ου τω τὰ τέκνα τοῦ σκότους Αἰθίοπες κατὰ τὸν ε σω α νθρωπον ο ντα τραφήσονται τὰς σάρκας τὰς δρακοντείους (τὰ κακίας καὶ ψευδοδοξίας ει δη), ο ταν παραδοθῶσι ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν καὶ προσέτι εἰς πάθη ἀτιμίας καὶ ἀδόκιμον νοῦν. 775a Ps 73, 17b Ηρξατο ἀπὸ τοῦ ε αρος τῆς ἐξαριθμήσεως πρὸς δήλωσιν τοῦ ἀπὸ ε αρος α ρχεσθαι τὸν ἐνιαυτόν, ἀρχομένου τοῦ μηνὸς τῶν νέων ἀπὸ ἐαρινῆς ἰσημερίας, ο ν μηνῶν ἀρχὴν καὶ πρῶτον ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀπήγγειλε Μωυσῆς. 776a Ps 73, 18̓ Εχθρὸς ὀνειδίζων τὸν κύριον ὁ διάβολος, α φρων δὲ λαὸς ὁ τῶν α λλων ἀοράτων καὶ πονηρῶν δυνάμεων ο χλος. 777a Ps 73, 18– 21̓ Ωνείδισε τὸν σωτῆρα Χριστὸν ἐχθρὸς Καϊαφᾶς ὁ ἀρχιερεύς, παρώξυνε δὲ τὸ ο νομα αὐτοῦ λαὸς α φρων ὁ τῶν̓ Ιουδαίων κεκραγὼς Αρον α ρον σταύρωσον αὐτόν. Οὐκ ἀληθὲς τὸ προκείμενον αἰσθητῶν θηρίων λαμβανομένων. πολλοὶ γὰρ τέλειοι α νδρες, μάρτυρες τῆς ἀληθείας, ἐβρώθησαν ὑπὸ θηρίων. λεκτέον τοίνυν ὡς οὐ παραδοθήσεται ψυχὴ ἐξομολογουμένη θηρσὶν ἐκείνοις, περὶ ω ν γέγραπται Πρόβατον πλανώμενον̓ Ισραήλ· λέοντες ἐξῶσαν αὐτόν. τούτων τῶν λεόντων τὰς μύλας συνέθλασεν ὁ κύριος. ει ς τούτων ὁ Σατανᾶς ἐστιν, ὡς Πέτρος ὁ ἀπόστολος γράφεἱ Ο ἀντίδικος ὑμῶν διάβολος περιπατεῖ ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ. Πένητες δὲ τοῦ θεοῦ ει ναι δύνανται οἱ αὐτοῦ ε νεκα ἀπεσχημένοι πλούτου κατὰ τοὺς εἰπόντας̓ Ιδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, ἑτέρως πενήτων αὐτοῦ τυγχανόντων τῶν ἐν ψευδοδοξίᾳ κακίας πλοῦτον ἀποβαλόντων. εἰ δὲ αὐτοὶ τοῖς πτωχοῖς τῷ πνεύματι τυγχάνουσιν οἱ ὀνομαζόμενοι νῦν θεοῦ πένητες, ἐπίσκεψαι. Μετὰ ταῦτα παρακαλεῖ τὸν θεὸν ἐπιβλέψαι τὴν διαθήκην η ν διέθετο τοῖς ἀμφὶ τὸν̓ Αβραὰμ πατράσιν, ι να μὴ τέλεον τοὺς ἀπὸ τοῦ σπέρματος αὐτοῦ ἐγκαταλείψῃ· πεπληρῶσθαι δὲ οι κων ἀνομιῶν ῥητέον τοὺς ἐσκοτισμένους ἐν τῇ γῇ· ου τοι γὰρ ἐν τῇ γῇ προσπελάζουσι· διὸ ε χουσι σκῆνος γήϊνον βίον, πολυφρόντιδα νοῦν σκοτισθέντες δι' α γνοιαν. 778a Ps Εἰ τὸ φθεῖραι καὶ διαφθεῖραι πολλαχοῦ παρὰ τῇ θείᾳ γραφῇ τὸ ἁμαρτάνειν ἐστίν, ἀφθαρσία καὶ τὸ ε χειν αὐτὴν ἀρετὴν σημαίνει·̔ Η χάρις γάρ φησι μετὰ τῶν ἀγαπώντων τὸν κύριον ἡμῶν̓ Ιησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ. καὶ ἐπεὶ τὸν ἀρξάμενον ε ργου ἀγαθοῦ ἐπιτελέσαι αὐτὸ δεῖ τουτέστιν ἀγαγεῖν αὐτὸ εἰς πέρας, Εἰς τὸ τέλος μὴ διαφθείρῃς ει ρηται, μέχρι τέλους φεύγων τὴν φθοράν, ι να μὴ μείνῃ τις ἐν αὐτῇ ἀλλ' ἐν ἀφθαρσίᾳ μείνῃ. μέγα δὲ τοῦτο τὸ κατόρθωμα, ο θεν Ψαλμὸς ᾠδῆς ἐπὶ τῇ συμπληρώσει αὐτοῦ ἀναπέμπεται. Εἰς τὸ τέλος φθάσαντες τοῦ μὴ διαφθεῖραι, κατωρθωμένης ἀφθαρσίας, εὐχαρίστως ἐξομολογησόμεθά σοι, θεέ, ὡς αἰτίῳ τῶν ὑπαρξάντων καὶ κατορθουμένων ἀγαθῶν· σὺν σοὶ γὰρ καὶ ἐκ σοῦ βεβαιοῦται ταῦτα. καὶ ἐπὶ τοῖς κατορθωθεῖσιν ἀγαθοῖς προσλαβεῖν καὶ ε τερα βουλόμεθα· ου πω γάρ ἐσμεν τέλειοι· ἐξομολογησόμεθα μὲν περὶ τῶν ὑπαρξάντων, ἐπικαλεσόμεθα δὲ τὴν προσηγορίαν σου ὑπὲρ τοῦ α λλα λαβεῖν.̓ Εὰν δὲ ω σι τέλειοι οἱ ἐξομολογούμενοι καὶ ἐπικαλούμενοι, ἐξομολογοῦνται ὑπὲρ ω ν πλήρη εἰλήφασιν ἐπικαλούμενοι ὑπὲρ φυλακῆς αὐτῶν, ο πως παραμένῃ αὐτοῖς μέχρι τέλους τὰ δοθέντα παρὰ τοῦ οὐρανίου πατρὸς τοῖς αἰτήσασιν αὐτόν. 779a Ps 74, 4b Καὶ Δίδυμος δὲ ὁμοίως τούτοις ἐξηγήσατο. 780a Ps a Τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἀντὶ ψόγου λαμβάνεται ω σπερ τὸ παροικεῖν ἐπὶ ἐπαίνου· Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ̓ Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. φαύλου τοιγαροῦν ο ντος τοῦ κατοικεῖν τὴν γῆν, παχύνεσθαι συμβαίνει ἐκ τοῦ φρονεῖν τὰ ἐπὶ γῆς καὶ ποιεῖν τὰ κατηριθμημένα τῆς σαρκὸς ε ργα καὶ τὸ ὑποκεῖσθαι τῷ φρονήματι αὐτῆς τυγχάνοντι ε χθρᾳ εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν. ταύτην τὴν ἐκ κακίας προσγενομένην παχύτητα καθ' η ν ἐπαχύνθη ἡ καρδία τοῦ ἐγκαλουμένου λαοῦ ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία, περὶ η ς ει πεν ο τι Πῦρ η λθον βαλεῖν ἐπὶ τὴν γῆν. καὶ ἐπεὶ μὴ μόνον ἐκ τοῦ τήκοντος ἀναλωθῆναι δεῖ τὴν κακίαν ἀλλὰ καὶ ἐκ προαιρέσεως τῶν ἐνεχομένων, προστάττεται πνεύματι πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ι να Σαρκὸς ἐπιθυμίαν μὴ τελέσητε. Στύλους δὲ αὐτῆς τῆς τακείσης γῆς τοὺς ευ τονον καὶ φρόνημα ἀληθὲς ε χοντας λέγει η τοὺς κήρυκας τῆς ἀληθείας, ου ς στερεοῖ ὁ ἐν τάξει τῇδε ου σῃ ἱδρύων αὐτοὺς ἐν τῷ οι κῳ τοῦ θεοῦ σωτήρ. 781a Ps a Στερεώσας τῆς ἐκκλησίας τοὺς στύλους τοῖς λοιποῖς παρῄνεσα μὴ παρανομεῖν. λέγοιτο δ' α ν πρὸς τὸ καταστασιάσαν τάγμα καὶ κατεπαρθὲν τοῦ Χριστοῦ, δι' ου ς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. πλὴν καὶ τοῖς καθ' ο λης οἰκουμένης ε θνεσι διὰ τῶν ἀποστόλων ἐμαρτύρατο μὴ παρανομεῖν μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ θεοῦ τῇ πολυθέῳ προσέχοντας πλάνῃ. Ανωθεν δὲ τὸ κατοικεῖν τὴν γῆν ὡς ἐπίπαν ἐπὶ ψόγου λαμβάνεται ὡς ἐν ἐπαίνῳ τὸ παροικεῖν. Οὐαὶ γάρ φησιν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, καὶ̓ Απὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν. παχύνεται γὰρ ὁ φρονῶν τὰ ἐπὶ τῆς γῆς καὶ ποιῶν τὰ τῆς σαρκὸς ε ργα η ς τὸ φρόνημα ε χθρα εἰς θεὸν διὰ τὸ κατοικεῖν τὴν γῆν, κατὰ τὸ̓ Επαχύνθη ἐπλατύνθη ἐλιπάνθη· ὁποῖοι η σαν οἱ τὸ στέαρ αὐτῶν συγκλείσαντες ἐν τῇ γῇ καὶ περὶ ω ν ει ρηταἰ Εξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν. Τὴν δὲ τοιαύτην ἐκ κακίας παχύτητα ἐκτήκει ἡ διάπυρος τοῦ σωτῆρος διδασκαλία εἰπόντος Πῦρ η λθον βαλεῖν ἐπὶ τῆς γῆς. ἀλλ' ἐπεὶ καὶ ἐκ προαιρέσεως ἀναλωθῆναι δεῖ τὴν κακίαν καὶ οὐκ ἐκ μόνου τοῦ τήκοντος, προσταττόμεθα τὰς πράξεις τοῦ σώματος θανατοῦν καὶ πνεύματι περιπατεῖν, ι να σαρκὸς ἐπιθυμίαν μὴ τελέσωμεν. Στερεοῖ δὲ τῆς γῆς τῆς τακείσης τοὺς στύλους τοὺς ευ τονον βίον καὶ ἀληθὲς ε χοντας φρόνημα, μᾶλλον δὲ τῆς ἀληθείας τοὺς κήρυκας περὶ ω ν ει ρηται Στῦλοι οὐρανοῦ ἐπετάσθησαν, πτερωθέντες πτεροῖς οὐρανίοις ὡς λέγεσθαι περὶ αὐτῶν Οι ος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. γέγραπται δὲ καὶ περὶ πάσης τῆς ἐνδόξου ἐκκλησίας η ς παρέστησε Χριστὸς ἑαυτῷ Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. πάντας ου ν τοὺς στύλους τούτους στερεοῖ ὁ ἐν τάξει τῇδε ου σῃ ἱδρύων αὐτοὺς ἐν τῷ οι κῳ τοῦ θεοῦ σωτὴρ λέγων Τὸν οι κον τὸν α γιόν μου θεμελιώσω. 782a Ps 74, 7b Ερημον δέ φησιν ἀρετῆς καὶ εὐσεβείας. σημεῖον δὲ τῆς πονηρίας αὐτῶν τὸ διὰ θυσιῶν αὐτοὺς ἀποτροπιάζεσθαι ὡς διαβλάπτοντας, εἰ μὴ λοιβὴν καὶ καπνὸν καὶ κνῖσαν λάβοιεν· ἀλλ' οἱ εὐσεβεῖς θεὸν εἰδότες τοῦ φρονεῖν εἱμαρμένην καὶ γοητείαν ἐλεύθεροι. 783a Ps̔ Ομοίως καὶ Δίδυμός φησιν. Οἱ πιστοὶ εὐσεβεῖς ο ντες ι σασιν ὡς οὐκ ἐξ ἀνατολῆς καὶ δύσεως α στρων οὐδὲ πονηρῶν ἐπιμελητῶν ἀλλ' ἐκ θεοῦ α γεται τὰ τῆς προνοίας ε ργα· Αὐτὸς καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα.̓ Επίστησον δὲ εἰ οι όν τε καὶ περὶ τοῦ ἀπὸ ἐθνῶν καὶ ἐκ περιτομῆς λαοῦ λαβεῖν τὸν στίχον, ταπεινωθέντος τοῦ ἐκ περιτομῆς καὶ ὑψωθέντος τοῦ ἀπὸ ἐθνῶν. 784 Ps 74, 9 Εναντίωμα δοκεῖ σημαίνεσθαι ἐκ τοῦ̓ πλῆρες ει ναι τὸ ποτήριον κεράσματος, ἀκράτου οι νου ο ντος ἐν αὐτῷ. οὐκ ἀντίκειται δὲ τὸ α κρατον τῷ κεράσματι· ἡ γὰρ α κρατος φωνὴ ὁμώνυμος, δηλοῦσα ποτὲ αὐτὸν τὸν οι νον ὡς μὴ διαφέρειν οι νον η α κρατον εἰπεῖν, α λλοτε παριστᾷ τὸν ἀμιγῶς ε χοντα πρὸς υ δωρ οι νον. παριστᾷ δὲ καὶ τρίτον σημαινόμενον, ο ταν κράματος γενομένου ἐξ οι νου καὶ υ δατος ἐπικρατοῦντος τοῦ οι νου α κρατον λέγωμεν τὸ κρᾶμα. τὸ τρίτον τοίνυν σημαινόμενον δηλοῖ τὸ προκείμενον ῥητόν, τοῦ θεοῦ καταμιγνῦντος τῷ κράματι τῷ πρὸς τοὺς κρινομένους ε λεον καὶ χρηστὴν πρόθεσιν ω στε μὴ ἐπαξίως τιμωρηθῆναι οι ς ε δρασεν ὁ κολαζόμενος, οὐδενὸς α ν ὑφισταμένου εἰ τὰς γενομένας ἁμαρτίας παρατηρούμενος ὁ θεὸς ἐπήγαγε τὸ κρίμα καθὸ κολάζεται ὁ ἠνομικώς. Τοῦτο τὸ ποτήριον ἐν τῇ χειρὶ τοῦ θεοῦ κλίνεται ἐξ α λλου εἰς α λλο τῷ πολλάκις τὸν κολαστέον δι' α ἐποίησεν κακὰ ἐκ μετανοίας δικαιοῦσθαι καὶ τὸν δόξαντα πρὸς ὀλίγον ει ναι ἀγαθὸν μεταπίπτειν. πλὴν εἰ καὶ κλίνει ἐκ τούτου εἰς τοῦτο, οὐκ ἐκχεῖ εἰς τοὺς ἀνθρώπους ὁ τρυγίας ἀλλ' εἰς τοὺς ἁμαρτωλοὺς τῆς γῆς ει ς τε τὸν διάβολον καὶ τοὺς ἀλιτηρίους δαίμονας. 785a Ps̓ Ελεγχθέντων τῶν κατὰ τοῦ θεοῦ α δικα λαλούντων καὶ τῶν ἑπομένων τελεσθέντων, ἐγὼ εὐχαριστῶ μὴ ὑπεύθυνος εὑρεθείς τινι τῶν ἐγκληθέντων· ο θεν καὶ ἀγαλλιῶ καὶ ψαλῶ εἰς τὸν αἰῶνα τῷ θεῷ τοῦ πατριάρχοὐ Ιακὼβ ἰσχὺν δεδωκότι μοι ὡς ἐκείνῳ ἐπὶ τῷ συγκλάσαι πάντα τῶν ἁμαρτωλῶν τὰ κέρατα οι ς ἐχρῶντο κατὰ τῶν ἀσθενεστέρων τυγχάνοντες ταῦροι κερατισταί. τίνες δὲ ου τοι ἐδηλώθη ἐν τῷ̔ Η συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. εἰπὼν δὲ τοῦτο οὐκ ἐπήνεγκεν Καὶ ὑψωθήσεται τὰ κέρατά μου, ἀλλὰ Τοῦ δικαίου. σύνηθες τοῦτο τοῖς ἁγίοις διὰ προσοῦσαν ἀτυφίαν· καὶ διδάσκουσιν ὡς ὑπάρξαι παντὶ ἀνθρώπῳ ἐν Χριστῷ ο ντι δικαίῳ συντρίψαντι τῶν ἁμαρτωλῶν τὰ κέρατα τὸ ὑψωθῆναι τὸ κέρας αὐτοῦ. Ευ δὲ καὶ τὸ φάναι πληθυντικῶς μὲν τοὺς ἁμαρτωλοὺς ω ν τὰ κέρατα συντρίβεται, ἑνικῶς δὲ τὸν δίκαιον ου ὑψοῦται τὰ κέρατα. πλῆθος γὰρ πᾶς ἁμαρτωλὸς τῷ μὴ συνυπάρχειν ἀλλήλαις τὰς κακίας ω σπερ τὰς ἀρετὰς ἀντακολουθούσας ἀλλήλαις εὑρίσκεσθαι διὰ τὸ ει ναι μεσότητας. κα ν τοίνυν πολλοὶ α νθρωποι δικαιοσύνην ε χωσιν (αυ τη δέ ἐστιν ἡ καθόλου ἀρετή), ἑνικῶς δίκαιος καλοῦνται. 786a Ps 75, 2 Οὐ ταὐτὸν τὸ γινώσκεσθαι καὶ τὸ γνωστόν, γνωστοῦ ο ντος καὶ τοῦ ἀγνοουμένου ο ταν γνωσθῆναι δυνατῶς ε χῃ. ο ντος τοιγαροῦν τρόπῳ τῷ λεχθέντι ἐν τῇ̓ Ιουδαίᾳ τοῦ θεοῦ γνωστοῦ, ἀκολούθως ἐν τῷ οἰκοῦντι τὴν̓ Ιουδαίαν̓ Ισραὴλ μέγα ἐστὶ τὸ ο νομα αὐτοῦ, φημὶ δὲ τοῦ γνωστοῦ. 787a Ps Παντὶ τρόπῳ ἀποδιωκτέον τὴν τῶν παθῶν ταραχὴν καὶ τὸν τῶν κακιῶν πόλεμον, ι ν' εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ε χοντες τόπος γενώμεθα θεοῦ. ου τω γὰρ καὶ κατοικητήριον αὐτοῦ ἐσόμεθα, σκοπευτικοὶ τῆς ἀληθείας καὶ ἀρετῆς προθέμενοι ει ναι· τὸ γὰρ κατοικητήριον αὐτοῦ ἐν τῇ ἀποδοθείσῃ Σιὼν τυγχάνει.̓ Αναχθήσεται τὰ εἰρημένα εἰς τὴν ἁγίαν ἐκκλησίαν ου σαν τόπον θεοῦ ἐν εἰρήνῃ ἱδρυμένην καὶ τὸ κατοικητήριον αὐτοῦ. Ψάλατε γάρ φησι τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. καὶ ἐπεὶ μὴ ἐκ δυνάμεως ἡμῶν ἀλλὰ χάριτι θεοῦ κατώρθωται ταῦτα, αὐτῷ τὴν αἰτίαν τῆς εἰρήνης ἀναφέρων ὁ λόγος φησὶν̓ Εκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ο πλον καὶ ῥομφαίαν καὶ πόλεμον. ου τω γὰρ εἰρήνη ὑπῆρκται ἐν ῃ ὁ τόπος τοῦ θεοῦ ἐστιν, συντριβέντων τῶν κρατούντων τῶν τόξων ἀφ' ω ν ὁ πονηρὸς πέμπων τὰ πεπυρωμένα βέλη αὐτοῦ ἐνεποίει πάθη καὶ α τακτα κινήματα, ω ν καὶ αι τιος η ν. σὺν τοῖς εἰρημένοις τόξοις καὶ τὰ συγγενῆ ο πλα καὶ ῥομφαία συντρίβεται καὶ σὺν αὐτοῖς οἱ χρώμενοι πόλεμος καλούμενοι· Συντρίβων γὰρ πολέμους ὁ κύριός ἐστιν. 788a Ps 75, 5– 7 Καὶ οἱ α γιοι δὲ α νδρες ο ρη αἰώνια σκοποῦντες, λοιπὸν τὰ μὴ βλεπόμενα καὶ αἰώνια, ἀφ' ω ν φωτίζει θεὸς διαφόρως τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ, πρὸ μὲν τῆς ἐπιδημίας διὰ προφητῶν καὶ Μωυσέως, μετὰ δὲ ταύτην δι' ἀποστόλων καὶ εὐαγγελιστῶν ὡς τοὺς φωτιζομένους γίνεσθαι φῶς, λέγοντος Παύλοὑ Ο θεὸς ὁ εἰπὼν̓ Εκ σκότους φῶς λάμψαι ε λαμψεν ἐν ταῖς καρδίαιςἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ. Τὸ θαυμαστῶς δὲ τῷ φωτίζειν προσέθηκεν, ο τι τῶν α λλων γνῶσιν ἐπαγγελλομένων καὶ ταύτῃ φωτίζειν θεὸς παραδοξότερον εἰς γνῶσιν καὶ σοφίαν α γων δι' ἀποκαλύψεών τε καὶ ὀπτασιῶν φωτίζει θαυμαστῶς ἀπὸ τῶν εἰρημένων ὀρῶν. εἰ δὲ καὶ̓ Ιουδαίας ου σης, ὡς ει ρηται τῆς γραφῆς, ο ρη ταύτης αἱ ὑψηλαὶ θεωρίαι καὶ τὰ δόγματα τῆς θεοσεβείας, καὶ ἀπὸ τούτων θαυμαστῶς φωτίζει θεὸς τοὺς ἐρχομένους εἰς ἐπίγνωσιν ἀληθείας. πολλαχοῦ δὲ τῆς γραφῆς ο ρη νοητὰ καὶ οἱ α γγελοι ἀφ' ω ν πάλιν φωτίζει θεὸς ἀποστέλλων αὐτοὺς εἰς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἑκάστῃ δὲ τῶν ἐκδόσεων ἁρμόσει τὸ̓ Εγγίσατε ο ρεσιν αἰωνίοις, ὑπὸ θεοῦ τοῖς ποθοῦσιν εὐσέβειαν προσταττόμενον, τῶν μέντοι συνετῶν ἐκ τῆς παρούσης αὐτοῖς ἀρετῆς ὠφελουμένων. Σύνεσις γὰρ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν. οἱ ἀσύνετοι ὑπὸ παθῶν τε καὶ κακίας ταράττονται, ἐσθότε καὶ ὑπὸ ἀπατεώνων αἰσθητῶν καὶ ἀοράτων, κατὰ τὸ̓ Εσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. ταὐτὸν γὰρ τὸ σκοτισθῆναι καὶ ταραχθῆναι· δηλοῖ γὰρ ἑκάτερον α γνοιαν, ἐπ' ἀμφοτέρων σκοτιζομένου τοῦ νοῦ. Θεὸς δὲ λέγεταἰ Ιακὼβ τοῦ ἀσκητικοῦ καὶ ἀνδρείου καὶ δικαίου πρὸς ε λεγχον τοῦ διὰ ῥαθυμίαν ἰδίαν τούτων ἐκπίπτοντος ὑπευθύνου ἐπιτιμίοις καθισταμένου.† Ει ρηταί τισιν ὡς ὀχήματα καὶ ι πποι τῶν ψυχῶν τὰ σώματα. ἐν τούτοις τοῖς ι πποις ἐπιβᾶσαι φιληδόνως ἀρχὴν τοῦ καθεύδειν δέχονται, καθελκόμενοι εἰς υ πνον ψεκτὸν τῶν ὑποπιαζόντων τὸ σῶμα καὶ δουλαγωγούντων σὺν ἐπιστήμῃ τοῖς ι πποις ἐπικαθημένων. ε στι γοῦν ἰδεῖν ἐν τῇ γραφῇ τὸν ἐπιβάτην ὡς ἐπὶ τὸ πλεῖστον ψεκτῶς ὠνομασμένον, ὡς καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ ἀπειλὴ θεοῦ· Καὶ πατάξω πάντα ι ππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην ἐν παραφρονήσει· καὶ παρὰ Μωυσῇ Ιππον καὶ ἀναβάτην ε ρριψεν εἰς θάλασσαν– καὶ ἱππέα ἐπαινετῶς παραλαμβανόμενον· ει πε γοῦν πρὸς τὸν̓ Ηλίαν̓ Ελισσαῖος Πάτερ, α ρμἀ Ισραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ πρὸς τὸν σωτῆρα ἀπαγγέλλεταἰ Επίβηθι ἐπὶ τοὺς ι ππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 789a Ps 75, 8 Οὐδεὶς οι ός τέ ἐστιν τῶν πενήτων ὀργιζομένῳ θεῷ ἀντιστῆναι φόβον ἐμποιοῦντι τοῖς κρινομένοις τῷ μηδὲν παρορᾶν ο σον ἐπὶ τῷ καρδιογνώστην ει ναι. φασὶν γοῦν οἱ τὸν λόγον πρὸς αὐτὸν ὡς πρὸς κριτὴν ε χοντες̓ Εὰν ἀνομίας παρατηρήσῃ, κύριε κύριε, τίς ὑποστήσεται; Πλὴν εἰ καὶ μηδεὶς ἀντιστῆναι τῇ ὀργῇ αὐτοῦ δυνήσεται ο ντος φοβεροῦ, ἀλλ' ου ν αὐτὸς διὰ προσοῦσαν ἀγαθότητα σὺν ἐλέει καὶ κρίνει· Ελεος γὰρ καὶ κρίσιν ᾳ σομαί σοι, κύριε.̓ Εξ οὐρανοῦ ἀκουτίζει κρίμα κρίνων τῷ προνοίας λόγῳ πρὸς τὸ ε καστον ὑπὸ ι διον συμφέρον γενέσθαι. συνᾴδει τῷ προκειμένῳ τὸ ἐν προφητείᾳ τοῦ̓ Αμὼς ου τως ε χων· Κύριος ποιῶν εἰς υ ψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ε θηκεν. καθὸ γὰρ ἐν οὐρανῷ ἐστιν, ἐν υ ψει ποιεῖ πᾶν κρίμα· καθὸ δὲ ἀκουτίζει ἐξ οὐρανοῦ κρίσιν ἐκπέμπων αὐτὴν τοῖς ἐπὶ γῆς, δικαιοσύνην εἰς γῆν ε θηκεν ου σαν τέλος τῶν κριμάτων. 790a Ps 75, 11̓ Ενθύμιόν ἐστι τὸ κρυπτὸν τοῦ ἀνθρώπου. ὁ τοῦτο καθαρεῦον ε χων εὐχαρίστως ἐξομολογήσεται τῷ θεῷ. τότε ἑορτάσει ἐν τῷ πράττειν τὰ ὠφελοῦντα, καὶ φρονεῖν τἀληθῆ δυνήσεται. εἰ δὲ καὶ τὸ̓ Εξομολογήσεται τὴν ἐπὶ ἁμαρτήμασιν ἐξαγόρευσιν δηλοῖ, νόησις τοῦ προκειμένου ε σται τοιαύτη· ἐπεὶ οὐκ ἐν μόναις πράξεσι καὶ λόγοις καθαρεύειν δεῖ τὸν θέλοντα ει ναι τελείως α γιον, καὶ περὶ ἐνθυμήματος βραχυτάτου ἐξομολογεῖσθαι δεῖ κακίζοντα ἑαυτόν. τοῦτο δηλοῦσθαι δύναται ἐκ τοῦ̓ Απὸ τῶν κρυφίων μου καθάρισόν με.̓ Εὰν ου ν καὶ περὶ τοῦ ου τως ε χοντος ω σθ' ὑπονοεῖσθαι μὴ α ρα ὑπάρχῃ ἐξομολόγησις γένηται, ἑορτάσει λοιπὸν τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου τοῦ ἀνθρώπου εὑρεθὲν πάσης κακίας ἐκτός· η τῷ ἀπειλῆφθαι τὴν περὶ αὐτοῦ ἀμφιβολίαν, ἀναδειχθείσης καθαρότητος, ἑορτάζει ὁ α γιος, οὐ ποτὲ μέν, ποτὲ δὲ οὐ, ἀλλ' ἀδιαστάτως καὶ ἀεὶ γινώσκων τὴν ἀλήθειαν καὶ ἐνεργῶν κατὰ δικαιοσύνην. αυ τη γὰρ κυρίως ἑορτὴ κατὰ τὸν ἀπόστολον εἰρηκότα Ωστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. 791a Ps 75, 13 Φοβερὸς ω ν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς τὸν Φαραὼ κατεπόντισεν, τὸν Ναβουχοδονόσορ τῶν ἀνθρώπων ἐδίωξεν ἀλλοιώσας αὐτοῦ τὸ φρονοῦν ὡς μετὰ θηρίων τὴν διατριβὴν ε χειν, ἀφῄρηκε πνεῦμα ἀπὸ Σαοὺλ ο τε ἐξουθενήσας τὸν Σαμουὴλ τὴν τοῦ θεοῦ διαθήκην παρέβη· ει ρηται γὰρ ὡς Απέστη πνεῦμα κυρίου ἀπὸ Σαούλ, καὶ ε πνιγεν αὐτὸν̓ πνεῦμα πονηρὸν παρὰ κυρίου, κρίσει καὶ ψήφῳ ἐπιπεμφθὲν αὐτῷ. Εἰ δὲ καὶ περὶ ἐκκλησιαστικῶν ἀρχόντων ἐκδεκτέα ταῦτα, ἐπίστησον τῇ θεοπνεύστῳ γραφῇ. ε φη γὰρ πρὸς τοὺς Μιλήτου πρεσβυτέρους ὁ Παῦλος καλέσας αὐτοὺς Προσέχετε ἑαυτοῖς καὶ τῷ ποιμνίῳ ἐν ῳ ὑμᾶς ε θετο τὸ πνεῦμα τὸ α γιον τοῦ θεοῦ ἐπισκόπους, καὶ μεθ' ε τερα Καὶ ἐξ ὑμῶν ἀναστήσονταί τινες λαλοῦντες διεστραμμένα, δηλαδὴ τὸ θεῖον πνεῦμα τοῦ φοβεροῦ τούτους ἀφαιρουμένου κριτοῦ. 792a Ps 76, 2– 4 Οτε δὲ πόρρω διέστηκεν ὁ λέγων τοῦ πρὸς ο ν ὁ λόγος, ἐπιτεταμένης χρεία φωνῆς. ἐπεὶ τοίνυν τοῦ ποιήσαντος ἡ γεννητὴ οὐσία κεχώρισται, κραυγῆς τῆς κατὰ διάνοιαν δεῖ. θεὸν δὲ καλεῖ τῷ πάντα πεποιηκέναι, κύριον δὲ τῷ δεσπόζειν τῶν ἐξ αὐτοῦ γεγονότων. λέγοι δ' α ν καὶ θεὸν μὲν τὸν πατέρα, κύριον δὲ τὸν υἱόν.̔ Ημέρα δὲ τῷ λέγοντι θλίψεως η πᾶς ὁ βίος αὐτοῦ η γουν αἰὼν ὁ ἐνεστηκὼς ἐν ῳ πρὸς τὸ ῥυσθῆναι ζητεῖ τὸν θεὸν ὡς α ν τις ἰατρὸν ἐπὶ νόσῳ διενοχλούσῃ καλῶν. ζητεῖ δὲ πράξει καὶ διαθέσει, μὴ ἀπατώμενος κατὰ τοὺς τῶν περιστατικῶν ἀγνοοῦντας τὸ τέλος, ὡς ὁ Σαοὺλ πρὸς ἐγγαστρίμυθον ἀπελθὼν ἠπατήθη. ὁ δὲ α γιος ο σον ἐνοχλεῖται ζητεῖ τὸν θεὸν ἐν τῇ τῶν περιστατικῶν ἀγνοίᾳ καλουμένῃ νυκτί, κατὰ τὸ παρ'̔ Ησαΐᾳ...̓ Απηνήνατο πρός τινος θνητοῦ παρακληθῆναι ἡ ψυχή μου, αὐτάρκους ου σης πρὸς πᾶσαν παραμυθίαν τῆς περὶ θεοῦ μνήμης. εἰς τοῦτο λήψει καὶ τὸ ἐν̔ Ησαΐᾀ Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. Κατὰ μὲν τὴν τῶν πολλῶν συνήθειαν ψεκτόν τι δηλοῖ ἡ̓ Ηδολέσχησα φωνή, κατὰ δὲ τὴν γραφὴν καὶ ἐπὶ ἐπαινετοῦ κεῖται· η γουν πρὸς τὸν θεὸν γνησίως προσευχομένη Αννα, καλουμένη ἀπὸ παιδαρίου τοῦ ἱερέως ἐπιμένειν τῇ εὐχῇ, ἀποκρίνεταἰ Εκ πλήθους ἀδολεσχίας μου ἐκτέτηκα ε ως τοῦ νῦν· καὶ περὶ τοῦ̓ Ισαὰκ δὲ ο τἰ Εξῆλθεν ἀδολεσχῆσαι εἰς τὸ πεδίον. ἐπὶ ψεκτοῦ παραλήψῃ δὲ τὸ Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας. ει ποτε γοῦν λέγοιτο ἡ λέξις αυ τη ἐν τοῖς θείοις λογίοις, τῇ ἀκολουθίᾳ καὶ τῷ λέγοντι προσώπῳ ἐπιστήσαντες τὴν φωνὴν ληψόμεθα η ἐπὶ βελτίονος η ἐπὶ κακοῦ. νῦν τοίνυν καὶ τὸ πρόσωπον καὶ ἡ λέξις ἐπαινετὰ ου τὸ πνεῦμα ὠλιγοψύχησεν δηλοῦν τὴν ψυχήν· ου τω γὰρ καὶ Στέφανος ε λεγε Κύριἐ Ιησοῦ, δέξαι τὸ πνεῦμά μου· ὀλιγωρήσας δὲ διὰ τοὺς ἐπικειμένους ἐχθροὺς ἐπέδωκεν ἑαυτὸν τῷ θεῷ. 793a Ps 76, 5 Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου. α λλη γραφὴ φέρεται ου τω ε χουσα· Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου. Πολλῶν φυλακῶν περὶ ἐμὲ τυγχανουσῶν, ἐφύλαττον τὴν λέγουσαν ἐντολὴν Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. προκατελάβοντο αὐτὰς τὸ ο σον ἐπὶ τῷ ὠλιγοψυχηκέναι με πάντες οἱ ἐχθροί μου· οὐ γὰρ ει ς ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες α μα ἐπλήσθησαν κατ' ἐμοῦ. διὸ καὶ ἐπικρατεστέρους αὐτοὺς γενομένους ἑωρακὼς ἐν προπαθείᾳ τινὶ γεγένημαι ὡς τάραχον ὑπομεῖναι, ἀλλ' οὐκ ἐφθεγξάμην τι ταραχῶδες οὐδ' ἐν διαθέσει τινὶ τεθορυβημένῃ γεγένημαι· ε στη γάρ μοι τὰ τῆς κρίσεως τῆς προπαθείας οὐδ' ο λως ἐν τῷ παθητικῷ φόβῳ γεγενημένῳ. ἐφθεγξάμην γοῦν οὐδὲν ω ν οἱ δειλωθέντες φιλοῦσι λέγειν. Εἰ δὲ ἀρρενικῶς οἱ φύλακες λέγοιντο, ἐρεῖ ο τι πάντας τοὺς λογισμούς, ου ς ε δει με στῆσαι περὶ ἐμαυτὸν ἐπὶ τῷ φρουρεῖν με, ε φθασαν πάντες οἱ ἐχθροί μου ἀντὶ τῶν φυλαττόντων ὀλεθρίους καὶ ἐπιβλαβεῖς ὑποβάλλοντες λογισμούς. ταῦτα δὲ περὶ ἀοράτων ἐχθρῶν λεγέσθω. Εἰ δὲ καὶ φυλακαὶ οἱ τῆς νυκτὸς μερισμοὶ λέγονται (εἰ συμβαίη, φησίν, ο λην τὴν νύκτα υ πνου ἐμπλησθῆναι κατὰ τὸν̓ Εφραίμ), προκαταλαμβάνοντες ταύτας τὰς φυλακὰς πάντες οἱ ἐχθροὶ ἐπιθήσονται· Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν. 794a Ps 76, 6 Τούτων συμβάντων μοι, φησίν, διήγειρα ἐμαυτὸν πρὸς τὸ μνημονεῦσαι τῶν α νωθεν καὶ πολλῶν προκαταλαβουσῶν περιστάσεων (οὐ μόνον ἐμὲ ἀλλὰ καὶ τοὺς κατ' ἀρετὴν πατέρας μου) ἀφ' ω ν πασῶν ὁ κύριος ἐρρύσατο ἐμέ τε κἀκείνους· ἐφ' ῳ καὶ εὐθυμότερος γέγονα πρὸς τὸ ὑπομεῖναι εἰς τέλος, ι να α θλου τῶν τοιούτων ἀγώνων σωτηρίας τύχω·̔ Ο γὰρ ὑπομείνας εἰς τέλος, ου τος σωθήσεται. διαλογησάμενος γὰρ τὰς ἀρχαίας ἡμέρας καὶ τὰ αἰώνια ε τη μνησθεὶς καὶ μελετήσας, ευ ρον πολλάκις ἐμαυτόν τε καὶ τοὺς λοιποὺς ἀνθρώπους εἰς ἀπορίαν τοιαύτην ἐμπεσόντας, ὡς ἀπογνῶναι τὴν σωτηρίαν καὶ πᾶσαν ἐλπίδα καταλεῖψαι· ἀλλὰ πεποιθήσεως ἐπὶ θεὸν γεγενημένης, πᾶσα εὐπορία ἐν τοῖς καταλαβοῦσιν ἀπόρεις ἀναπέφανται. μνημονεύσῃς εἰς τὰ προκείμενα τῆς̔ Εβραϊκῆς πληθύος ἐλθούσης παρὰ τὰς ο χθας τῆς θαλάσσης· οὐδεμιᾶς γὰρ ἐκεῖ ὑπολειπομένης ἐλπίδος χρηστῆς, ἐξαίφνης ὁ θεὸς ἐν στενοῖς πλάτος καὶ ἐν ἀπόροις εὐπορίαν παρέσχεν. 795a Ps 76, 7 Παντὸς τοῦ βίου τούτου διὰ τὴν ἐπιπολάζουσαν α γνοιαν τῶν πραγμάτων νυκτὸς ὀνομαζομένου, οὐ κατὰ τοὺς α λλους ἀνθρώπους υ πνῳ καὶ κάρῳ ἐμαυτὸν παραδέδωκα ἀλλὰ πρὸς νηφαλεότητα καὶ γρήγορσιν διαναστήσας ἐμαυτόν· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ νυκτὸς μεθύουσιν. Μετὰ τῆς καρδίας μου, τουτέστι τοῦ νοῦ μου, αὐτὸς ἐμαυτῷ διαλεγόμενος περὶ τῶν πρακτέων καὶ φύσεων τῶν πραγμάτων (γνοῦς γὰρ ο τι πρόσκαιρα τὰ παρόντα) ε μαθον ο τι τέλος ε ξει τὰ περιστηκότα πονηρά. ἐσκάλευον δὲ σὺν γεωργικῇ τέχνῃ τὸ πνεῦμά μου, σπείρειν εἰς αὐτὸ βουλόμενος, ι να ἐξ αὐτοῦ θερίσω ζωὴν αἰώνιον·̔ Ο σπείρων γὰρ εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Οὐ νομιστέον δὲ συνωνύμως εἰρῆσθαι τὸ πνεῦμα, ἀλλ' ὁμωνύμως ἐπὶ τῆς παρούσης λέξεως καὶ τῆς πρότερον τεθείσης· ἐκεῖ μὲν γὰρ ἡ ψυχὴ πνεῦμα ἐλέγετο, ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἰ γὰρ καὶ ἐνταῦθα τὸ πνεῦμα ἀντὶ τῆς ψυχῆς λέγεται, τίς ὁ σκάλλων τὸ πνεῦμα αὐτοῦ καὶ ἀδολεσχῶν μετὰ τῆς καρδίας αὐτοῦ; οὐ γὰρ οι όν τέ ἐστι τὸ σῶμα ταῦτα ποιεῖν. Ψυχὴ ου ν ἐστιν ἡ καὶ κυρίως α νθρωπος ου σα καὶ ἀδολεσχοῦσα μετὰ τοῦ νοῦ καὶ σκαλεύουσα τὸ πνεῦμα τὸ τῷ νῷ συνεζευγμένον· Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 796a Ps 76, 8– 10 Φθορὰ γὰρ α ν ει η τὸ ἐκστῆναι τῆς κατὰ φύσιν ἀγαθότητος, οὐκέτι τῆς οὐσίας μενούσης, εἰ τῶν κατὰ φύσιν ὑπαρχόντων τι ἀφαιρεθείη αὐτῆς. πρότερον γὰρ εὐδοκοῦντα βοηθεῖν καὶ ἐπινεύοντα τοῖς αἰτουμένοις ει δον αὐτόν, ο τε Διελογισάμην ἡμέρας ἀρχαίας. α ρ' ου ν μέχρις ἐκείνων ε στη ἡ χρηστότης αὐτοῦ, οὐκέτι προστιθέντος αὐτοῦ εὐδοκῆσαι; α παγε. ου τε γὰρ τὸ ε λεος αὐτοῦ ἀποκόπτει ἀπὸ τῆς προτέρας γενεᾶς, οὐ φθάνον ἐπὶ τὴν ἐσομένην. τοῦτο γὰρ οἰομένων ἐστὶ τέλος ε ξειν τὸ ε λεος αὐτοῦ, εἰ ε ν τινι μὲν γενεᾷ εὐεργετοίη καὶ ἐλεοίη, ε ν τινι δὲ μή. οὐδὲ γὰρ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι, ω σπερ οὐδὲ τὸ πῦρ καὶ τὸ φῶς ἐπιλήσεται τοῦ φωτίζειν καὶ θερμαίνειν. κα ν γὰρ διὰ πρόσκαιρον ὀργὴν διὰ ἁμαρτίαν συμβᾶσαν δόξῃ συνέχειν τοὺς οἰκτιρμοὺς αὐτοῦ, ἀλλ' οὐκ εἰς τὸ ἀεὶ συσχεθήσονται. 797a Ps 76, 11 Εἰ καὶ πολλὰ θλιβερὰ περὶ ἐμὲ γεγενημένα τάραχον ἐνέβαλέ μοι ῳ ἠκολούθησε τὰ διηγηθέντα ἐν πάσαις ταῖς προκειμέναις λέξεσιν, ἀλλὰ καὶ ἐπιστήσας τοῖς πράγμασιν ἐθεώρησα μὴ εἰς τοὺς αἰῶνας ἀπωθούμενον τὸν θεὸν μηδὲ τὰ α λλα α κατείλεκται ποιοῦντα, ὡς α λλην ἀρχήν με τρόπον τινὰ ζωῆς καταβαλέσθαι· ἐπὶ πᾶσιν γὰρ οι ς διεξελήλυθα ει πον τὸ Νῦν ἠρξάμην, πάντων τῶν ταραξάντων με καὶ φοβησάντων μεταβαλόντων ὡς θαρσαλέον με τοῦ λοιποῦ γενέσθαι. Αυ τη ου ν ἡ μεταβολὴ κατὰ ποιότητα ου σα (ἐκ διαθέσεως γὰρ εἰς διάθεσιν μεταβέβηκα) ἀλλοίωσίς ἐστιν, οὐκ α λλου αὐτὴν ἐνεργήσαντος η τῆς δεξιᾶς τοῦ ὑψίστου. αυ τη γὰρ καὶ τὰς ἐννοίας ταύτας παρέσχεν καὶ συνήργησεν εἰς τὸ ἀλλοιωθῆναί με. 798a Ps 76, 13b Αυ τη ἡ ἀδολεσχία ὁμοία τῇ α νωθεν ἀγαθή· τὸ πολλάκις γὰρ τὰ θαυμάσια τοῦ θεοῦ λέγειν τινὰ καλόν ἐστιν. 799a Ps 76, 14a̓ Επεὶ ἐνοικεῖ καὶ ἐμπεριπατεῖ ἐν τοῖς ἁγίοις ὁ θεός, ἐν ἑκάστῳ τῶν ἁγίων ε χει τὴν ἰδίαν ὁδόν, ἐπιπορευόμενος τῇ ἑκάστου αὐτῶν διανοίᾳ. ἐπειδὴ δὲ ὁ λόγος αὐτοῦ ὁδὸς ει ρηται (̓ Εγὼ γάρ εἰμι, φησίν, ἡ ὁδός), ε στι δὲ ὁ λόγος αὐτοῦ ἐν οὐδενὶ φαύλῳ καθὸ ὁδός ἐστιν, ἀλλ' ἐν μόνοις τοῖς ἁγίοις εἰκότως ει ρηται ἡ ἐγκειμένη φωνή. 800a Ps 76, 14b Τὸ μέγα ἐπὶ νοητῆς οὐσίας καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ κατὰ ποσὸν λέγεται. οὐδεὶς ου ν ου τω μέγας εὑρίσκεται θεὸς ὡς ὁ ἡμέτερος. θεοὺς δὲ λέγει οὐ τὰ ἀγάλματα οὐδὲ τὰ δαιμόνια (ἑκάτερα γὰρ ταῦτα θεοὶ λέγονται), ἀλλ' ἐκεῖνοι πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ γενόμενος ἐθεοποίησεν αὐτούς. οὐ γὰρ θεότητος ου τοι παρεκτικοὶ ἀλλὰ μέτοχοι. Λέγεται δὲ ἡ παροῦσα λέξις πρὸς τὸν σωτῆρα, ὡς τὰ ἑξῆς δηλώσει, μεγάλου ο ντος θεοῦ καὶ πατρός, ἐπεὶ υἱὸς τοῦ μεγάλου θεοῦ ὑπάρχει. 801 Ps 76, 15a Μετὰ τοῦ α ρθρου λέγεται θεὸς ὁ σωτήρ, ι να δειχθῇ ε τερος ἐκείνων τῶν πρὸς ου ς ει ρηταἰ Εγὼ ει πα Θεοί ἐστε· ο θεν οὐδεὶς αὐτῶν ὡς ὑπερέχων τῶν ὁμογενῶν μετὰ τοῦ α ρθρου ει ρηται θεός. τοιοῦτόν ἐστι καὶ τὸ Ο μονογενὴς θεὸς ὁ ω ν εἰς τὸν κόλπον τοῦ πατρός, τῷ̔ μόνος ει ναι κατ' οὐσίαν θεός· οὐδεὶς γὰρ τῶν ἑτέρων μονογενὴς ἀλλὰ μεθ' ὁμογενῶν ἐστι θεός. κατὰ τὴν αὐτὴν θεότητα τῷ μονογενεῖ θεῷ καὶ ὁ πατὴρ θεός ἐστιν. ει ρηται γοῦν πρὸς τὸν σωτῆρα (μιᾶς ου σης θεότητος αὐτοῦ καὶ τοῦ πατρός)̓ Εν σοὶ ὁ θεός ἐστιν, καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν. πῶς γὰρ εἰ ὁ θεὸς ἐν αὐτῷ ἐστιν, οὐκ ε στι θεὸς πλὴν αὐτοῦ καὶ αὐτὸς ὁ θεός ἐστιν, εἰ μὴ νοοῖμεν πατρὸς καὶ υἱοῦ τὴν αὐτὴν θεότητα ὡς ε να θεὸν ει ναι πατέρα καὶ υἱόν, υἱόν τε καὶ πατέρα μὴ ε να; ὁ γὰρ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός· ο θεν καὶ τὸ Εγὼ καὶ ὁ πατὴρ ε ν ἐσμεν, τοῦ̓ Εγὼ καὶ ὁ πατὴρ ἀκολούθως ἐν τῷ Εν ἐσμεν̓ λεγομένου, οὐκέτι λέγοντος τοῦ υἱοῦ̓ Εγὼ καὶ ὁ θεός· α λλος γὰρ υἱοῦ ὁ πατήρ, οὐκ α λλος δὲ θεὸς τῷ τὴν αὐτὴν ει ναι θεότητα τοῦ γεννήματος καὶ τοῦ γεννήτορος. 802 Ps 76, 15b. 16̓ Εγνώρισε τὴν δύναμιν αὐτοῦ ὁ σωτὴρ ἐν ἀμφοτέροις τοῖς λαοῖς, τῷ ἀπὸ ἐθνῶν καὶ τῷ ἐκ περιτομῆς, παράδοξα καὶ θαύματα πολλὰ ἐν αὐτοῖς ποιήσας· Δύναμις γὰρ παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. ἀλλὰ καὶ ἐν τῷ βραχίονι αὐτοῦ (λέγω δὴ τῇ ἐνεργείᾳ καὶ πράξει αὐτοῦ) ἐλυτρώσατο τὸν ι διον λαὸν τὸν ἐκ τῶν δύο ἑνωθέντα, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου δοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· Τῷ γὰρ τιμίῳ αι ματι αὐτοῦ ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατρωπαραδότου. Λαοὶ δέ εἰσιν ἐν οι ς ἐγνώρισε τὴν δύναμιν αὐτοῦ, ου ς καὶ η νωσεν εἰς ε να λαὸν ο ν ἐλυτρώσατο, υἱοὶ̓ Ιακὼβ καὶ̓ Ιωσήφ, τῶν ἐκ περιτομῆς πιστευόντων χρηματιζόντων υἱῶν̓ Ιακώβ, τῶν δὲ ἀπὸ ἐθνῶν υἱῶν̓ Ιωσήφ.̓ Ιωσὴφ γὰρἑρμηνεύεται Κυρίου πρόσθεσις· προσέθηκε γὰρ ἀληθῶς ὁ θεὸς τοῖς σῳζομένοις ἐκ τῆς περιτομῆς τοὺς ἀπὸ ἐθνῶν πιστεύοντας. Τὸ δὲ̓ Εγνώρισας οὐ τὸ ἀρχὴν τοῦ γινώσκεσθαι ε χον σημαίνει ἀλλὰ τὸ ἐπιγινωσκόμενον καὶ ἀναγνωριζόμενον· εἰπὼν γὰῥ Ο ποιῶν θαυμάσια, ἀναγνωρίζει ταῦτα διὰ τούτων τῶν ῥημάτων. 803a Ps 76, 19c– 21 Τοῦ σωτῆρος ἐπὶ γῆς ὀφθέντος, σάλον καὶ τρόμον ἡ γῆ ὑπέμεινεν τουτέστι τὰ ἐπὶ γῆς πράγματα, τῶν παρὰ πᾶσιν νόμων καὶ δεισιδαιμόνων θεῶν α μα τοῖς χρηστηρίοις δι' ω ν ἠπάτων οἱ δαίμονες ἀνατρεπομένων· ἀλλὰ καὶ τῶν ἀνθρώπων τοῖς γηΐνοις διὰ προπαθείας ἡνωμένων μετατιθεμένων τῷ Χριστῷ λόγῳ, κλόνον καὶ τρόμον ὑπέμενεν ἡ γῆ. Καὶ τὴν θάλασσαν δέ, τὸν παρόντα βίον, μόνος Ιησοῦς θεὸς ω ν ω δευσεν ὡς ι χνη καὶ τεκμήρια καταλειπεῖν τῆς ὁδοῦ, ο πως̓ ἐπακολουθήσωσιν οἱ βουλόμενοι αὐτῷ ε πεσθαι· Αἱ τρίβοι σου γάρ φησιν ἐν υ δασι πολλοῖς, καὶ τὰ ι χνη σου οὐ γνωσθήσεται, διὰ τὸ ἀκατάληπτον ει ναι τὸν τῆς πορείας αὐτοῦ λόγον. Ωδηγήθη δὲ τὰ Χριστοῦ πρόβατα ὑπὸ θεοῦ ἐν πράξεἱ (συμβολικῶς χειρὶ ὀνομαζομένῃ) τοῦ πνευματικοῦ νόμου καὶ τοῦ ἱερατικοῦ λόγου. Χριστὸς δὲ ἡμῖν ἀμφότερα γεγένηται αὐτὸς ω ν ὁ πνευματικὸς νόμος, τῆς πνευματικῆς τελετῆς τοῦ θεοῦ μυσταγωγὸς καὶ ἀρχιερεὺς ὁ μέγας τοὺς οὐρανοὺς διεληλυθώς. σημαίνει δὲ Μωυσῇ τὸν νόμον,̓ Ααρὼν δὲ τὸν ἀρχιερέα· διὸ καὶ ἀδελφοὶ τυγχάνουσιν, υἱοὶ τυγχάνοντες τῆς θείας προνοίας γεννησάσης τοῦτον τὸν νόμον καὶ τὸν κατάλληλον αὐτῷ ἀρχιερατικὸν λόγον· βουλήσει γὰρ αὐτῆς ἀνθρώποις ὑπῆρκται τὰ ἀγαθὰ ταῦτα. 804 Ps 77, 1a Νόμον ἐπὶ τοῦ παρόντος δύναται καλεῖν πᾶσαν τὴν παλαιὰν γραφήν. εἰ δὲ σημαίνοιτο ὁ προστακτικὸς καὶ ἀπαγορευτικὸς λόγος ἐκ τῆς νόμος φωνῆς κατὰ τὸν προκείμενον στίχον, προσέχειν ἐντέλλεται τῷ νόμῳ, ο πως κατωρθωμένα τὰ η θη ε χωσιν οἱ τὴν πρόσταξιν εἰληφότες αἱρούμενοι τἀγαθὰ καὶ φεύγοντες τὰ φαῦλα. 805 Ps 77, 3 Ταῦτα οἱ Χριστοῦ νοῦν ε χοντες η κουσαν καὶ συνῆκαν πνευματικῶς· οὐ γὰρ ἐκρύβη ἀπ' αὐτῶν τῶν πατέρων κατ' ἐπιστήμην διηγησαμένων αὐτοῖς. καὶ αὐτοὶ δὲ ου τοι τοῖς τέκνοις ἑαυτῶν γεννηθεῖσιν ὑπ' αὐτῶν διὰ παιδεύσεως ἐφανέρωσαν τὰ ἀπ' ἀρχῆς προβλήματα, ο πως καὶ εἰς τὴν ἑξῆς αὐτῶν γενεὰν γνωστὰ καὶ μὴ κεκρυμμένα τυγχάνῃ. 806 Ps 77, 8δ̔ Ο γὰρ μετὰ τοῦ θεοῦ πνεύματι γινόμενος ἐξ αὐτοῦ τοῦ συνεῖναι θεῷ πιστοῦται καὶ βεβαιοῦται κατὰ πνεῦμα. πνεῦμα δὲ τὴν διάνοιαν ἐνταῦθα εἰρῆσθαι νομιστέον κατὰ τὸ περὶ τῆς παρθένου λεχθέν, ο πως ῃ ἁγία πνεύματι καὶ σώματι· πνεῦμα γὰρ ἐν τούτοις τὴν γνώμην αὐτὴν καὶ τὴν διάθεσιν καλεῖ, ἀφ' η ς ἡγιασμένης συμβαίνει καὶ τὸ σῶμα ἁγιάζεσθαι ἐνεργείαις ἁγιαστικαῖς ὑπηρετούμενον. εἰ δὲ καὶ αὐτὴ ἡ ψυχὴ πνεῦμα καὶ ἐνταῦθα καλεῖται, συνεπίστησον. 807 Ps 77, 17– 22 Πρὸ τῆς ἀντιλογίας δεδόμενον η ν τὸ μάννα, ὁ ψαλμὸς μετὰ τὴν ἀντιλογίαν φησὶ καὶ τὸ μάννα καὶ τὸ κρέας δεδόσθαι. ἀλλὰ τοῦτο οὐκ α ν ει η ζήτημα. ἐπισυνάπτει γὰρ τὰ ἐν διαφόροις χρόνοις ὁ ψαλμός, μίαν ἀντιλογίαν ἐν διαφόροις χρόνοις γεγενημένην συνάγων ὑπὸ μίαν αἰτίαν. εἰ γὰρ δὴ τὴν πρώτην ἀντιλογίαν τις οι ητο τὴν πρὸ τῆς ποιήσεως τῆς σκηνῆς τὴν ἐν δευτέρῳ μηνὶ τῆς ἐξόδου, οὐκ ἐν καιρῷ τὴν ἱστορίαν ἐκείνην τῷ ψαλμῷ παρατίθησιν· ου πω γὰρ τότε τὸ ἐκ τῆς πέτρας υ δωρ ἐτύγχανε δεδόμενον, οὐδὲ μὴν τιμωρία ἡ τοῦ πυρὸς ἐπηκολούθησεν, α τε δὴ καὶ πρωτοπείροις ου σι καὶ οὐκ ἀπεικότως ἀπιστοῦσιν ε τι πρὸς τὴν παράδοξον δόσιν τῆς τροφῆς καὶ ὀλιγοψύχως ε χουσι διὰ τὸ μὴ παραχρῆμα τῆς ἀφθονίας τυγχάνειν. διὸ οὐδὲ Μωυσῆς ἀπέκαμεν ἐπὶ ταῖς τοῦ λαοῦ μικροψυχίαις. ἐν δὲ τῇ δευτέρᾳ περὶ τῶν κρεῶν ἀντιλογίᾳ χαλεπῶς η δη φέρει καὶ Μωυσῆς· εἰκότως δὲ καὶ ἡ παρὰ θεοῦ τιμωρία τηνικαῦτα αὐτοῖς ἐπῄει, καὶ πυρὶ κατεφλέγοντο. δέον πιστεύειν ἐκ τῶν προυπηργμένων μὴ πιστεύοντες τῇ θείᾳ δυνάμει, καὶ δέον ἐλπίζειν τὴν ἀπ' αὐτοῦ σωτηρίαν οὐκ ἐλπίζοντες. 808 Ps 77, 17– 25a̔ Ρητέον δὲ καὶ κατὰ ἀναγωγὴν ω δε· ἐν τῇ ἐρήμῳ τοῦ υἱοῦ ε νθα πολλὴ ἐπικρατεῖ α γνοια τῶν πραγμάτων. διελὼν καὶ διαιρήσας τὸν στερρότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ποτισμὸς πολὺς τοῖς εὐεργετουμένοις γεγένηται ὡς παραβληθῆναι τὸ ῥέον υ δωρ διὰ τὸ ἀπερίγραφον κατὰ βάθος καὶ πλάτος ἀβύσσῳ. τὸ γὰρ ἐξαχθὲν ἐκ ταύτης τῆς πέτρας υ δωρ ὡς ποταμοὶ κατηνέχθη. ποταμοὶ δὲ περὶ ω ν ὁ σωτὴῥ Ο πιστεύων εἰς ἐμέ, καθὼς ει πεν ἡ γραφή, ἐκ τῆς πνευματικῆς αὐτοῦ κοιλίας (τῆς κατὰ τὸν ε σω α νθρωπον) ῥεύσουσιν υ δατος ζῶντος· ε λεγε δέ, φησὶν ὁ συγγραφεύς, τοῦτο περὶ τοῦ πνεύματος ου ε μελλον λαβεῖν οἱ πιστεύοντες. Τούτων γὰρ τῶν ποταμῶν τὸ υ δωρ ἐξάγεται ἐκ πέτρας περὶ η ς ὁ Παῦλός φησιν Επινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα η ν ὁ Χριστός. αὐτὸς ου ν ὁ Χριστός, καθὸ πέτρα ἐστί, περὶ τοῦ υ δατος τῶν ποταμῶν ει πεν Οτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα. Καὶ προσέθεντο ε τι τοῦ ἁμαρτάνειν αὐτῷ, οὐ πάντων τῶν ἁμαρτανόντων θεῷ ἁμαρτανόντων ἀλλὰ μόνων τῶν γνόντων αὐτοῦ τὸ θέλημα καὶ μὴ ποιούντων αὐτό. ἀμέλει καὶ Δαυὶδ οὐκ ἀγνοῶν τοῦ θεοῦ τὸ βούλημα ε φη Σοὶ μόνῳ η μαρτον. η τάχα τῶν ἐν ἠθικοῖς ἁμαρτανόντων ἡ ἁμαρτία εἰς ἀνθρώπους γίνεται, τῶν δὲ θεὸν καὶ τὴν πρόνοιαν κακολογούντων ἡ ἁμαρτία ἀσέβειά τις ου σα εἰς θεὸν ἀνατρέχει.̓ Εὰν γὰρ ἁμάρτῃ τις εἰς α νδρα, καὶ προσεύξεται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον τὸν θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;̓ Αμέλει γοῦν ἐπιφέρεται ο τι τὸν υ ψιστον παρεπίκραναν ἐν ἀνύδρῳ στερόμενοι τῶν πνευματικῶν ὑδάτων· ἀπεστράφησαν γὰρ τὸ ἀπὸ τῆς προειρημένης πέτρας υ δωρ. ἐν ἀνύδρῳ δὲ τυγχάνοντες οὐδὲν τῶν γλυκαινόντων τὴν χρηστότητα τοῦ θεοῦ ε δρασαν. γλυκαίνει δὲ αὐτὴν τὰ κατ' ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα.̓ Εξεπείρασαν ου ν αὐτὸν ἐν ταῖς καρδίαις αὐτῶν, οὐκ ἐξ ἐπιπολῆς ἀλλ' ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἑαυτῶν κατὰ τοῦ θεοῦ διανοούμενοι καὶ ἀμφιβάλλοντες περὶ τῆς δυνάμεως αὐτοῦ τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν οὐ ταῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημέναις (τρέφονται γὰρ αυ ται τὸν τῆς ζωῆς α ρτον καὶ τὸν καρπὸν τοῦ ξύλου τῆς ζωῆς) ἀλλὰ ταῖς εἰς σάρκας μεταβαλλούσαις διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν ἀλλ' ἡδέων καὶ νοσοποιῶν. η τάχα ψυχὴ τροφῶν ὀρεγομένη ἡ ἐπιθυμητικὴ καὶ ὀρεκτικὴ ἐν ἡμῖν α λογος δύναμίς ἐστιν. περὶ ταύτης γὰρ ει ρηται Καὶ φάγῃ κρέα ο σον ἐπιθυμεῖ ἡ ψυχή σου. ταύτης μετέχει καὶ τὰ α λογα ζῷα ὀρεγόμενα καὶ ἐπιθυμητικὰ τροφῆς ο ντα. Καὶ κατελάλησαν τοῦ θεοῦ καὶ ει πον Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ, καὶ τὰ ἑξῆς; ἀλλὰ καὶ δέδωκεν α ρτον ἐκ τοῦ οὐρανοῦ καταβεβηκότα καὶ τράπεζαν ἡτοίμασεν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ. ε φη ἡ Σοφία Τὰ ἑαυτῆς θύματα ἐπέθηκε καὶ τὸν ἑαυτῆς οι κον εἰς κρατῆρα κεράσασα ἡτοίμασε· καὶ γεύσεται αὐτῶν οὐδεὶς τῶν ἀπίστων. εἰς τοῦτο παραλήψῃ τὸ Λέγω γὰρ ὑμῖν Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων γεύσεταί μου δείπνου. Διὰ τοῦτο η κουσε κύριος καὶ ἀνεβάλετο, κα ν εἰς τὸ ε τι προσέχειν αὐτοῖς. τοῦτο δὲ ἠκολούθησε τὸ ἀναφθῆναι τὸ πῦρ τῶν ἐπιθυμιῶν ἐπὶ τὸν̓ Ιακώβ· η τὸ ἐπὶ τὸ ἀσκεῖν καὶ πονεῖν ὑπὲρ ἀρετῆς κεκριμένον, η πῦρ ἀνήφθη ἐκ θεοῦ τὸ δυνάμενον καταφλέξαι ἐπ' εὐεργεσίᾳ αὐτῶν τὴν ὑλικὴν προαίρεσιν καὶ διάθεσιν αὐτῶν. ἑπομένως δὲ τῷ πυρὶ τούτῳ ἀνέβη ἐπὶ τὸν̓ Ισραὴλ ὀργή. ἀφ' ω ν γὰρ ε πραττον κατωτερικῶν ο ντων, ἐξαφθεῖσα ἡ ὀργὴ ἐπὶ τὸν̓ Ισραὴλ ἀναβέβηκε. καὶ τάχα μὲν ἐπὶ τοὺς ἀλλοτρίους τῆς θεοσεβείας κάτω που κειμένους ὀργὴ καταβαίνει κατὰ τὸ λεχθὲν̓ Αποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. ἀναβαίνει δὲ ὀργὴ ἐπὶ τοὺς κληθέντας ἐπὶ τὸ πράττειν α βούλεται θεός, α νω διὰ τοῦ κεκλῆσθαι γεγενημένους. ἀμέλει γοῦν ἐπὶ τὸν̓ Ισραὴλ τὸν ὀφείλοντα α νω βλέπειν ἀναβεβηκέναι ει ρηται ἡ ὀργή.̓ Επίστησον εἰ οἱ διακονούμενοι ταῖς ἐκ θεοῦ κολάσεσι σκεύη τυγχάνοντες ὀργῆς, ὁμωνύμως ῃ ὑπηρετοῦνται ὀργὴ καλοῦνται. καὶ ἡ ου τως ου ν λεγομένη ὀργὴ κατωτέρω ου σα τοῦ προλεχθέντος̓ Ισραήλ, ἐπ' αὐτὸν ἀναβαίνει. τούτων συνᾴδεἰ Εὰν τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς. καὶ ἐν τούτοις γὰρ τὸ πνεῦμα τὸ ἀκάθαρτον κάτω λέγεται ει ναι τοῦ πρὸς ο ν ἀναβαίνει. διὸ ἀναβαίνειν ἐπὶ τὸν̓ Ισραὴλ δεδύνηται. Καὶ ἐπεὶ οὐκ ἐπίστευσαν τῷ θεῷ, ου τε η λπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. οἱ γὰρ μὴ ἐλπίσαντες ἐπὶ τὸν Ιησοῦν ο ντα θεοῦ̓ σωτήριον οὐδὲ αὐτῷ τῷ θεῷ ἐπίστευσαν. τοῖς γοῦν ἀποστόλοις ὑπὸ Χριστοῦ ει ρηται Πιστεύετε εἰς ἐμέ, καὶ εἰς τὸν θεὸν πιστεύετε. δυνατὸν δ' ἐπὶ τὸν̓ Ισραὴλ μὴ πιστεύσαντα εἰς τὸν θεὸν μηδ' ἐλπίσαντα ἐπὶ τὸ σωτήριον αὐτοῦ ἀναβεβηκέναι νομίζειν τὴν ὀργὴν η ν ὑπομένουσιν ἁλόντες ὑπὸ ῥώμης, περὶ η ς ὁ Παῦλος ε φη Εφθασε δ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ α ρτον οὐρανοῦ ε δωκεν αὐτοῖς. ἡ οὐρανὸς φωνὴ σημαίνει τὴν τῶν νοητῶν οὐσίαν καθὰ καὶ ἐν τοῖς ε μπροσθεν διειλήφαμεν, αἱ δὲ ἀνοιγόμεναι θυρίδες τῶν οὐρανῶν αἱ ἐξαπλώσεις καὶ φανερώσεις τῶν πατρικῶν εἰσιν, ῥέοντος τοῦ θεοῦ τὰς αὐτοῦ δωρεὰς διὰ τούτων τῶν θυρίδων. Αρτον ἀγγέλων ε φαγεν α νθρωπος· ι να ει πῃ τὸν ἐν τῷ κρυπτῷ τῆς καρδίας α νθρωπον. διὸ καὶ πάντα τὰ α λλα ὀνόματα παρεὶς καίτοι πολλάκις αὐτῶν μνημονεύσας, τοῦ̓ Ιακὼβ καὶ τοῦ̓ Ισραὴλ καὶ τοῦ̓ Εφραίμ, τῆς ἀνθρώπουπροσηγορίας ἐνταῦθα μνημονεύει πρὸς δεῖξιν τοῦ τὸν ἀληθῶς α νθρωπον τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενημένον ὁμοτράπεζον καὶ ὁμέστιον ἀγγέλοις γεγονέναι μεταλαμβάνοντα τοῦ ἀληθινοῦ μάννα. 809 Ps 77, 38b Τὸ διαφθεῖραι σημαίνει ποτὲ τὸ κολάσει περιπεσεῖν καθάπερ Ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός, ἀντὶ τοῦ κολάσει. ἀλλ' ἐπεὶ δηλοῖ τὸ διαφθεῖραι καὶ τὸ παραδοθῆναι πάθεσιν ἀτιμίας κατὰ ἀντιμισθίαν πλάνης καὶ α λλων ἁμαρτημάτων γινομένων, οὐ διαφθείρει ὁ θεὸς κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς ἀξίους τοῦ ι λεω εὑρεῖν αὐτόν, ὡς ἐλέῳ πολλῷ καὶ οἰκτιρμῷ ἱλάσασθαι ταῖς ἁμαρτίαις αὐτῶν. 810 Ps 77, 49c– 51̓ Αγγέλους πονηροὺς οὐ φύσει ο ντας τοιούτους φησὶν ἀλλὰ τοὺς πόνων κάκωσιν ἐπιφέροντας. Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, ἐπαγαγὼν αὐτοῦ τὸν ἐπὶ καταλύσει τῆς μοχθηρᾶς ζωῆς θάνατον· εἰς τοῦτον τὸν θάνατον συγκλείσας καὶ τὰς ἀλόγους αὐτῶν δυνάμεις κτήνη τροπικῶς ὀνομαζομένας. πρὸς ἀγαθοῦ γὰρ αὐτοῖς ε σται ἀποβαλεῖν καὶ τὰ κτήνη αὐτῶν τὴν φαύλην ζωήν, τουτέστι τὴν ἐμπαθῆ κίνησιν. Καὶ βαθύτερον δὲ νοήσεις· ἐπεὶ γὰρ ὁ ψυχικὸς α νθρωπος κατὰ ψυχὴν ἀλλ' οὐ κατὰ πνεῦμα ζῇ, οὐ φείδεται τῶν ου τω λεγομένων ψυχῶν αὐτῶν, ι ν' ἀπολέσας τὴν ψυχικὴν κατάστασιν αὐτῶν εἰς πνευματικὴν ε ξιν αὐτοὺς ἀγάγῃ. ο τι δὲ οὐκ ἀεὶ τὸ ο νομα τῆς ψυχῆς οὐσίαν σημαίνει, σαφῶς παρίσταται ἐκ τοῦ Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν. οὐ γὰρ τὸ σῶμα κτησάμενον ψυχὴν λέγει πονηρὰν ἀλλὰ τὴν οὐσίαν ῃ συμβέβηκε τὸ πρᾶγμα καθ' ου κεῖται νῦν ἡ ψυχὴ λέξις. καὶ ἡ συνήθεια δὲ ψυχὴν καλὴν καὶ φαύλην ε χειν τινὰς λέγουσα συμφέρεται τῷ προκειμένῳ σημαινομένῳ.̔ Η δεκάτη δὲ πληγὴ τοῖς Αἰγυπτίοις ἐπαχθεῖσα θάνατος η ν τῶν παρ' αὐτοῖς πρωτοτόκων ἀπὸ ἀνθρώπου ε ως κτήνους. τάχα ου ν ἐπὶ τῶν ἀνθρώπων τῶν πρῶτον τεχθέντων κυριολεκτοῦσαν τὴν πρωτότοκον φωνὴν ἐπὶ τῶν ἀλόγων ζῴων ἀπαρχὴν πόνων τὴν πρωτότοκον ει πε. ἀπαρχὴ γὰρ πόνων τῶν ζῳοτροφούντων τὰ πρωτότοκα. συμφέρομαι δὲ εἰς τοῦτο ει ναι τὸ δηλούμενον· ἐκ προσθήκης τῆς λεγούσης ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰ πρωτότοκα τῶν ἀλόγων ἀνῃρέθη, ο πως ζημίᾳ ὑποπέσωσιν οἱ κεκτημένοι, ἀλλὰ καὶ τὰ ἀνθρώπων πρωτότοκα ὑπεβλήθη θανάτῳ ἐπὶ τῷ πειραθῆναι συμφορᾶς τοὺς τούτων γονέας. πρὸς γοῦν τοὺς μὴ παιδευομένους μηδ' αυ μετανοοῦντας ἐπὶ τοιούτοις θεηλάτοις Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, ει ρηται, παιδείαν οὐκ ἐδέξασθε. καὶ ου τοι δὲ οἱ πρωτότοκοι η τοι ἐπιτιμίαν ε σχον τὸ θανεῖν τῶν σφῶν ἁμαρτιῶν η οὐδὲν ἐβλάβησαν, εἰ παιδεύσεως α λλων ε νεκα ὑπέπεσον θανάτῳ· ἀδιάφορον γὰρ τὸ τεθνάναι καὶ ἐξ ἀνάγκης συμβαῖνον, πρὸς δ' ἀλήθειαν ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ. Πρὸς ἀναγωγήν· ἐπεὶ πνευματικῶς Αι γυπτος καλεῖται πᾶς ὁ περὶ γῆν τόπος, οἱ ἐν τούτῳ διατρίβοντες Αἰγύπτιοι προσαγορεύονται. χάριτι θεοῦ τοίνυν τούτων τῶν Αἰγυπτίων τὰ πρῶτα γεννήματα τῆς ψυχῆς αὐτῶν ἀναιρεῖται, α γνοια καὶ κακία τυγχάνοντα. πρὸ γὰρ τῶν ἀρετῶν καὶ ἐπιστημῶν τῶν ὠφελίμων τέκνων τῶν διανοιῶν κακία καὶ α γνοια ὑφίσταται· διὸ καὶ πρωτότοκά τις ταῦτα ὀνομάζων οὐχ ἁμαρτάνει. ἀλλὰ καὶ τῶν κατὰ τὰς ἐπιτηδεύσεις τῶν κατὰ ἀρετὴν ἐπιστήμην ἐνεργειῶν φαῦλα τυγχάνοντα ε στιν ἀναιρετέα. παντὶ γὰρ τῷ κατὰ τέχνην καὶ ἐπιστήμην ἐνεργοῦντι οὐκ εὐθὺς τὸ ευ ποιῆσαι η πρᾶξαι παραγίνεται, ἀλλὰ μετὰ τὸ ἀνεπιλήπτως ἐνεργῆσαι τὸ ἀμέμπτως ἐνεργῆσαι παραγίνεται. Τὸ δ' ἐν τοῖς σκηνώμασιν αὐτῶν προσκείμενον δηλοῖ περὶ ψυχῶν τὰ προκείμενα λέγεσθαι ε τι τοῖς σώμασι συμπεπλεγμένων· σκηνώματα γὰρ ψυχῶν τὰ σώματα. 811 Ps 77, 54̔ Αγιάσματος ο ρος ἡ διῃρημένη καὶ ὑψηλοτάτη ἀρετή ἐστιν, οὐχ ἡ διανοητικὴ μόνον ἀλλὰ καὶ ἡ πρακτική. μόνος δὲ εἰς ταύτην γνησίως εἰσάγει ὁ μόνος τέλειος διδάσκαλος̓ Ιησοῦς. τότε ου ν ἁγιάζονται οἱ ἐν τῷ ο ρει γινόμενοι, ο ταν ὑπὸ κυρίου ἀχθῶσιν εἰς αὐτό. τοῦτο δὴ τὸ ο ρος οὐχ ἡ τυχοῦσα ἀλλ' ἡ δεξιὰ τοῦ θεοῦ δύναμις οὐκ α λλη τοῦ μονογενοῦς̓ Ιησοῦ τυγχάνουσα κέκληται αὐτό. κτῆμα γὰρ ἀληθῶς̓ Ιησοῦ πᾶσα ἀρίστη γνώμη καὶ θεωρητικὴ τῆς ἀληθείας ε ξις, ο θεν καὶ οἱ ταύτας τὰς διαθέσεις κτώμενοι κτήματα τοῦ κυρίου καλοῦνται. 812 Ps 77, 61 Τάχα δὲ καὶ τεθνηκυίας αὐτὰς ἐν τοσαύτῃ φορᾷ θεηλάτων κακῶν ἐμακάρισαν μᾶλλον η ε κλαυσαν. 813 Ps 77, 66 Εἰς τὰ ὀπίσω αὐτοὺς ἐπάταξεν, ο πως μὴ ε μπροσθεν καὶ πρόσω ὠμότητος ἐλάσσωσιν ἀλλ' ἀναχαιτίσωσιν ἀπὸ τῆς ἀπανθρώπου καὶ πονηρᾶς ε ξεως αὐτῶν· οὐδένα γὰρ βούλεται ὁ θεὸς ἐν κακοῖς προκόπτειν, κηδόμενος δὲ αὐτῶν καὶ ο νειδος αἰώνιον παρέσχεν αὐτοῖς. ὀνειδίζονται δὲ οἱ ἁμαρτωλοὶ καὶ οὐ πρὸς α λλων μόνον ἀλλὰ καὶ ὑφ' αὑτῶν, ο ταν αι σθωνται ω ν δεδράκασι κακῶν. λέγει γοῦν πρός τινας ὁ θεὸς Αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν καὶ ἀπὸ ὀνειδισμοῦ ο λην τὴν ἡμέραν. οἱ γὰρ ἐπὶ τοῖς χειρίστοις καυχώμενοι εὐεργετοῦνται, ο ταν αἰσχυνθῶσι καὶ ὀνειδισθῶσιν ἐφ' οι ς ἐσεμνύνοντο. 814 Ps 77, 72 Τὸ τῆς ἀκακίας ο νομα οὐκ εὐήθειαν ἐνταῦθα σημαίνει ἀλλὰ στέρησιν κακίας καὶ τὸ α δολον. ο σοι ου ν τῶν ἀρχομένων μιμοῦνται ἀκακίαν τοῦ διδασκάλου, ποιμαίνονται ὑπ' αὐτῆς. ο πως δὲ μὴ ἐπιπλάστως τὸ α κακον ἐπιτηδεύων νομισθῇ ἀλλὰ ἀπὸ βελτίστης ε ξεως, ἐπιτελούμενον καρδίας ἀκακίαν ε χειν αὐτὸν ε φη.̔ Ωδήγησε δὲ καὶ α λλους τῇ τῶν χειρῶν αὐτοῦ συνέσει. διττὸν γὰρ καὶ τὸ τῆς συνέσεως ει δος, τὸ μὲν χειρῶν, τὸ δὲ νοῦ καὶ χειρός· ἡ γὰρ μετὰ σοφίας ὀνομαζομένη σύνεσις νῷ παραγίνεται. περὶ ταύτης λέγεταἱ Ο κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. ἡ δὲ τῶν χειρῶν πρακτικὴ καὶ ποιητικὴ τυγχάνουσα δηλοῦται ἐν τῷ Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ γὰρ ποιουμένη σύνεσις χειρῶν ἐστι· καὶ ταύτῃ ὁδηγεῖ τινας ὁ διδάσκαλος τοὺς μὴ τοσοῦτον λόγῳ ο σον πράξει ὠφελουμένους. Νοηθείη δὲ χειρῶν σύνεσις καὶ ὁ τῶν πρακτέων λόγος καθ' ο ν δυνάμεθα ἑκάστῳ τῶν κατὰ ἀρετὴν πραττομένων ἐπιστῆσαι λογικῶς. 815 Ps 78 αργ ῃιδε απολλ νρ. 127 816 Ps 78, 1– 3 Πρὸς δὲ διάνοιαν· η ποτε κλῆρος γενομένη θεοῦ ψυχὴ καὶ ναὸς χρηματίσασα μεταπεσοῦσα πεῖραν τῶν ἐγκειμένων ε λαβεν. η λθον γὰρ ἐπ' αὐτὴν ου σαν κληρονομίαν θεοῦ οἱ πάλαι μηδὲ κατὰ ποσὸν δυνάμενοι συνεγγίσαι αὐτῇ ἀόρατοι ἐχθροὶ ου ς ει πεν ε θνη διὰ τὸ ἀλλότριον τῆς τοῦ θεοῦ οἰκειώσεως. ταῦτα ου ν ἐγγίσαντα ἐμίαναν τὸν ἐν αὐτῇ α γιον τοῦ θεοῦ ναόν, φθείροντες αὐτὸν δι' ω ν ἐνῆκαν ἁμαρτημάτων. ο πως ου ν μὴ τοῦτο γένηται, γράφεταί τισιν Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθειρεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν, οι τινές ἐστε ὑμεῖς. Δυνατὸν δὲ καὶ τοὺς ἀκαθάρτους καὶ ἀπεριτμήτους λογισμοὺς ε θνη εἰπεῖν ἐλθόντας εἰς τὴν κληρονομίαν τήν ποτε οἰκειωθεῖσαν θεῷ ψυχήν, ο τε καὶ ἐμίαναν τό ποτε α γιον. εἰ δὲ τὰ συμβάντα κατά τινας καιροὺς τῷ χριστιανισμῷ α μα τοῖς ἁγίοις τόποις ἐνεργηθέντα ὑπὸ τῶν ἐθνῶν σημαίνει τὰ ἐγκείμενα, κρινέτω ὁ ἐντυγχάνων. Ου τοι δὲ οἱ ἀόρατοι ἐχθροὶ ε θνη καλούμενοι εἰς τοσοῦτον ι σχυσαν ὡς τήν ποτε πόλιν θεοῦ γενομένην ἐρημῶσαι, ὡς μηδενὸς ε τι καρποῦ ἐν αὐτῇ περιλειπομένου εἰς ὀπωροφυλάκιον αὐτὴν τεθῆναι. τὸ δὲ ὀπωροφυλάκιον, ὡς ἐν̔ Ησαΐᾳ γέγραπται, διὰ σικυήρατόν ἐστι· σίκυες δὲ καὶ πέπονες τούτου οἱ καρποί, Αἰγύπτια βρώματα α περ ἁμαρτάνων ὁ λαὸς ἐπεθύμει, καίτοι γε ε χων τὸ μάννα καὶ τὴν οὐράνιον τροφὴν ἀπὸ τοῦ θεοῦ ἀλλὰ καὶ τὰ θνησιμαῖα τῶν θεοῦ δούλων βρώματα καὶ τροφὴν θέσθαι τοῖς τοῦ οὐρανοῦ πετεινοῖς. ἡ γὰρ ἁμαρτοῦσα ψυχὴ ἡ τὴν εἰρήνην τοῦ θεοῦ ὁρῶσα, ο τε καλῶς διῆγεν̔ Ιερουσαλήμ, λογισμούς τινας ει χεν οι διὰ τὸ σπουδαῖον καὶ ἐνάρετον δοῦλοι ἐτύγχανον θεοῦ. ου τοι δὲ οὐ πάντῃ ε μειναν ἀντιποιούμενοι τῆς ἀφθάρτου ζωῆς, ἀλλὰ θνητόν τι προσείληφαν ἐν τῷ πράττειν τι ἐμπαθῶς. τοῦτο ου ν τὸ θνησιμαῖον βρῶμα γενόμενον τῶν πετεινῶν τῶν ἁρπαζόντων τὰ παρὰ τὴν ὁδὸν σπαρέντα, α ἑρμήνευσεν ὁ σωτὴρ τὸν πονηρὸν ει ναι καὶ τοὺς ἐκ τούτου νοσοποιουμένους. ου τοι γὰρ γῦπες καὶ νεοσσοὶ γυπῶν χρηματίζοντες θηρία γῆς ο ντα οὐ τοὺς ὁσίους ἀλλὰ τὰς σάρκας αὐτῶν κατεσθίει. ει τι γὰρ εὑρίσκεται σαρκῶδες καὶ ἐμπαθές, τρέφεται. Εἰ δὲ ἀνάγειν ταῦτα δυνατὸν εἰς τοὺς Χριστοῦ μάρτυρας, καὶ αὐτὸς ἐπιστήσεις· πολλῶν ἐν τοῖς διωγμοῖς βρῶσις ὀρνέων καὶ θηρίων βορὰ γεγενημένων, πλὴν τὰς ψυχὰς αὐτῶν οὐδὲ τὰ πνευματικὰ πετεινὰ τοῦ οὐρανοῦ οὐδ' αὐτὰ θηρία κατεδωδῆσαι δεδύνηται, οὐ παραδιδόντος τοῦ θεοῦ τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην.̓ Εκχέουσι δὲ αι μα οἱ αι τιοι γινόμενοι ἀναιρέσει ψυχῆς, ἀντὶ τοῦ τὴν ζωτικὴν αὐτῆς δύναμιν τροπικῶς αι μα καλουμένην, οὐ μακρὰν οὐδὲ πόρρω τῆς̔ Ιερουσαλὴμ ἀλλὰ κύκλῳ αὐτῆς. αυ τη δέ ἐστιν ἡ τῆς εἰρήνης ο ρασις. ἐπεὶ δ' ὁ σκανδαλιζόμενος ε ξω γίνεται τῆς Ιερουσαλήμ, τῆς τῶν δογμάτων ὀρθότητος, περὶ̔ αὐτὴν καὶ κύκλῳ αὐτῆς ἐκχεῖται αὐτοῦ τὸ προειρημένον αι μα, οὐδὲ ταφῆς α ξιος ω ν διὰ τὸ ὑπεραίρειν αὐτοῦ τὰ ἁμαρτήματα· τοιαῦτα δὲ τὰ μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας πταιόμενα. ἐπεὶ ου ν συνθάπτεται Χριστῷ ὁ βαπτιζόμενος, δεύτερον δὲ οὐκ ει η λουτρόν, εἰκότως οὐκ ε στι θάπτων τοὺς μετὰ λουτρὸν ἠσεβηκότας. 817 Ps 78, 4 Κατὰ ἀναγωγὴν δὲ γείτονας ἐρεῖς τοὺς αἱρετικούς· ε γγιστα γὰρ ἡμῶν τὰς οἰκήσεις ε χουσι διὰ τὸ ταῖς αὐταῖς δῆθεν ἐπανέχειν γραφαῖς. ου τοι ου ν ὀνειδίζουσιν ἡμᾶς σφᾶς μὲν αἱρετικοὺς ἀναγορεύοντας, ἡμᾶς δὲ ὡς ἀνδραποδώδεις εὐήθεις καὶ ἠλιθίους ἀποκαλοῦντες. κύκλῳ δὲ ἡμῶν ει εν̔ Ελλήνων οἱ σοφοὶ μυκτηρίζοντες καὶ χλευάζοντες ἡμᾶς ὡς ἀνεξετάστως καὶ μωρῶς πιστεύοντας. 818 Ps 78, 5– 6 Πεπαίδευκας, φησίν, τοὺς̓ Ιουδαίους ἱκανῶς· η δη ποτὲ μετάγαγε τὴν ὀργήν σου ἐπὶ τὰ ε θνη τὰ δυσσεβῆ καὶ ἐπὶ βασιλείας ἀλλοτρίας τοῦ σοῦ σεβάσματος. 819 Ps a Κατὰ δὲ ἀναγωγήν· εἰ περὶ ἀοράτων ἐχθρῶν ει η ὁ λόγος, κατέφαγον ου τοι τὸν τῶν φαύλων ποτὲ γενόμενον πτερνιστὴν ἐφ' ῳ καὶ ὁ τόπος αὐτῶν ἠρημώθη. τόπος δ' ἑκάστου ἡ ὑπόθεσις ου ει λατο βίου· ὁ γὰρ σώφρων τρόπον τινὰ οἰκεῖ τὴν σωφροσύνην. λέγομεν ου ν τινας οἰκεῖν τὸν τῶν σωφρόνων τόπον καὶ α λλους τὴν δικαίων τάξιν. ἐὰν ου ν συμβῇ καταβρωθῆναι ὑπὸ ἐχθρῶν τοὺς τὰς ε ξεις ταύτας περιέποντας, ἐρημωθήσεται ἡ τάξις καὶ ὁ τόπος αὐτῶν. λέγομεν ου ν ἐν ἐκκλησίᾳ ἐπισκόπου καὶ πρεσβυτέρου τόπον. ὡς ου ν̓ Ιησοῦ τροφὴ οἱ σῳζόμενοι, ου τω βρῶσις τῶν πονηρῶν οἱ ἀπολλύμενοι. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ ἐν α λλοις ει πομεν μηδένα ἐξομολογεῖσθαι ἐφ' οι ς ε τι πράττει κακῶς ἀλλ' ἐφ' οι ς πάλαι ἐνήργησεν, ο τι προέκειτὁ Αμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. καὶ νῦν ου ν οἱ μετανοοῦντες τὰς πεπαυμένας ἀνομίας αὐτῶν καὶ διὰ τοῦτο ἀρχαίας ου σας ἀξιοῦσι μὴ μνημονεύεσθαι ὑπὸ τοῦ θεοῦ. ἀεὶ γοῦν οἱ αἰσθητικοὶ οὐκ ἐπὶ νεαροῖς ἀλλὰ παρῳχηκόσιν ε ργοις παρακαλοῦσι θεόν,̔ Ημάρτομεν ἠδικήσαμεν ἠνομήσαμεν λέγοντες· ἐναντίον γὰρ τῷ μετανοοῦντι τὸ ε τι ἁμαρτάνειν. 820 Ps 78, 8b– 9a̓ Επτωχεύσαμεν σφόδρα πεσόντες ἀπὸ τοῦ πλούτου τῆς ἀρετῆς καὶ γνώσεως, δέσποτα· ο θεν παρακαλοῦμεν καταξιῶσαι οἰκτειρῆσαι ἡμᾶς, μὴ εἰς τὸ μέλλον ἀλλ' η δη καὶ ταχέως. πατὴρ γὰρ τῶν οἰκτιρμῶν ει καὶ θεὸς πάσης παρακλήσεως, καὶ ἱκανοὶ οἱ οἰκτιρμοί σου πάλιν πλουσίους ἡμᾶς ἀποδεῖξαι. ὑπάρξεται δὲ ἡμῖν ῥᾷστα τοῦτο, βοηθοῦντος σοῦ καὶ σῴζοντος· η δη γὰρ πολλάκις βοηθοῦντος σοῦ καὶ σωτῆρος πεῖραν ἀνέσχομεν. 821 Ps 78, 9b– 10 Εἰ καὶ μὴ α ξιοι ἡμεῖς τοῦ ευ παθεῖν διὰ τὸ ἁμαρτίας ει ναι περὶ ἡμᾶς, ἀλλά γε ἐπειδὴ τὸ σὸν ο νομα ἐπικέκληται ἡμῖν (ἐσμὲν γὰρ κληρονομία καὶ λαός σου), ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ο πως δοξασθῇ τὸ ο νομά σου. οὐ φέρομεν γὰρ τὸν ὀνειδισμὸν τῶν ἐθνῶν λεγόντων Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. κρατοῦσι γὰρ ἡμῶν ῃ ἡμάρτομεν, ὀνειδίζουσι δὲ καὶ τὸ ο νομά σου οἰόμενοί σε ἡττηκέναι τῷ ἡμᾶς ὑποχειρίους ε χειν. 822 Ps 78, 11 Πρὸς δὲ τροπικὴν διάληψιν· οἱ σειραῖς τῶν ἰδίων ἁμαρτημάτων σφιγγόμενοι πεπέδηνται, ἀλλ' ἐν συναισθήσει γενόμενοι τοῦ βάρους ω ν περίκεινται πεδῶν, δι' α ς ἐμποδίζονται καὶ τρέχειν ἐπὶ σωτηρίᾳ καὶ ἐνεργεῖν τὰ συντείνοντα πρὸς εὐδαιμονίαν, στενάζουσι σφᾶς ὁλοφυρόμενοι. διὸ καὶ ευ χονται γνωσθέντα τῷ θεῷ τὸν στεναγμὸν αὐτῶν εἰσιέναι ἐνώπιον αὐτοῦ. ου τω γὰρ κινῆσαι τὴν ἑαυτοῦ ἀγαθότητα ἐπινεύσει πρὸς τὸ διαρρῆξαι τοὺς δεσμοὺς αὐτῶν· Κύριος γὰρ λύει πεπεδημένους. περιποιήσεται δὲ αὐτοὺς εἰς ζωὴν μακαρίαν, α γων κατὰ τὴν μεγαλωσύνην τοῦ θεοῦ λόγου ο ντος αὐτοῦ βραχίονος, ο πως, εἰ καὶ τεθανατωμένων υἱοὶ ἀνθρώποις ἐφάνησαν, ἀλλά γε δειχθῶσι τέκνα τυγχάνοντες ζώντων. οἱ γὰρ θανατωθέντες πατέρες αὐτῶν ὑπὸ τῶν ἐχθρῶν ζῶντές εἰσι παρὰ κυρίῳ, ο σιοι καὶ δοῦλοι αὐτοῦ τυγχάνοντες. 823 Ps 78, 12̓ Επειδὴ ὁ ἑπτὰ ἀριθμὸς καταπαύσεως σύμβολον ε χει, βούλονται τὴν ἀνταπόδοσιν ἐπὶ τῷ περιγραφῆναι τὴν ἀσέβειαν αὐτῶν, ἐφ' ῃ ὠνείδισαν θεὸν καὶ ὠμῶς προσηνέχθησαν τοῖς δούλοις αὐτοῦ, ἐπαχθῆναι. οὐ γὰρ ἐπαναιρέσει τῶν κολαζομένων οἱ θεὸν ἀγαθὸν ἐπιστάμενοι ἐπιφέρεσθαι βούλονται τὰς κολάσεις ἀλλ' ἐπὶ τῷ ἀργῆσαι τῶν ε ργων ἐκείνων οι ς ἐξ ἀνάγκης ἀκολουθεῖ τιμωρία. ἀργίας δὲ σύμβολον ὁ σαββατικὸς ἀριθμός. 824 Ps 78, 13 Επεὶ λαός σου χρηματίζομεν ἡμεῖς καὶ̓ πρόβατα νεμόμενα τὴν σὴν νομὴν περὶ η ς ει ρηται τὸ Εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει (δηλονότι τὸ Χριστοῦ πρόβατον) α ς ᾐτήσαμεν εὐεργεσίας, κατὰ τὴν μεγαλωσύνην σου ποίησον, ἐφ' αι ς ὡς η δη παρούσαις χαριστηρίως ἀνθομολογησόμεθά σοι διὰ βίου· τοῦτο γὰρ ἐπὶ τοῦ παρόντος τὸ Εἰς αἰῶνα δηλοῖ. εἰ δὲ καὶ τὸ συνήθως ἐκλαμβανόμενον τοῦ αἰῶνος ἐκλαμβάνοιτο, ἐρεῖς μὴ μόνον ἐν τῷ παρόντι ἀλλὰ καὶ ἐν τῇ μελλούσῃ ζωῇ εὐχαριστέον τῷ θεῷ. Τὸ δὲ Εἰς γενεὰν καὶ γενεὰν δύναται ἁπλούστερον λέγεσθαι ἀντὶ τοῦ Καὶ εἰς ε τη καὶ διαδοχὰς ἀνθρώπων πλείονας. μυστικώτερον δὲ ἐρεῖς ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι βίῳ, η ἐν ἀμφοτέραις ταῖς γενεαῖς τῇ τε ἐκ περιτομῆς καὶ τῇ κλήσει τῶν ἐθνῶν, ο πως καὶ αυ ται μάθωσι θεὸν ὑμνεῖν. 825 Ps 79, 2– 4 Ο τοῦ Ισραὴλ ποιμὴν οὐκ α λλος ἐστὶ τοῦ εἰπόντος̓ Εγώ εἰμι ὁ̔̓ ποιμὴν ὁ καλός, νέμων τοὺς ε χοντας νοῦν ὁρῶντα θεόν. ὁδηγεῖ δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν προστιθεμένους ὡσεὶ πρόβατα, τουτέστιν ὡς τὰ ἑαυτοῦ πρόβατα, τοὺς̓ Ισραηλίτας· Ιωσὴφ γὰρ ἑρμηνευόμενος κυρίου πρόσθεσις σημαίνει τοὺς ἀπὸ τῶν̓ ἐθνῶν τοῖς ἐκ περιτομῆς προστιθεμένους. ε θος δὲ τοῖς παλαιοῖς μόνοις τοῖς ἡμέροις τάττειν ἀντὶ τῆς βασιλέων προσηγορίας τὴν ποιμὴν φωνήν. ἀμέλει γοῦν καὶ ἐκ ποιμένων ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὸ βασιλεύειν ι ενται ἀρχὴν προεθιζόμενοι καὶ ἡγεμονεύειν ἐν ταῖς ἀγέλαις τῶν εὐτελεστέρων ζώων, ι να προκόψαντες διαβῶσιν ἐπὶ τὸ καὶ λαῶν ἡγήσασθαι. Καθήμενος δ' ἐπὶ τῶν χερουβὶμ ὁ κύριός ἐστιν, ὡς ἐν τῷ̔ Ιεζεκιὴλ παρίσταται. ἐφέζεται δὲ τοῖς η τοι ζῴοις ου σι τετευχόσι ταύτης τῆς προσηγορίας ἀπὸ τῆς προσούσης αὐτοῖς σοφίας (πλῆθος γὰρ γνώσεως ἑρμηνεύεται τὰ χερουβίμ), η αὐτῇ τῇ ἀρετῇ ἐφίδρυται ἐν οι ς α ν εὑρίσκηται τυγχάνουσα· ἐνυπάρχει δὲ πᾶσι τοῖς φωτίσασιν ἑαυτοῖς φῶς γνώσεως οι ς ε λαμψεν ὁ θεὸς ἐν ταῖς καρδίαις πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. τοῦτον ου ν τὸν βασιλικῶς ἱδρυμένον ἐπὶ τῶν χερουβὶμ παρακαλεῖ ὁ τῶν ἁγίων χορὸς ἐμφανῆναι καὶ ἐπιλάμψαι ἐναντίον τῶν καρποφορούντων τὴν ἀρετὴν καὶ τῶν υἱῶν τῆς δεξιᾶς τοῦ θεοῦ διὰ δεξιῶν ε ργων καὶ νοημάτων καὶ λόγων γεγενημένων καὶ τῶν ἀπομαθόντων τὴν τῶν κακῶν ει δησιν α μα ταῖς ἐνεργείαις αὐτῶν. ου τοι γὰρ ἀληθῶς λήθην τῶν κακῶν λαβόντες ἐν ὑπομνήσει τῶν ἀγαθῶν ἐληλύθασιν.̓ Εφραῒμ γὰρ καρποφορία, Βενιαμὶν δὲ δεξιᾶς υἱός, Μανασσὴς δὲ ἀπὸ λήθης ἑρμηνεύεται. φασὶ τοίνυν·̓ Επεὶ βασιλεὺς ὑπάρχεις δυναστείαν ε χων μεγίστην διεγείρας καὶ ἐξεγείρας αὐτήν, η κε, ω δέσποτα, εἰς τὸ σῶσαι ἡμᾶς· οὐκ α λλως γάρ ἐστι σωτηρίας τυχεῖν η σοῦ πρὸς ἡμᾶς ἐληλυθότος ἐπιστρέψαι ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ τῆς αἰχμαλωσίας, κύριος τῶν δυνάμεων τυγχάνων κατὰ τὸ ἑξῆς ἐπιφερόμενον. 826 Ps Ω δέσποτα παμβασιλεῦ, κυριεύων τῶν οὐρανίων στρατευμάτων, ε ως πότε οὐκ ἐπιλάμπεις μοι ο ποθῶ σου πρόσωπον ἰδεῖν; ὀργιζομένῳ γὰρ ε οικας ἐμοὶ τῷ δούλῳ σου· διὸ δέομαί σου· καταλλαγείς μοι τῷ σῷ θεραπόντι, ο ρεξον τὸ περὶ ου ἐδεήθην. πάνυ γὰρ αὐτοῦ διψῶ ε ρωτι ἀκατασχέτω.̓ Οργιζομένου δὲ σοῦ ἐπὶ τῇ προσευχῇ, ῃ ἀνεπέμψαμεν εἰς κλαυθμὸν καὶ θρῆνον τραπέντες, τοσοῦτον πλῆθος δακρύων φέρομεν παρὰ τὸν τῆς τροφῆς καιρόν, ὡς α ρτον δακρύων ἐσθίειν καὶ πίνειν μετὰ δακρύων ὀλίγον καὶ μεμετρημένον πότον. 827 Ps 79, 6– 8̓ Επεὶ ὁ ὑπὲρ ἀρετῆς πόνος καὶ κλαυθμὸς τρόφιμός ἐστιν, αὐτοῦ τούτου τοῦ κλαυθμοῦ τὰ δάκρυα α ρτου δίκην ἐσθίομεν. ἀλλὰ καὶ πίνομεν αὐτὰ ἐν μέτρῳ. τὸ δὲ̓ Εν μέτρῳ παρίστησι τὸ μὴ ἀεὶ καὶ ἐπ' α πειρον δακρύειν. τοὺς γὰρ ὑπὲρ τῶν καλῶν πόνους διά τι γινομένους ἀνάπαυσις καὶ ἱλαρὰ κατάστασις διαδέξεται. εἰς τοῦτο λήψῃ τὸ Μακάριοι οἱ κλαίοντες νῦν, ο τι γελάσονται· καὶ τὸ Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. οἱ γὰρ σπείροντες μεθ' ἱδρώτων καὶ δακρύων τὴν ἀρετὴν μεμετρημένον ε ξουσι τὸν κλαυθμόν, ἐν ἀγαλλιάσει θερίζοντες· μετ' αὐτὸν γὰρ γελάσονται. Εθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. ει ρηταἰ Αντιλογίας ἐγείρει πᾶς κακός· καὶ ὁ σωτὴρ δὲ πρὸς τὸν ἁμαρτάνοντα λαὸν ἐκπεπετακέναι τὰς χεῖρας ἀπειθοῦντας καὶ ἀντιλέγοντας ει πεν. ου τοι δὲ οἱ γείτονες ἐχθροὶ τυγχάνουσιν οι ς ἀντιλέγουσιν. ἐκμυκτηρίζουσιν αὐτοὺς χλευάζοντες καὶ διασύροντες τοὺς συνετοὺς αὐτῶν λόγους. ἐντολὴν γοῦν ὁ σοφὸς ει ληφεν εἰς ω τα α φρονος μηδὲν λέγειν, ο πως μὴ μυκτηρίσῃ ὁ α φρων τοὺς συνετοὺς τοῦ σοφοῦ λόγους. ἀλλὰ καὶ μυκτηρίσουσι τοὺς θεὸν ἐπιβοωμένους.̓ Αλλά γε αὐτοὶ ε τι μᾶλλον παρακαλοῦντές φασι Κύριε ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον δή, λυτρούμενος τὴν αἰχμαλωσίαν ἡμῶν ἀπὸ τῶν καταδυναστευόντων· τευξόμεθα δὲ τοῦ ἀγαθοῦ τούτου, εἰ ἐπιφάνας σου τὸ πρόσωπον αἰώνιον ἡμῖν σωτηρίαν ὀρέξεις. 828 Ps 79, 6– 14 Πρὸς ἀλληγορίαν· ἡ ψυχὴ τότε τὴν Αι γυπτον οἰκεῖν λέγεται, ο ταν τοῖς αἰσθητοῖς καὶ τοῖς τῆς σαρκὸς ε ργοις ἐπιδιατρίβῃ. μεταίρει δὲ αὐτὴν ἀπὸ τῆς Αἰγύπτου θεὸς ἀποσπῶν αὐτὴν τῶν ὑλικῶν ἁπάντων, ο τε καὶ μεταφυτεύσει αὐτὴν ἀπὸ τῆς προτέρας φαύλης φυτείας εἰς ἀμείνονα γῆν. αυ τη δέ ἐστιν ἡ κατὰ ἀρετὴν ε ξις. ὡδοποίησε δὲ ε μπροσθεν αὐτῆς, ταύτης τῆς ψυχῆς τροπικῶς ἀμπέλου καλουμένης, νόμον σωτήριον καὶ φωτεινὰ προστάγματα δεδωκὼς ἐπὶ τῷ ὁδεῦσαι ἐπὶ τὴν ἀγαθὴν γῆν· αυ τη δέ ἐστιν ἡ παντελὴς ἀρετή. Εἰ δέ σοι καλῶς ε χειν δοκεῖ Αι γυπτον πνευματικὴν τὸν περὶ γῆν ἐκλαβεῖν κόσμον ἐν ῳ ἡ ψυχὴ προσπαθοῦσα ταῖς αἰσθητοῖς καὶ προσκαίροις πεφύτευται, ἐκλάβοις μεταφύτευσιν τὴν ἐν ἐπουρανίοις καὶ νοητοῖς ι δρυσιν αὐτῆς, τοῦ θεοῦ αἰτίου αὐτῇ τοῦ τηλικούτου ἀγαθοῦ γινομένου διὰ τὸ ὁδοπεποιηκέναι ε μπροσθεν αὐτῆς τῷ δεδωκέναι τὴν πνευματικὴν τῶν θεοπνεύστων γραφῶν διάληψιν.̓ Εκάλυψεν ο ρη ἡ σκιὰ αὐτῆς. ἐσκέποντο γὰρ ο τι ευ διῆγεν ὑπ' αὐτῆς οἱ ὑψηλόν τι καὶ διηρμένον πολιτείας ε χοντες ο ρη καλούμενοι. ἀλλὰ καὶ οἱ δι' εὐτονωτέρου βίου στερροὶ καὶ ευ τονοι γεγενημένοι ὡς χρηματίσαι θεοῦ κέρδους ἐκαλύπτοντο ὑπὸ τῶν ἀναδενδράδων αὐτῆς τρόπον τινὰ ὑποβασταζομένων ὑπ' αὐτῶν. εὐκλήματος δ' ου σα ἡ α μπελος αυ τη ἐπὶ μήκιστον ἠφίει τὰ κλήματα, ὡς θαλάσσαις αὐτὰ πλησιάζοντα μὴ ὑφίστασθαι βλάβην τῷ καὶ παρ' αὐτοῖς τοῖς πειρασμοῖς καὶ κλύδωσι τοῦ βίου ὀνομαζομέναις θαλάσσαις τροπικῶς καρποφορεῖν. ἠφίει δὲ καὶ τὰς παραφυάδας αὐτῆς ε ως καὶ αὐτῶν τῶν ποταμῶν τῶν ποτιζόντων αὐτὴν ἐπὶ τῷ τὸν κατάλληλον καρπὸν ἀποδοῦναι. κλήματα δὲ αὐτῆς ει εν οἱ συμπεφυκότες τῇ̓ Ιουδαϊκῇ λατρείᾳ, οι διὰ τὸ ἐμμένειν τῷ νόμῳ καρποφοροῦσι τυγχανουσῶν παραφυάδων αὐτῆς τῶν προσηλυτευόντων. Εἰ δὲ α μπελος ει η ἡ τοιάδε ψυχὴ ὑπὸ θεοῦ γεωργουμένη τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ε χουσα ἐν τῷ λόγῳ, καθ' ο ν ἐστι λογικὴ τὸν εἰπόντἀ Εγώ εἰμι ἡ α μπελος ἡ ἀληθινή, καταφυτεύσει θεὸς τὰς διαφόρους σχέσεις καὶ δυνάμεις αὐτῆς, ῥίζας τροπικῶς ου σας, ἐν ταῖς ποικίλαις ἐπινοίαις τοῦ μονογενοῦς. αυ τη τοιγαροῦν ἡ α μπελος ὑψουμένη διὰ τὸ καλῶς γεωργεῖσθαι καλύψει τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα ο ρη ὀνομαζόμενα σκιᾷ τῇ ἑαυτῆς. ε στι δὲ αυ τη ἡ ἐνταῦθα πολιτεία καὶ γνῶσις ὑπαρχθῆναι δυνάμεναι σκιὰν καὶ τύπον φέρουσαι τῆς ἀληθοῦς μετὰ ταῦτα καταστάσεως αὐτῆς. ἐκτείνει δὲ καὶ τὰς παραφυάδας αὐτῆς τὰς παραφυείσας ταῖς δυνάμεσιν αὐτῆς ἀρετὰς ε ως τῶν ποτίμων τοῦ θεοῦ λόγων καλουμένων ποταμῶν. δύνανται δὲ καὶ α λλως παραφυάδες αὐτῆς καλεῖσθαι, ο σα παραφύεται αὐτῇ ἐπ' ὠφελείᾳ ἐκ τῆς α λλης παιδεύσεως. ο ν γὰρ τρόπον αἱ παραφυάδες πιαίνονται καὶ πιότητος μεταποιοῦνται ἐκ τοῦ φυτοῦ ῳ παρέφυσαν, ου τω τὰ ἐξ α λλης μαθήσεως παραφυόμενα αὐτῇ πιαίνεται ἐκ τῆς προηγουμένης διδασκαλίας αὐτῆς, αἰχμαλωτιζομένου παντὸς ὀνόματος εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ινα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; ο ταν ὁ ἀμπελὼν καρποφορεῖ, ἐν τῇ σκηνῇ τυγχάνει ὁ φύλαξ τῆς σταφυλῆς. ἀκαρπίας δὲ ὑπαρχούσης, ἐγκαταλείπει τὴν σκηνήν. Καὶ τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν, οὐχ οἱ πορευόμενοι. εἰσὶ δὲ ου τοι ψευδοδιδάσκαλοι καὶ τὰ τῆς πλάνης πνεύματα. τρυγῶσι δὲ αὐτὴν ε χουσαν σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· γέγονε γὰρ τοιούτων οἰκιστική. καὶ ο τε μὲν ἀντὶ τῶν ἠθικῶν ἀρετῶν πάθη καρποφορεῖ, ἀκάνθας ἀντὶ σταφυλῶν η γαγεν· ο τε δὲ περὶ τὰ τῆς γνώσεως ἁμαρτάνει, σταφυλὴν χολῆς καὶ βότρυν πικρίας φέρει.̓ Ελυμήνατο αὐτὴν υ ς ἐκ δρυμοῦ. τὰ λυμαινόμενα αὐτὴν η τοι τὰ α λογα καὶ α γρια πάθη αὐτῆς ἐστιν, η αἱ ἐκτεθηριωμέναι καὶ πονηρόταται δυνάμεις. καὶ τάχα υ ς ει ναι δύναται αἱ αἰσχραὶ ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ αι καὶ διὰ τὸ ἀκάθαρτον ἐν δρυμῷ τουτέστιν ἀκάρποις φυτοῖς λοχῶνται· περὶ γὰρ τὰς ἀλόγους ὁρμὰς καὶ φαντασίας τὰ πάθη ταῦτα ἐγκρύπτεται, θυμοὺς δὲ καὶ ὀργάς, εἰ καὶ ὡς γενομένας ἀποσημαίνειν δύναται ἡ τοῦ ἀγριωτέρου μονιοῦ προσηγορία. μονιὸς δὲ ὁ α γριος ο νος, ὡς α ν τις ει ποι Τὸ θυμικὸν αὐτῆς ἐπιβήσεται. 829 Ps̓ Ανὴρ πολλάκις, ο δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος καὶ μὴ ἀποβαλὼν τὸ ει ναι ο η ν, προσηγόρευται παρὰ τῇ θείᾳ γραφῇ·̓ Ιδοὺ γὰῤ Ανατολὴ ο νομα αὐτῷ, καὶ ὀπίσω μου ε ρχεται ἀνήρ. εἰ ου ν ἐπὶ τοῦτον τὸν α νδρα καθὸ γέγονεν α νθρωπος ἡ ποιητικὴ σημείων καὶ τεράτων θεοῦ χεὶρ γενηθείη δεξιὰ τυγχάνουσα (αυ τη δέ ἐστιν ὁ θεὸς λόγος), ἀντὶ τοῦ εἰ ἑνωθείη σαρκὶ καθ' ὑπόστασιν ψυχὴν λογικὴν ἐχούσῃ καὶ δι' αὐτῆς εὐεργήσειε τὰς θεοσημείας, τοσαύτη βελτίωσις περὶ ἡμᾶς ε σται ὡς μὴ ἀποστῆναί σου. ου τω γὰρ μετέχοντές σου ζωοποιηθησόμεθα καὶ τὸ σὸν ἐπικαλεσόμεθα ο νομα. ἐκ τούτου γὰρ ἀκολουθήσει καὶ σωτηρία ἡμῖν· Πᾶς γὰρ ο ς α ν ἐπικαλέσηται τὸ ο νομα κυρίου σωθήσεται. 830 Ps 80 αργ̓ Επεὶ τάγματά εἰσι πολλὰ τῶν ὑπὸ Χριστοῦ βελτιουμένων οι καὶ κλήματα αὐτοῦ ει ρηνται ο ντος ἀμπέλου ἀληθινῆς, ποικίλαι ει εν ληνοὶ τουτέστιν ἐπαγγελίαι, εἰς α ς ἀποθλιβόμενος ὁ καρπὸς αὐτῶν οι νον ποιεῖ εὐφραίνοντα καρδίαν ἀνθρώπου. ἐπειδὴ δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ἀμπελὼν ει ρηται (περὶ γὰρ αὐτῆς ἀρθείσης ἀπὸ τῶν̔ Εβραίων καὶ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασι δοθείσης ει ρηται τοῖς̓ Ιουδαίοις̓ Αρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν– η ν ἀμπελὼν ἐν τῇ παραβολῇ ὑπῃνίξατο– καὶ δοθήσεται ε θνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς), ταύτης τῆς ἀμπέλου καρποὶ καὶ βότρυες ἡ τῶν νοημάτων φορά· ου σπερ καρποὺς αἱ διάνοιαι τῶν πιστευόντων παραλαβοῦσαι οι α θεῖαι ληνοὶ ἐκθλίψασαι ποιήσουσιν οι νον, ἀφ' ου πίεται ὁ δυνάμενος εἰπεῖν θεῷ Εδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Καταλλήλως δὲ τῇ ἐπιγραφῇ καὶ ὀγδοηκοστὸς ὁ ψαλμὸς τέτακται, τοῦ ἀριθμοῦ τούτου ὀγδοάδας δεκάδων περιέχοντος ὡς σύμβολον φέρειν τῆς ἀναστάσεως τοῦ κυρίου ἐν τῇ κυριακῇ ὀγδοῇ ου σῃ ἡμέρᾳ ἐπιτελεσθείσης. οὐ πρῶτος δὲ ου τος̔ Υπὲρ τῶν ληνῶν ἐπιγέγραπται ἀλλὰ καὶ ὁ ο γδοος. καὶ αὐτὸς διὰ τὴν εἰρημένην διάνοιαν ἐν τάξει τοῦ ὀγδόου ἀριθμοῦ τεταγμένος. 831 Ps 80, 2 Καὶ ἐπεὶ διὰ τοῦ θανάτου ἑαυτοῦ βοηθῶν ἡμῖν̓ Ιησοῦς κατέλυσε τὸν τὸ κράτος ε χοντα τοῦ θανάτου διάβολον, ἀλαλάζομεν ἐπικερτομοῦντες κατὰ τοῦ καταργηθέντος τυράννου, τῷ τὴν βοήθειαν παρασχόντι ἀγαλλιώμενοι. 832 Ps 80, 3̓ Επεὶ τὸ τύμπανον ἐκ δορᾶς νενεκρωμένου ζῴου ὑπάρχει, βούλεται ἡμᾶς νεκρώσαντας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ̓ Ιησοῦ ἐν τῷ σώματι περιφέροντας τύμπανον κατασκευάσαι ἑαυτοῖς, ο περ δώσομεν ἀντὶ ψαλμοῦ. οὐ λαμβάνομεν τῷ παρερχομένῳ αὐτόν· οὐ μόνον δὲ τύμπανον ἀποδοῦναι πρὸς τὸν ψαλμὸν προστάττει ὁ λόγος ἀλλὰ καὶ ψαλτήριον καὶ κιθάραν. ε στι δὲ καθὰ ἐν ἑτέροις ει ρηται ψαλμοῖς ψαλτήριον διὰ τὸ εὐθὺ καὶ ἀκαμπὲς ει ναι καὶ ἐκ τῶν α νωθεν ἀποδιδόναι τὸν η χον τὸ πνεῦμα ει ναι τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, τῆς ψυχῆς δηλουμένης διὰ τῆς κιθάρας τῷ τεταμένας τὰς αἰσθήσεις καὶ τῆς ψυχῆς τὰς δυνάμεις αὐτῆς ἐμμελῆ καὶ μουσικὴν τῶν ἐνεργειῶν ἀποτελεῖν τὴν φθογγήν. εἰ τοίνυν τὸ ψαλτήριον τὸ πνεῦμα καὶ τὴν ψυχὴν ἡ κιθάρα καὶ τὸ σῶμα τὸ τύμπανον αἰνίττεται, λαμβάνομεν τὸν λόγον θεῖον
Ps 321
καὶ πράξεις ἐνεργεῖν. 833 Ps 80, 6– 8b Κατὰ δὲ ἀναγωγὴν ε χει ου τως· τὸ πρόσταγμα τὸ δηλοῦν τὸ πνευματικὸν βούλημα τῆς σκιώδους ἑορτῆς μαρτύριον τέθειται ὑπὸ κυρίου τοῖς ὑπὸ ἐθνῶν προστεθειμένοις τῷ εὐαγγελίῳ. τούτους γὰρ ἀποσημαίνειν ἡ τοῦ Ιωσὴφ ὀνομασία καὶ πρότερον ει ρηται. ου τοι γὰρ τὰ πάθη καὶ τὰς κακίας καὶ̓ αὐτὸν τὸν περὶ γῆν τόπον τῷ φρονήματι καταλιπόντες ε ξω τῆς Αἰγύπτου τῆς τροπικῆς ε σπευσαν γενέσθαι, α μα δὲ τῷ ἐξιέναι ταύτην η ν πρότερον ἠγνόουν γλῶτταν τουτέστι διάλεκτον η κουσαν. τούτου δὲ τοῦ παραδόξου τὰ σύμβολα ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων φέρεται, ο τε ὀφθεισῶν ὡσεὶ πυρὸς γλωσσῶν ὡς καθίσαι αὐτὰς ἐφ' ε να ε καστον τῶν πιστευόντων ἐξαπιναίως ε καστος τῇ ἰδίᾳ διαλέκτῳ η κουσε λαλούμενα πρὸς διαφόρων φωνῶν τὰ μεγαλεῖα τοῦ θεοῦ· ἀλλ' οἱ τούτου τοῦ χαρίσματος τυχόντες ἀπέστησαν ἀπὸ α ρσεων τὸν νῶτον τῆς ψυχῆς αὐτῶν, οὐκέτι αι ρειν ὑπομένοντες τὰ ὑλιπὰ καὶ πηλώδη τῆς τροπικῆς Αἰγύπτου πράγματα. ἐδούλευσαν γὰρ ἀλλ' οὐ δουλεύσωσιν ἐν τῷ κοφίνῳ αἱ χεῖρες αὐτῶν, τῶν πράξεων αὐτῶν α ς χεῖρας ει πεν οὐκέτι ἀχύρου καὶ πλίνθου ἐφαπτομένων ἀλλ' αἱρουσῶν εὐγενῶς καὶ ἐλευθερίως τινὰ τῶν κοφίνων, ω ν ἐπλήρωσεν̓ Ιησοῦς ἀφ' ω ν ε κλασεν α ρτων. τὰ γὰρ καταλειφθέντα κλάσματα κοφίνων πληρώματα γεγένηνται ἀφ' ω ν τρέφουσι τοὺς μαθητευομένους οἱ βαστάζοντες τοὺς πνευματικοὺς τούτους κοφίνους. Καταιγὶς πολλάκις ἐπὶ πειρασμοῦ λαμβάνεται. ἐπεὶ ου ν θεὸς πάρεστι τοῖς πειραζομένοις οὐ φανερῶς ἀλλὰ κεκρυμμένως, δέον ἐπικαλεῖσθαι τὸν πειραζόμενον, ο πως ἐπακούσας αὐτοῦ ὁ θεὸς ῥύσηται αὐτὸν ἐκ τῆς παρούσης αὐτοῦ θλίψεως. 834 Ps 80, 12 Καὶ οὐκ η κουσεν ὁ λαός μου τῆς φωνῆς μου. τὸ ἀκοῦσαι οὐ μόνον αἰσθηθῆναι φωνῆς σημαίνει ἀλλ' ε σθ' ο τε καὶ τὸ πεισθῆναι τῷ λέγοντι κατὰ τὸ Οὐκ η κουον φωνὴν παιδεύοντός με, τουτέστιν οὐ συγκατετιθέμην ταῖς προστάξεσι τοῦ παιδεύοντος. δηλοῖ δὲ ἡ ἀκούειν φωνὴ καὶ τὸ συνιέναι καὶ νοῆσαι.̔ Ο ε χων γάρ φησιν ω τα ἀκούειν ἀκουέτω, ῳ ι σόν ἐστιν̔ Ο ε χων σύνεσιν συνέτω. λαὸν δὲ αὐτοῦ φησιν αὐτὸν η τοι εἰς ευ νοιαν αὐτοὺς διεγείρων η βαρύνων καὶ ἐπιτείνων τὸ ε γκλημα αὐτῶν· μονονουχὶ λέγων, εἰ ε τερον ε θνος ἐτύγχανε, συγγνώμην α ν ει χον μὴ ἀκούοντες τῆς ἡμετέρας φωνῆς ο ντες ἀήθεις, νῦν δὲ ἀσύγγνωστα τιμωρηθείη– οὐ μόνον δὲ Οὐκ η κουσε τῆς φωνῆς μου ὁ λαός μου ἀλλ' οὐδὲ προσέσχε μοι, καίτοι νοῦν ε χων δυνάμενον ὁρᾶν ἐμέ, ι να, εἰ καὶ τῆς φωνῆς καταφρονεῖ, ἀλλά γε κα ν αἰσχυνθῇ με προσβαλών μου τῇ αὐθεντείᾳ εὐκαίρως εὐαγγελικὴν λέξιν μὴ νοουμένην ὑπὸ τῶν ἑτεροδόξων καὶ ταῦτα διακοπτόντων τὴν θεότητα σαφηνίσαι καλόν, τοῦ σωτῆρος τοῖς̓ Ιουδαίοις λέγοντος περὶ τοῦ πατρὸς Οὐδὲ φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε ου τε ει δος αὐτοῦ ἑωράκατε. μὴ νοήσαντες οἱ αἱρετικοὶ τὸ λεχθέν φασι (τῶν̓ Ιουδαίων τοῦ θεοῦ τὴν φωνὴν ἀκηκοότων τοῦ τὸν κόσμον πεποιηκότος καὶ τὸ ει δος αὐτοῦ ἑωρακότων) κατὰ τὰς ἀναγραφείσας παρ' αὐτοῖς ἀποφανείας· ἐλέγχων ὁ σωτὴρ μηδέποτε φωνὴν αὐτοὺς ἀκηκοότας θεοῦ μήτε ει δος αὐτοῦ ἑωρακότας α λλῳ προσέχειν θεῷ ου καὶ φωνὴν η κουσαν καὶ ει δος ἑωράκασιν. ἠπατήθησαν δὲ οἱ ἑτερογνωμονοῦντες τὸ πολύσημον τῆς ἀκούειν φωνῆς ἠγνοηκότες. εἰ γὰρ καὶ η κουσαν θεοῦ φωνῆς οἱ̓ Ιουδαῖοι νόμον παρ' αὐτοῦ λαβόντες μὴ νοήσαντες αὐτὴν μηδὲ πεισθέντες αὐτῇ, εὐλόγως ἐλέγχονται μὴ ἀκούσαντες φωνὴν αὐτοῦ· ἀλλ' οὐδὲ τὸ ει δος αὐτοῦ ἑωράκασι μὴ προσηκάμενοι τὸν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ λέγοντἁ Ο ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα. Ωι ου ν ει ρηται σημαινομένῳ μὴ ἀκηκοέναι φωνὴν θεοῦ πώποτε, ου τω καὶ ἐνταῦθα πλήττονται διὰ τῆς εἰρημένης λέξεως καὶ τῆς ἑξῆς ἐκτεθησομένης ου τως ἐχούσης. 835 Ps 80, 15a Τὸ Εν τῷ μηδενὶ α ν σημαίνει τὸ δι' εὐτελῶν τοὺς ἐχθροὺς αὐτῶν̓ ἐταπείνουν, ω σπερ καὶ τὸν μέγιστον τύραννον τῆς Αἰγύπτου οὐ γίγαντας ἰσχυροὺς ὁπλίσας κατ' αὐτῶν η θηρία μέγιστα ἀλλ' εὐτελῆ καὶ μικρὰ ζῳύφια. 836 Ps 81, 2– 4 Εθεἱ Εβραϊκῷ φασι τοὺς εἰς τὸ κρίνειν τὸν λαὸν προβεβλημένους α νδρας θεοὺς ὀνομάζεσθαι, ὡς καὶ αὐτὸς Μωυσῆς παρίστησι λέγων Θεοὺς οὐ κακολογήσεις καὶ α ρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. α ρχοντι γὰρ λαοῦ θεοὶ συνταττόμενοι οὐχ ε τεροι τῶν κριτῶν ει εν. ἀλλ' ἐπεὶ ἑξῆς ἐν αὐτῷ τῷ ψαλμῷ τούτῳ ὁ θεὸς ε φη Εγὼ ει πα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες̓ (ου τοι*** θέντες, γεγονότος πρὸς αὐτοὺς τοῦ θεοῦ λόγου), δηλονότι καὶ νῦν τὸ̔ Ο θεὸς ε στη ἐν συναγωγῇ θεῶν ἐπ' αὐτοὺς ἀνενεχθήσεται. πάντων γὰρ τῶν ου τω θεῶν ο ντων, α νδρες δὲ καὶ α γγελοι θεῖοι τῷ αὐτῷ τρόπῳ τυγχάνουσιν ω ν ὁ θεὸς ἐν μέσῳ ι σταται οὐ μετακινούμενος αὐτῶν οὐδὲ καταλείπων αὐτοὺς ο σον εἰσὶ τοιοῦτοι. τῶν γὰρ μεταπιπτόντων ἀφίσταται καταλιπὼν αὐτούς. διὸ καὶ ὁ̓ Αδὰμ μετὰ τὴν παράβασιν ᾐσθήθη θεοῦ ἑστηκότος αὐτῷ πρὸ τῆς ἁμαρτίας· καὶ ἐν τῷ προφήτῃ ει ρηται Καὶ πορεύσεται κύριος ὁ θεὸς ἐν σάλῳ ὀργῆς αὐτοῦ. ἱστάμενος δὲ ὁ θεὸς ἐν τῇ συναγωγῇ τῶν θεῶν τηρεῖ αὐτῶν τὴν θεότητα, τρέφων μᾶλλον δὲ αυ ξων αὐτὴν τῇ μετοχῇ ῃ μετέχουσιν αὐτοῦ. ἀλλὰ καὶ ἐν μέσῳ αὐτῶν τυγχάνων διακρίνει αὐτοὺς τὸν εἰρημένον τρόπον. Εως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; εἰ οἱ κριταὶ τοῦ̓ Ισραὴλ θεοί, μεταπεσοῦσιν αὐτοῖς λέγεται τὰ ἐγκείμενα. διαστροφὴ γὰρ κριτοῦ τὸ ἀδικίαν κρίνειν καὶ πρόσωπα λαμβάνειν ἁμαρτωλῶν. ὡς γὰρ ε τεροι δώρων ε νεκα παραχαράττουσι τὸ δίκαιον, ου τως ου τοι ἀποδεξάμενοι πρόσωπα παρὰ τὸ ι σον κρίνουσιν. εἰκότως δὲ τὸ ἁμαρτωλῶν πρόσκειται. οὐ γὰρ ψεκτὸν ει η τὸ δοῦναι τὸ δίκαιον πλουσίῳ καὶ α λλως ὑπερέχοντι τὴν ἀκολουθίαν τῆς ἰσότητος. ει ρηται γοῦν Καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει· ει ρηται δὲ καὶ τὸ Οὐ λήψῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον, ο τι ἡ κρίσις τοῦ θεοῦ ἐστιν. δεῖ γὰρ τὸν κριτὴν εἰδέναι, ο τι κρίσει θεοῦ ὑπηρετεῖ. διὸ καὶ καλῶς ει ρηται ι στασθαι ὁ θεὸς ἐν τῇ τῶν θεῶν τούτων συναγωγῇ καὶ ἐν μέσῳ αὐτοὺς διακρίνειν, ο πως εἰδότες αὐτὸν ἐν αὐτοῖς καὶ μέσον αὐτῶν ο ντα ε πωνται τῷ αὐτοῦ βουλήματι. Εἰ δὲ θεοὶ ει εν οἱ θεότητος μεταποιούμενοι, ἐπεὶ τρεπτοὶ τυγχάνουσι, κα ν τραπεῖεν ἀπροσεκτήσαντες πρὸς ου ς καὶ σχετλιάζων ὁ λόγος Εως πότε, ε φη, κρίνετε ἀδικίαν; νόμον γὰρ ἐνδιάθετον ε χοντες καθ' ο ν ε στιν εἰδέναι τὸ ἀγαθὸν αἱρετὸν ει ναι καὶ φευκτὸν τὸ κακὸν, ἐν ἀλλάξει τοῖς πράγμασι προσερχόμενοι ὡς ἀποστρέφεσθαι τὸ ἀγαθόν, ἀσπάζεσθαι δὲ τὸ κακόν, ἀδικίαν κρίνετε· διὸ καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε, ἐπικρύπτοντες τὰ ι δια ἑαυτῶν πρόσωπα καθὸ κατ' εἰκόνα τοῦ θεοῦ ἐστε· κρίνατε ὀρφανῷ οἱ τὸ κρίνειν ἐπιτραπέντες τῷ κηδεμονίᾳ πατρὸς ἐρημωθέντι ἀλλὰ καὶ πτωχῷ τῷ μὴ θέλοντι ἐπαγωνίζεσθαι τοῖς ἑαυτοῦ δικαίοις· ἀλλὰ καὶ πένητα καὶ πτωχὸν ἐξέλεσθε καταπονουμένους, ῥυόμενοι αὐτοὺς ἐκ τῶν πλεονεκτούντων ἁμαρτωλῶν.̓ Αλλὰ καὶ τοῖς κατ' ἀρετὴν θεοποιηθεῖσι λέγεται, ο πως τὸν ἀποβαλόντα τὸν φαῦλον πατέρα καὶ τὸν τῆς πονηρίας πλοῦτον κρίνωσιν ἀξίως τῆς πρὸς αὐτῶν διὰ παιδεύσεως προστασίας. δικαιούτωσαν δὲ καὶ τὸν δι' ἀτυφίαν ταπεινὸν καὶ πένητα διὰ τὸ πονεῖν ὑπὲρ εὐσεβείας γεγενημένον, ἐξαιρούμενοι τοὺς ου τω πτωχοὺς καὶ πένητας ἐπὶ τῷ ἐκτὸς αὐτοὺς χειρὸς τουτέστι πράξεως ἁμαρτωλοῦ ποιῆσαι. 837 Ps 81, 5̔ Η θεία γνῶσις σοφία θεοῦ τυγχάνουσα ἐλλάμπει καὶ φωτίζει τὸν ε χοντα· Σοφία γὰρ ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ οἱ εἰς ἐπιστήμην θείαν καλούμενοι ἐντολὴν ε χουσι φωτίσαι ἑαυτοῖς φῶς γνώσεως. εἰ τοίνυν πεφωτισμένοι τυγχάνουσιν οἱ κατὰ θεὸν σοφοί, οἱ ἐναντίως διακείμενοι τῷ α γνοιαν καὶ τὸ ἀσύνετον περιέπειν ἐν σκότει διαπορεύονται προκόπτοντες ἀεὶ ἐν κακοῖς.̓ Αλλ' ἐπεὶ τοῖς κακοῖς ἐντριβέντες τὰ πρῶτα ἐνεγκάμενοι τῆς κακίας, οὐκ αὐτὸ μόνον γῆ διὰ τὴν ὑλικὴν ε ξιν γεγένηνται, ἀλλὰ καὶ θεμέλια γῆς ει ναι ἠθέλησαν, ἑδραίως καὶ ἀμετακινήτως τῇ φαύλῃ γνώμῃ ἐμμένοντες. ἀλλ' εἰ καὶ αὐτοὶ τοιοῦτοι ει ναι ἠγάπησαν, ἀλλ' ο γε φιλάνθρωπος λόγος ευ χεται κλονηθῆναι καὶ σεισθῆναι αὐτοὺς ἀφ' η ς ε χουσι κακίστης στάσεως καὶ καταπεσεῖν ἀφ' η ς ᾠκοδόμησαν χειρίστης ε ξεως. 838 Ps Ο ἀγαθὸς θεὸς ου πᾶς φθόνος μακράν ἐστι τῶν ἰδίων μεταδιδοὺς ἀνθρώποις̔ ει πεν, ο πως καὶ θεοὶ ω σι καταδεξάμενοι τὸν θεὸν λόγον αὐτοῦ. ου τος δὲ ὁ θεὸς λόγος ποιῶν αὐτοὺς θεοὺς θεός ἐστι καὶ υἱοὺς ὑψίστου αὐτοὺς ποιήσει, μετεχόμενος ὑπ' αὐτῶν ῃ μονογενὴς υἱὸς ὑψίστου τυγχάνει. ἀλλὰ τοῦ μὲν θεοῦ χαρισαμένου αὐτοῖς τὸ ει ναι θεοῖς καὶ ὑψίστου υἱοῖς, αὐτοὶ τὴν ἐναντίαν ε δραμον, ὡς α νθρωποι γενέσθαι καὶ ἀποθανεῖν τὸν ἑπόμενον τοῖς ἀνθρώποις θάνατον. α νθρωποι δὲ ου τοι γεγένηνται ἐκπεσόντες τῆς θεότητος οὐ καθὸ θνητὰ καὶ λογικὰ ζῷά εἰσιν (τοῦτο γὰρ ει χον καὶ ο τε θεοὶ καὶ υἱοὶ ὑψίστου ἐτύγχανον), ἀλλὰ καθὸ θνητὰ καὶ ἀνθρώπινα ἠγάπησαν. ἀποθνῄσκουσι δὲ ῃ ου τως α νθρωποί εἰσιν οὐ τὸν κοινὸν θάνατον ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, πίπτοντες παραπλησίως τῷ πεσόντι ἑνὶ τῶν ἀρχόντων. ου τος δ' ἐστὶν ὁ διάβολος· α ρχων γὰρ ω ν καὶ αὐτὸς ἐν τοῖς ἐπουρανίοις ε πεσεν. ει ρηται γοῦν περὶ αὐτοῦ Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; ταύτῃ καὶ ὁ̓ Αδὰμ ἁμαρτὼν οὐχ ὡς θεὸς ἀλλ' ὡς ει ς τῶν τοῦ θεοῦ ἐκπεσὼν δηλονότι γέγονεν· οὐ γὰρ ει πε περὶ αὐτοῦ ὁ θεὸς̓ Ιδοὺ γέγονεν̓ Αδὰμ ὡς ἡμεῖς, ἀλλ'̔ Ως ει ς ἡμῶν, ἡ Ως ει ς ἐξ ἡμῶνὡς πολλὰ περιέχει τῶν ἀντιγράφων. 839 Ps 81, 8̔ Ετέραν ε φησε γραφὴν ε χουσαν̓ Ανάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ο τι σὺ ἐξολοθρεύσεις ἐν πᾶσι τοῖς ε θνεσι. κρινεῖ ὁ θεὸς η τοι πάντας τοὺς ἐπὶ τῆς γῆς η ο σοι γῆ διὰ τὸ φρονεῖν τὰ ἐπίγεια γεγένηνται. κρινεῖ δὲ τὴν γῆν ὁ θεὸς ἐξολοθρεύων ἐν πᾶσι τοῖς ε θνεσιν ἀλλ' οὐ πάντα τὰ ε θνη. ο σα γὰρ ε θνη δεισιδαίμονα χρηστήριά τε καὶ ἡ α λλη περιεργία σὺν τοῖς ἐνεργήσασιν αὐτὰ πνεύμασι πλάνης ἐξωλοθρεύθη ὑπὸ θεοῦ, ι να καθαρὰ τούτων τὰ ε θνη γένηται ἐπὶ τῷ καταδέξασθαι τὸν τῆς σωτηρίας λόγον. καὶ αὐτὴν δὲ τὴν ἐν τοῖς ε θνεσι διάθεσιν, καθ' η ν ε θνη διάφορα ἐτύγχανεν, ἐξολοθρεύσας θεὸς ἀνθρώπους αὐτοὺς ἀποδείξει κατ' εἰκόνα ἑαυτοῦ ἀποβαλόντα τὰ συμβεβηκότα καθὰ καὶ ε θνη γεγένηνται. 840 Ps 82, 2a̔ Η ὁμοίωσις διττῶς νοεῖται. ε στιν γὰρ κατ' οὐσίαν ὁμοιότης η καὶ κυρίως ταυτότης λέγεται, ε στι δὲ καὶ κατὰ ποιότητα η καὶ ἁπλῶς ὁμοιότης καλεῖται. κατὰ τὸ δεύτερον σημαινόμενον ὁμοιωθεῖεν α ν θεῷ οἱ γινόμενοι τέλειοι,̔ Ως τέλειός ἐστιν ὁ οὐράνιος πατήρ· ο θεν ει ρηται Οταν φανερωθῇ, ο μοιοι αὐτῷ ἐσόμεθα, τῷ θεῷ δηλαδή. Καὶ τὸν α νθρωπον ου ν κατ' εἰκόνα καὶ τὴν ἑαυτοῦ ὁμοιότητα κατεσκεύασεν ὁ πάντων αι τιος κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ κατ' οὐσίαν λέγω, οὐδενὸς ὁμοιουμένου θεῷ. τὸ γὰρ Τίς ὁμοιωθήσεται οὐ πεῦσιν οὐ τὸ σπάνιον ἀλλὰ τὸ ἀδύνατον δηλοῖ, οὐδενὸς δυναμένου κατ' οὐσίαν θεῷ ὁμοιοῦσθαι. ἀλλὰ μὴ λάθῃς σαυτὸν νομίσας καὶ τὸν υἱὸν ὑποκεῖσθαι τοῖς λεγομένοις. οὐ γὰρ ει πε Τίς ο μοιός σοι, ἀλλὰ Τίς ὁμοιωθήσεταί σοι; οὐ γὰρ ἐπὶ μέλλουσιν ε χει ὁ υἱὸς τὸ ὁμοιωθήσεσθαι τῷ θεῷ, ἐκ τῆς οὐσίας αὐτοῦ τυγχάνων καὶ διὰ τοῦτο ὁ αὐτὸς αὐτῷ ω ν οὐκ ἀριθμῷ ἀλλ' ἐν τῷ ταυτῷ τῆς οὐσίας. 841 Ps 82, 14– 16 Βούλεται αὐτοὺς τεθῆναι ὑπὸ τοῦ θεοῦ ὡς τροχὸν ἀβέβαιον καὶ ἀνίδρυτον. πρὸς καλοῦ γὰρ αὐτοῖς ε σται τὸ μὴ βεβαιωθῆναι καὶ ἀκινήτως ε χειν η ς ει λαντο κακίας. διὸ καὶ βούλεται τεθῆναι αὐτοὺς ὡς καλάμην σκορπιζομένην καὶ διαρριπτουμένην κατὰ πρόσωπον σφοδρὸν πνέοντος ἀνέμου ὑπὸ τοῦ διώκοντος αὐτοὺς τιμωροῦ πνεύματος ο ἀλληγορικῶς α νεμον ει πεν. Καταφάγεται δὲ αὐτοὺς καὶ δρυμὸν α καρπον γεγενημένους τὸ τῶν κολάσεων πῦρ ἐκκοπέντας ἀξίνῃ. χρώμενος δὲ κατ' αὐτῶν καὶ ἑτέρᾳ τιμωρίᾳ καταδιώξει αὐτοὺς τῇ ἰδίᾳ αὐτοῦ καταιγίδι η ν οὐκ ε στι διαδράναι· ο θεν καὶ ταραχθήσονται ἐν τῇ φερομένῃ ἐπ' αὐτοὺς θεοῦ ὀργῇ. ἐπεὶ γὰρ ποικίλα τὰ ἁμαρτήματα αὐτῶν ἐτύγχανεν, ἀναγκαίως πολύτροπος αὐτοῖς ὑπῆρκται κόλασις. Σημειωτέον δὲ ο τι καλὴ φυτεία τυγχάνοντες ἀκαρπίαν ἠγάπησεν. ἡ γὰρ καλάμη ἐκ τοῦ καλοῦ σπέρματος τὴν ἀρχὴν ε χει, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς παραφυομένη. ε δει μὲν γὰρ αὐτούς, ει περ προηγουμένως ἐκαρποφόρουν, σῖτον γενέσθαι, ι ν' εἰσαχθῶσιν εἰς τὰς τοῦ λόγου ἀποθήκας. τοῦτο δὲ μὴ θελήσαντες καλάμη καὶ α χυρα γεγένηνται, οι ς χρήσεται μὲν καὶ ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος πρὸς οἰκοδομὴν ω ν κατασκευάζει ὀλεθρίων πόλεων, κατακαήσονται δὲ καὶ ὑπὸ τοῦ ἀσβέστου πυρός. τὸ γὰρ α χυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 842 Ps 82, 19b Εἰ καὶ α λλοι ὑψηλοὶ καὶ υ ψιστοι ἐκ θεοῦ γεγένηνται ἀρετῇ μετεωριζόμενοι καὶ ὑψούμενοι, ἀλλ' οὐδεὶς ἐκείνων ἐξ ἑαυτοῦ καὶ κατ' οὐσίαν ἐστὶ τοιοῦτος. μόνος γὰρ θεὸς υ ψιστος ὑψίστους ποιῶν ἀλλ' οὐ γινόμενος· ὡς μόνος σοφός ἐστι καὶ μόνος ἀληθινὸς παρέχων σοφίαν καὶ ἀλήθειαν ἀλλ' οὐ μετέχων, ου τω μόνος υ ψιστος, κατὰ τοῦτο τοῦ ὑψίστου τὸ ει δος καὶ τοῦ μονογενοῦς ὑψίστου τυγχάνοντος. ὑψίστου γὰρ ω ν δύναμις ἐπεσκίασε τὴν Μαρίαν· καὶ τὸ πνεῦμα δὲ τὸ α γιον ἀπὸ ὑψίστου πεμπόμενον υ ψιστόν ἐστιν. ὁ μόνος ου ν υ ψιστος α μα τῇ τριάδι ἁρμόζει. ὁ γὰρ τὸν πατέρα υ ψιστον εἰπὼν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ α γιον δηλοῖ· ὡσαύτως ὁ τὸν υἱὸν ου τω καλέσας δηλοῖ καὶ τὸν πατέρα καὶ τὸ α γιον πνεῦμα. ὡς γὰρ μία θεότης, ου τω καὶ τὸ υ ψιστος ε ν, ι να μηδὲν τούτῳ διαφορὰ ῃ περὶ τὴν τριάδα, ω σπερ ἐν τοῖς α λλοις ὀρθῶς θεολογοῦμεν. 843 Ps a̔ Ἡ Ως λέξις οὐχ ὁμοίωσιν καὶ παραβολὴν ἐνταῦθα σημαίνει ἀλλ' αὐτὸ τὸ ἀγαπητόν, ω σπερ καὶ ἐν τῷ Μωυσεῖ̓ Εν ο λῳ τῷ οι κῳ αὐτοῦ ὡς θεράπων, καὶ ε τι Χριστὸς δὲ ὡς υἱός. τὸ γὰῥ Ως υἱὸς ἀληθείᾳ υἱὸν ἀλλ' οὐχ ὁμοίωμα τοῦτο σημαίνει, καὶ Μωυσῆς δὲ οὐχ ὁμοίωμα θεράποντος τοῦ θεοῦ η ν ἀλλὰ θεράπων η ν αὐτοῦ. ο θεν ἐπὶ τῆς προκειμένης λέξεως οὐ κατὰ παραβολὴν ἀλλὰ κατὰ ἀλήθειαν ἀγαπητὰ τὰ σκηνώματα τοῦ θεοῦ. καὶ εἰ νοήσαμεν αὐτὰ τίνα ποτέ ἐστιν, ε τι μᾶλλον συνήσομεν ὡς ἀγαπητὰ ἀλλ' οὐχ ο μοια ἀγαπητοῖς τυγχάνει. ε στι τοίνυν αἰώνια καὶ ἐπουράνια ταῦτα, περὶ ω ν ὁ σωτὴρ τοῖς παροῦσιν ε φη Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ι ν' ο ταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.̓ Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου, τῷ ἀποβαλεῖν τὴν ψυχικὴν κατάστασιν καὶ γενέσθαι πνευματικὴν ὡς καταλλήλως ε χειν πρὸς τὴν διατριβὴν τὴν ἐν ταῖς ἐπουρανίαις αὐλαῖς ἐκ παραλλήλου εἰρημέναις. 844 Ps 83, 4c Θυσιαστήρια οὐκ αἰσθητά. οὐ γὰρ πλῆθος ἀλλ' ε ν η ν τὸ θυσιαστήριον κατὰ τὴν ἱστορίαν. εἰ μὴ α ρα καὶ τὸ θυσιαστήριον ου τω τις καλέσοι, κυρίου δὲ τῶν δυνάμεων τῶν οὐρανίων τὰ θυσιαστήρια ει πεν ἐφ' α ἀνάγονται κρείττους θυσίαι τῶν κατὰ σκιὰν καὶ ὑπόδειγμα· ῃ φησιν ὁ ἀπόστολος̓ Ανάγκη τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς ταύταις ταῖς θυσίαις· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. αἱ γὰρ τῆς αἰνέσεως καὶ δικαιοσύνης θυσίαι ἐπὶ ταῦτα τὰ θυσιαστήρια ἀναφέρονται, καὶ οἱ θυσίαν δὲ ζῶσαν εὐάρεστον τῷ θεῷ προσάγοντες τὰ ἑαυτῶν σώματα οὐκ ἐπ' α λλα η ἐπὶ ταῦτα τὰ θυσιαστήρια αὐτὴν προσφέρουσιν. 845 Ps 83, 5 Οι κος δὲ θεοῦ ἡ παντελὴς ἀρετὴ καὶ ἀκροτάτη γνῶσις τῆς ἀληθείας ἐστίν. ει ρηται δ' ἐν τοῖς ε μπροσθεν τὴν σκηνὴν προκοπῆς σύμβολον ει ναι· ὁδευόντων γὰρ οἰκεία αυ τη. αὐτὸ δὲ τὸ τέλος τῆς μακαριότητος δηλοῖ ἡ οι κος θεοῦ φωνή. ο θεν καὶ κατὰ τὴν ἱστορίαν ὁδεύων ὁ λαὸς σκηνὴν μαρτυρίου (οι κον δὲ θεολογίας) ει χε καὶ τῶν ἑαυτοῦ ἀρετῶν διαφόρους σκηνὰς ἐν αι ς πᾶς ὁ λαὸς ῳ κει. φθάσαντες δὲ ἐπὶ τὴν ἁγίαν γῆν καὶ αὐτοὶ ἐν οἰκίαις τὴν οι κησιν ει χον, οὐκέτι προκόπτοντες· εἰς τὸ τέλος γὰρ τῆς ἀρετῆς καὶ ἐπιστήμης ε φθασαν. ἀλλ' οὐκέτι τῇ σκηνῇ τοῦ μαρτυρίου ἀλλὰ τῷ οι κῳ τῷ ἱδρυμένῳ προσερχόμενοι ἐπετέλουν τὰ τῆς λατρείας. καὶ ἐνταῦθα τοίνυν μετὰ τὸ ποθῆσαι καὶ ἀγαπῆσαι τὰς προκοπὰς α ς διὰ τῶν σκηνωμάτων ᾐνίξατο εἰπὼν̔ Ως ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε, μακαρίζει τοὺς διὰ τῶν προκοπῶν ἐπὶ τὴν ἀκρώρειαν ἀναβεβηκότας ὡς οἰκεῖν τὸν θεοῦ οι κον φέροντας τὴν κατὰ θεὸν κατάστασιν, πληρωθέντος ἐπ' αὐτοῖς τοῦ Οταν φανερωθῇ, ο μοιοι αὐτῷ ἐσόμεθα, ο τι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. 846 Ps a Τὸ Εθετο δηλοῖ τότε ποιῆσαι, ὡς τὸ Εθέμην τῷ στόματί μου φυλακήν, ἀντὶ τοῦ ἐποίησα· καὶ̔ Ο τιθεὶς τὴν̓ οἰκουμένην ο λην ε ρημον ταὐτὸν ο ν τῷ ποιῆσαι τὴν οἰκουμένην ε ρημον. καὶ ἐνταῦθα ου ν τὸ Εἰς τόπον ο ν ε θετο παρίστησι τὸ̓ Εποίησε τόπον. ου τος δ' ἐστὶν ὁ περίγειος τόπος. ἐν τούτῳ γὰρ ὁ θεὸς διέθετο τὰς πρὸς ἀνθρώπους διαθήκας αὐτοῦ. κλαύσωμεν ου ν ἐπαινετῶς τὸ ἀμέμπτως κλαίειν, μανθάνοντες ἐξ η ς διέθετο ὁ θεὸς διαθήκης τοῖς ε τι ἐνταῦθα τυγχάνουσιν. ου τω γὰρ καὶ τῶν εὐλογιῶν τευξόμεθα, κατὰ τὸ βούλημα τῆς διαθήκης ζήσαντες τῆς ἐνταῦθα δοθείσης. γνωσόμεθα δὲ τὸ μέγεθος τῶν δεδομένων εὐλογιῶν, συνέντες τίς ὁ ὀρέγων αὐτάς. ε στι δὲ ου τος ὁ νομοθετήσας θεός. Πορεύσονται δὲ καὶ ἐκ δυνάμεως εἰς δύναμιν. αἱ ἀρεταὶ καὶ θεωρίαι τῆς ἀληθείας δυνάμεις εἰσίν. διὸ καὶ πλέον τι δύνανται οἱ ταύτας ε χοντες. οἱ πορευθέντες ου ν κατὰ τὰς προκοπὰς τῆς εἰσαγωγικῆς δυνάμεως σπεύσουσιν ἐπὶ τὴν τελειοτέραν γενέσθαι καὶ οἱ κατὰ νόμον πολιτευόμενοι ἐπὶ τὴν εὐαγγελικὴν πολιτείαν, οἱ γνόντες κατὰ σάρκα Χριστὸν εἰς τὸ θεάσασθαι τὴν δόξαν αὐτοῦ, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός· οἱ ἐκ μέρους γινώσκοντες τῷ ἐπὶ γῆς ει ναι καὶ μὴ χωρεῖν τὸ ἀκραιφνέστατον τῆς γνώσεως– ἐλθόντος τοῦ τελείου ει δους τῆς θεωρίας εἰς τὸ γνῶναι καθὸ δεῖ γνῶναι, ἐξ ὑποδεεστέρας δυνάμεως τῆς νοήσεως ἐπὶ μείζονα καὶ τελειοτέραν δύναμιν πορευόμενοι. 847 Ps 83, 10b̔ Απλούστερον δὲ καὶ ε καστος τῶν ἁγίων, μᾶλλον δὲ καὶ ἱερέων καὶ βασιλέων δύναται ταύτην τὴν ἀξίωσιν προσάγειν, χριστὸς ω ν θεοῦ. Μὴ α πτεσθε γὰρ τῶν χριστῶν μου περὶ πάντων ἁγίων ει ρηται, καὶ ἱερεῖς δὲ καὶ βασιλεῖς̔ Εβραϊκῷ ε θει χριστοὶ προσηγορεύοντο. 848 Ps 83, 11a Κρεῖσσον ει η ἐν ταῖς αὐλαῖς σου γενέσθαι κα ν ἐπὶ ἡμέραν μίαν ὑπὲρ πλῆθος χιλιάδων ἡμερῶν ἐκτὸς τῶν αὐλῶν σου τυγχάνοντι. τῆς γὰρ παρ' ἀνθρώποις τελειώσεως ὑπερέχει τὸ δοκοῦν ὀλίγον ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ. τοιοῦτόν ἐστι καὶ τὸ περὶ Ιωάννου πρὸς τοῦ σωτῆρος ῥηθὲν̓ Εν γεννητοῖς γυναικῶν οὐδεὶς μείζων̓̓ Ιωάννου ἀλλ' ὁ μικρότερος ἐν τῇ βασιλείᾳ μείζων αὐτοῦ ἐστι. Λεχθείη δ' α ν καὶ ου τως ἐνταῦθα· βιοῦντες οἱ α νθρωποι ὑπὸ χρόνον εἰσίν, ο στις χρόνος εἰς πλῆθος ἡμερῶν μερίζεται, μίαν ἡμέραν ε χοντος αἰώνιον καὶ ἀδιάκοπον τοῦ ἐν ταῖς θείαις αὐλαῖς τοῦ κυρίου γεγενημένου. γέγονε γὰρ αὐτῷ κύριος φῶς αἰώνιον τοῦ ἡλίου τῆς δικαιοσύνης οὐ δύνοντος ἐπ' αὐτῷ. αυ τη ου ν ἡ ἀδιάστατος καὶ ἀδιάκοπος ἡμέρα κρείσσων ει η τῆς πολυημέρου ἐνταῦθα γινομένης ζωῆς. 849 Ps 83, 12b– 13 Δίδωσιν ὁ θεὸς χάριν τοῖς σῳζομένοις χάριτι κατὰ τὸ Χάριτί ἐστε σεσῳσμένοι, ι σον δωρεᾶς δυναμένης ἐνταῦθα τῆς χάριτος. ε στι γὰρ καὶ ε τερον τῆς χάριτος σημαινόμενον καθὸ κεχαριτωμένος τις εὑρίσκεται. κατὰ τοῦτο γὰρ λέγεταί τις εὑρηκέναι χάριν ἐνώπιον τοῦ θεοῦ. ταύτην τὴν χάριν ἀντὶ χάριτος προτέρας δίδωσιν, η ς ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὸ δυνατὸν ἀναλαβεῖν ἐσπεύσαμεν. Δίδωσι δὲ καὶ δόξαν τοῖς ἀξίοις τοῦ τυχεῖν ταύτης διὰ τὸ προδεδοξακέναι τὸν λέγοντα Τοὺς δοξάζοντάς με δοξάσω, δηλονότι δι' ἀγαθῶν ε ργων καὶ ἀληθινῶν δογμάτων. Πορεύονται δ' ἐν ἀκακίᾳ οἱ α νευ χειρίστης ε ξεως διὰ πάντων κινούμενοι. εἰ δὲ καὶ τὴν ἁπλότητα σημαίνει ἡ ἀκακία, καὶ αὐτὸς ἐπίστησον. Καὶ ἐπεὶ προσδοκία ἐστὶν ἀγαθῶν ἡ ἐλπίς, μόνον δὲ τὸ λογικὸν ὀρεκτικὸν τῶν κυρίως ἀγαθῶν, μόνου ἀνθρώπου οἰκεία ἀρετὴ τὸ ἐλπίζειν, μάλιστα ο ταν εὐσεβείας ἀντιποιῆται· γέγραπται γὰῤ Ελπὶς τῷ εὐσεβεῖ. ἀναγεννῶνται γὰρ οἱ πιστοὶ εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν διὰ τὸ ἀκήρατον ει ναι τὴν τῶν ἀγαθῶν προσδοκίαν. 850 Ps 84, 2– 4 Πρὸς δὲ διάνοιαν· εὐδοκεῖ κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν γῆν αὐτοῦ τυγχάνουσαν διὰ τὸ δέχεσθαι τὸν σπόρον τὸν παρ' αὐτοῦ καὶ ἑκατονταπλασίονα καρποφορεῖν. ἀποστρέφει δ' εἰς αὐτὴν καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων ἀχθέντων ὑπὸ πονηρῶν δυνάμεων, λογισμῶν̓ Ιακὼβ ο ντας διὰ τὸ ι στασθαι κατὰ τῶν παθῶν. Ταῦτα δ' ἐνέργησας α φεσιν ἀνομημάτων χαρίζεται πᾶσιν, ἐξαίρων καὶ λύων τὰς ἀνομίας αὐτῶν. ει ποτε δὲ καὶ μετὰ α φεσιν η μαρτον, καὶ ταῦτα τὰ ἁμαρτήματα ἐπικαλύπτει ἐνδοὺς τὴν ἀρετήν· καλύπτει γὰρ ἡ ἀρετὴ τὰς ἁμαρτίας, οὐκ ἐγκρύπτουσα αὐτὰς ἀλλ' ἐξ ο λων ἀναιροῦσα καὶ ἀφανίζουσα. ου τω γὰρ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. ὡς γὰρ ἡ ἐπιστήμη καλύπτει τὴν α γνοιαν ἐξ ο λων ἀναιροῦσα αὐτὴν τῆς ψυχῆς ῃ α ν παραγένηται, ου τω καὶ ἡ ἀγάπη τοῦ θεοῦ ἡ αὐτὴ ου σα τῇ ἀρετῇ καλύπτει τὰς ἁμαρτίας ω ν α ν εὐεργετεῖν κρίνῃ. Εὐδόκησεν δὲ τὴν γῆν αὐτοῦ ὁ θεός, ἀποστείλας τὸν υἱὸν αὐτοῦ ὀφθῆναι ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι· ο θεν ἐπὶ τῷ τοκετῷ τῆς Μαρίας Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία ει ρηται. Μανθάνομεν δὲ ἐκ τῶν εἰρημένων ἐντεῦθεν μὴ πάθος ει ναι θεοῦ τὴν λεγομένην αὐτοῦ ὀργήν. διὰ γὰρ τὰ ἁμαρτήματα ὑποστῆναι οἰκονομεῖται ω ν καταλυθέντων καὶ ἠφανισμένων καὶ αὐτὴ αὐτοῖς συναπέρχεται. εἰ δὲ φαίνονται οἱ τῇ ὀργῇ ὑπηρετούμενοι σκεύη ὀργῆς καλούμενοι ὁμωνύμως αὐτῇ θυμὸς καὶ ὀργὴ προσαγορευόμενα, βέλτιον ἐπισκέψῃ. 851 Ps 84, 5– 7̓ Επεὶ τῶν σωτηρίων ω ν δίδως ἡμῖν θεὸς ὑπάρχεις, ἐπίστρεψον ἡμᾶς, ἀφορμὰς μετανοίας ἡμῖν παρασχὼν καὶ δεχόμενος ἡμᾶς ἀνακάμπτοντας πρὸς σέ. ε ψεται γὰρ τὸ καὶ τὸν θυμόν σου ἀποστραφῆναι ἀφ' ἡμῶν. ἐπεὶ γὰρ ἡμεῖς ἐξήψαμεν αὐτὸν δι' ω ν ἡμαρτήκαμεν, μεταγνόντων καὶ ἐπιστρεψάντων ἡμῶν, οὐκέτ' ἐνεργήσει καθ' ἡμῶν ἀφανιζόμενος. ὡς γὰρ πῦρ, ἐπιλειπούσης τῆς καυστῆς υ λης καθ' η ν ἐνεργεῖ, οὐκέτ' ἐστιν, ου τως ἠφανισμένων τῶν ἁμαρτημάτων ἡμῶν οὐκέτι ὑποστήσεται θυμός σου καθ' ἡμῶν. Ζωοῖ ὁ θεὸς ζωὴν παρέχων τούτοις, οι πρὸς αὐτὸν ἐπέστρεφον ἀποστάντες αὐτοῦ καὶ ἀποστραφέντες αὐτόν· η αὐτὸς ἐπιστρέψας τὸ πρόσωπον αὐτοῦ ο ἀπέστρεψεν ἀπ' αὐτῶν δι' η ν ε πραττον κακίαν. ἑκατέρως γὰρ τὸ Επιστρέψας νοεῖν δυνατὸν ἀπαρεμφάτως εἰρημένον. οὐ γὰρ ἐμφαίνει τὸ̓ πότερον αὐτὸς ἐπ' αὐτοὺς η αὐτοὶ πρὸς αὐτὸν ἐπέστρεψαν. ζωῆς ἐνδοθείσης τοῖς ζωωθεῖσιν, εὐφράνθη ὁ λαὸς τοῦ θεοῦ ἐπ' αὐτῷ τῷ τὴν ζωὴν δεδωκότι θεῷ. 852 Ps 84, 8̓ Επεὶ οὐκ ἐξ ε ργων ἀλλὰ χάριτι καὶ ἐλέῳ θεοῦ ἀπαιτοῦσι τὴν σωτηρίαν, φασὶν Ω κύριε, δεῖξον ἡμῖν δι' ω ν ἐλεεῖς καὶ οἰκτείρεις τὸν λαόν σου· ου τω γὰρ καὶ τὸ σωτήριόν σου, τουτέστιν ἡ παρὰ σοῦ σωτηρία, δοθείη ἡμῖν. Δυνατὸν ε λεος καὶ σωτήριον εἰπεῖν τὸν αι τιον τῆς ἐλεημοσύνης καὶ σωτηρίας̓ Ιησοῦν. αὐτὸς γὰρ τὸ ε λεος καὶ τὸ σωτήριον τοῦ θεοῦ ἐστι καθὸ ἐλεεῖ καὶ σῴζει. 853 Ps 84, 9 Οὐκ ε ξωθεν κρούων τὴν ἀκοὴν τῶν ἀκουόντων λαλεῖ θεὸς ἀλλ' ἐν αὐτῇ τῇ διανοίᾳ ἐναποτιθέμενος α περ βούλεται δηλῶσαι τῷ νῷ α νευ προφορᾶς, ο θεν ει ρηται τὸ̓ Ακούσομαι τί λαλήσει ἐν ἐμοί. συνᾴδει τούτῳ καὶ τὸ τοῦ̓ Αμβακοὺμ ε χον ου τως· Καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός. κατὰ ταῦτα καὶ ὁ Παῦλός φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ἐν αὐτῷ γὰρ ἀλλ' οὐχ ἁπλῶς αὐτῷ ἐλάλει Χριστός. λαλεῖ γὰρ ἐκείνῳ ἐν ῳ λαλεῖ, οὐ πάντως δὲ ῳ λαλεῖ τις καὶ ἐκείνῳ λαλεῖ, ο ταν ε ξωθεν μόνον πλήττηται ἡ ἀκοή. πλὴν ο λαλήσει ἐν αὐτῷ κύριος ὁ θεὸς ἑρμηνεύων, ει πεν εἰρήνην ει ναι ἐπὶ τὸν λαὸν αὐτοῦ τοῦ θεοῦ πάντων πολεμίων τῶν κατὰ τοῦ λαοῦ δηλονότι ἀνατρεπόντων, η εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν ἐσχηκότος τοῦ λαοῦ δι' η ς πάσης ταραχῆς καὶ θορύβου ἐκτὸς ει η γαλήνην ἀγόντων τῶν λογισμῶν. αυ τη ἡ εἰρήνη ἀπὸ θεοῦ καὶ πατρὸς καὶ κυρίου Ιησοῦ α μα χάριτι δίδοται, ὡς τὸν σωτῆρα περὶ αὐτῆς φάναι Εἰρήνην τὴν̓ ἐμὴν δίδωμι ὑμῖν. δίδοται δὲ ἡ εἰρήνη αυ τη καὶ τοῖς ἀποδιδοῦσι τὰ τοῦ θεοῦ τῷ θεῷ φυλάττουσι τὴν πρὸς αὐτὸν δικαιοσύνην, οι τινες κυρίως οἱ ο σιοι αὐτοῦ καλοῦνται. δίδωσι δὲ αὐτὴν καὶ τοῖς διὰ μετανοίας ἐπιστρέφουσι καρδίαν πρὸς αὐτόν, τὴν ἐπιστροφὴν οὐ σκολιὰν πρὸς αὐτὸν οὐδὲ ἐπίπλαστον ἀλλ' ἀπ' αὐτοῦ τοῦ βάθους τῆς διανοίας ποιουμένοις. 854 Ps 84, 10 Τότε δὲ καὶ ἀληθῶς κατεσκήνωσεν καὶ δόξαν ἐν τῇ γῇ, πολλὰ καὶ μεγάλα παραδόξως ἐπιτελοῦντος τοῦ σωτῆρος νεκρῶν ἀναστάσεις τυφλῶν ἀναβλέψεις λεπρῶν καθαρισμοὺς καὶ ο σα α λλα θαυμαστῶς ἐποίει. ὡς δὲ πρὸς μυστικώτερον λόγον τοῖς θεὸν φοβουμένοις ἀνελλιπέσιν ου σιν (Οὐκ ε στι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν) η γγισεν τὸ θεοῦ σωτήριον μετεχόμενον ὑπ' αὐτῶν δι' ω ν πράττουσι σωτηριωδῶς. ὡς γὰρ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία ἐνεργούντων τὰ τῆς ἀπωλείας, ου τως ἐκ τοῦ ἐναντίου ἐγγὺς τὸ σωτήριον τοῦ θεοῦ τῶν φοβουμένων αὐτὸν ὑπάρχει. διὸ καὶ κατασκηνοῖ δόξαν ἐν τῇ γῇ τῶν ταῦτα λεγόντων. γῆν δὲ αὐτῶν ἐρεῖς τὴν ἀγαθὴν αὐτῶν καρδίαν τὴν ἑκατονταπλασίως καρποφορήσασαν τὸν ἐπ' αὐτῇ βληθέντα σπόρον. ο τι δὲ κατασκηνοῖ ἐν τῇ καρδίᾳ δόξα θεοῦ, παρίστησιν ἡ λέξις ἡ φάσκουσἁ Ο θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι ο ς ε λαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. κατασκηνοῖ δὲ καὶ ἐν τῷ σώματι τῶν πειθομένων τῇ παραινέσει τῇ λεγούσῃ Δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ἑαυτῶν τῶν τελείαν σωφροσύνην κατορθούντων. 855 Ps Δύναται καὶ ἐντεῦθεν ἡ ἀντακολούθησις τῶν ἀρετῶν δηλοῦσθαι, τοῦ ἐλεητικοῦ ἀληθοῦς καὶ τοῦ ἀληθοῦς ἐλεητικοῦ τυγχάνοντος, ἀλλὰ καὶ τοῦ δικαίου εἰρηνικοῦ καὶ τοῦ εἰρηνικοῦ δικαίου ο ντος. καὶ ἐν α λλοις δὲ α μα τῷ ἐλέει ἡ ἀλήθεια ὀνομάζεται, ω σπερ ἐν τῷ Τὸ ε λεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντελάβετό μου, καὶ τὸ̓ Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. καὶ ἐφίστημι δὲ διὰ τοῦτο α μα αὐτὰ εἰρῆσθαι, ἐπείπερ δυσέφικτός ἐστιν ἀνθρώποις ἡ τῶν πραγμάτων ἀλήθεια, μᾶλλον δὲ ἀνέφικτος, εἰ μὴ τύχοι ἐλέῳ θεοῦ χορηγουμένη· η τάχα τὴν ἀληθῆ σωτηρίαν α νευ ἐλεημοσύνης θεοῦ οὐκ ο ντος λαβεῖν, α μα ὠνομάσθησαν δικαιοσύνῃ. συνηντηκέναι τὸ ε λεος τῇ ἀληθείᾳ φησίν. εἰ γὰρ εἰς ταὐτὸν ε λθοι τὸ ε λεος καὶ ἡ ἀλήθεια, καὶ γνωσόμεθα αὐτὴν καὶ ἐν αὐτῇ ἐσόμεθα.̓ Αλλὰ καὶ ἡ δικαιοσύνη καταφιλεῖ τὴν εἰρήνην καὶ ἡ εἰρήνη τὴν δικαιοσύνην. ε νθα γὰρ δικαιοσύνη, πάντως εἰρήνη ε πεται ου σα αὐτῆς βλάστημα. δύνασαι δὲ καὶ ἐπὶ τοῦ σωτῆρος ταῦτα ἐκλαβεῖν κατὰ διαφόρους ἐπινοίας αὐτοῦ εἰρημένα, ὡς η δη προείρηται.̓ Ανατέταλκε δὲ ἐκ τῆς γῆς ἡ ἀλήθεια τοῦ σωτῆρος ἀνθρώπου γεγενημένου. πολλὴ γὰρ ἀπάτη καὶ πολὺ τὸ ψεῦδος ἐν ἀνθρώποις η ν. Οὐκ ε στι γὰρ ἀλήθεια καὶ ε λεος οὐδ' ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς· α ρα καὶ ψεῦδος καὶ φόνος καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, φησὶν ὁ προφήτης. τοῦτο ου ν τὸ ψεῦδος τὸ καθόλου τῆς γῆς ἰσχύσαν ε λυσεν ὁ εἰπὼν̓ Εγώ εἰμι ἡ ἀλήθεια, τὸ δ' ἐκ τῆς γῆς (τουτέστιν ἐκ τῶν ἀνθρώπων) ἀνατείλας. ἀλλὰ καὶ δικαιοσύνη τυγχάνων πατρὸς κατὰ τὸ ει ναι λόγος θεοῦ καὶ σοφία, ἐξ οὐρανοῦ διέκυψε κλίνας οὐρανοὺς καὶ καταβάς. ἐπήνεγκε δὲ ἡμῖν τὴν εἰρήνην καθὸ δικαιοσύνη καὶ τὸ ε λεος καθὸ ἀλήθεια· ἐπινοεῖται γὰρ αὐτῷ πάντα ταῦτα, ὡς ἀρτίως ει ρηται. 856 Ps 84, 13 Ονπερ τρόπον ὑετοῦ δοθέντος ἡ χθὼν καρποφορεῖ αὐτοῦ τοῦ κυρίου δεδωκότος χρηστότητα, καρπὸν ἡ νοητὴ γῆ δίδωσι, ποτισθεῖσα τῇ ἐκ θεοῦ χρηστότητι. καρπὸς δὲ αὐτῆς ἡ γενικὴ ἀρετὴ η ς τὰ ει δη προβαλλομένη ἡ ψυχὴ γῆ καρποφοροῦσα τυγχάνει. 857 Ps 84, 14 Δύναται περὶ τοῦ λαοῦ εἰρῆσθαι τὸ προκείμενον, ι ν' ῃ τὸ λεγόμενον τοιοῦτον. ἐπεὶ ἐλάλησε κύριος εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, η τοῦ λαοῦ δικαιοσύνη ε μπροσθεν αὐτοῦ πορευομένη θήσει τὰ διαβήματα αὐτοῦ ἐπὶ τὴν ὁδὸν τὴν ἀνάγουσαν ἐπὶ τὴν μακαριότητα, η αὐτὸς ὁ κύριος ω ν ἡ δικαιοσύνη προπορεύεται τοῦ λαοῦ καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. πρός τινα γοῦν ει πεν Εμπροσθέν σου πορεύσομαι καὶ ο ρη ὁμαλιῶ. Η καὶ ου τως· ἡ κατὰ νόμον δικαιοσύνη ἐν Μωυσεῖ καὶ τοῖς προφήταις ἐνεργοῦσα η ς τέλος̓ Ιωάννης προελήλυθε τοῦ σωτῆρος, τεθεῖσα εἰς ὁδὸν τὴν ἐν ἡμῖν τὰς διαβάσεις αὐτοῦ, ι ν' ἐνοικῇ καὶ ἐμπεριπατῇ ἡμῖν, κέκραγεν̔ Ετοιμάσατε τὰς ὁδοὺς κυρίου εὐθείας, ποιεῖτε τὰς τρίβους αὐτοῦ· μονουχὶ βοῶν̔ Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ο νομα αὐτῷ. ἀμέλει καὶ περὶ̓ Ιωάννου λέγεται τὸ Καὶ αὐτὸς προελεύσεται ἐνώπιον κυρίου ἐν πνεύματι καὶ δυνάμεἰ Ηλίου, καὶ τὸ̓ Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν α γγελόν μου πρὸ προσώπου σου ο ς κατασκευάσει τὴν ὁδόν σου ε μπροσθέν σου. εἰ δὲ καὶ ὁ σωτὴρ δικαιοσύνη ἐστὶ προπορευομένη τοῦ πατρὸς εἰς τὰς διανοίας τῶν θεοφορουμένων, ἐπίστησον νοῶν τίνα τρόπον ει ρηται τὸ̔ Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 858 Ps 85, 2b. 3 Αὐχοῦσιν ὡς ἐπὶ μεγάλῳ ἀξιώματι οἱ α γιοι πάντες ἐπὶ τῷ δοῦλοι θεοῦ ει ναι.̓ Ιωνᾶς γοῦν ἐρωτώμενος ἐκ ποίας χώρας ει η καὶ ἐκ ποίου λαοῦ,̓ Εγὼ δοῦλος θεοῦ εἰμι ε φη, καὶ τὸν θεὸν τοῦ οὐρανοῦ σέβομαι. καὶ οἱ ἀπόστολοι γοῦν μαρτυροῦνται ὑπὸ τοῦ σωτῆρος καλῶς δι' ε ργων καὶ λόγων κύριον αὐτὸν ὁμολογοῦντες·̔ Υμεῖς γὰρ φωνεῖτέ μἑ Ο κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ ὑμῶν καὶ κύριος καὶ διδάσκαλος ἀεὶ μανθανόντων παρ' ἐμοῦ καὶ δουλευόντων μοι γνησίως. καὶ τῶν γραμμάτων γοῦν ἑαυτῶν προτάττουσι ταύτην τὴν σημασίαν ὡς ἐπὶ μεγίστῳ ἀξιώματι ἐναβρυνόμενοι·̓ Ιάκωβος γὰρ θεοῦ καὶ κυρίου Ιησοῦ Χριστοῦ δοῦλος, καὶ Παῦλος δοῦλος̓ Ιησοῦ̓ Χριστοῦ. ὡς γὰρ οἱ τοῦ κόσμου α νθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, ου τως οἱ ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν δοῦλοι θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσι. τὸ παραπλήσιον ποιῶν ὁ Δαυίδ, καίτοι βασιλεὺς ω ν, Σῶσον, ε φη, τὸν δοῦλόν σου, ὁ θεός, τὸν ἐλπίζοντα ἐπὶ σέ· σῶσον δέ με ἐλέῳ τῷ σῷ, ἐπειδήπερ ο λην ἡμέραν, λέγω δὴ πάντα τὸν χρόνον τῆς ζωῆς μου, πρὸς σὲ βοῶ. 859 Ps 85, 5a Τὸ δὲ ἐπιεικὴς ἐπὶ τοῦ θεοῦ οὐ κυριολεκτεῖται. ἀνθρωπίνη γὰρ ἀρετὴ ἡ ἐπιείκεια. ει ρηται δὲ περὶ αὐτοῦ ἀνθρωπικώτερον ὡς καὶ τὰ α λλα, τὸ χαίρειν τὸ εὐφραίνεσθαι τὸ μνημονεύειν. 860 Ps 85, 8 Θεοὺς δὲ καὶ ἐνταῦθα λέγεσθαι οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ληπτέον ἀλλὰ καὶ τοὺς ἁγίους. ἐν τούτοις γὰρ οὐδεὶς πάντῃ καὶ ἀπαραλλάκτως ο μοιός ἐστι τῷ κυρίῳ. μόνος γὰρ αὐτὸς ὡσαύτως τῷ πατρί ἐστι θεός, τούτων δὲ ε καστος μετουσίᾳ θεὸς γέγονε δεξάμενος τὸν θεὸν λόγον κατὰ τὸ̓ Εκείνους ει πε θεοὺς πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. εἰ γὰρ καὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγένηνται, ἀλλ' οὐδεὶς αὐτῶν κατ' οὐσίαν ο μοιός ἐστι τῷ κυρίῳ, αὐτῶν ὁμοιωθησομένων ἀλλ' οὐκ ο ντων· Εσεσθε γὰρ α γιοι διότι ἐγὼ α γιός εἰμι, αὐτοῦ ο ντος ἁγίου, αὐτῶν δ' ἐσομένων. περὶ τῶν ἐσομένων ἀληθὲς εἰπεῖν Τίς α γιός ἐστιν ὡς σύ, κύριε; οὐ γὰρ γέγραπται Τίς ὁμοιωθήσεταί σοι ἐν θεοῖς, κύριε, ἀλλὰ Τίς ο μοιός σοι. ο μοιοι γὰρ ε σονται κατὰ τὸ ῥηθὲν Ομοιοι αὐτῷ ἐσόμεθα, ο τι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. Οὐδεὶς ου ν ο μοιος τῷ κυρίῳ τῶν προκειμένων θεῶν ἀλλ' οὐδὲ κατὰ τὰ ε ργα αὐτοῦ τυγχάνει τις αὐτῶν. διὸ καὶ ἐν Εὐαγγελίῳ φησὶν Εἰ μὴ τὰ ε ργα ἐποίησα ἐν αὐτοῖς α οὐδεὶς α λλος ἐποίησεν, ἁμαρτίαν οὐκ ει χον. εἰ γὰρ καὶ τὰ αὐτά ποτε τῷ σωτῆρι ἐποίησαν κατὰ τὸ ὑποκείμενον οἱ α γιοι, ἀλλά γε τῷ τρόπῳ πολὺ διαλλάττει, τῶν μὲν εὐχῇ καὶ πίστει τῇ εἰς θεὸν ἐργαζομένων, τοῦ δὲ ἐξουσιαστικῶς ἐπιτελοῦντος· ο θεν ει ρηται μηδένα τῶν θεῶν ει ναι κατὰ τὰ ε ργα τοῦ σωτῆρος. ει ρηται δὲ ἡμῖν καὶ ἐν τῇ ἀρχῇ τοῦ ΠΒ πῶς ἐλέχθη τὸ Κύριε ὁ θεός, τίς ὁμοιωθήσεταί σοι, α περ ἀξιοῦμεν καὶ τῇ προκειμένῃ λέξει ἐφαρμόζειν τὸν ἐντυγχάνοντα. 861 Ps 85, 11ab Τῆς γνώσεως τῆς ἀληθείας ἀμέμπτως μεταλαβεῖν ἀδύνατον μὴ διὰ τῶν ἠθικῶν παιδευμάτων καὶ ἐνεργημάτων διαβεβηκότα. ὁδηγηθῆναι γοῦν ὑπὸ θεοῦ πρότερον ευ χεται ἐν τῇ ὁδῷ. αυ τη δ' ἐστὶν ἡ ἐν πρακτικοῖς προκοπή·̓ Αρχὴ γὰρ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια, ι ν' ου τω πορευθῆναι ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ δυνηθῇ προκόπτων ἐν αὐτῇ ε στ' α ν ἐπὶ τὸ τέλος διαβῇ. τέλος δὲ τῆς γνώσεως τῆς ἀληθείας τὸ ἐπιβαλεῖν τοῖς γνωστοῖς τελείως καὶ ὡς ε χουσιν ὑπάρξεως. 862 Ps 85, 11c– 13̔ Ο δι' αὐτὰ τὰ ἀγαθὰ αἱρούμενος αὐτὰ εὐφραίνεται ἐπὶ τῇ τούτων κτήσει. ε στι δὲ καὶ τὸ φοβεῖσθαι τὸ ο νομα τοῦ θεοῦ τῶν ἀγαθῶν, ο θεν μετ' εὐφροσύνης αὐτὸ ε χειν βουλόμενος ευ χεται εὐφρανθῆναι ὑπὸ θεοῦ τὴν καρδίαν ἑαυτοῦ ἐπὶ τῷ φοβεῖσθαι τὸ ο νομα αὐτοῦ. Τούτου δὲ τυχὼν εὐχαριστικῶς ἐξομολογεῖται κυρίῳ τῷ θεῷ ἐν ο λῃ τῇ καρδίᾳ τῇ εὐφρανθείσῃ ἐπὶ τῷ τετευχέναι τῶν αἰτημάτων. δοξάζει δὲ καὶ τὸ ο νομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα τουτέστι πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον, γενομένου ἐπ' αὐτῷ μεγάλου τοῦ θεϊκοῦ ἐλέους· ἐφ' ῳ καὶ ἐρρύσθη ἐκ τοῦ πυθμένος τοῦ ᾳ δου. τοῦτον γὰρ κατωτάτω ᾳ δην ὠνόμασεν. οἱ γὰρ πολλὰ καὶ μεγάλα ἁμαρτάνοντες καταπίπτουσιν εἰς τὸν κατωτάτω ᾳ δην, ἀφ' ου, ι να ῥυσθῶσιν, μεγάλου ἐλέους δέονται, ὡς ε καστον αὐτῶν εὐκτικῶς λέγειν̓ Ελέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ε λεός σου. ἁρμόζει τοίνυν τῷ ἐκ τηλικούτου κακοῦ ῥυσθέντι τὸ δοξάζειν τὸ ο νομα τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ ἐν ο λῃ καρδίᾳ ἐξομολογεῖσθαι αὐτῷ. 863 Ps Οὐκ ἀμούσως δὲ παραδέξοιτ' α ν τις εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ κυρίου ἡμῶν̓ Ιησοῦ Χριστοῦ, παραστάντων τῶν βασιλέων τῆς γῆς καὶ τῶν ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ' αὐτοῦ. 864 Ps 85, 16̓ Επισκόπησόν με. ἐπισκοπεῖς γὰρ ου ς βλέψεις οὐκ α λλου του ε νεκα η τοῦ ευ ποιῆσαι καὶ ἐλεῆσαι. διὸ καὶ ἐν τοῖς ἑξῆς βασιλεὺς ω ν ἀξιοῖ δοθῆναι καὶ φυλαχθῆναι αὐτῷ τὸ κράτος, ο περ αὐτὸς αὐτῷ δέδωκεν ὁ θεός. τούτῳ γὰρ ἀκολουθήσει καὶ τὸ σωθῆναι αὐτὸν ο ντα υἱὸν τῆς τοῦ θεοῦ παιδίσκης. Εἰ δὲ προφητεία ει η περὶ Χριστοῦ τὰ ἐπαγγελλόμενα, τοῦτον τὸν τρόπον ἐξομαλισθείη τὰ προκείμενα· φησὶν ὁ Δαυίδ· ἐπιβλέψας ὡς θεὸς ἐλέησόν με. ὑπάρξει δὲ τοῦ διδόντος σοῦ τὸ κράτος σου τῷ παιδί σου ἐν τῷ ἐνανθρωπεῖν καὶ λαμβάνειν τὴν τοῦ δούλου μορφήν. καὶ ἐπεὶ ἀκολουθεῖ τῷ γενομένῳ ἀνθρώπῳ καὶ τεθνάναι, ἀνιστῶν αὐτὸν ὁ θεὸς σώσει αὐτὸν ο ντα υἱὸν τῆς παιδίσκης αὐτοῦ τῆς εἰπούσης ὁπηνίκα η κουσεν ὑπὸ τοῦ ἀγγέλου Διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ α γιον κληθήσεται υἱὸς θεοῦ·̓ Ιδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. ἀληθῶς γὰρ δούλη καὶ μήτηρ τοῦ κυρίου ἡ τεκοῦσα αὐτόν. ἐκ παραλλήλου δὲ εἰρῆσθαι νόμιζε τὸν κύριον παῖδα καὶ τὸν υἱὸν τῆς παιδίσκης. Δύναται δὲ καὶ υἱὸς παιδίσκης ὁ ἐκ περιτομῆς λαός. σαφῶς γὰρ περὶ τούτων ὁ Παῦλος Γαλάταις ἐπιστέλλων φησὶν̓ Αλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται. 865 Ps 85, 17 Γένοιτό μοι σημεῖον εἰς ἀγαθὸν τῆς προφητείας περιαιρουμένης τῆς διαγορευούσης ἐν ἡμῖν τοῖς ἀνθρώποις γενήσεσθαι τὸν θεόν, παρθένου πρὸ πείρας ἀνδρὸς τικτούσης καὶ διαμενούσης παρθένου καὶ μετὰ τὸν τόκον. τοῦτο εἰς ἀγαθὸν σημεῖον ω φθη ἐπὶ βοηθείᾳ τοῦ γένους ἡμῶν. διὸ καὶ παρεκλήθημεν· πῶς γὰρ οὐκ ἐμέλλομεν πληρεστάτην παραμυθίαν ε ξειν, θεὸν βοηθὸν ἐσχηκότες; 866 Ps 86, 4a Τῆς̔ Ραὰβ καὶ τῆς Βαβυλῶνος μνησθήσεσθαι ὁ θεός φησι γινωσκόντων αὐτόν. συνᾴδει τούτοις τὸ Νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ. γνῶσιν γὰρ αὐτοῦ ἀναλαβόντες μᾶλλον καὶ μάλιστα γνωσθησόμεθα ὑπ' αὐτοῦ· Εἰ γάρ τις ἀγνοεῖ, ἀγνοεῖται. καὶ πρός τινα ὁ θεὸς λέγει Οτι σὺ ἐπίγνωσιν ἀπώσω, ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μου· ἐπελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. τῶν φαύλων τοίνυν ἀγνοούντων αὐτὸν ἐπιλέληστο θεός, μνησθεὶς αὐτῶν ο τε καὶ αὐτὸν ε γνωσαν αὐτοί.̓ Ιδοὺ τοίνυν τῆς̔ Ραὰβ τῆς εἰς πλατυσμὸν μεταλαμβανομένης καὶ Βαβυλῶνος συγχύσεως ἑρμηνευομένης μεμνῆσθαι ὁ θεὸς ει πεν ἐγνωκότων αὐτόν. μεταβαλόντες γὰρ οἱ τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες ὁδὸν̔ Ραάβ εἰσιν ἐγνωκότες θεόν, καὶ οἱ ἐκ συγκεχυμένων καὶ τεταραγμένων ἐνθυμημάτων εἰς γαλήνην καὶ κατάστασιν διανοίας ἐληλυθότες Βαβυλών εἰσι θεὸν ἐγνωκότες, ω ν μνημονεύει θεὸς ἀξιῶν τῆς μνήμης αὐτοῦ κριθέντων. Δύναται δὲ ὁ πλατυσμὸς σημαίνειν τῶν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐπὶ τὴν βασιλείαν ἐρχομένων. 867 Ps 86, 6 Τῆς ἐκκλησίας οὐ μόνον οἱ α ρχοντες ἀλλὰ καὶ οἱ λαοὶ ἐνεγράφησαν εἰς τὴν πολιτείαν τῆς οὐρανίου πόλεως τοῦ ζῶντος θεοῦ, τὴν ἀναφορὰν ἐχόντων ἐπὶ τὴν ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ, μόνου θεοῦ διηγήσασθαι δυναμένου τὴν γραφὴν αὐτῶν. οὐ γὰρ τῶν ἐκ συλλαβῶν ὀνομάτων αὐτῶν ἡ ἀναγραφὴ γέγονεν ἀλλὰ τῶν δηλούντων τὴν κατὰ ψυχὴν ποιότητα αὐτῶν η ς μόνος αὐτὸς ε φορός ἐστιν. καὶ ε στιν ἐκ τοῦ ἐναντίου ἐπιστῆσαι τῷ θεωρουμένῳ· ἐν̔ Ιερεμιᾷ γέγραπταἰ Αφεστηκότες ἐπὶ τῆς γῆς γραφήσονται. ὡς ου ν οἱ ἀφεστηκότες καὶ πόρρω θεοῦ γεγενημένοι γράφονται ἐπὶ τῆς γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ περικείμενοι φρονοῦντες τὰ ἐπίγεια καὶ τὰ ὑλικὰ διανοούμενοι, ου τως οἱ τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες καὶ τὸ πολίτευμα ε χοντες ἐν οὐρανοῖς ἐκεῖ ἐμπολιτογραφούμενοι ἐνετάγησαν τῇ τοῦ θεοῦ βίβλῳ. 868 Ps 87 αργ̔ Υπὲρ μαελέθ, τουτέστιν ὑπὲρ χοροῦ η χορείας τῶν υἱῶν Κορέ, ὑπὲρ τοῦ σύνεσιν καὶ συνετῶς ἀποκρίνεσθαι τῷ τὸν θεὸν φοβουμένῳ καὶ διὰ τοῦτο τυγχάνοντι ἀληθῶς̓ Ισραηλίτῃ. Αἰμὰν γὰρ ἑρμηνεύεται φόβος αὐτῶν, ὡς πάντα τὸν ε χοντα θεῖον φόβον καὶ εὐλάβειαν Αἰμὰν ει ναι, ῳ σύνεσιν ἀποκρίνεσθαι προσήκει ο ντι συνετῷ ἀκροατῇ μετὰ χορείας καὶ χοροῦ θείου τοῦ ψαλμοῦ τὴν ᾠδὴν ἀπαγγέλλοντι. 869 Ps Κεκράξομαι πρὸς σὲ οὐ μεθ' ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, οὐκ ἐν μόνοις τυγχάνων τοῖς λαμπροῖς καὶ προσηνέσι τοῦ βίου πράγμασιν (ἀδύνατον ἡμέραν ει ναι) ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποῖς γεγενημένος νυκτερινὴν κατάστασιν περιέχουσιν· ἐν ἡμέρᾳ μὲν κεκραγώς, ο πως παραμένῃ μοι ἡ τῶν ἀγαθῶν μετουσίᾳ, ἐν νυκτὶ δέ, ο πως τέλος αὐτῆς λαβούσης ἐκ νυκτὸς πρὸς σὲ τὸ πνεῦμά μου ὀρθρίσαι δυνηθῇ. Δυνατὸν δὲ καὶ ἁπλούστερον εἰπεῖν παραπλησίως τῷ λεχθέντι ὑπὸ τοῦ σωτῆρος̔ Ο πατὴρ ποιήσει τὴν ἐκδίκησιν τῶν τεκνῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός. ὁ γὰρ τὸν νόμον κυρίου μελετῶν ἡμέρας καὶ νυκτὸς καὶ δι' αὐτοῦ τοῦ μελετᾶν ε ργοις καὶ διαθέσει κεκράξεται πρὸς τὸν θεὸν τῆς σωτηρίας ἑαυτοῦ ἡμέρας καὶ νυκτός, ὁτὲ μὲν αἰτούμενος σωτηρίαν, ὁτὲ δὲ φυλαχθήσεσθαι αὐτὴν η δη ὑπάρξασαν παρακαλῶν. Πολλὴν δὲ παρρησίαν ε χοντος πρὸς θεὸν ἡ λέγουσα φωνὴ Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. ἐπεὶ γὰρ τοιαῦτα αἰτοῦμαι α κἀμοὶ συμφέρει καὶ σοὶ πρέπει καὶ φίλον διδόναι (αἰτοῦμαι γὰρ τὰ κυρίως ἀγαθά), ἐν ο ψεσί σου ἡ ἡμετέρα προσευχὴ γενέσθω· ου τως γὰρ καὶ ἐπινεύσεις παρασχεῖν α ᾐτησάμην, συγκαταβαίνων καὶ κλίνων πρὸς μὲ τὸ ου ς σου· ου τως γὰρ εἰσακουσθῆναι πεπίστευκα· διὰ τοῦτο δὲ πρὸς σέ, ω δέσποτα, βοῶ. 870 Ps 87, 4 Πολλοὶ γὰρ οἱ ἐπικείμενοι πολέμιοι οἱ κατασπάσαι τὴν ζωήν μου εἰς τὸν ᾳ δην θέλοντες, ἐφ' οι ς ἀθυμῶν καὶ ἀγωνιῶν κακῶν ε χω πλησθεῖσαν τὴν ψυχήν, τουτέστιν ἐπιπόνων κακωτικῶν. 871 Ps 87, 5̓ Εκ παραλλήλου τὸν αὐτὸν τόπον ᾳ δην καὶ λάκκον καλεῖν ε θος τῇ θείᾳ γραφῇ. αὐτὸς ου ν γενόμενος ὁ σωτὴρ ὑπὲρ τῆς τῶν ο λων σωτηρίας ἐλήλυθε λύτρον δοῦναι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν, χάριτι θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου. Μόνος γὰρ αὐτὸς ὑπὲρ πάντων ἀπέθανε καὶ ταύτῃ ει πε Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. ἑκάστου γὰρ εἰκότως κατιόντος εἰς τὸν λάκκον δι' α ε πραξεν η ἐφρόνησεν, ἐγὼ προσελογίσθην καὶ μετ' αὐτῶν ἠριθμήθην, οὐκ ἀκολουθίας ε ργων εἰς τοῦτό με ἀγαγούσης ἀλλ' εὐδοκίας πατρικῆς καὶ ἡμετέρου θελήματος προσλογισθῆναι τούτοις τοῖς εἰς τὸν λάκκον κατιοῦσι κρινάντων· ο θεν αὐθαιρέτως καὶ ἐθελουσίως ἐγενήθην ὡς α νθρωπος ἀβοήθητος, τῆς ὁμοιώσεως οὐκ εἰς τὸν α νθρωπον ἀναφερομένης. Απαγε· α νθρωπος γὰρ κατὰ ἀλήθειαν γέγονεν, ὁμοιῶσθαι δέ φησιν οὐχ ἁπλῶς ἀνθρώπῳ ἀλλ' ἀβοηθήτῳ ἀνθρώπῳ. δυνάμενος γὰρ μὴ παθεῖν μὴ κρατηθῆναι μὴ δεθῆναι, ἑαυτὸν ἐπιδέδωκεν, Γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.̓ Αλλ' εἰ καὶ γέγονεν ἑκουσίως α νθρωπος ἀβοήθητος ὡς καὶ περιβληθῆναι θανάτῳ, ἀλλά γε ἐν νεκροῖς ἐλεύθερος η ν. πάντων γὰρ τῶν εἰς τὸν χῶρον τῶν νεκρῶν ἀπιόντων ὑπό τινων ἀγομένων, οὐ φαύλων μόνον ἀλλὰ καὶ σπουδαίων, μόνος̓ Ιησοῦς τεθάρρηκεν εἰπεῖν Οὐδεὶς αι ρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ι να πάλιν λάβω αὐτήν. ο τι δὲ ἡ πάντων ψυχὴ ὑπό τινων εἰς ᾳ δην α γεται, σαφές σοι ε σται ἐπιστήσαντι τοῖς Εὐαγγελίοις. περὶ γὰρ Λαζάρου ἀνδρὸς σπουδαίου ο ντος ει ρηταἰ Εγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι εἰς κόλπους̓ Αβραάμ· καὶ πρὸς φαῦλον δέ τινα λέλεκται Αφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· καὶ πρὸς ε τερον πρόσωπον λέλεκται τὸ Εως ᾳ δου καταβιβασθήσῃ. ὁ γὰρ καταβιβαζόμενός που ὑφ' ἑτέρων ἐκεῖσε καταβιβάζεται. ο θεν οὐδεὶς ἐν νεκροῖς ἐλεύθερος ει η τῶν πρὸς α λλων ἑλκομένων η ποδηγουμένων εἰς τὸν τῶν νεκρῶν τόπον, μόνος δὲ̓ Ιησοῦς ἀφ' ἑαυτοῦ θεὶς τὴν ψυχὴν αὐτοῦ, οὐδενὸς λαβόντος αὐτὴν ἀπ' αὐτοῦ, ἐν νεκροῖς ἐλεύθερος γέγονε. καὶ ε τι· ἐπεὶ Πάντες η μαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, ἀπαλλαττόμενοι τοῦ βίου μετὰ δεσμῶν διαφορὰν ἐχόντων τὴν κατὰ τὸ μᾶλλον καὶ η ττον ἐν τῷ ᾳ δῃ γεγένηνται, μόνου τοῦ ἁμαρτίαν μὴ πεποιηκότος καὶ μὴ γνόντος ἁμαρτίαν καὶ ἐν τοῖς νεκροῖς ἐλευθέρου γεγενημένου ὡς καὶ λύειν τῶν ἑτέρων νεκρῶν τὰ δεσμὰ τοῦ θανάτου ἐπὶ τῷ ἀναστῆσαι καὶ ζωοποιῆσαι αὐτούς. ὡς γὰρ τῶν ἐπὶ γῆς μόνος αὐτὸς ἐλευθερωτὴς ἁμαρτημάτων α φεσιν δωρούμενος, λέγει γοῦν̓ Εὰν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ο ντως ἐλεύθεροι γενήσεσθε, ου τως καὶ ἐν ᾳ δῃ γεγενημένος μετ' ἐλευθερίας τὰς κατεχομένας ψυχὰς ἠλευθέρωσε, φόβον ἐμποιήσας τοῖς αὐτὰς κατέχουσιν· ε πτηξαν γοῦν καὶ οἱ πυλωροὶ τῶν τόπων ἐκείνων, τὴν αὐθεντίαν αὐτοῦ καὶ ἐλευθερίαν αὐτοῦ θεασάμενοι.̓ Ακόλουθον δ' α ν καὶ τοὺς προάγοντας στίχους ἑρμηνεῦσαι ὡς εἰρημένους ὑπὸ Χριστοῦ. λέγει τοίνυν ὁ σωτὴρ πρὸς τὸν ἑαυτοῦ πατέρα· Εἰ καὶ σωτὴρ τοῦ κόσμου τυγχάνω ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς αι τιος σωτηρίας αἰωνίου πᾶσι γενόμενος, ἀλλά γε, ω πάτερ, ταύτης η ς παρέχω τοῖς σῳζομένοις σωτηρίας θεὸς ὑπάρχεις· βουλήματι γὰρ τῷ σῷ χαρίζομαι αὐτήν· ο θεν καὶ παράκλητος γινόμενος πρὸς σὲ ὑπὲρ τῶν ἡμαρτηκότων σώσω αὐτούς, ἐντυγχάνων ὑπὲρ αὐτῶν.̓ Ακολούθως δὲ τοῖς η δη προειρημένοις νοήσεις καὶ τὰ ἑξῆς. 872 Ps 87, 6bc Τὸν γὰρ ὑπὸ τῆς τοῦ θεοῦ κραταιᾶς χειρὸς φρουρούμενον ἁρπάσαι οὐδεὶς δυνήσεται, φησὶν ὁ σωτήρ· ο σον γὰρ περιέχεται τοῦ θεοῦ, ἀήττητος τοῖς ἐπιβουλεῦσαι καὶ ἁρπάσαι θέλουσι διαμένει. ο ταν δέ τις φαῦλος γεγενημένος δι' ω ν ἁμαρτάνει ἀνάξιος τῆς χειρὸς γένηται, ἀπωθεῖται οὐκέτι α ξιος ω ν κρατεῖσθαι καὶ μνημονεύεσθαι ὑπὸ θεοῦ. 873 Ps 87, 7̓ Επεὶ οὐ κατὰ τὰ ἑαυτοῦ ε ργα η λθεν εἰς τὸν ᾳ δην καὶ τὸν θάνατον ἀλλὰ α λλων ε νεκα ὑπὲρ αὐτῶν γευόμενος θανάτου, εἰς ἐκείνους ἀναφέρων τὴν αἰτίαν τοῦ εἰς τὸν κατώτατον λάκκον καὶ εἰς αὐτὴν τὴν καρδίαν τῆς γῆς ἐφθακέναι φησὶ τὸ Εθεντό με, ἀντὶ τοῦ̓ Εποίησάν με εἰς τὰ κατώτατα τοῦ λάκκου ἰέναι, ο πως καὶ τοὺς ἐν βάθει τούτου ἀνιμησάμενος μεταγάγω ἐκεῖθεν ἐπὶ τῷ εἰσαγαγεῖν αὐτοὺς εἰς τὸν θεοῦ παράδεισον. Εθεντο δέ με καὶ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. εἰ γὰρ καὶ ἐν θανάτῳ αὐτῶν ε νεκα γεγένημαι, ἀλλ' οὐκ ἐν αὐτῷ τῷ κυρίως θανάτῳ ἀλλ' ἐν τῇ σκιᾷ αὐτοῦ (ε φθασα γὰρ τριήμερος ἀναστάς), τῷ αὐτῷ δὲ τρόπῳ καὶ ἐν σκοτεινοῖς ὑπ' αὐτῶν τεθειμένος κατηύγασα αὐτούς, ὡς μηκέτ' αὐτοὺς ἐν σκότει διάγειν ἀλλ' ἐν ἐμοὶ τῷ φωτί. 874 Ps 87, 8– 10a̔ Ο τοῦ θεοῦ θυμὸς ἐοικὼς πυρὶ τροφὴν καὶ υ λην ε χει τὰ ἁμαρτήματα. ἐφ' ο σον ου ν ὑφέστηκε ταῦτα, καὶ αὐτὸς ἐνεργεῖ· ἀναλουμένων δὲ αὐτῶν συναπέρχεται καὶ αὐτός. πολλῶν ου ν τυγχανόντων ἀνθρωπίνων ἀνομημάτων, ἐφέρετο κατ' αὐτῶν ὁ θεοῦ θυμός, ἀλλ' ὁ σωτὴρ εὐεργέτης ω ν ὑπέβαλεν ἑαυτὸν τῷ θεοῦ θυμῷ, ὡς ἐπιστηριχθῆναι αὐτὸν ἐπ' αὐτὸν μηκέτι κινούμενον η ἐνεργοῦντα τῷ μὴ εὑρίσκειν υ λην. ο θεν καὶ σβεσθῆναι αὐτὸν συνέβη οὐ τραφέντα παρ' ῳ ἐπεστήρικτο, ἁμαρτίαν οὐκ ἐγνωκότος αὐτοῦ τῷ πεπειρᾶσθαι κατὰ πάντα χωρὶς ἁμαρτίας.̓ Επήγαγε δ' ἐπ' αὐτὸν καὶ πάντας τοὺς μετεωρισμοὺς αὐτοῦ πειρασμοὺς καὶ θλίψεις ο ντας, ο πως ἀγωνισάμενος καὶ πειρασθεὶς περὶ πάντων δόκιμος ἀναδειχθῇ ὡς μηκέτι ἡμᾶς ὑποκεῖσθαι τοῖς μετεωρισμοῖς. ἐξηφάνισε γὰρ αὐτούς· θεοῦ δὲ ει ρηνται ου τοι, ἐπεὶ κρίσει αὐτοῦ ἐπὶ συμφέροντι ἐπάγονται. Γνωστοὶ τοῦ σωτῆρος οἱ γινώσκοντες αὐτὸν καὶ γινωσκόμενοι ὑπ' αὐτοῦ ἐτύγχανον οἱ ἐκ περιτομῆς, ο τε τῷ νόμῳ καὶ τοῖς προφήταις ἐπανεῖχον ἀλλὰ μακρὰν αὐτοῦ γεγένηνται ἀποστήσαντες καὶ προδόται αὐτοῦ ἀποδεδειγμένοι, τοῦ πατρὸς ἐκβαλόντος καὶ μακρὰν πεποιηκότος αὐτοὺς τοῦ ἰδίου υἱοῦ, ο ς καὶ χεὶρ αὐτοῦ ὑπάρχει ἀφ' η ς ἀπώσατο αὐτοὺς κατὰ τὸ Αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. ο θεν καὶ τὴν πρόφασιν τοῦ μεμακρῦνθαι αὐτοὺς ἀπ' αὐτοῦ ἀπαγγέλλων φησὶν Εθεντό με βδέλυγμα ἑαυτοῖς. ἁμαρτωλοὶ γὰρ γενόμενοι οἱ Ιουδαῖοι βδελυκτὴν τὴν θεοσέβειαν̓ ἡγοῦντο· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. διὸ καὶ τὸν ταύτης μυσταγωγὸν βδέλυγμα ἑαυτοῖς ε θεντο οὐκ ο ντα τοιοῦτον. Παρεδόθην καὶ οὐκ ἐξεπορευόμην. οὐ γὰρ εὐθὺς παραδοθεὶς ὑπ' αὐτῶν εἰς θάνατον ὁ σωτὴρ ἐξεπορεύθη, καταλιμπάνων αὐτοὺς ε τι παραμένων αὐτοῖς ἐν τῷ παρέχειν μετανοίας τρόπον. ῃ δει γὰρ αὐτοὺς διορατικοὺς ει ναι, ὡς καὶ ὀφθαλμοὺς αὐτοῦ λέγεσθαι οι καὶ ἠσθένησαν ὡς μηκέθ' ὁρᾶν αὐτόν. διὰ τοῦτό φησιν Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. αἰτία γὰρ τῆς ἀσθενείας αὐτοῖς ἡ πνευματικὴ πτωχεία γεγένηται, η ν ε χειν ἐπεπόθησαν καὶ κατὰ τὸ γράμμα πάντα τὰ γεγραμμένα ἐκλαμβάνοντες. πῶς δὲ ὀφθαλμοὶ αὐτοῦ οἱ διορατικοὶ τοῦ̓ Ισραὴλ ει ναι δύνανται, ε σται σοι σαφῶς ἐπιστήσαντι τῷ̔ Υμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. ὡς γὰρ οἱ πιστεύσαντες κατὰ τὸ εὐαγγέλιον συμπληροῦσι τὸ Χριστοῦ σῶμα, ὡς τοὺς μὲν διορατικοὺς ει ναι ὀφθαλμούς, τοὺς δὲ συνετοὺς ἀκροατὰς ω τα, ε τι μὴν τοὺς πρακτικοὺς χεῖρας καλεῖσθαι, ου τω καὶ πρὸ τῆς ἐπιδημίας οἱ ταῖς γραφαῖς ἐπανέχοντες σῶμα τοῦ θεοῦ λόγου ὑπῆρχον κατὰ τὴν εἰρημένην ἀναλογίαν. 875 Ps 87, 11– 13 Δύναται πεῦσις ἀναγινώσκεσθαι ου τως· μὴ τοῖς ἀναισθητοῦσι καὶ τὸ ἀντιλαμβάνεσθαι ἀπολέλασι νεκροῖς ου σι ποιήσεις θαυμάσια; ταῦτα γὰρ τοῖς αἰσθανομένοις καὶ θαυμάσαι δυναμένοις γίνεται ὁμοίως, μὴ τοῖς θεομάχοις γίγασιν εἰς θεὸν ἀσεβοῦσι καὶ διὰ τοῦτο ἀμετανοήτως ε χουσιν. οὐδεὶς γὰρ προσεύξεται περὶ αὐτῶν.̓ Ανάστασις ε σται ἐπὶ τῷ ἐξομολογήσασθαί σοι. οὐ γὰρ πεφύκασι ῃ θεομάχοι τυγχάνουσιν ἐξομολογεῖσθαι. ἀνάστασιν δ' ἐνταῦθα οὐ τὴν κοινοτέραν νοουμένην λέγει (πάντες γὰρ μεθέξουσι ταύτης), ἀλλὰ τὴν κατὰ μετάνοιαν γινομένην καθ' η ν λέγεται Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; Δυνατὸν ἀπόφασιν ει ναι Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια· μόνον οὐχὶ λέγων Μὴ τοῖς νεκρωθεῖσι τῷ α λλοις θεοῖς προσέχειν ποιήσεις θαυμάσια, ἐπείπερ οὐδὲ γίγαντες διὰ τοῦ θεομαχεῖν ο ντες ἀναστήσονται ἐπὶ τῷ ἐξομολογήσασθαι. οὐδεὶς γάρ φησι τοῖς ἀπελπισθεῖσι καὶ η δη ἐν τάφοις συγκεκρυμμένοις διηγήσεται τὸ ε λεός σου ἀπαγγελλόμενον τοῖς ζῶσι καὶ ἐλεηθῆναι ποθοῦσιν, ἀλλ' οὐδὲ τὴν ἀλήθειάν σου ει ποιεν α ν τις τοῖς ἀπωλείας ε ργα ποιοῦσι καὶ διὰ τοῦτο ἀπώλειαν ὀνομαζομένοις. διηγεῖται γὰρ ὁ λόγος τὸ ε λεος τοῖς πεφυκόσιν ἐλεεῖσθαι (ου τοι δέ εἰσιν οἱ ἐλεοῦντες τοὺς πέλας· Μακάριοι γάρ φησιν οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται), ἀλλὰ καὶ τὴν ἀλήθειαν οὐκ ἐν τῇ ἀπωλείᾳ ἀλλ' ἐν τοῖς μεταστᾶσιν αὐτῆς καὶ ἐπὶ σωτηρίαν ἐφθακόσιν. Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσια. οἱ ὑπὸ περιττῆς κακίας καὶ ἀγνοίας κεκρατημένοι σκότος εἰσίν. η τε γὰρ σκότος πρός τινας ει ρηται ἀλλὰ καὶ γῆ ἐπιλελησμένη καὶ ἀμνημόνευτος ἡ καρδία ἡ ἀκανθῶν πεπληρωμένη οὐσῶν ἡδονῶν καὶ μεριμνῶν βιωτικῶν. οὐ γνωσθήσεται ου ν ἐν τούτοις σκότος ου σι τὰ θαυμάσια τῆς ἀληθείας ἀλλ' οὐδὲ ἡ δικαιοσύνη ἡ πρακτικὴ καὶ ἠθικὴ ἀρετὴ ἐν τοῖς διὰ τὰς ἀκάνθας γενομένοις ἐπιλελησμένη γῆ. 876 Ps 87, 15̔ Αρμόζει τῇ̓ Ιησοῦ παρρησίᾳ τὸ εἰπεῖν Ινα τί, κύριε, ἀπωθεῖς τὴν προσευχήν μου; οὐ γάρ ἐστιν αι τιόν τι δι' ο ἀπωθεῖς τὴν προσευχήν μου καὶ ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, οὐδαμῶς μου ἡμαρτηκότος· διὸ προσδεξάμενός μου τὴν εὐχὴν πάντας εἰς σωτηρίαν α γαγε, ὑπὲρ ω ν πρεσβεύομαι, ἐπιλάμπων αὐτοῖς τὸ πρόσωπόν σου. 877 Ps 87, 16 Οτε δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ω ν ἐπόνησέ τε ὑπὲρ ἡμῶν κάμνων ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἐρεῖ τὸ προκείμενον, οὐ καθάπαξ λέγων πτωχὸς ει ναι ἀλλ' ἐκ νεότητος. πλούσιος γὰρ καὶ ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν κενώσας ἐν τῷ νῦν αἰῶνι πτωχὸς γέγονεν, ἐξότε ἐτέχθη καὶ ἡλικίαν ε χειν η ρξατο· ὑψωθεὶς δ' ἐπὶ τὸν σταυρὸν καὶ ταπεινωθείς, ο τε εἰσήχθη εἰς τὸ μνῆμα τὸ σῶμα αὐτοῦ, ε δοξεν ἐξαπορεῖσθαι σκανδαλιζομένων πολλῶν τῶν πιστευσάντων αὐτῷ, ἀλλ' ἐκ νεκρῶν ἀναστὰς πάλιν ὑψώθη εἰς οὐρανούς, ἀναληφθεὶς ὡς ἑλκύσαι πρὸς αὐτὸν τοὺς δυναμένους μηκέτι πτωχὸν αὐτὸν ὁρᾶν καὶ κάμνοντα διὰ τὴν ἐνανθρώπησιν ἀλλὰ πλούσιον καὶ ο ντα εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου. 878 Ps̓ Επεὶ τὸ πάσης τῆς ἀνθρωπότητος πολλὰ ἁμαρτούσης πρόσωπον φέρει ὁ ἐνανθρωπήσας κύριος (ἀνέλαβε γὰρ τὰς πάντων ἁμαρτίας εἰς τὸ ἑαυτοῦ σῶμα), διῆλθον ἐπ' αὐτὸν πᾶσαι αἱ κατὰ διαφόρων ἁμαρτημάτων ὀργαὶ καὶ οἱ φοβερισμοὶ αὐτοῦ ὡς ἐκταράξαι αὐτόν, ἐνεργῆσαι δὲ κατ' αὐτοῦ οὐδὲν δεδύνηνται οὐκ ἐγνωκότος οὐδὲ πεποιηκότος ἁμαρτίαν.̔ Ρηθεῖεν δ' α ν ὀργαὶ καὶ φοβερισμοὶ θεοῦ αἱ ὑπηρετούμεναι ταῖς κολάσεσι δυνάμεις, ὀργῆς σκεύη τυγχάνουσαι. αυ ται ἐπὶ τὸν σωτῆρα διελθοῦσαι ἐξετάραξαν αὐτὸν λέγοντα Νῦν ἡ ψυχή μου τετάρακται. εἰ γὰρ καὶ τελειοτάτην ψυχὴν ει χεν, ἀλλ' ου ν τοσοῦτον πλῆθος ἐχθρῶν ὁρῶσα προπάθειαν ε σχε, μάλιστα ἐπεὶ τρόπον υ δατος ο λην τὴν ἡμέραν περιέσχον αὐτὸν α μα κατ' αὐτοῦ συνδραμοῦσαι καὶ ε πνιξαν αὐτόν, εἰ μὴ δύτης α ριστος η ν. ὡς γὰρ τὸ υ δωρ τὸ αἰσθητὸν περιεχόμενόν τινος πνίγει αὐτὸν μάλιστα νήχεσθαι μὴ ἐπιστάμενον, ου τως αἱ πονηραὶ δυνάμεις ἀποκτένουσι τὸν ὑπ' αὐτῶν καταπωθέντα. ἀλλ' εἰ κύκλῳ τοῦ̓ Ιησοῦ ὡς υ δωρ γεγένηνται αυ ται ο λην τὴν ἡμέραν περιέχουσαι αὐτὸν α μα, ἀλλά γε βλάψαι αὐτὸν οὐδὲ δεδύνηνται· Υδωρ γὰρ πολὺ οὐ σβέσει τὴν ἀγάπην. ἡ γὰρ τελεία ε ξις ἡ δι' ἀγάπης πρὸς τὸν θεὸν τεθεῖσα α σβεστός ἐστιν. αυ τη δὲ ὑπῆρχε κατὰ τὸ ἀνθρώπινον τῷ̓ Ιησοῦ, ο θεν βλάψαι αὐτὸν ἡ τῶν χειρόνων φάλαξ οὐ δεδύνηνται. 879 Ps 87, 19 Καὶ ου τως μὲν Εὐσέβιος ὁ Καισαρείας καὶ Δίδυμος καὶ̓ Απολινάριος ἐξηγήσαντο. 880 Ps Ει ρηται δὲ πολλάκις ὡς ε νθα διττῶς φέρεται ἡ γενεά. σημαίνει τὸν ἐκ περιτομῆς καὶ ἐθνῶν λαόν. ἀποδίδωσι δὲ τὴν αἰτίαν δι' η ν εἰς τὸν αἰῶνα ᾳ δει τὰ ἐλέη τοῦ κυρίου, ἐπαγαγὼν Οτι ει πας Εἰς τὸν αἰῶνα ε λεος οἰκοδομηθήσεται. ο σον γὰρ ἐνέστηκεν ὁ αἰὼν ου τος, φανερῶς ἐλεεῖ καὶ εὐεργετεῖ ὁ θεός· καὶ ταύτῃ οἰκοδομεῖν ε λεος εἰς τὸν αἰῶνα λέγει. ὡς γὰρ ἡ οἰκοδομὴ ἐκ πολλῶν καὶ διαφόρων συναρμοζομένων ἀποτελεῖται, ου τω πολλῶν εὐεργετουμένων ἐλέῳ θεοῦ οἰκοδομὴ γίνεται. Τάχα δὲ ε λεος οἰκοδομεῖται, τῆς σοφίας οἰκοδομησάσης ἑαυτῇ οι κον. ἡ γὰρ ἐνανθρώπησις αὐτῆς θεμέλιος καὶ πέρας τῆς οἰκοδομῆς τοῦ ἐλέους ἐστίν, πάντων ἐλεουμένων ἀφαιρέσει τῆς προκαταλαβούσης ἁμαρτίας. Εξῆς τούτοις ἐστὶν̓ Εν τοῖς οὐρανοῖς̔ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. ἐπεὶ γὰρ οἱ ἐπὶ γῆς ο ντες δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι φανταζόμεθα τὰ θεῖα πράγματα ου πω προσβολῇ καθαρᾷ ἀντιλαμβάνεσθαι αὐτῶν δυνάμενοι, ἐν τοῖς οὐρανοῖς ἑτοιμάζεται ἡ ἀλήθεια τοῦ θεοῦ τούτοις ἀπεντεῦθεν προπαρασκευασαμένοις ὡς οι όν τ' η ν προσβαλεῖν αὐτῇ. τότε γὰρ πρόσωπον πρὸς πρόσωπον προσβάλλουσι τῷ κάλλει τῆς ἀληθείας, τὸ τέλος τῆς γνώσεως καὶ ἐπιστήμης ἀπειληφότες, καταργηθείσης αὐτοῖς τῆς μερικῆς τῶν πραγμάτων διαλήψεως. ἑτοιμάζεται δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τοῖς μὴ τὰ ἐπίγεια φρονοῦσιν ἀλλ' ε χουσι τὸ πολίτευμα ἐν οὐρανοῖς τῷ φορεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου δι' η ν χρηματίζουσιν οὐρανοί. 881 Ps Τούτῳ δίδωσιν ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ ἐπὶ τῷ βασιλεῦσαι ἐπὶ τὸν οι κον Ιακὼβ εἰς τοὺς αἰῶνας, ὡς μὴ ει ναι τέλος τῆς̓ βασιλείας αὐτοῦ. Οπως δὲ μὴ νομίσῃ τις ὡς ε τυχε κατὰ προσωποληψίαν τὸν Δαυὶδ τετευχέναι ταύτης τῆς εὐλογίας, φησὶν ὁ θεὸς Ωμοσα Δαυὶδ τῷ δούλῳ μου· ἐπεὶ γὰρ γνήσιος δοῦλός μου καὶ θεράπων ἀποδέδεικται ὁ Δαυίδ, δίδωμι τῷ οι κῳ αὐτοῦ σημεῖον, ὡς παρθένον α χραντον καὶ α ψαυστον ὑπὸ ἀνδρὸς τεκεῖν τὸν μεθ' ὑμῶν τῶν ἀνθρώπων θεόν. τοῦτο γὰρ ἀποσημαίνει ἡ̓ Εμμανουὴλ φωνή· ου τος δέ ἐστι τὸ ἑτοιμαζόμενον σπέρμα τοῦ Δαυίδ. Τὸ δὲ Ωμοσα λεγόμενον ὑπὸ τοῦ θεοῦ τὸ βέβαιον τῆς πρὸς τὸν Δαυὶδ ἐπαγγελίας παρίστησιν. ὡς γὰρ ὁ ὀμνὺς ἀπαράβατον πρόθεσιν φυλάττει τῷ τὸν ο ρκον ει ναι λόγον ἐμπεδούμενον μετὰ θεοῦ παραλήψεως, ου τως καὶ ὁ θεὸς ἐφ' οι ς αἰωνίως καὶ βεβαίως χαρίζεται ὀμνύναι λέγεται οὐ κατ' α λλου. ει ρηται γὰρ Κατ' ἐμαυτοῦ ω μοσα, λέγει κύριος, οὐχ ο τι ἀπωμοτικοῖς η κατωμοτικοῖς χρᾶται ἐπιρρήμασιν ἀλλ' ὡς α τρεπτος καὶ ἀμετάβλητον βουλὴν ε χων ὑπισχνεῖται. ἐπεὶ ου ν καὶ ἡ βούλησις αὐτοῦ ἡ περὶ τοῦ ἐκ Δαυὶδ α νθρωπον γενέσθαι τὸν υἱὸν αὐτοῦ ἀμετάθετος η ν, εἰκότως τὸ Ωμοσα Δαυὶδ τῷ δούλῳ μου ει πεν. 882 Ps 88, 7 Οὐδεὶς τῶν ἐκ θεοῦ γεγεννημένων τῷ παραδεδέχθαι τὸ τῆς υἱοθεσίας πνεῦμα ὁμοιωθῆναι τῷ κυρίῳ δυνήσεται. αὐτὸς γὰρ μόνος κατὰ ἀλήθειαν γέννημα θεοῦ, οἱ δ' α λλοι τῷ μετέχειν αὐτοῦ υἱοὶ θεοῦ καλοῦνται. ὑπὲρ τελείας δὲ νοήσεως τῶν προκειμένων χρησόμεθα ἀποστολικῇ φωνῇ ου τως ἐχούσῃ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίοὐ Ιησοῦ Χριστοῦ. εἰπὼν γὰρ τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ τῶν παραπλησίων ηὐλαβήθη, μὴ δόξῃ τισὶν ἰσοτιμίαν ἑαυτῷ νέμειν πρὸς τὸν μονογενῆ υἱόν· διὸ ἐπήνεγκε Καὶ κυρίοὐ Ιησοῦ Χριστοῦ, μονονουχὶ κεκραγώς· εἰ καὶ θεοῦ χάριτι γεγόναμεν υἱοί, καὶ αὐτὸς ἡμῶν τυγχάνει πατήρ, ἀλλά γε καὶ δοῦλοἰ Ιησοῦ Χριστοῦ ἐσμεν κατὰ φύσιν κυρίου ἡμῶν ο ντος. ταύτην τὴν διάνοιαν παρεμφαίνει καὶ ἡ προκειμένη λέξις· Τίς γὰρ ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; οὐδεὶς κατ' οὐσίαν υἱὸς θεοῦ η μόνος ὁ σωτὴρ ι διος καὶ μόνος ὁμοούσιός ἐστι τῷ πατρί, ὁμοιωθήσονται δὲ αὐτῷ ου τοι οἱ οὐ κατ' οὐσίαν ἀλλὰ κατὰ ποιότητα ω σπερ καὶ τῷ πατρὶ οἰκτίρμονες ὡς αὐτὸς γινόμενοι καὶ τέλειοι ὡς ὁ πατὴρ γινόμενοι· Αγιοι γὰρ ε σεσθε, διότι ἐγὼ α γιός εἰμι. Ου τος δὴ ὁ κύριος ε ρχεται ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ οἱ α γιοι ἁρπαγήσονται ἐν νεφέλαις εἰς ἀπάντησιν τῷ κυρίῳ εἰς ἀέρα ἐπὶ τῷ πάντοτε σὺν αὐτῷ ει ναι. τοῦ τοίνυν κυρίου καὶ τῶν ἁγίων ἐν νεφέλαις ο ντων, οὐδεὶς τῶν ἁρπαγέντων ἐν νεφέλαις ἰσωθήσεται τῷ ἐρχομένῳ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. εἰ γὰρ καὶ ε καστος μετὰ δυνάμεως καὶ δόξης ἡρπάγη, ἀλλ' οὐ πολλῆς. ἐκείνην γὰρ τὴν δύναμιν καὶ δόξαν ει χεν η ν ε λαβεν, ὁ δὲ σωτὴρ μετὰ δυνάμεως καὶ δόξης πολλῆς η ς παρέχει ἐλεύσεται· καὶ ε καστος ἐκείνων ἐν νεφέλῃ, ου τος δ' ἐπὶ τῶν νεφελῶν. παρίστησι δὲ ἡ̓ Επὶ τῶν νεφελῶν λέξις τὸ αὐθεντικὸν καὶ βασιλικόν, ο θεν οὐδεὶς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ· ε τι μὴν ἑκάστου τῶν ἁγίων νεφέλης ο ντος πνευματικῆς ὑούσης τὸν νοητὸν ὑετόν (Αἱ νεφέλαι γάρ φησι ῥανάτωσαν δικαιοσύνην), οὐδεμία τῶν τοιούτων νεφελῶν ἰσωθῆναι τῷ κυρίῳ δυνήσεται τυγχάνοντι καὶ αὐτῷ νεφέλῃ, ἐπείπερ ἑκάστη ἐκείνων ὀλίγους ποτίζει, αυ τη δὲ οὐ πάντας ἀνθρώπους μόνον ἀλλὰ καὶ τὰ λογικὰ πάντα. 883 Ps 88, 8 Φοβερὸς δ' ἐστὶ καὶ τοῖς ἐναντίοις ἀπειλῶν κολάσεις καὶ ἐπιφέρων κατὰ τῶν λειπτοτακτούντων τῶν θείων αὐτοῦ προσταγμάτων. ο σοι γὰρ ἐγγὺς αὐτοῦ τυγχάνοντες τῷ παραδεδέχθαι τὴν θείαν αὐτοῦ διδασκαλίαν ἁμαρτάνοντες ἐγγὺς τοῦ πυρός εἰσιν, ὡς ει ρηταί που ὑπὸ τοῦ σωτῆρος̔ Ο ἐγγύς μου ἐγγὺς τοῦ πυρός, ὁ δὲ μακρὰν ἀπ' ἐμοῦ μακρὰν ἀπὸ τῆς βασιλείας· ο θεν καὶ ἐν τῇ προκειμένῃ λέξει τοῖς περικύκλῳ αὐτοῦ διὰ τοῦ πεπιστευκέναι αὐτῷ παρακούουσι τῶν ἐντολῶν αὐτοῦ φοβερός ἐστιν, μέγας ω ν τοῖς δι' ἀρετὴν περιεχομένοις αὐτοῦ. 884 Ps 88, 9b̔ Η περὶ τὸν θεὸν ἀλήθεια οὐκ α λλη τυγχάνει τοῦ εἰπόντος̓ Εγώ εἰμι ἡ ἀλήθεια. εἰ δὲ κύκλῳ τοῦ θεοῦ αυ τη ἐστίν, οὐ δύναταί ποτε μὴ ει ναι, ι να μὴ καταβοᾷ θεὸς ἐκ τοῦ ποτε μὴ κυκλοῦσθαι ὑπὸ ἀληθείας εἰς τοῦτο ἐληλυθόσι. κυκλοῦται δὲ ὑπὸ ταύτης γεννῶν αὐτὴν καὶ μόνος ω ν θεὸς ἀληθινός. ὡς γὰρ μόνος σοφὸς οὐ μετέχων ἀλλὰ καὶ γεννῶν σοφίαν, ου τω μόνος ἀληθινὸς καὶ κύκλῳ ε χει τὴν ἀλήθειαν, οὐ μεταλαμβάνων αὐτῆς ἀλλὰ συνὼν καὶ ἑτέροις αὐτὴν δωρούμενος. καθ' ἑκάστην γὰρ ἐπίνοιαν καὶ ἐνέργειαν συνυπάρχοντα ε χει τὸν υἱὸν ὁ πατήρ· ε στι γὰρ ὁ λόγος πρὸς τὸν θεὸν θεὸς ω ν λόγος, ι ν' ὁ πατὴρ ῃ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· η ρμοζε γὰρ θεῷ πατρὶ συνεῖναι θεὸν λόγον. ἀλλὰ καὶ φῶς ω ν ὁ θεὸς ε χει φῶς σὺν αὐτῷ τὸν υἱὸν ῃ φησι Δανιὴλ Καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. οὐ γὰρ ει πεν Ην η Εσται ἀλλ'̓ Εστίνδηλωτικὸν γὰρ τοῦτο ἀϊδιότητος, ο θεν καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου ει ρηται. Καὶ ἡ ἀλήθεια δὲ οὐ γέγονεν η ε σεσθαι κύκλῳ ἀλλ' ει ναι τοῦ δυνατοῦ θεοῦ ει ρηται. παρέσται δὲ τῷ δυνατῷ θεῷ καὶ ἡ ἀΐδιος δύναμις, ἡ αὐτὴ τῇ σοφίᾳ καὶ ἀληθείᾳ καὶ φωτὶ καὶ λόγῳ τοῦ θεοῦ ὑπάρχουσα, ἀλλὰ καὶ παρὰ τοῖς κυκλοῦσί σε ἡ ἀλήθειά σου. 885 Ps 88, 10 Νοήσεις καὶ ου τως· πίστις τοῦ δεσπόζειν αὐτὸν πάσης τῆς κτίσεως καὶ τῆς θαλάσσης τὰ περὶ τοῦ̓ Ιωνᾶ ἀναγραφέντα· ἐκεῖ γὰρ ἐξεγηγερκέναι κλύδωνα ἐν τῇ θαλάσσῃ λέγεται, καὶ πάλιν θελήσει αὐτοῦ Εστη ἡ θάλασσα ἐκ τοῦ σάλου αὐτῆς. καὶ ὁ̓ Ιησοῦς ε ργῳ δεικνὺς ο τι υἱός ἐστι τοῦ δεσπότου τοῦ κράτους τῆς θαλάσσης, ἐπαφριζούσῃ αὐτῇ καὶ τρικυμίας διεγειρούσῃ ἐπιτιμᾷ καὶ εὐθέως αὐτὴν καταπραΰνει. Εἰ δὲ σημαίνοι τὸν τῶν ἀνθρώπων βίον ἡ τῆς θαλάσσης προσηγορία, κράτος αὐτῆς δύναται ει ναι ὁ πονηρὸς ἐν ῳ ὁ κόσμος ο λος κεῖται τουτέστιν ἡ θνητὴ καὶ ἐπίκηρος πολιτεία. τούτῳ ου ν τῷ κράτει τῆς θαλάσσης ἀσθένειαν ὁ δεσπότης αὐτοῦ παρέχων ἐξουσίαν ὀρέγει τοῖς φοιτηταῖς πατεῖν ἐπὶ πᾶσαν αὐτοῦ τὴν δύναμιν, καταπραΰνων τὰς ἀστάτους καὶ ἀνωμάλους ὁρμὰς κύματα αὐτῆς καλουμένας ἐπὶ τῷ καὶ βάσιμον αὐτὴν ει ναι τοῖς ἐξουσίαν λαβοῦσιν ἐπ' αὐτῆς σὺν̓ Ιησοῦ βαδίζειν ω ν εἰκόνα ὁ Πέτρος φέρει. οὐδεὶς γὰρ α νεὐ Ιησοῦ κατ' ἐκεῖνον πατεῖν δύναται τὴν τοῦ βίου θάλασσαν, ὑπεράνω μεριμνῶν καὶ ἡδυπαθειῶν γινόμενος, εἰ μὴ̓ Ιησοῦ συμπεριπατῇ. αὐτὸς γάρ ἐστιν ὁ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης, ο θεν ει ρηται πρὸς αὐτὸν̓ Εν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν υ δασι πολλοῖς. αι ς γὰρ ε τριψεν̓ Ιησοῦς τρίβοις ἐν τοῖς ἰσχυροῖς υ δασι, τὰ πάθη εἰσὶ καὶ βιωτικαὶ μέριμναι αι ς ἐπιβαίνειν δύνανται οἱ ἐπακολουθοῦντες τοῖς ι χνεσι αὐτοῦ. 886 Ps Πρὸς διάνοιαν δὲ πάντες οἱ ἑρμηνευόμενοι οὐρανοὶ ἐξομολογούμενοι τὰ θαυμάσια αὐτοῦ καὶ ἡ τὸν̓ Ιησοῦ δεχομένη σπόρον καὶ καρποφοροῦσα εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα γῆ αὐτοῦ τυγχάνουσα κτῆμα δὲ αὐτοῦ τυγχάνει, καὶ η ν ἐθεμελίωσεν α μα τῷ πληρώματι αὐτῆς οἰκουμένην, οὐκ α λλη τῆς ἐκκλησίας ου σα ἐν ῃ οἰκοῦσι ψυχαὶ αἱ τὸν ὀρθὸν λόγον καὶ τὴν ἀλήθειαν προσηκάμεναι. οἰκοῦσι δὲ αὐτὴν καὶ ἱεραὶ δυνάμεις παρεμβάλλουσαι κύκλῳ τῶν φοβουμένων αὐτόν. θεμέλιος δὲ ἐφ' ο ν τεθεμελίωται οὐχ ε τερός ἐστι τοῦ περὶ ω ν γράφει Παῦλος Θεμέλιον γὰρ α λλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ο ς ἐστιν Ιησοῦς Χριστός. πλήρωμα δὲ τῆς νοητῆς ταύτης οἰκουμένης ἐπὶ τὸν αὐτὸν̓ θεμέλιον ἱδρυμένον τὸ πλήρωμα τῶν ἀρετῶν ἐστι καὶ τῶν τῆς εὐσεβείας δογμάτων α μα τοῖς θείοις τοῦ πνεύματος δωρήμασιν. Εκτισε δὲ τὸν βορρᾶν ὁ κύριος καὶ τὰς θαλάσσας ἐπὶ τῷ μηκέτι ει ναι ο η σαν πρότερον. ὡς γὰρ κτίσας τοὺς δύο εἰς ε να καινὸν α νθρωπον ἐκ δύο ε να αὐτοὺς πεποίηκε καὶ ἡ κτιζομένη δὲ καρδία καθαρὰ ἐξ ου καθαρὰ γεγένηται κτίζει δὲ καὶ τοὺς ἐκτὸς τῆς πίστεως, ι ν' ἐν Χριστῷ καινὴ κτίσις γένωνται– ου τω κτίζει τὸν βορρᾶν καὶ τὰς θαλάσσας. Πᾶς δὲ ὁ τυγχάνων ἐκλογῆς θείας καὶ ὑπὸ φωτὸς μετεωριζόμενος τῷ πεφωτικέναι ἑαυτῷ φῶς γνώσεως ἀγαλλιᾶται τῷ ὀνόματι τοῦ θεοῦ. ὡς ἐκτὸς μὲν τὸ Θαβώρ, φωτὸς δὲ μετεωρισμὸς τὸ̔ Ερμωνιείμ· εἰς ταῦτα γὰρ μεταλαμβάνονται αἱ̔ Εβραϊκαὶ τῶν ὀρέων προσηγορίαι. εἰ δὲ καὶ λάκκος ἑρμηνεύεται τὸ Θαβώρ (καὶ ου τω γὰρ φέρεται), νοήσεις πῶς ει ρηται ἐπαινετὸς λάκκος, ἐπιστήσας ὡς δίδωσι θεός τισιν εὐλογίας τρόπῳ λάκκους λελατομημένους ου ς οὐκ ἐξελατόμησαν οἱ εἰληφότες. εἰ δὲ καὶ ἐπὶ ψόγου λέγοιτο ἡ λάκκος φωνὴ μεταβαλὼν ου τως ὠνομασμένος ὡς οὐ χρηματίσαι φρέαρ, ἡ πηγὴ ἀγαλλιάσεται ἐπὶ τῷ ὀνόματι κυρίου. 887 Ps̔ Η ποιητικὴ τοῦ θεοῦ δύναμις (αυ τη δ' ἐστὶν ὁ δημιουργικὸς αὐτοῦ ω ν αὐτοῦ μονογενὴς υἱός) α πασι τοῖς ἐγκειμένοις ὀνόμασι σημαίνεται. βραχίων γὰρ ει ρηται ἐν τῷ Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; καὶ̔ Υψηλός σου ὁ βραχίων, καὶ οὐκ ῃ δειμεν. ἀλλὰ καὶ χεὶρ κυρίου ὁμολογεῖται ἐν τῷ̔ Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα· καὶ δεξιὰ ἐν τῷ Δεξιὰ κυρίου υ ψωσέ με. Λέγει γοῦν ὁ α γιος τῷ θεῷ· Σὸς ὁ βραχίων μετὰ δυναστείας, βασιλεύων καὶ κρατῶν ἁπάντων. φάσκει δὲ καὶ τὸ Κραταιωθήτω ἡ χείρ σου, παραδοξοποιοῦσα καὶ δυνάμεις τεραστίους ἐπιτελοῦσα. φησὶ γὰρ ὁ Πέτρος πρὸς τὸν θεὸν Δὸς τοῖς δούλοις σου ἀφόβως μετὰ παρρησίας λαλεῖν τὸν λόγον σου ἐν τῷ ἐκτείνειν τὴν χεῖρά σου εἰς ι ασιν καὶ σημεῖα καὶ τέρατα. Κατ' ἐπίνοιαν ου ν διάφορον ἡ τοῦ πατρὸς δύναμις ὁ Χριστὸς ταῦτα καλεῖται. εἰ γὰρ υἱὸς θεοῦ καὶ σοφία καὶ θεὸς λόγος καὶ ἀλήθεια δεξιά ἐστιν ὑψουμένη θεοῦ μετεωρίζουσα καὶ ἐπαίρουσα πάντα τὸν μιμητήν, προπορεύεται δὲ τῆς σῆς παρουσίας ε λεος καὶ ἀλήθεια· οὐδεὶς γὰρ οι ός τέ ἐστι προσβαλεῖν σου τῷ προσώπῳ μὴ πρότερον ἠλεημένος καὶ τῇ ἀληθείᾳ ἐνωμιληκώς. Δυνατὸν γοῦν ὡς ἐν α λλοις καὶ ἐνταῦθα τὸ ε λεος καὶ τὴν ἀλήθειαν μὴ α λλα τοῦ μονογενοῦς ει ναι ὡς ἐν τῷ̓ Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. ου τος ου ν ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ αὐτὸς ω ν τῷ ἐλέει καὶ τῇ ἀληθείᾳ τοῦ θεοῦ προεπιδημῶν ταῖς διανοίαις ἐμφανίζει τὸν συνηρμοσμένον αὐτῷ πατέρα·̔ Ο γὰρ ἐμὲ δεχόμενος δέχεται τὸν πατέρα, καὶ Ελευσόμεθα ἐγώ τε καὶ ὁ πατήρ. εἰκὼν γὰρ ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτοὐ ἐμφανίζει ἑαυτὸν τῷ καθαρῷ νῷ, ο πως διὰ τὸ ὁραθῆναι δείξῃ καὶ τὸν πατέρα. Εἰ δὲ πρόσωπον τοῦ πατρὸς ὁ υἱὸς λέγοιτο τῷ χαρακτὴρ ει ναι τῆς ἑαυτοῦ ὑποστάσεως, προπορευθῆναι τούτου τοῦ προσώπου δεῖ ἐν τοῖς διὰ καθαρότητα τῆς καρδίας δυναμένοις ἐνιδεῖν τῷ θεοῦ προσώπῳ ε λεον διὰ ἠθικῶν ἀρετῶν καὶ ἀλήθειαν διὰ γνώσεως τῶν τῆς εὐσεβείας μυστηρίων. ἐπεὶ γὰρ κατὰ τὴν ἠθικὴν ἐνέργειαν ἐλεούμεθα, καὶ κατὰ τὴν γνῶσιν προσβάλλομεν τῇ ἀληθείᾳ· τούτου χάριν πολλαχοῦ α μα τῇ ἀληθείᾳ τὸ ε λεος ὀνομάζεται. 888 Ps 88, 16– 19 Οὐκ ει πε δὲ μακάριον ει ναι λαὸν τὸν ἐγνωκότα ἀλαλαγμὸν ἀλλὰ τὸν γινώσκοντα. οὐ γὰρ ἀπαρκεῖ τὸ νενικηκέναι, εἰ μὴ καὶ τὸ νικᾶν ἀεὶ ἐνεργοῖμεν· ἀεὶ γὰρ πρὸς ἀντιπάλους ε χομεν. ου τω δέ τις περιγινόμενος τῶν ἀντιπαρατεταγμένων προκόψοι καὶ ἐπὶ τὴν τῆς ἀληθείας θεωρίαν, καὶ ἀεὶ καταλαμπόμενος ὑπὸ τοῦ φωτὸς τοῦ θείου προσώπου ἐν ἡμέρᾳ ε σται αἰωνίῳ, ἐν ῃ τυγχάνων α μα πᾶσι τοῖς τὸν αὐτὸν φωτισμὸν ε χουσιν ἀγαλλιάσεται περικείμενος τὴν σωστικὴν θεοῦ προσηγορίαν ἐν τῷ ὀνόματι κυρίου ἀγαλλιώμενος ο λην τὴν ἡμέραν. πρόφασις γὰρ τῆς ἀγαλλιάσεως καὶ αἰτία τοῖς τῷ προσώπῳ τοῦ θεοῦ πορευομένοις τὸ θεοῦ ο νομά ἐστιν. Ου τοι δὲ καὶ μετεωρισθήσονται τῇ σῇ δικαιοσύνῃ ὑψούσῃ αὐτούς. σὴ δὲ δικαιοσύνη ὁ γενόμενος ἡμῖν παρὰ σοῦ, οὐ μόνον σοφία ἀλλὰ καὶ δικαιοσύνη καὶ ἁγιασμός. ὑψοῖ γὰρ α παντας αυ τη ἡ δικαιοσύνη, ε λκουσα αὐτοὺς πρὸς ἑαυτὴν διὰ μετουσίας. ὑψοῦται δέ τις καὶ τῇ διὰ πίστεως̓ Ιησοῦ Χριστοῦ δικαιοσύνῃ εἰς πάντας τοὺς πιστεύοντας γινομένῃ. αἰτίαν δὲ τούτου ἐδήλωσεν εἰπὼν Οτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν ει σύ. εἰ γὰρ καὶ δύναμιν ε χουσι καθ' η ν πάντα δυνατῶς ἐπιτελοῦσι καὶ θεωροῦσιν, ἀλλὰ παρὰ σοῦ εἰδότες ε χειν αὐτὴν καυχῶνται οὐκ ἐπ' α λλῳ η σοί, πληροῦντες τὸ̔ Ο καυχώμενος ἐν κυρίῳ καυχάσθω.̔ Ομολογοῦσι γοῦν λέγοντες Αὐτὸς γὰρ δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν· ο θεν καὶ παρρησιέστερόν φασιν̓ Εν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. ὑψώθη γὰρ καὶ ηυ ξησεν ἡμῖν εὐδοκίᾳ θεοῦ τοῦ εἰπόντος Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ηὐδόκησε γὰρ ἐν τῷ ἰδίῳ υἱῷ σωτηρίαν ἡμῶν ποιῆσαι. καὶ διὰ τοῦτο, φησίν, ἐν τῇ τοῦ θεοῦ εὐδοκίᾳ ὑψώθη τὸ ἡμέτερον κέρας, ἐπεὶ αὐτοῦ τοῦ κυρίου ἐστὶν ἀντίληψις καθ' η ν ἀντιλαμβάνεται ὑπερμαχῶν καὶ ὑπερασπίζων τῶν παρ' αὐτοῦ ταύτην τὴν χάριν λαμβανόντων. ε στι δὲ ἡ ἀντίληψις τοῦ ἁγίοὐ Ισραὴλ βασιλέως ἡμῶν. ὁ γὰρ βασιλεὺς τοῦ ἀληθινοῦ̓ Ισραὴλ τοῦ θεὸν ὁρῶντος α γιός ἐστιν, ὁ αὐτὸς ω ν τῷ κυρίῳ ου ἐστιν ἡ ἀντίληψις. Δύναται ἡ αὐτὴ ἀντίληψις τοῦ κυρίου ει ναι ὡς ἐνεργουμένη ὑπ' αὐτοῦ καὶ τοῦ ἁγίοὐ Ισραὴλ ὡς ὑπομένοντος αὐτήν. α γιον δὲ̓ Ισραὴλ ἐν τούτοις ἐρεῖς τὸν ἁγιαζόμενον ἐν τῷ νῷ καθορᾶν αὐτόν. τὸ δὲ Βασιλεὺς ἡμῶν ἀνακτέον ἐπὶ τὸν κύριον τοῦ ὑπερβατοῦ ου τως ἀποκαθισταμένου, ο τι τοῦ κυρίου βασιλέως ἡμῶν ἡ ἀντίληψις καὶ τοῦ ἁγίοὐ Ισραήλ. 889 Ps 88, 20– 23̔ Ο ἀντιλαμβανόμενος προφορικοῦ λόγου εἰ μὲν αὐτὸ μόνον αι σθοιτο αὐτοῦ η ἀκουστὸς ει η, ἐν ἀκοῇ λέγοντα ε χει τὸν λαλοῦντα, εἰ δὲ νοοίη τὰ ἀπαγγελλόμενα, οὐκ ἀκοῇ ἀλλ' ὁράσει νοῦ ἀντιλαμβάνεται τῆς λαλίας τοῦ προσφέροντος αὐτήν. ἐπεὶ ου ν θεὸς ἐδείκνυε τὰ πράγματα ε τι μᾶλλον η ἀπαγγέλλων αὐτά, λαλεῖ τοῖς διὰ προκοπὴν καὶ τελειότητα χρηματίσασιν αὐτοῦ υἱοῖς οὐκ ἐν ἀκοῇ ἀλλ' ἐν ὁράσει. ου τω γοῦν καὶ περὶ τοῦ̓ Ισραὴλ ἀναγέγραπται Καὶ ὁ λαὸς ἑώρα τὴν φωνὴν κυρίου. δέον εἰπεῖν Ηκουσε τῆς φωνῆς κυρίου, ει ρηται δὲ ἀντὶ τούτου τὸ̔ Εώρα τὴν φωνήν, τουτέστιν ἐνόει ταύτην. ὁράσεις ἑώρων οἱ προφῆται· οὐ γὰρ αἰσθητῶν τινων καὶ ο ψει καταληπτῶν ἀντιλαμβανόμενοι ὁρᾶν ἐλέγοντο, ἀλλὰ νῷ προσβάλλοντες κάλλει πραγμάτων νοητῶν. Ελάλησας ἐν ὁράσει τοῖς υἱοῖς σοὐ Εθέμην βοήθειαν ἐπὶ δυνατόν, δυνατὸν̓ λέγων τὸν ἐκ τῆς ῥίζης̓ Ιεσσαὶ γεγενημένον σωτῆρα. ἀληθῶς γὰρ ἐν τούτῳ βοήθειαν ε θετο τὴν βοηθῆσαι τῇ κτίσει πάσῃ δυναμένην. ε στι δὲ ὁ δυνατὸς ἐφ' ο ν ε θετο βοήθειαν ἐκλεκτὸς ἐκ τοῦ λαοῦ, ὑψωθεὶς οὐ κατὰ τὴν θεότητα ἀλλὰ κατὰ τὴν σάρκα. περὶ αὐτοῦ γάρ ἐστι καὶ τὸ̓ Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ε στι γὰῤ Εκλελοχισμένος ἀπὸ μυριάδων, ὡς ἐν τῷ Αισματι τῶν ᾀσμάτων. καὶ κατὰ τοῦτο υ ψωσεν αὐτὸν ὁ πατήρ, χαρισάμενος αὐτῷ ο νομα τὸ ὑπὲρ πᾶν ο νομα. Ευ ρον Δαυὶδ τὸν δοῦλόν μου· καὶ ἐπεὶ ἐκ σπέρματος Δαυὶδ τυγχάνει τὸ κατὰ σάρκα, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα ἐπὶ τῷ πᾶσαν τὴν λογικὴν κτίσιν εἰς τὸ ου τως δουλεύειν μοι διδάξαι· ο θεν καὶ ἐν ἐλαίῳ ἁγίῳ ε χρισα αὐτόν, ἀρχιερέα καὶ βασιλέα α μα κατὰ πάντα ἀποδείξας (̓ Εν ἐλαίῳ ἁγίῳ, τῷ πνεύματι τῷ ἁγίῳ δηλονότι κεχρισμένος, περὶ ου ει ρηται Εχρισέ σε ὁ θεὸς ὁ θεός σου ε λαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου), ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ τοῦ μονογενοῦς ἡ θεότης· συναντιλαμβάνεται δὲ αὐτῷ, ε ργα παράδοξα καὶ μεγάλα δι' αὐτοῦ ἐπιτελοῦσα. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ· ἀντὶ τοῦ ὁ διάβολος (Οὐκ ε γνω γὰρ ἁμαρτίαν οὐδ' ε σχε δόλον ἐν τῷ στόματι αὐτοῦ), δοκῶν ὠφελεῖν ἐν οι ς α ν ἀπάτην καὶ α λλην κακίαν ἐμποιεῖν δύνηται. ἀλλ' οὐδὲ υἱὸς ἀνομίας τις διὰ τοῦ ἀνομεῖν γεγονὼς δυνήσεται κακῶσαι αὐτὸν τῷ εἰς ἁμαρτίαν περιβαλεῖν. κυρίως δὲ τὸ ὠφελῆσαι ἐπὶ τοῦ ἐχθροῦ κεῖται ἀντὶ τοῦ ἀνύσαι. καὶ ἐν Εὐαγγελίῳ γοῦν οἱ βουλευόμενοι ἀρχιερεῖς καὶ Φαρισαῖοι κατὰ τοῦ̓ Ιησοῦ, μὴ ἀνύοντες ἐν τῷ συσκευάζεσθαι αὐτόν, πρὸς ἀλλήλους ε φασκον Θεωρεῖτε ο τι οὐκ ὠφελεῖτε οὐδέν· ι δε ὁ κόσμος ο λος ὀπίσω αὐτοῦ ἀπῆλθεν– ι σον τῷ μηδὲν ἀνύειν. Ταῦτα μὲν ὁ Δίδυμος, προφανῶς διαιρῶν τὸν ε να Χριστόν, εἰ καὶ ποσῶς τὰς προφανεῖς αὐτοῦ δυσφημίας ἐξέκλινα. δύο γὰρ πρόσωπα φανερῶς ὑφίστησι καὶ υἱοὺς δύο, καὶ εἰς τὸ τῆσδε προβιοτῆς ἀπάγει δόγμα· ο θεν δοκεῖ μοι ἡ τῶν πρὸ αὐτοῦ ἑρμηνεία μᾶλλον αἱρετωτέρα ει ναι τοῖς εὐσεβῶς νοεῖν βουλομένοις. καὶ Εὐσέβιος δὲ διὰ τῶν ὁμοίων Διδύμῳ σχεδὸν πρόεισιν ἐνθυμημάτων οι ς ἐπιλέγει·̔ Ο μὲν τῶν προφητῶν κτλ. 890a Ps 88, 21– 23 Τὸν ο ντα Δαυίδ φησιν, ἐπεὶ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα τυγχάνει, δυνατὸν καὶ ἱκανὸν χειρὶ τυγχάνοντα· εἰς τοῦτο γὰρ μεταλαμβάνεται ἡ Δαυὶδ φωνή. ευ ρον καὶ ἁγίῳ ἐλαίῳ ε χρισα αὐτόν, ἐπείπερ ἡ χείρ μου συναντιλήψεται αὐτῷ, κατισχύοντος αὐτὸν τοῦ βραχίονός μου. βραχίων δὲ καὶ χεὶρ θεοῦ ὁ θεοῦ υἱὸς ει ρηται. ου τος γὰρ κατισχύει τὸν α νθρωπον συναντιλαμβανόμενος αὐτῷ τὸν ἐκ τῆς παρθένου γεγεννημένον. κατισχύει δὲ αὐτὸν ἡ χεὶρ καὶ συναντιλαμβάνεται, ε ργα παράδοξα δι' αὐτοῦ ἐπιτελοῦσα. Τὸ δὲ Οὐκ ὠφελήσει ἐχθρός· ὁ διάβολος ἐν τῷ ἀνθρώπῳ τῷ κυριακῷ· Οὐκ ε γνω γὰρ ἁμαρτίαν οὐδ' ε σχεν δόλον ἐν τῷ στόματι αὐτοῦ. 891a Ps a Αὐτὸς (δηλονότι ὁ ἐλαίῳ ἁγίῳ χρισθείς) ἐπικαλέσεταί με· Πατήρ μου ει σὺ ὁ θεός, ε φη. ἐπεὶ γὰρ γεννηθεὶς ἐκ τῆς παρθένου υἱὸς θεοῦ κέκληται, ἐπικαλέσεταί με, λέγων Πατήρ μου ει σύ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ (ε στι γὰρ κατ' οὐσίαν υἱός) ἀλλ' οὐδὲ ἐπικαλουμένου ἀλλ' ὁμολογοῦντος πατέρα τὸν θεόν. ο ν δὲ ἀνέλαβεν α νθρωπον, καὶ ἐκλήθη υἱὸς θεοῦ καὶ ἐπικαλεῖται τὸν θεὸν πατέρα ἑαυτοῦ καὶ ἀντιλήπτορα τῆς σωτηρίας αὐτοῦ· ἀνέστησεν γὰρ αὐτὸν καὶ εἰς οὐρανοὺς ἀνέλαβεν. ἀντιλήπτωρ δὲ γέγονεν καὶ α λλως τῆς αὐτοῦ σωτηρίας, οὐχ η ς αὐτὸς σῴζεται ἀλλ' η ς σῴζει τοὺς προσφεύγοντας αὐτῷ. αὐτοῦ τοιγαροῦν ἐπικαλεσαμένου τὸν πάντων αι τιον πατέρα, καὶ αὐτὸς ὁ πατὴρ τίθεται αὐτὸν πρωτότοκον τὰ πρωτεῖα φέροντα πάντων τῶν χρηματισάντων υἱῶν θεοῦ, οὐχ ὁμοίως αὐτῷ ἀνακραθέντων τῷ μονογενεῖ· μόνος γὰρ αὐτὸς γνήσιον ο ργανον καὶ ναὸς τοῦ θεοῦ λόγου ἀναπέφαται. 892 Ps 88, 30b̓ Αλλὰ μὴ λάθῃς σαυτόν, νομίσας μέχρι τότε παρατείνειν τὸν Χριστοῦ θρόνον μέχρι πληρώσεως τούτου· Οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου μὴ παρέλθωσι. πάλιν γὰρ βασιλεύει, τῶν λόγων αὐτοῦ μὴ παρερχομένων μετὰ τὴν πάροδον οὐρανοῦ καὶ γῆς. οὐ γὰρ ει ρηται Θήσομαι τὸν θρόνον αὐτοῦ μέχρι τοῦ παρελθεῖν τὸν οὐρανόν, ἀλλ'̔ Ως τὰς ἡμέρας τοῦ οὐρανοῦ· καὶ μετὰ τὴν πάροδον γὰρ οὐρανός ἐστιν. οὐ γὰρ ι σον τῷ φθαρῆναι τὸ παρελθεῖν αὐτόν. Δύναται δὲ καὶ τὰ λαμπρὰ καὶ περιμάχητα τοῖς ἀνθρώποις ἡμέραι γῆς ει ναι, οὐρανοῦ δὲ ἡμέραι τὰ φωτεινὰ καὶ φωτοειδῆ τῆς ἀληθείας μυστήρια οι ς παραπλησίως ὁ θρόνος τοῦ σωτῆρος τεθεὶς ἀσάλευτος εἰς ἀεὶ διαμένει. 893 Ps 88, 36– 38 Ενθα βεβαίως ἐπαγγέλλεται θεὸς ὀμόσας, ἐφ' οι ς ει ρηκεν εἰσάγεται. ἐπεὶ ου ν τῷ κατὰ τὴν τάξιν Μελχίσεδεκ ἀπαράβατον ἱερωσύνην δίδωσιν ὀμνύς, οὐ μεταμέλεται· καὶ τῷ̓ Αβραὰμ δὲ ἐπαγγειλάμενος μεθ' ο ρκων ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεσθαι πάντα τὰ ε θνη τῆς γῆς τὸ ἀμετακίνητον τῆς εὐλογίας δηλοῖ. εἰ δέ που προσκαίρως δίδωσί τι, οὐκ ο μνυσιν ἐπὶ τούτῳ· ἀμέλει γοῦν οὐ μεθ' ο ρκων ἐγχειρίσας τὴν βασιλείαν τῷ Σαοὺλ μετεμελήθη. ἐπεὶ ου ν καὶ τὸ ἐκ τοῦ Δαυὶδ γενέσθαι τὸν σωτῆρα κατὰ σάρκα καὶ τὸ σπέρμα αὐτοῦ τοῦ ἐκ τοῦ Δαυὶδ γεγενημένου ἀπαράβατον καὶ βέβαιον ει ναι ἐβούλετο, ω μοσεν αὐτῷ ἐπὶ τῷ τὰς ὑποσχέσεις ἀσαλεύτους ε σεσθαι.̓ Επεὶ τοίνυν ω μοσα Δαυὶδ ἐν τῷ ἁγίῳ μου οὐ ψευδόμενος ἐφ' οι ς ἐπηγγειλάμην, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, συνδιαιωνίζοντος τοῦ θρόνου τῆς ἀρχῆς αὐτοῦ αὐτῷ τῷ ἡλίῳ τῆς δικαιοσύνης. καὶ ἡ σελήνη δὲ τὸ α θροισμα τῶν ὑπὸ τοῦ Χριστοῦ φωτιζομένων εἰς τὸν αἰῶνα διαμένει πληρέστατα πεφωτισμένη, πληρουμένου τοῦ Εσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, ἐκλαμψάντων δὲ τῶν δικαίων ὡς ὁ η λιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. μαρτὺς δὲ πιστὸς περὶ τοῦ ου τως ε χειν ἐν οὐρανοῖς ἐστιν, περὶ οὐ Ιώβ φησιν Ιδοὺ γὰρ ἐν οὐρανοῖς ὁ μάρτυς μου καὶ ὁ συνίστωρ μου ἐν ὑψίστοις. 894 Ps̓ 88, 39– 46 Δίδυμος δὲ τῆς Εὐσεβίου ἑρμηνείας τὴν διάνοιαν ου τως ἀποδέδωκε· Σὺ, ω δέσποτα, εἰπὼν Τὸ σπέρμα τοῦ Χριστοῦ εἰς τὸν αἰῶνα μένει, ἀπώσω τὸ σπέρμα αὐτοῦ. ἐξουδένωσας αὐτὸν ἀναλαβόμενον τὸν Χριστὸν ο ν ἐν ἐλαίῳ ἁγίῳ ε χρισας ε λαιον μένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ε ξειν, καθ' ο ἐλεοῦνται οἱ ἐξ αὐτοῦ φῦντες. ἀναβαλλόμενος ου ν τὸν Χριστὸν κατέστρεψας τὴν διαθήκην αὐτοῦ ο ντος δούλου σου, καίτοι εἰπὼν μὴ βεβηλώσειν τὴν πρὸς αὐτὸν διαθήκην σου. ἐβεβήλωσας δὲ καὶ τὸ ἁγιαστήριον αὐτοῦ εἰς τὴν γῆν, η τοι εἰς θάνατον καὶ μνῆμα τὸ σῶμα αὐτοῦ παραδοὺς η τὴν ἐκκλησίαν τυγχάνουσαν οι κον καὶ ἁγιαστήριον αὐτοῦ βεβηλώσας εἰς τὴν γῆν αὐτὴν ἐν τοῖς καιροῖς καθ' ου ς ἐπέτρεψας η συνεχώρησας διωγμοὺς πρὸς ἀθέων ἐπιτελεῖσθαι. Δοῦλος δὲ θεοῦ ὁ Χριστὸς τυγχάνει ἀναλαβὼν τὴν τοῦ δούλου μορφήν, γενόμενος ἐκ τῆς εἰπούσης τῷ ἀγγέλᾠ Ιδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ καθεῖλες ἀπὸ τῶν υἱῶν αὐτοῦ, πᾶσαν ὀχυρωτάτην βοήθειαν, ὡς πάντα τὸν ἐπιβουλεύειν αὐτοῖς ἐπιχειροῦντα δύνασθαι κατ' αὐτῶν. φραγμοὶ γὰρ κατὰ τὴν γραφὴν ἀδιαφόρως θεόθεν γινόμεναι φρουραί· φραγμοὺς δὲ τοῦ Χριστοῦ ἀμπελῶνος δυνατὸν εἰρῆσθαι τοὺς ἀποστόλους ου ς καθαιρεῖσθαι ὑπὸ θεοῦ φασιν οἱ ὁρῶντες αὐτοὺς ἐσκορπισμένους καὶ σκανδαλισθέντας ἐν τῇ νυκτὶ τῆς παραδόσεως̓ Ιησοῦ. Εθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. ὀχυρώματα τοῦ Χριστοῦ οἱ γνήσιοι μαθηταὶ αὐτοῦ τυγχάνουσιν α περ δειλωθέντα κατὰ τὸν καιρὸν τῆς παραδόσεως̓ Ιησοῦ δειλίᾳ τεθεῖσθαι ει ρηνται. ῳ ἠκολούθησεν τὸ διηρπάσθαι αὐτὸν τὸν Χριστὸν ὑπὸ τῶν διοδευόντων η παραπορευομένων ὁδόν. Χριστὸς δὲ διαρπαζόμενος οὐχ ε τερος τῶν διαρπαζόντων αὐτοῦ τὸ σῶμα τυγχάνει·̔ Υμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. δυνατὸν δὲ καὶ τὰς κατὰ διαφόρους παροικίας ἐκκλησίας ὀχυρώματα αὐτοῦ εἰρῆσθαι. Πρὸς τούτῳ καὶ ο νειδος αὐτὸν ε θου τοῖς διὰ τὸ πρὸς αὐτὸν καὶ πέριξ αὐτοῦ ει ναι καλουμένοις γείτοσιν αὐτοῦ. οἱ γὰρ δοκοῦντες τῆς γραφῆς αὐτοῦ περιέχεσθαι καὶ ἐγγὺς τῆς ἐκκλησίας αὐτοῦ διὰ ψευδωνύμου γνώσεως ἀθροιζόμενοι γείτονες αὐτοῦ τυγχάνουσι· δι' ω ν κακῶς φρονοῦσι καὶ πράττουσιν, ὀνειδίζουσιν αὐτόν. ὡς γὰρ ἐκ τοῦ ἐναντίου δοξάζει αὐτὸν ὁ ὀρθῶς καὶ ἐπαινετῶς ἐνεργῶν κατὰ τὴν ἀλήθειαν φρονῶν, ου τως ὁ ἐναντίως τοῖς ὀρθῶς ε χουσι διακείμενος ὀνειδίζει αὐτόν. Διὰ ταῦτα υ ψωσας δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ· ἐπαίρονται γὰρ ὡς ἰδίᾳ δυνάμει περιγενόμενοι καὶ ποιήσαντες α διέθηκας αὐτόν. ευ φρανας δὲ ἐπὶ τοῖς συμβεβηκόσιν αὐτῷ καὶ τοὺς μισοῦντας αὐτόν, οὐκ ἀντιλαμβανόμενος αὐτοῦ ἐν τῷ πολέμῳ. ἀλλὰ γὰρ καὶ ἀπέστρεψας τῆς βοηθείας τὴν ῥομφαίαν αὐτοῦ η τὴν ῥομφαίαν τῆς βοηθείας αὐτοῦ· ἑκατέρως γὰρ φέρεται. συμβαλόντων γὰρ εἰς πόλεμον Χριστῷ τῶν ἐχθρῶν αὐτοῦ καὶ μισούντων αὐτόν, Οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ, ὡς δήσαντας αὐτὸν ἀπαγαγεῖν ἐπὶ τῷ σταυρῶσαι καὶ τὰ α λλα ὑβριστικῶς ἐπενεγκεῖν κατ' αὐτοῦ. παύσονται ταῦτα λέγοντες οἱ πρὸς Χριστὸν πόθον ε χοντες καὶ περὶ τῆς προνοίας ὀρθῶς διειληφότες, οὐ μὴν ὁρῶντες πρόθεσιν καθ' η ν οὐ φεισάμενος ὁ πατὴρ τοῦ ἰδίου υἱοῦ ε κδοτον αὐτὸν ἀφῆκε τοῖς παραστᾶσι καὶ συναχθεῖσι κατ' αὐτοῦ, τὴν σωτηρίαν μαθόντες τὴν κατορθωθεῖσαν διὰ τοῦ θανάτου αὐτοῦ, οὐ μόνον τοῦ πατρὸς ὑπὲρ ἡμῶν παραδεδωκότος αὐτὸν ἀλλὰ καὶ αὐτοῦ εἰς τοῦτο παραδεδωκότος ἑαυτόν· δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς ε ως τοῦ διαψάλματος. οἰόμενοι παρὰ τὰ ἐπηγγελμένα αὐτῷ ἀπηντηκέναι καὶ ταῦτά φασιν. καταλελύσθαι γοῦν ὑπειλήφασιν αὐτὸν ἀπὸ τοῦ καθαρισμοῦ ου εἰργάσατο διὰ τοῦ αι ματος αὐτοῦ· ἐφ' ῳ νομίζουσι καὶ τὸν θρόνον αὐτοῦ κατερράχθαι εἰς τὴν γῆν, σμικρυνθεισῶν τῶν ἡμερῶν τοῦ θρόνου αὐτοῦ. ἀλλ' οὐδὲν τοιοῦτον περὶ τὸν θρόνον αὐτοῦ συμβήσεται, θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ περὶ ου τὰ ἐγχωροῦντα ει πομεν· ἀλλὰ καὶ μένειν ἐναντίον ἑαυτοῦ ὁ θεὸς ει πε τὸν θρόνον τοῦ Χριστοῦ ὡς τὸν η λιον καὶ τὴν κατηρτισμένην σελήνην εἰς τὸν αἰῶνα. σταυρωθέντα γὰρ καὶ πεπονθότα ἰδόντες αὐτὸν ε δοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ, σμικρυνθέντος καὶ ἀνατραπέντος τοῦ θρόνου αὐτοῦ, καὶ τὴν ἐπὶ τῷ σταυρῷ αἰσχύνην κατασχεθεῖσαν αὐτοῦ περὶ η ς ὁ ἀπόστολός φησιν Ος ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, ι ν' ἐκ νεκρῶν ἀναστὰς μηκέτι καταλελυμένος ὑπὸ καθαρισμοῦ ῃ ἀλλ' ἐπιτελῶν καὶ ἐνεργῶν αὐτὸν αι ρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸ εἰρημένον Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνωρθωμένον καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον ε χων μακροήμερον καὶ αἰώνιον διαμένοντα. 895 Ps a Μνήσθητι τίς ἡμῶν τῶν ταῦτα λεγόντων ἡ ὑπόστασίς ἐστι. τρεπτοὶ γὰρ καὶ ἀλλοιωτοὶ τυγχάνομεν αὐτεξούσιοι ο ντες· διὸ καὶ φοβούμεθα, μὴ εἰς ἀσέβειαν ὑποσυρῶμεν. ο θεν τάχυνον τὸν ε λεόν σου ἐπιβλέψας ἡμῖν. ου τως γὰρ μόνως σβέννυσθαι ἡ ἐξαφθεῖσα ὀργὴ πέφυκε. Δύναται τὸ τῆς ὑποστάσεως ο νομα μὴ τὴν οὐσίαν σημαίνειν, ὡς ἡρμηνεύσαμεν, ἀλλὰ τὴν καθ' η ν ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων. 896 Ps 88, 49 Επεὶ πολλὰ σημαίνει ἡ τίς φωνή, σκοπήσωμεν κατὰ τί τῶν σημαινομένων̓ λέγεται τὸ Τίς ἐστιν α νθρωπος. σημαίνει γάρ ποτε πεῦσιν ἐν τῷ Τίς ἀναβήσεται εἰς τὸ ο ρος κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; δηλοῖ καὶ τὸ σπάνιον ἐν τῷ Τίς α ρα ἐστὶν ὁ δοῦλος ὁ πιστὸς καὶ φρόνιμος; καὶ Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; κεῖται καὶ ἐπὶ ἀδυνάτου ἡ φωνὴ ἐν τῷ Τίς ε γνω νοῦν κυρίου; η τίς σύμβουλος αὐτοῦ ἐγένετο; καὶ ἐν τῷ Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψεν υ δωρ ἐν ἱματίῳ; τάττεται ἡ φωνὴ καὶ ἐπὶ εὐτελιζομένου ὡς οὐδενὸς ο ντος ἐν τῷ Εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; καὶ̓ Ιδοὺ κύριος βοηθήσει μοι, τίς κακώσει με; κεῖται καὶ ἐπὶ τοῦ καλουμένου παρά τισιν ἰδίως ποίου, παρ' α λλοις δὲ ἀτόμου καὶ ἑνὸς ἀριθμῷ, ἐν τῷ Ανθρωπός τις εὐγενής.̓ Ενταῦθα δὲ δυνατὸν ἐκλαβεῖν τὸ προκείμενον ἐπὶ τοῦ οὐδείς· Τίς γάρ ἐστιν α νθρωπος ο ς ζήσεται καὶ οὐκ ο ψεται θάνατον; ἀντὶ τοῦ Οὐδείς. καὶ εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου ὁ λόγος, οὐδείς ἐστιν ἀληθῶς ο ς ε ζησε καὶ οὐκ ει δε θάνατον, καθὸ ει ρηται Καὶ ου τος ὁ θάνατος εἰς πάντας ἀνθρώπους διῆλθεν, ἐφ' ῳ πάντες η μαρτον, καὶ Καθόσον ἀπόκειται τοῖς ἀνθρώποις α παξ ἀποθανεῖν. τὸ γὰρ τίς ἰσοδυναμεῖ τῷ πᾶσιν ἀνθρώποις. οὐδεὶς ου ν ἐστιν α νθρωπος, ἐπεὶ πᾶς θνητόν ἐστι ζῷον καὶ πᾶς δὲ α νθρωπος γεγονὼς τῷ ἀποπεπτωκέναι θεότητος, ὡς τὸ̔ Υμεῖς δὲ ὡς α νθρωποι ἀποθνῄσκετε, καὶ τὸ Οπου γὰρ ε ρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ α νθρωποί ἐστε καὶ κατὰ α νθρωπον περιπατεῖτε; οὐδεὶς γὰρ τῶν τοιούτων ἀνιστόρητος γέγονε θανάτου τῷ ἁμαρτάνειν· διὸ ει ρηται Τίς ἐστιν α νθρωπος ο ς ζήσεται; θεῶν γάρ ἐστι τὸ τοιοῦτον, τῶν κατὰ μετουσίαν θεότητος θεῶν εἰρημένων· ου τοι γὰρ μόνοι οὐκ ο ψονται θάνατον, ἐπείπερ ζῶσι μεταποιούμενοι τῆς αἰωνίου ζωῆς· ἐφ' ῃ ζωῇ ψαῦσαι η καὶ κρατῆσαι αὐτῶν ὁ ᾳ δης οὐ δυνήσεται, ῥυομένου θεοῦ τοὺς τοιούτους ἐκ χειρὸς ᾳ δου. 897 Ps 89, 1b. 2 Καὶ ταῦτα μὲν εἰρήσεται, μενόντων ἡμῶν ἐπὶ τοῦ ῥητοῦ· εἰ δὲ ο ρη λέγοιτό τις ἑδραννύμενα τοὺς ἀποστόλους, γῆν δὲ πλασσομένην τὴν καρποφορεῖν δυναμένην ψυχήν, οἰκουμένην δὲ τὴν ἐκκλησίαν ἐν ῃ οἰκοῦσιν α γγελοι, δόγματά τε ἀληθείας καὶ τοῦ πνεύματος τὰ χαρίσματα ἐρεῖ πρὸ τούτων πάντων, ὡσεὶ καὶ τοῖς προφήταις τὸν θεὸν καταφυγὴν γεγενῆσθαι ἐν γενεᾷ καὶ γενεᾷ. Σημαίνει δὲ τὴν ἐξ ἀπείρου ἐπ' α πειρον τοῦ θεοῦ υ παρξιν τὸ Καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ε ως τοῦ αἰῶνος σὺ ει. σὺ γὰρ ει μένων ὁ αὐτὸς ἀεί, οὐκ ἐν ἑτέρῳ μὲν αἰῶνι α λλος, ἐν ἑτέρῳ δὲ α λλος· α τρεπτος γὰρ καὶ ἀμετάβλητος ω ν ἐξ ἀπείρου ἐπ' α πειρον ὁ αὐτὸς ει. 898 Ps 89, 3a̓ Εκ ταπεινῶν καὶ χαμαιζήλων πραγμάτων εἰς υ ψος ἀναγαγὼν τὸν α νθρωπον, φυλάττων αὐτὸν ἐν τῷ μετεωρισμῷ καὶ υ ψει, μὴ ἀποστρέψῃς αὐτὸν αυ θις εἰς τὰ χαμαιριφῆ γενέσθαι. 899 Ps 89, 8 Εθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου, ἐπὶ τῷ τιμωρήσασθαι ἡμᾶς ἐπ' αὐταῖς, ὡς πάντα τὸν αἰῶνα ἡμῶν (χρόνος δ' ἐστὶν ὁ παρεκτείνων τῇ ἡμετέρᾳ μετὰ σώματος ζωῇ) φανερὸν καὶ πεφωτισμένον σοι τυγχάνειν, παντὸς παροράματος οὐ πρακτικοῦ μόνου ἀλλὰ καὶ τοῦ ἐν λογισμοῖς φανεροῦ καὶ πεφωτισμένου σοι τυγχάνοντος. 900 Ps 89, 12– 17̔ Η προκειμένη δέησις ἐπισταμένων ο τι θεὸς ε χει δεξιὰν καὶ ἰδεῖν αὐτὴν ποθούντων. ὡς ἐπιστάμενοι γοῦν φασιν· Ω δέσποτα θεέ, τὴν δεξιάν σου δι' η ς ἐδημιούργησας τὸν κόσμον καὶ προνοῇ αὐτοῦ φανέρωσον, ο πως μὴ δι' ω ν ποιεῖ καὶ ἐνεργεῖ καταλαμβάνωμεν ἀλλὰ κατὰ τὸ προσβάλλειν αὐτῇ γνωρίσωμεν αὐτήν. Δύναται πρεσβεία τῶν παρακαλούντων αι τησις ει ναι τῆς Χριστοῦ ἐπιδημίας. αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ. τότε γὰρ γνώριμος γέγονεν ἡ θεοῦ δεξιά, ο τε ὁ λόγος σὰρξ γενόμενος ἐσκήνωσεν ἐν ἡμῖν· ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ πατρός. Γνωρίσαντος δὲ τὴν δεξιὰν τοῦ θεοῦ, ε γνωμεν σὺν αὐτῇ φανερωθέντας καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. ου τοι δέ εἰσιν οἱ φάσκοντες Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. δυνατὸν καὶ τοὺς προφήτας ἐγνωρίσθαι φάσκειν ο ντας πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ, ο τε ἡ Χριστοῦ ε λλαμψις πεφανέρωται. τότε γὰρ ἀληθῆ προαναφωνοῦντες οἱ προφῆται περὶ αὐτοῦ ἀνεδείχθησαν ὑποπτεύεσθαι ι σως δυνάμενοι πρὶν πληρωθῆναι αὐτῶν τὰς προφητείας. ο τε γὰρ οἱ λόγοι αὐτῶν ἐκβάσεως τετυχήκασι τῆς θεοῦ δεξιᾶς γνωρισθείσης, φανεροὶ γεγένηνται ὡς α ρα ει εν πεπαιδευμένοι τῇ θεοῦ σοφίᾳ. πεπαίδευται δὲ τὴν καρδίαν ἐν σοφίᾳ ὁ τὸν νοῦν καὶ τὸ ἡγεμονικὸν σεσοφισμένος, ὡς ὁ προφορικὸς αὐτῷ μυρία διαμαρτάνει ὡς καὶ ἀληθεύοντα φάναι· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Φέρεται καὶ Τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ. πεπέδηται γὰρ ὁ λογισμὸς καὶ ἡ ἐνθύμησις ἀπὸ πεδῶν τῆς σοφίας τοῦ σοφῶς καὶ εὐσεβῶς ἐπιβάλλοντος τοῖς πράγμασιν· ει ρηται δὲ περὶ πεδῶν σοφίας εἰς α ς ἐμβάλλειν τοὺς πόδας τῆς ψυχῆς προσταττόμεθα.̓ Επίστρεψον, κύριε· ε ως πότε, τουτέστιν ε ως πότε τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου ἀποστρέφεις ἀφ' ἡμῶν; κα ν πρὸς ὀλίγον γὰρ τοῦτο ποιῇς ἡμῖν, πολὺς χρόνος φαίνεται τῆς ὑπερθέσεως ἐξημμένοις τοῦ ποθουμένου. παρακληθεὶς ου ν ἐπὶ τοῖς δούλοις σου, ἐπίστρεψον πρὸς ἡμᾶς μακρὰν γεγενημένους καὶ ἀποστραφέντας τὰ προστάγματά σου.̓ Ενεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. ἐπιλάμψασα γὰρ ἡμῖν ἡ δεξιά σου η ν γνωρισθῆναι ἠξιώσαμεν, η λιος δικαιοσύνης ου σα, ἀρχὴν ἡμέρας νοητῆς κατεσκεύασεν. ἐν ῃ ἀρχῇ πρωῒ τυγχανούσῃ ἐπληρώθημεν τοῦ παρὰ σοῦ ἐλέους, ὡς ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι ἡμᾶς ἐν πάσαις αι ς ἐφώτισεν ἡμῖν ἡμέραις τὸ φῶς σου τὸ ἀληθινόν· ο περ εἰσιὸν ἐν ταῖς διανοίαις ἡμῶν πρωΐας ἐστὶ ποιητικόν.̓ Αλλ' ἐπεὶ μὴ καθ' ε να τρόπον ἀλλὰ ποικίλως ἡμῖν ἀνατέλλει κατὰ τὰς διαφόρους πράξεις τε καὶ νοήσεις, ἐν πολλαῖς ἡμέραις γινόμεθα· ἐν αι ς πᾶσιν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα τοσοῦτον ὡς ἐξαρκεῖν λῦσαι τὸ ἐκτὸς σκυθρωπὸν καὶ κακωτικὸν τῶν ἡμερῶν, ἐν αι ς ἐταπείνωσας ἡμᾶς αἰχμαλωσίᾳ καὶ ἐχθροῖς δι' α γνοιαν καὶ κακίαν παραδούς. ἐν γὰρ ἡμέραις καὶ ε τεσι πλείοσι ταπεινωθέντες ει δομεν κακά, η τοι τὰ ἐναντία τῶν κυρίως ἀγαθῶν περὶ ω ν λέγεται Αφρων ἐν γέλωτι πράττει κακά, η τὰ ἐπίπονα καὶ κάκωσιν ἐμποιοῦντα οι ά ἐστι περὶ ω ν ει ρηται τῷ̓ Ιὼβ Εἰ τὰ ἀγαθὰ ἐκ χειρὸς κυρίου ἐδεξάμεθα, τὰ κακὰ οὐχ ὑποίσομεν; ἀμφότερα γὰρ τὰ γένη τῶν κακῶν ἰδόντες πρότερον, νῦν ἀγαλλιῶμεν καὶ εὐφραινόμεθα.̓ Επίβλεψον τοίνυν ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ε ργα τῶν χειρῶν σου, καὶ τοὺς κατὰ διδασκαλίαν καὶ μίμησιν ἀρετῆς γεννηθέντας ἡμῖν α ρρενας καὶ εὐτόνους ο ντας ὁδήγησον ἐπὶ τὴν τῆς σωτηρίας ὁδόν. ου τω γὰρ καὶ ἡ λαμπρότης σου τοῦ θεοῦ ε σται ἐφ' ἡμᾶς ἐκλάμψοντας ὡς ὁ η λιος ἐν τῇ βασιλείᾳ σου. διὸ δεόμεθα Τὰ ε ργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς. τοῦτο δὲ θαρρούντων ἐστὶν ἐφ' οι ς δεδράκασι καὶ διάκεινται, τοῦ φαύλου οὐ κατευθυνθῆναι θέλοντος ἐπ' αὐτὸν τὰ ε ργα τῶν χειρῶν αὐτοῦ ἀλλὰ μᾶλλον λήθῃ παραδοθῆναι. 901 Ps 90, 3 Θηρευταὶ ει εν α ν ἐν τούτοις καὶ οἱ ἀπατεῶνες καὶ οἱ σοφισταὶ α νδρες παγιδεύειν πειρώμενοι τοὺς ἀνθρώπους, ω στε ὑπάγειν αὐτοὺς διὰ σοφίαν εἰς α βούλονται ψευδῆ δόγματα. διὸ καὶ ἑρμηνεύων αὐτῶν τὴν παγίδα ει πεν αὐτὴν ταραχώδη λόγον· οὐδὲν γὰρ ου τω συγχεῖ καὶ συνταράττει διάνοιαν ὡς ἐριστικὸς λόγος. Θηρεύοντες διὰ παγίδος εἰσὶ καὶ αἱ πονηραὶ δυνάμεις, ἀγρεύουσαι τὰς ψυχὰς δι' ἐπιθυμιῶν βλαβερῶν καὶ τῶν α λλων παθῶν·̓ Οφθαλμὸς γάρ φησι πόρνης παγὶς ἁμαρτωλοῦ, καὶ ε τι Γυνὴ γὰρ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει. καὶ διὰ πλούτου δὲ καὶ τῶν παραπλησίων ἀγρεύουσιν ου τοι. ἡγεμὼν δὲ τούτων τῶν θηρευόντων ὁ διάβολος, ε χων καὶ αὐτὸς παγίδα. ει ρηται γοῦν περί τινος Ινα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 902 Ps 90, 4ab Τούτοις συνῳδὰ ἐν τῇ τοῦ Δευτερονομίου ᾠδῇ περὶ θεοῦ ᾳ δεται·̔ Ως ἀετὸς σκεπάσει νοσσιὰν ἑαυτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεν, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. α παντες οἱ δι' ὑπομονῆς καὶ τῆς α λλης ἰσχύος ἐξ ἀρετῆς ἐγγινομένης ἀετοῦ δίκην ὑψιπετεῖς εἰσιν, ὑπὸ πτερῶν τῆς νοήσεως καὶ τῆς πρακτικῆς ἀρετῆς μετεωριζόμενοι. ἐκ θεοῦ τὸ ει ναι τοιοῦτοι ἐσχήκασι· διὸ καὶ νεοσσοὶ αὐτοῦ τυγχάνουσιν, ο θεν ει ρηται ἐν τῷ προφήτῃ Οἱ δὲ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι. τοὺς πτεροφυήσαντας κατὰ τὰ αὐτὰ τοῖς ἀετοῖς ὁ θεὸς σκεπάσει οι α νεοσσοὺς ἀετοῦ·̔ Ως ἀετὸς γὰρ σκεπάσει νοσσιὰν αὐτοῦ. ο θεν καὶ τοὺς νεοσσοὺς αὐτοῦ ἐπιποθήσας ἐνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ σκεπάζειν αὐτούς. Καὶ ἐν τῇ προκειμένῃ τοίνυν λέξει περὶ τοῦ κατοικοῦντος ἐν βοηθείᾳ τοῦ ὑψίστου ει ρηται ὡς α ρα ἀναλαμβάνει αὐτὸν ὁ θεὸς ἐπὶ τῶν μεταφρένων αὐτοῦ ἐπὶ τῷ ἐλπίζειν καὶ προσδοκᾶν ἀγαθὰ τυγχάνοντα ἐν ταῖς πτέρυξι τοῦ θεοῦ. ει ρηται δὲ τίνες θεοῦ πτέρυγες καὶ πῶς ἐλπίζει τις σκιαζόμενος ἐπ' αὐταῖς ἐν νς· ε νθα γέγραπται Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. 903 Ps 90, 4c– 6̔ Ο ὑπερασπιστὴς θεὸς ω σπερ ἀσπίδι καὶ ο πλῳ τῇ ἀληθείᾳ ἑαυτοῦ κυκλοῖ πάντα τὸν ὑπ' αὐτοῦ φρουρούμενον, ο πως α τρωτος διαμένοι ὑπὸ πάντων τῶν βαλεῖν αὐτὸν βουλευομένων καὶ μάλιστα τοῦ πεπυρωμένα ἐκπέμποντος βέλη πονηροῦ. ου τος δὲ ὁ κυκλωθεὶς ὑπὸ τῆς ἀληθείας τοῦ θεοῦ τῷ ἐνδεδύσθαι τὴν πανοπλίαν τοῦ θεοῦ καὶ ἐν πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀνειληφέναι, κα ν ἐν νυκτὶ γένηται, οὐ φοβεῖται, φωτιζόμενος ὑπὸ τῆς κυκλούσης αὐτὸν ἀληθείας τυγχανούσης καὶ φωτός. εἰ γάρ ποτε καὶ ἐν ἀγνοίᾳ τις γενόμενος δόξειεν ἐν νυκτερινῇ καταστάσει ει ναι, οὐ φοβηθήσεται, ε χων τὸ τῆς γνώσεως αι τιον φῶς ο ταὐτὸν ει ρηται τῇ ἀληθείᾳ. εἰ δὲ καὶ νὺξ ει η τὰ βλαβερὰ καὶ σκυθρωπὰ πράγματα τοῦ βίου, οὐδ' ἐν ταύτῃ τῇ νυκτὶ γενόμενος φοβεῖται, δυνάμενος εἰπεῖν Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; τιμῶν γὰρ τὸν θεὸν καὶ διὰ τοῦτο ἰσχύων, πλὴν αὐτοῦ οὐδένα φοβεῖται, μαθὼν τὸ Τίμα τὸν θεὸν καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ α λλον. ὡς γὰρ ὁ ἐν νυκτὶ τυγχάνων οὐ φοβεῖται, ο τε φῶς ε χει καί εἰσιν οἱ νυκτοφυλακοῦντες, ου τως ὁ ε χων τὸν εἰπόντα Μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι οὐδὲν φοβηθήσεται τῶν προειρημένων νυκτερινῶν.̓ Εκείνων μόνων φοβουμένων τῶν ἐν νυκτὶ καθευδόντων καὶ μεθυόντων, ἀλλ' οὐδὲ βέλος πετόμενον ἡμέρας δεδίττεται ὁ κυκλωθεὶς ὑπὸ τῆς τοῦ θεοῦ ἀληθείας. βέλος δὲ πετόμενον ἡμέρας ἐπαγγελλόμενος φωτεινὸς ει ναι ἑτερόδοξος λόγος.̓ Αλλ' οὐδ' ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου φοβεῖται, ο πλῳ τῇ ἀληθείᾳ χρώμενος. πρᾶγμα δὲ ἐν σκότει διαπορευόμενον πᾶσα ἁμαρτία καὶ α γνοια καὶ τὰ ἐνεργοῦντα αὐτὰ πονηρὰ πνεύματα τῆς πλάνης. πρὸς τούτοις οὐδὲ σύμπτωμα φοβηθήσεται, πάντα τλητικῶς καὶ γενναίως φέρων, κατὰ τὰ αὐτὰ τῷ̓ Ιὼβ λέγων Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; ὡς τῷ κυρίῳ ε δοξεν, ου τως καὶ ἐγένετο. πᾶν γὰρ τὸ ἐπαγόμενον παρὰ κυρίου προσδέχεται ὡς ἀγαθόν, εἰδὼς ο τι Τοῖς ἀγαπῶσι τὸν κύριον πάντα συνεργεῖ εἰς ἀγαθόν, καὶ τὰ ἐπίπονα καὶ θλιβερὰ κατὰ πειρασμὸν ἐπαγόμενα. ἀμέλει γοῦν καὶ νικᾶν καὶ στρέφεσθαι ἐπ' αὐτοῖς συμβαίνει· Μακάριος γὰρ ἀνὴρ ο ς ὑπομένει πειρασμόν, ο τι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς.̔ Ο ου ν ἐν τοσούτοις κατορθώμασιν εὑρεθεὶς οὐδὲ τὸν μετασχηματιζόμενον εἰς α γγελον φωτὸς διάβολον φοβεῖται ο ντα δαιμόνιον μεσημβρινόν. κα ν ἀκμαῖον φῶς ἐπαγγέλληται διὰ φιλοσοφίας καὶ κενῆς ἀπάτης, αὐτὸ τοῦτο ο λον ἐστὶ δαιμόνιον μεσημβρινόν. οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματιζόμενοι εἰς διακόνους δικαιοσύνης δαιμόνια μεσημβρινά εἰσιν. ἀλλ' εἰ καὶ προσποιεῖται τούτων ε καστος μεσημβρινὸς ει ναι, οὐ διαμένουσι τοιοῦτοι οι οι ει ναι προσποιοῦνται, σβεσθησομένου τοῦ φωτὸς τῶν ἀσεβῶν, ο ταν ὁ Χριστὸς ἐλθὼν φωτίσῃ τὰ κρυπτὰ τοῦ σκότους καὶ τὰς βουλὰς τῶν καρδιῶν φανερώσῃ. 904 Ps 90, 7– 9̔ Ο ἐν τοῖς πρακτικοῖς καὶ ἐν τοῖς τῆς γνώσεως τῆς ἀληθείας κατορθῶν πολλοὺς τοὺς ἐφεδρεύοντας ἐπιβουλευτικῶς ε χει, ἀλλὰ πάντων αὐτῶν περιγίνεται ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ θεοῦ. ει τ' ἐπεὶ ὀλιγώτεροι ἐπιβουλεύουσι τοῖς ἠθικοῖς ὡς α ν ἀριστεροῖς ου σιν, πολλοὶ δὲ τοῖς πνευματικοῖς ὑπάρχουσι δεξιοῖς, ἐκ τοῦ κλίτους τοῦ τελείου χιλιὰς πίπτει, μυριάδος πεσουμένης ἐκ τῶν δεξιῶν αὐτοῦ. τὸ κλῖτος δὲ πρὸς ἀντιδιαστολὴν δεξιοῦ λεχθὲν τὴν περὶ ἀριστεροῦ καὶ εὐωνύμου ὑπόληψιν ὑποβάλλει. παραπλήσια τούτοις καὶ ἐν Δευτερονομίῳ λέγεται πρὸς τοὺς κατορθοῦντας τὸν νόμον Ει ς ἐξ ὑμῶν διώξεται χιλίους καὶ δύο μετακινήσουσι μυριάδας. καὶ Παῦλος γοῦν ου τω τελειωθεὶς πρὸς τοὺς ἐναντίους πολεμεῖ διὰ τῶν ο πλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, ὡς πίπτειν ἐκ τῶν ἀριστερῶν αὐτοῦ χιλιάδα, μυριάδα δὲ ἐκ δεξιῶν αὐτοῦ. καὶ ἐν̓ Εκκλησιαστῇ ἐπὶ ἐπαίνου τὸ δεξιὸν φέρεται ου τως· Καρδία σοφοῦ ἐκ δεξιῶν αὐτοῦ, καρδία δὲ α φρονος εἰς ἀριστερὰν αὐτοῦ· τοῦ σοφοῦ τὸν νοῦν ε χοντος περὶ τὰ νοητὰ καὶ πνευματικὰ διὰ τὸ τίμια ει ναι δεξιὰ καλεῖται, τοῦ δὲ α φρονος περὶ αἰσθητὰ καὶ ὑλικὰ δευτέρα καὶ ἀριστερά ἐστιν. Πίπτουσα δὲ ἡ χιλιὰς καὶ ἡ μυριὰς οὐκ ἐγγίζει τῷ δικαίῳ ἐπὶ τῷ βλάψαι· γέγραπται δὲ Πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. α μα γὰρ τῷ ἐθέλειν πλησιάσαι τῷ σπουδαίῳ πίπτει ἡ φάλαγξ τῶν ἐναντίων·̓ Εν τῷ ἐγγίζειν γὰρ ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ε πεσον. ἐπιτελούμενα ταῦτα συμβολικῶς ευ ροις ἐν τῷ Εὐαγγελίῳ· ὁπηνίκα γὰρ συνεγγίσαι τῷ̓ Ιησοῦ ἐτόλμησαν οἱ ἐπὶ τῷ συλλαβεῖν αὐτὸν ἐληλυθότες, εἰπόντος αὐτοῦ Τίνα ζητεῖτε, τῶν δὲ ἀποκριναμένων̓ Ιησοῦν τὸν Ναζαρηνόν, ἀποκριναμένου αὐτοῦ τοῦ Ιησοῦ τὸ̓ Εγώ εἰμι,̓ Απῆλθον εἰς τὰ ὀπίσω καὶ̓ ε πεσον χαμαί. Πλὴν τούτων ἐπιτελουμένων (λέγω δὴ τοῦ μὴ ἐγγίζειν τῷ δικαίῳ τὴν πίπτουσαν χιλιάδα καὶ μυριάδα τῶν πολεμίων), τοῖς ὀφθαλμοῖς τῆς διανοίας ἑαυτοῦ κατανοήσει τὰ κατορθωθέντα αὐτῷ ὑπὸ τῆς ἀληθείας φρουρούμενος, ὀψόμενος καὶ τὴν ἀνταπόδοσιν τῶν ἁμαρτωλῶν· τούτων εἰρημένων περὶ αὐτῶν, εὐθέως αὐτὸν τὸν αι τιον τῶν ὑπαρξάντων ἀγαθῶν ὁμολογῶν. διὰ τοῦτό φησιν· Ω δέσποτα, κατωρθώθη μοι ταῦτα πάντα, ἐπείπερ οὐκ α λλος η σὺ ἐλπίς μου καθέστηκας. ει πε γὰρ ἐν τοῖς ἀνωτέρω Καὶ καταφυγή μου ὁ θεὸς καὶ ἐλπιῶ ἐπ' αὐτόν, καὶ περὶ αὐτοῦ Καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ τοῦ θεοῦ ἐλπιεῖς. 905 Ps 90, 10 Νοήσεις καὶ ου τως· κοινῶς συνπιπτόντων ἀδίκοις καὶ δικαίοις τῶν περιστατικῶν α καὶ κακὰ διὰ τὸ ἐπίπονον ὠνομάσθη, οὐκ α ρα περὶ τῶν ου τω κακῶν αἱ προκείμεναι λέξεις. καὶ μάστιξ γὰρ σωματικὴ πολλάκις καθήψατο σκηνώματος τουτέστι σώματος δικαίου·̓ Επειράσθησαν γὰρ ἐμαστιγώθησαν, φησὶν ὁ Παῦλος. καὶ αὐτὸς γοῦν ὁ σωτὴρ ἐμαστίχθη ἐπὶ τὸν σταυρὸν ἀγόμενος, πληρῶν ο προεῖπε διὰ τοῦ προφήτου περὶ ἑαυτοῦ Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας. διττοῦ τοίνυν τοῦ γένους τῶν κακῶν ο ντος θατέρου γινομένου ἀδιαφόρως σπουδαίοις καὶ φαύλοις, τὸ ε τερον οὐ προσεγγίζει τῷ θεμένῳ τὸν υ ψιστον καταφυγὴν ἑαυτοῦ. προσκολλώμενος γὰρ αὐτῷ ἐν μετοχῇ τῶν ἀγαθῶν γινόμενος λέγεἰ Εμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστι. τοῦτο γὰρ τὸ ἀγαθὸν ε χων α ψαυστός ἐστι τῶν ἐναντίων κακῶν, νικῶν ἐν τῷ ἀγαθῷ τὸ κακὸν καὶ διὰ τοῦτο τὸ ἀγαθὸν ποιῶν.̔ Ο πληρωθεὶς ου ν ἀγαθότητος τῷ ποιεῖν καὶ ἐργάζεσθαι τὸ ἀγαθὸν ἀμέτοχός ἐστι τῶν κυρίως κακῶν. ἀλλ' ἐπεὶ μὴ συνεγγίζει τῷ θεμένῳ τὸν υ ψιστον καταφυγὴν ἑαυτοῦ τὰ προειρημένα κακά, οὐδὲ κόλασις ἡ ἐπὶ τούτοις μάστιξ προσαγορευομένη ἐγγίζει τῷ σκηνώματι αὐτοῦ, ἐπεὶ μὴ ἁμαρτωλός ἐστι· μόνου γὰρ τούτου τὸ ἐπὶ τούτοις μαστίζεσθαι· Πολλαὶ γὰρ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ· καὶ ἐν α λλοις ει ρηται ἡμῖν ο τι αἱ αὐταὶ περιστάσεις τοῖς μὲν ἁμαρτωλοῖς μάστιγες, τοῖς δὲ δικαίοις ἀγῶνές εἰσι. κα ν ποτ' ου ν τῶν ἐπιπόνων καὶ κακωτικῶν προσέλθοι τῷ εὐσεβεῖ, οὐχ ὡς μάστιξ ἀλλ' ὡς δοκίμιον παραγίνεται, ω σπερ τῷ Ιὼβ ἐπὶ τῷ δίκαιον ἀναφανῆναι ἐπελήλυθεν. Ευ δὲ καὶ τὸ φάναι Οὐ̓ προσελεύσεται πρὸς σὲ κακά. ἡ γὰρ τῆς κακίας φύσις ε ξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οι κοθεν τὴν πρόφασιν ἐχούσης· εὐθῆ γὰρ ὁ θεὸς τὸν α νθρωπον πεποίηκεν, ο ς ζητήσας λογισμοὺς πονηροὺς ε ξωθεν ἐπεσπάσατο τὴν κακίαν. 906 Ps Ταῦτας τὰς λέξεις ὡς πρὸς τὸν σωτῆρα εἰρημένας ἐξείληφεν ὁ διάβολος, ὡς ἐν Εὐαγγελίῳ φέρεται· ε στι δὲ ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου λεγόμενος βοηθουμένου καὶ σκεπαζομένου ὑπὸ τοῦ ὑψίστου ο ντος θεοῦ τοῦ οὐρανοῦ. εἰ δὲ καὶ περὶ Χριστοῦ λέγεται, φανερὸν ο τι οὐχ ῃ θεὸς ἀλλ' ῃ α νθρωπός ἐστι· πάντα δὲ τὰ περὶ αὐτοῦ ῃ πρὸς αὐτὸν ῃ α νθρωπος ἀπαγγέλλεται, ἁρμόσει καὶ πρὸς πάντα α γιον τὸν μιμητὴν αὐτοῦ καὶ ἑπόμενον αὐτῷ. καὶ ταῦτα μέχρι τούτου. Ιδωμεν δὲ καὶ αὐτῶν τῶν λέξεων τὸ βούλημα. ἐντολὴν δίδωσιν ὁ θεὸς τοῖς ἀγγέλοις ἑαυτοῦ, ο πως φρουρῶσι καὶ σκέπωσι τὸν δίκαιον, πνεύμασι λειτουργικοῖς ου σιν εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. ἀμέλει παρεμβάλλουσιν οἱ α γγελοι κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐπὶ τῷ ῥύεσθαι αὐτοὺς ἐξ ἐχθρῶν καὶ πολεμίων ἀοράτων. ἀμέλει γοῦν καὶ̓ Ιακὼβ ὁ πατριάρχης, μέλλων προσβάλλειν πολεμίοις μεγίστοις, ὁρᾷ παρεμβολὴν θεοῦ συμπληρουμένην ὑπὸ ἀγγέλων ὑπερμαχησόντων αὐτοῦ, ο θεν εὐχαριστῶν ει πεν̔ Ο θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, ὁ α γγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. ὡσαύτως καὶ ὁ̓ Ελισσαῖος πλῆθος ἀγγέλων ει χε περικυκλούντων αὐτόν, αὐτῷ μὲν ὁρωμένων, οὐ μὴν καὶ τῷ παιδὶ αὐτοῦ· ευ χεται γοῦν ἀποκαλυφθῆναι τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου ἐπὶ τῷ ἰδεῖν ο τι πλείους ει χεν ὑπερμαχοῦντας τῶν ἀντιπαλαιόντων αὐτοῖς.̓ Εντολὴν δὲ λαβόντες οἱ α γγελοι ὑπὸ κυρίου διαφυλάξαι τὸν σπουδαῖον ἐκ πασῶν πράξεων καὶ ἐνεργειῶν α ς ὁδοὺς αὐτοῦ ει πεν αι ρουσι μετεωρίζοντες αὐτὸν ἐπὶ τῶν ἰδίων χειρῶν (αυ ται δέ εἰσιν αἱ ἀγγελικαὶ ἐνέργειαι) ἐπὶ τῷ τὸν πόδα τῆς ψυχῆς αὐτοῦ μὴ προσπταῖσαι λίθῳ. τυγχάνει γὰρ ὁ ὑπ' ἀγγέλων βασταζόμενος εὐλογίας τῆς λεγούσης̔ Ο δὲ ποῦς σου οὐ μὴ προσκόψει. ἀνατείλαντος γὰρ τοῦ φωτὸς τοῦ ἀληθινοῦ καὶ νοητὴν ἡμέραν καταυγάσαντος, ὁ ἐν ταύτῃ τῇ ἡμέρᾳ περιπατῶν οὐ προσκόψει, ο τι τὸ φῶς βλέπει. ε στι δὲ ὁ λίθος εἰς ο ν προσκόπτουσιν οἱ μὴ μετεωριζόμενοι ὑπὸ ἀγγέλων ἠλίθιος καὶ σκληρωτάτη ἁμαρτία. προσκόπτουσι δὲ καὶ ἐπὶ τὸν ἀκρογωναῖον λίθον ἐκλεκτὸν ε ντιμον δι' ἀπιστίας ὡς λίθον προσκόμματος αὐτοῖς γενέσθαι. 907 Ps 90, 13 Τέσσαρα ει δη ἀντικειμένων δυνάμεων σημαίνει διὰ τῶν ἐγκειμένων τεσσάρων ὀνομάτων τυγχανόντων ἰοβόλων καὶ ἐκτεθηριωμένων ζῴων. καὶ Παῦλος δὲ ὑπερβὰς τὴν πρὸς αι μα καὶ σάρκα πάλην πρὸς τεσσάρας διαφορὰς ἀντιπάλων ἀοράτων, πρὸς ἀρχὰς πρὸς ἐξουσίας πρὸς κοσμοκράτορας σκότους πρὸς πνευματικὰ τῆς πονηρίας ε χει τοὺς ἀγῶνας. Καὶ ὁ νῦν ου ν ἐπὶ ἀριστείας ἐγκωμιαζόμενος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνει, λαβὼν ἐξουσίαν ὑπὸ̓ Ιησοῦ πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων· καταπατῶν δὲ καὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ καταπατήσει λέοντα καὶ δράκοντα. δύναται καὶ ἐκ παραλλήλου λέων καὶ δράκων ει ναι ὁ ἀντίδικος ἡμῶν διάβολος·̔ Ως γὰρ λέων περιπατεῖ ζητῶν τίνα καταπίει· αὐτὸς ω ν καὶ ὁ ο φις καὶ ὁ δράκων, ὁ ἀρχαῖος σατανᾶς, κατὰ τὴν̓ Αποκάλυψιν. 908 Ps 90, 14– 16 Επεὶ ἐπ' ἐμὲ η λπισεν, ὁ κύριος λέγει, ὁ καταφυγὼν καὶ̓ ἐλπίσας ἐπ' ἐμέ, ὁ εἰπὼν Οτι σύ, κύριε, ἡ ἐλπίς μου,– ῥύσομαι αὐτὸν ἀπὸ πιπτούσης ἐκ τοῦ κλίτους αὐτοῦ χιλιάδος καὶ μυριάδος ἐκ δεξιῶν αὐτοῦ· ἀλλὰ καὶ σκεπάσω αὐτὸν ἐγνωκότα τὸ ο νομά μου, ο πως ἀβλαβὴς διαμείνῃ ἐπιβὰς ἐπὶ ἀσπίδος καὶ βασιλίσκου καὶ καταστήσας λέοντα καὶ δράκοντα, τῆς γνώσεως τοῦ ὀνόματός μου ἀλεξικάκου ποιότητος περὶ αὐτὸν γινομένης. κεκραγὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμέ, ἐπακούοντά με καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. ἀεὶ γὰρ αὐτῷ πάρειμι, κα ν ἐν περιστάσει τυγχάνῃ· μετ' αὐτοῦ γάρ εἰμι ἐν θλίψει (μάλιστα γὰρ τότε συνεῖναι αὐτὸν χρεία, ο ταν θλιβερὰ καὶ περιστατικὰ ῃ περὶ ἡμᾶς). Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν θλιβερῶν, ἀλλὰ καὶ ἐπίβλεπτον ἀπεργάσομαι. παρέξω δὲ αὐτῷ καὶ ζωὴν τὴν αἰώνιον ἐπὶ τῷ πολυήμερον καὶ μακροήμερον ο ντα ε χειν φῶς αἰώνιον (Φῶς γὰρ δικαίοις διαπαντός). δείξω δὲ αὐτῷ τὸ σωτήριόν μου η τοι τὴν παρ' ἐμοῦ σωτηρίαν η τὸν ταύτης αι τιον̓ Ιησοῦν, ο περ καὶ ὁ μακάριος Συμεὼν ἰδὼν ηὐχαρίστει λέγων Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, ἐν εἰρήνῃ, ο τι ει δον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ο ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Οὐ δὴ νομιστέον περὶ τοῦ κυρίου ο λον εἰρῆσθαι τὸν ψαλμόν, ὡς οἱ̓ Αρειανοὶ βούλονται καὶ Εὐσέβιος, ἀλλὰ καὶ περὶ ἀνδρὸς δικαίου καὶ θεῷ πεποιθότος ῳ πρόκειται τέλος τῆς ἐλπίδος τὸ α ριστον ἰδεῖν Χριστὸν̓ Ιησοῦν τὸ σωτήριον τοῦ θεοῦ. εἰ δὲ ὁ διάβολος ἐν τοῖς πρὸς κύριον λόγοις ε φησεν αὐτῷ τὴν ἐπαγγελίαν κεῖσθαι τὸ Οτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, ὡς ἀνδρὶ κἀκεῖνος διελέγετο δικαίῳ, τὸ καθαρῶς καὶ ἐξόχως δίκαιον ὁρῶν ἐν αὐτῷ, μήπω δὲ τὸ πλέον ἀνθρώπου καὶ ἀνώτερον ἐν Χριστῷ συνιέναι δυνάμενος. 909 Ps̔ Ο ἐξομολογούμενος καὶ κατηγορῶν ἑαυτοῦ ἐπὶ κυρίου α φεσιν καὶ συγχώρησιν αἰτούμενος, τὴν ἐκ τοῦ ἐξομολογεῖσθαι ὠφέλειαν πείρᾳ ε χων, ε ργοις ἀπαγγέλλει τὸ ε λεος τοῦ θεοῦ, ἐλεηθεὶς ἐφ' οι ς μετενόησεν. ἀναγγέλλει δὲ τὸν ἐπ' αὐτὸν γενόμενον ε λεον θεοῦ, φωτισθεὶς καὶ ἐν ἀρχῇ ἡμέρας ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης συνισταμένης γεγονώς, ο θεν πρωῒ ἀναγγέλλειν ει πε τὴν εὐεργεσίαν η ν θεόθεν ε σχε. Καὶ τὸ ψάλλειν δὲ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου θεολογίας καὶ θεοπτίας ὑπόθεσις τυγχάνον τέλος ε χει τὴν ἀλήθειαν η ν ἀναγγέλλειν προσήκει οὐκ ἐξ ἐπιπολῆς καὶ ἐκ τῶν φανερῶν πραγμάτων ἀλλ' ἐκ βαθέων καὶ ἀποκρύφων διὰ γνώσεως ὑπερβολήν. τὴν δὲ ἀσάφειαν τὴν ἐν τοῖς τοιούτοις ὠνόμασε νύκτα· φύσει γὰρ τὰ περὶ τοῦ εὐσεβῶς καὶ ὀρθῶς λεγόμενα τῆς τῶν πολλῶν γνώσεως διὰ μέγεθος δυνάμεως ἀποδημεῖ. νὺξ δ' ἐστὶ τὸ δυσκατάληπτον. αυ τη δὲ ἡ νὺξ ἀναφορὰν ε χει πρὸς τὸ σκότος ο ε θετο ὁ θεὸς ἀποκρυφὴν αὐτοῦ. ἀπαγγέλλει τε τὸ πρωῒ τὸ ε λεος τοῦ θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. 910 Ps Οσον δὲ τὸ μέγεθος αὐτῶν ἀναφαίνεται ἡμῖν, τοσοῦτον βαθυνομένους ὁρῶμεν τοὺς περὶ αὐτῶν θεοῦ διαλογισμοὺς καθ' ου ς πεποίηκε καὶ ἐμεγέθυνεν αὐτά. τούτοις συνᾴδει τὸ λεγόμενον ὑπὸ τοῦ̓ Εκκλησιαστοῦ Ει πα Σοφισθήσομαι, καὶ αυ τη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο η ν καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ὡς τὸ βάθος αὐτῆς φησιν ἀκατάληπτόν μοι φανῆναι· εἰπὼν δὲ Σφόδρα ἐβαρύνθησαν οἱ διαλογισμοί σου, εὐθυμοποιεῖ τοὺς σοφίας ἐραστάς, φήσας α νδρα α φρονα καὶ ἀσύνετον μὴ γνώσεσθαι καὶ συνιέναι αὐτά, δηλονότι τοῦ σοφοῦ ἀνδρὸς καὶ ε χοντος τὸ θεοῦ πνεῦμα τὸ ἐρευνοῦν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ συνιέντος. α φρονα δὲ καὶ ἀσύνετον λέγει τὸν θείας φρονήσεως καὶ συνέσεως ἐστερημένον, κα ν δοκῇ α λλως φρόνιμος ει ναι καὶ συνετός· ὡς ἐκ τοῦ ἐναντίου ὁ ε χων τὴν τοῦ θεοῦ σοφίαν ἀφρονέστατός ἐστιν, οὐ καθάπαξ ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων φρόνησιν·̓ Αφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀνθρώπων οὐκ ε στιν ἐν ἐμοί· ὁ δὲ θεὸς δεδίδαχέ με σοφίαν. ο θεν καὶ̔ Ο σοφὸς ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ὡς πρὸς τὴν θνητὴν σοφίαν. 911 Ps 91, 8– 10 Τῇ ἡμέρᾳ τῆς κρίσεως, ἀνθρώπων ἁπάντων ταπεινουμένων, ἀφ' η ς ει χον ὑψαυχενίας ἐπὶ τοῖς προσκαίροις, ὑψοῦται κύριος μόνος βασιλεὺς ἁπάντων ἀποδεικνύμενος ἀμέμπτως τε πάντων προνοησάμενος καὶ διαταξάμενος τὰ ο λα. Καὶ ἑτέραν δὲ διάνοιαν ἐν τοῖς προκειμένοις καταλαβεῖν ε στιν· ο τε οἱ ἁμαρτωλοὶ οι α χόρτος ἀνατέλλουσι καὶ ἐνεργεῖται ἡ ἀνομία καὶ ἡ πρὸς θεὸν ε χθρα αὐτῶν ἐπιτείνεται, ἀγνοεῖται τὸ τοῦ θεοῦ υ ψος καὶ μέγεθος, τυφλούσης τῆς κακίας τὸ ο μμα τοῦ νοῦ τὸ δυνάμενον προσβάλλειν τῷ κυρίῳ· ο ταν δὲ κατάλυσις τῆς ἁμαρτίας γένηται ὡς ἀπολέσθαι τοὺς διὰ τὸ ἁμαρτάνειν ἐχθροὺς γεγενημένους θεοῦ, ἀπόλλυσθαι δὲ ῃ τοιοῦτοί εἰσι, τὸ τηνικάδε ὁ θεὸς υ ψιστος εἰς τὸν αἰῶνα εὑρεθήσεται τῷ καθαρθέντι νῷ. 912 Ps Σύμμαχον πολλαχοῦ τὸ κέρας τῆς βασιλείας καὶ πρότερον ει πον. οὐ μόνον δὲ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου ἀλλὰ καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ τῆς ἀγαλλιάσεως πιαινόμενον, γῆρας οὐ τὸ σωματικὸν ἀλλὰ τὸ παριστάμενον τὴν τελείαν τοῦ ε σω ἀνθρώπου ἡλικίαν, περὶ ου γέγραπται Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. εἰς τοῦτο φθάσας̓ Αβραὰμ ει ρηται ἐν γήρει τετράφθαι καλῷ· γεγράπται γὰρ περὶ αὐτοῦ Καὶ ἐκλείπων̓ Αβραὰμ ἀπέθανε τραφεὶς ἐν γήρει καλῷ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. περὶ δὲ τῆς σωματικῆς ἡλικίας, εἰ ἐλέγετο, ταῦτα μᾶλλον ει ρητο περὶ τῶν πρὸ τοῦ̓ Αβραὰμ πολυχρονιωτέρων γεγενημένων. Τοῦτ' ου ν τὸ ἑρμηνευθὲν γῆρας ἐλαίῳ πιαίνεται τετρυγωμένῳ ἐκ τῆς ἐλαίας ἐκείνης τῆς ἀληθινῆς τῆς ἐν τῷ οι κῳ τοῦ θεοῦ φασκούσης̓ Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ θεοῦ. τοῦτο τὸ ε λαιον οὐ μόνον πιαίνει τὸ τῆς γνώσεως φῶς, ἀλλὰ καὶ ἰᾶται καὶ πόνους λύει πιαῖνον τὸ προειρημένον γῆρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ ου ς μου. τάχα τοὺς παρόντας ἐχθροὺς καταβεβλημένους ἐφορᾷ, ἀκούσεται δὲ τὸ ου ς αὐτοῦ περὶ τῶν μελλόντων αὐτῷ ἐπανίστασθαι. ὡς καὶ αὐτῶν η δη διαλυθέντων, ταῦτα δὲ πάντα περὶ πονηρῶν δυνάμεων ἐκληπτέον. κυρίως γὰρ αυ ται ἐχθραίνουσιν ἡμῖν.̓ Επεὶ δέ τινες κατεπιβαίνουσι τῆς γραφῆς ὡς παρέλκοντα καὶ μάταια ἐνίοτε λεγούσης, φέρε ἀπολογησώμεθα καὶ περὶ τῶν προκειμένων. φασὶ γάρ· Τίς οὐκ οι δεν ο τι ἐφορῶν τινα καὶ περί τινος ἀκούων ὀφθαλμῷ καὶ ἀκοῇ τοῦ ἑαυτοῦ ὁρᾷ καὶ ἀκούει; ἀπαντητέον πρὸς ταῦτα ου τω πονηρῶς εἰρημένα ο τι διττὸν γένος αἰσθήσεών ἐστιν ἐν ἡμῖν, θνητὸν καὶ ἀθάνατον, κυρίως δὲ ἡμῶν τῶν λογικῶν τὸ ἀθάνατον τυγχάνον νοητόν. τὸ γὰρ θνητὸν οὐκ ι διον ἡμῶν ἀλλὰ κοινὸν καὶ πρὸς τὰ α λογα ζῷα. ο ταν ου ν ἡ γραφὴ τὰς αἰσθήσεις τοῦ ε σω ἀνθρώπου σημαίνῃ, ὀφθαλμόν μου καὶ ου ς μου ὁρᾶν καὶ ἀκούειν λέγει ὡς ἐν τοῖς προκειμένοις. 913 Ps 91, 13̓ Επεὶ ὁ φοίνιξ πολύχουν τὸν καρπὸν φέρει καὶ ἡ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πολύερνος καὶ πολύριζός ἐστιν, εἰκότως τὸν δίκαιον παρέβαλε τοῖς τοιούτοις πολύκαρπον ο ντα ἐν ταῖς κατ' ει δος ἀρεταῖς καὶ τὰ διάφορα δόγματα τῆς ἀληθείας. κατὰ ταῦτα γὰρ ἡ ἀνθὴ αὐτοῦ παραβάλλεται τῷ φοίνικι, ἀλλὰ καὶ διὰ τὸ βέβαιον καὶ ἐχυρὸν περὶ τὰ ἀγαθὰ τῇ κέρδῳ τῇ ἐν τῇ Λιβάνῳ παρεικάζεται· α σηπτος γὰρ καὶ πυκνοτάτη ἡ κέρδος, καὶ ἀειθαλὴς δὲ ὁ φοίνιξ καὶ τὴν καρδίαν α νω νενευκυῖαν ε χων, ῳ εἰκότως ὁμοιοῦται ὁ θησαυρίσας ἐν οὐρανῷ καὶ διὰ τοῦτο ἐκεῖ τὴν καρδίαν ε χων.̓ Επειδὴ δὲ ἐν τῷ Αισματι τῶν ᾀσμάτων ὁ νύμφιος (ε στι δὲ ου τος ὁ θεὸς λόγος) φοίνιξ ει ρηται ἐφ' ο ν ἀναβαίνειν καὶ κρατεῖν τῶν υ ψεων αὐτοῦ ἐπαγγέλλεται ἡ νύμφη (ἡ τελεία ψυχὴ καὶ ἡ ἐκκλησία) φάσκουσα Ει πἀ Αναβήσομαι ἐν τῷ φοίνικι καὶ κρατήσω τῶν υ ψεων αὐτοῦ, ο ρα εἰ τούτῳ τῷ φοίνικι παραπλησίως ἀνθήσει ὁ δίκαιος, ἀπ' αὐτοῦ λαμβάνων τὴν δύναμιν τοῦ σῴζειν τὸν ἀνθοῦντα καρπόν. οἱ γὰρ πρὸς γεωργῶν θηλυκοὶ καλούμενοι φοίνικες ἀπὸ τοῦ α ρρενος φοίνικος τὴν ἀφορμὴν τοῦ φυλάττειν τὸν καρπὸν λαμβάνουσι. τοιοῦτος δὲ ἐφ' ο ν ἀναβαίνειν ἡ νύμφη φησὶν ἐπὶ τῷ κρατῆσαι κατά τινα τῶν ἑρμηνευσάντων τῶν ἐλάτων αὐτοῦ τοῦ φοίνικος οι θεῖαι διδασκαλίαι τυγχάνουσαι τὸ γόνιμον καὶ φυλακτικὸν τῶν καρπῶν λαμβάνουσιν· ο θεν καὶ ἡ νύμφη ἡ ταῦτα λέγουσα, οὐκ α λλη τοῦ ἀνθοῦντος κατὰ τὸν φοίνικα δικαίου τυγχάνουσα, φησὶν̔ Ομοιωθήσομαι τῷ φοίνικι. ἀπὸ τούτου τοῦ φοίνικος κάλλυνθρα κοσμητήρια τὰ ἀπὸ τῶν κλάδων τῶν φοινίκων γινόμενα λαμβάνων τις α γει τὴν τῆς σκηνοπηγίας ἑορτήν, καὶ τὰ σύμβολα δὲ τῆς νίκης ἐκ τούτου οἱ νικηταὶ φέρονται. 914 Ps 92, 3– 4b Οἱ μιμούμενοι ποταμοὶ τὸν ποταμὸν τὸν εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ ἐπαίρουσι πρότερον τὴν σφῶν νόησιν, ει τα τὰς φωνὰς τὰς ἑρμηνευούσας τὰ νοηθέντα αὐτοῖς, ὡς ἀπὸ τῆς τῶν πολλῶν τούτων ποταμῶν ὑδάτων φωνῆς θαυμαστοὺς καὶ ἀποδοχῆς ἀξίους γενέσθαι διὰ μετανοίας καὶ ἀναλήψεως ἀρετῆς τοὺς πάλαι δι' ἀλαζονείας καὶ πλούτου καὶ αὐθαδείας καὶ δοξαρίων μετεωρισμοὺς ο ντας τῆς τοῦ βίου τῶν ἀνθρώπων θαλάττης. Δυνατὸν δὲ καὶ τοὺς λόγους αὐτοὺς τῶν θεοπνεύστων γραφῶν καινῆς τε καὶ παλαιᾶς διαθήκης ποταμοὺς ει ναι διὰ τὸ πότιμον καὶ ζωτικὸν καὶ καρποφορίας αι τιον. ου τοι δὲ οἱ ποταμοὶ τὸν πίνοντα ἀπ' αὐτῶν ἐπαίρουσι καὶ μετεωρίζουσι θεωρίᾳ τῆς ἀληθείας ου ς α ν ευ ρωσιν ἑτοίμους, ἐπαίροντες καὶ τὰς φωνὰς αὐτῶν ἀφ' ω ν φωνῶν θεοπρεπῶς καὶ ὑψηλοφυῶς νοουμένων θαυμαστοὶ γίνονται οἱ τῆς θαλάσσης μετεωρισμοί. μετεωρισμῶν θαλάττης κατὰ τὴν παροῦσαν διάνοιαν ο ντων τῶν καλουμένων πειρασμῶν οι καὶ θαυμαστοὶ γενήσονται σωτηρίας αι τιοι ἀναφαινόμενοι ἀπὸ τῶν φωνῶν τῶν ποτίμων ὑδάτων πολλῶν, ε στι γοῦν ἰδεῖν ἐπὶ τοῖς πειρασμοῖς καὶ ἀγῶσι τούτοις νικητάς τινας ἀποδεικνυμένους· Μακάριος γὰρ ἀνὴρ ο ς ὑπομένει πειρασμόν, καὶ τὰ ἑξῆς. ἐπίστησον εἰ τὰ πολλὰ υ δατα, ω ν ἀπὸ τῶν φωνῶν θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ τῆς θαλάσσης, τυγχάνουσι ταῦτα τῇ θαλάσσῃ· ἐκ γὰρ τῶν πραγμάτων αὐτῆς καὶ τῶν ἐν αὐτοῖς τῶν ἀνθρώπων συμβαινόντων θαυμαστοὶ γίνονται οἱ μετεωρισμοὶ αὐτῆς, λογικῶς καὶ φρονίμως ἐταζόμενα καὶ γινωσκόμενα. 915 Ps 92, 4c. 5a̓ Εν τοῖς ὑψηλοῖς καὶ ἐπῃρημένοις λόγοις θαυμαστὸς ὁ κύριός ἐστιν ὡς πιστοῦσθαι ἐπὶ τούτῳ τὰ μαρτύρια τὰ συγγενῆ τοῖς λεγομένοις δικαιώμασι καὶ νομίμοις αὐτοῦ δὲ τοῦ θεοῦ ὑψηλὰ ἐν οι ς θαυμαστός ἐστι. δυνατὸν α νδρας θείους διὰ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ὑψουμένους εἰπεῖν, η καὶ τοὺς κατ' οὐρανὸν ἀγγέλους καὶ ἀρχαγγέλους ὑψηλοὺς ἐν οι ς ὁ κύριος θαυμαστὸς ω ν ε χει μαρτύρια καὶ λόγια βεβασανισμένα καὶ ἐξητασμένα α διὰ τὸ βέβαιον πιστὰ ει ρηται. 916 Ps 92, 5bc Οι κος θεοῦ πάντες οἱ προσηκάμενοι αὐτὸν εἰς ἑαυτοὺς οι ς καὶ πρέπει ἀληθῶς τὸ ἁγίοις ει ναι οὐκ ἐπὶ μίαν καὶ δευτέραν ἀλλ' εἰς μακρότητα ἡμερῶν· ο θεν ὁ μυσταγωγὸς βουλόμενος τὸν οι κον τοῦ θεοῦ εἰς μακρότητα ἡμερῶν ἁγίασμα ε χειν φησὶν Οὐκ οι δατε ο τι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν; ει τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός· ὁ γὰρ ναὸς τοῦ θεοῦ α γιός ἐστιν οι τινές ἐστε ὑμεῖς. πρέπει γὰρ ἀληθῶς ἡ ἁγιότης καὶ τὸ ἁγίασμα παντὶ τῷ γενομένῳ θεοῦ οι κῳ, ι ν' ω σπερ θεοῦ α γιος ῃ καὶ ω σπερ α γιος ου τω καὶ τοῦ θεοῦ. 917 Ps 93, 1bc̔ Ο τῶν ἐκδικήσεων θεὸς ὑπάρχων ἐν αὐτῷ τῷ ἐκδικεῖν ἐπαρρησιάσατο. τῷ γὰρ ἀκριβῶς ἐπίστασθαι τῶν κρινομένων τὰ πράγματα καὶ αὐτὴν τὴν πρόθεσιν τῶν ἐνεργούντων αὐτὰ μετὰ παρρησίας ἐπάγει τὰς ἐκδικήσεις, τῶν α λλων κριτῶν ε σθ' ο τε σφαλλομένων ὡς μὴ κατ' ἀναλογίαν τῆς ποσότητος καὶ ποιότητος τῶν ἁμαρτανομένων ἐπάγειν τὴν τιμωρίαν· ἐφ' ῳ καὶ αἰσχύνεσθαι συμβαίνει τὸν κρίνοντα ὡς μὴ δεόντως ἐπιτιμήσαντα τοῖς ἑαλωκόσι τῷ κακίᾳ, μόνου παρρησιαζομένου ἐν τῷ ἐκδικεῖν τοῦ λέγοντος Ωι μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· ἀποδιδοὺς γὰρ ἑκάστῳ κατὰ τὰ ε ργα αὐτοῦ. 918 Ps 93, 2̓ Αναχθείη ταῦτα πάντα καὶ εἰς τὴν Χριστοῦ ἐπιδημίαν. τότε γὰρ ἐπαρρησιάσατο ἀναμάρτητος α νθρωπος γεγονὼς καίτοι θεὸς ἐκδικήσεων κύριος ω ν, ἀλλὰ καὶ τὴν γῆν ε κρινεν ἁμαρτίας πλήρης αὐτὴν ἀποδείξας, αὐτὸς ἁμαρτίαν οὐ ποιήσας οὐδὲ γνοὺς ἁμαρτίαν· διὸ καὶ ἀνταπέδωκε τοῖς ὑπερφανήσασιν αὐτὸν Φαρισαίοις καὶ τοῖς ἀοράτοις ἐχθροῖς ἐπαρθεῖσιν ἐν τῷ σταυρῶσαι αὐτόν. 919 Ps 93, 13b Πολλαχοῦ ὁ βόθρος ἀντὶ τῆς κολάσεως λέγεται, καθὰ ει ρηται Καὶ ἐμπεσεῖται εἰς βόθρον ο ν εἰργάσατο. ἀπαρεμφάτως δὲ εἰρημένου τοῦ Εως ου ὀρυγῇ (οὐ γὰρ ει ρηται ὑπὸ τίνος), παρίσταται ἐξ ἑτέρων γραφῶν ο τι ὁ ὀρυσσόμενος τῷ ἁμαρτωλῷ βόθρος οὐχ ὑπὸ α λλου ὀρύσσεται η ὑπ' αὐτοῦ τοῦ εἰς αὐτὸν ἐμπεσουμένου· Ωρυξαν γὰρ πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσον εἰς αὐτόν· καὶ τὸ̔ Ο ὀρύσσων τῷ πλησίον βόθρον ἐμπεσεῖται εἰς αὐτόν· καὶ Οτι ὁ δὲ α φρων ὀρύσσει ἑαυτῷ κακά, κακὰ λέγων τὰς κολάσεις εἰς α ς ἐμπίπτουσιν οἱ δι' ἀφροσύνην ἁμαρτάνοντες. 920 Ps 93, 20 Σὺ δημιουργὸς ἡμῶν ὑπάρχων κήδῃ καὶ φροντίζεις ἡμῶν, ω δέσποτα· ο θεν ει τι πάρεστιν ἡμῖν ἀγαθόν, ι σμεν αὐτὸ σὸν καὶ παρὰ σοῦ ει ναι. ἀλλ' ἐπεὶ ὁρῶμεν φαύλους τινὰς κατὰ τῶν δικαίων φονῶντας καὶ ἀθῴους καταδικάζοντας, ἀναφθεγγόμεθα πρὸς σὲ μὴ ε τερος θρόνος βασιλείας σύνεστί σοι η προσέσται σοι, ο τι ταῦτα κατὰ τῶν σῶν θεραπόντων ἐπιτελεῖται, ἀλλ' οὐ πρόσεστί σοι ἀνομίας θρόνος· νόμον γὰρ τῶν πάντων βασιλέα ἀνέδειξας καθ' ο ν τὸ πᾶν διοικεῖται. κα ν τοίνυν παρανόμως α ρχειν ἐπιχειροίη διάβολος ἀποστάτης τῶν προσταγμάτων τῶν σῶν γεγενημένος, οὐ σύνεστιν οὐδὲ προσέσται σοι, ἀλλ' ἀποστὰς καὶ μακράν σου γεγενημένος λῃστάρχου δίκην τυραννεῖ κατὰ τῶν ἑλομένων ὑπὸ τὴν ὠμότητα αὐτοῦ τυγχάνειν. θρόνος γὰρ ἀνομίας ἡ μετὰ τυραννίδος ἀρχή· οὐδὲν γὰρ ε τερόν ἐστι τύραννος η παράνομος ἀρχή. διὸ καὶ ὠμότατος καὶ ἐπαχθὴς ω ν βαρέα καὶ ἐπίμοχθα προστάττει, φυλάττων τοῖς προστάγμασιν αὐτοῦ κόπον. ἀλλ' αἱ ἐντολαὶ σοῦ τοῦ θεοῦ βαρεῖαι οὐκ εἰσὶ κατὰ τὸν̓ Ιωάννην, ο θεν καὶ ἀνωφερεῖς εἰσιν ὑψοῦσαι καὶ μετεωρίζουσαι τὸν μεταποιούμενον. 921 Ps Δυνατὸν δὲ καὶ ου τως ἐκλαβεῖν τὴν λέξιν· Σοῦ, δέσποτα, κοῦφα καὶ ἐλαφρὰ προστάττοντος, κόπους ἐπὶ τοῖς σοῖς προστάγμασι πλάττει ὁ τῆς ἀνομίας θρόνος, δειλίαν καὶ τοῖς ταχθεῖσι τἀναντία ὑποβάλλων τῇ διανοίᾳ. τοῦ γὰρ ὀρθοῦ λόγου προτρεπομένου ἐπὶ δικαιοσύνην ὡς ὠφέλιμον, τὴν ἀδικίαν ἀντιτίθησιν κέρδη καὶ πορισμοὺς τὰ ἐκ ταύτης προτείνων· πάλιν τοῦ λόγου ἐπ' ἀκτημοσύνην παρακαλοῦντος καὶ ἀμεριμνίαν, καὶ ἐπὶ τῷ τοιούτῳ προστάγματι πλάττει κόπον, δειλίας ἐνιεὶς λογισμὸν καὶ φόβου τοῦ μὴ ὑστερηθῆναι τῶν ἀναγκαίων νόσον καὶ γήρως καταλαβόντων. ὡσαύτως καὶ ἐπὶ τῶν α λλων προσταγμάτων τοῦ θεοῦ οὐκ ο ντων βαρέων πλάττει κόπον βάρους φαντασίαν ὑποβάλλων.̓ Αναγνωστέον δὲ καὶ ου τως· Ω δέσποτα, ὁ πλάσσων ἐπὶ τοῖς σοῖς προστάγμασι κόπον ὡς μὴ διὰ τὸ ευ κολον καταφρονῶνται· θέλεις γὰρ τοὺς προσερχομένους αὐτοῖς κατορθοῦν αὐτὰ σὺν ἱδρῶτι καὶ πόνῳ. ου τω γὰρ καρτερίαν καὶ ὑπομονὴν κτήσασθαι συμβαίνει· διὸ καὶ σωτηρία ε ψεται·̔ Ο γὰρ ὑπομείνας εἰς τέλος, ου τος σωθήσεται. Οὐ συμπροσέσται σοι τυραννικὸς θρόνος· διὸ κώλυσον αὐτοὺς τῆς ὠμοτάτης καθ' ἡμῶν ὁρμῆς, καθ' η ν δολερῶς θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου, ἐπιμορφαζόμενοι δὲ καὶ τὸ κριταὶ καὶ δικασταὶ τυγχάνειν καταδικάζουσιν ἀθῷον αι μα. Θρόνον δὲ ἀδικίας τὴν τυραννικὴν ἀρχὴν τοῦ διαβόλου ε φη. εἰς τοσοῦτον γὰρ η λασε πονηρίας ὁ διάβολος ὡς ἰσοδυναμεῖν τῇ μοχθηρᾷ ε ξει. ἀνομίαν γὰρ ἀντὶ ἀνόμου καὶ ἀπώλειαν ἀντὶ ἀπολωλότος καλεῖ αὐτὸν ἡ γραφή· ο που μὲν λέγουσα πρὸς αὐτὸν̓ Απώλεια ἐγένου (ταύτῃ καὶ ὁ̓ Ιούδας Υἱὸς ἀπωλείας ἐχρημάτισεν υἱὸς Σατανᾶ γεγονώς), ο που δὲ ἀνομίαν ὀνομάζουσα αὐτόν· τοὺς γὰρ τέκνα αὐτοῦ γεγενημένους υἱοὺς ἀνομίας λέγει, ῃ φησι περὶ Χριστοῦ Καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. τούτου ὑπασπισταὶ τυγχάνουσιν οἱ πονηρευόμενοι περὶ ω ν φησι Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους η τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; δαίμονες δὲ ου τοι καὶ α νθρωποι πονηροί, διὰ πανουργίας τὰ προειρημένα κατὰ τοῦ ἀθῴου καὶ δικαίου δρῶντες. 922 Ps 94, 1b– 2̓ Επὶ ἐξομολόγησιν παρακαλοῦσιν η τοι ἐφ' οι ς ε δρασαν κακῶς η ἐφ' οι ς ευ πεπόνθασι θεόθεν εὐχαριστοῦντες τῷ ἐπιφανέντι καὶ ἐπιλάμψαντι αὐτοῖς τὴν χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ τυγχάνοντα αὐτοῦ πρόσωπον· Αὐτὸς γάρ ἐστιν ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου. δυνατὸν τὸν τρίτον στίχον τῷ πρώτῳ ἀποδοῦναι καὶ τὸν τέταρτον τῷ δευτέρῳ ου τω νοοῦντα ἐπὶ τῷ η κειν ἀγαλλιᾶσθαι τῷ κυρίῳ· Προεφθάσαμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἀλλὰ καὶ ἀλαλάττομεν τῷ σωτῆρι θεῷ ἡμῶν ἐν ψαλμοῖς. ψαλμοὶ δὲ καθ' ου ς ἀλαλάζουσι τῷ κυρίῳ πράξεις καθ' α ς ἐνεργοῦσιν εὐαρεστοῦντες αὐτῷ τοιαῦτα γάρ τινα ὑποβάλλει ἡ ψαλμὸς φωνή. 923 Ps 94, 3b Θεοὺς λέγει ου ς ἀγγέλους ἡ γραφὴ καλεῖ. βασιλεύει δὲ κἀκείνων γενομένων θεῶν πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ γεγένηται. 924 Ps 94, 4 Πάσης τῆς γῆς περιδραττόμενος ὁ λόγος κατὰ τὸν τῆς προνοίας λόγον ἐν τῇ χειρὶ ἑαυτοῦ ε χει τὰ λεγόμενα τῆς γῆς πέρατα· ἡ κατάσχεσις γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς ἐστι, κρατοῦντος δὲ αὐτοῦ τῶν τῆς γῆς περάτων. ἐπεὶ μέρη τῆς γῆς καὶ τὰ ο ρη αὐτοῦ τοῦ κυρίου (καὶ ταῦτά ἐστιν ὑψηλὰ ἐν τούτοις) τυγχάνει, σημειωτέον ο τι διὰ πάσης τῆς γραφῆς ἀναιρεῖται τὸ δόγμα τῶν περιγραφόντων μέχρι τῶν τῆς σελήνης ο ρων τὴν πρόνοιαν. οὐκ ἐνταῦθα γὰρ μόνον κρατεῖν τῶν περάτων τῆς γῆς λέγεται ἀλλὰ καὶ πολλαχοῦ, ἀμέλει γοῦν ὡς οὐρανοῦ ου τω καὶ γῆς κύριός ἐστιν·̓ Εξομολογοῦμαί σοι γάρ, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρὸς διάνοιαν δὲ ἐν τῇ χειρὶ γίνονται τοῦ θεοῦ τῇ σκεπαστικῇ καὶ παντοδυνάμῳ μόνοι οἱ περαιτέρω τῆς γῆς φρονήσει καὶ πολιτείᾳ γινόμενοι· ο θεν οὐδεὶς αὐτοὺς ἁρπάσαι δύναται ο ντας ἐν τῇ χειρὶ τοῦ πατρὸς καὶ ἐν τῇ χειρὶ τοῦ υἱοῦ. ταῦτα τὰ πέρατα κατ' ἐπίνοιαν α λλην Χριστοῦ ει εν πρόβατα, περὶ ω ν ὁ κύριός φησι Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον· καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρός μου, καὶ ἑξῆς· οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου.̓ Επεὶ ου ν τὰ ἑρμηνευθέντα τῆς γῆς πέρατά εἰσιν ἐν χειρὶ θεοῦ, εἰκότως καὶ τὰ ὑψηλὰ τῶν ὀρέων αὐτοῦ τυγχάνει, ὀρῶν ο ντων τῶν διῃρημένων βίῳ καὶ φρονήματι θεοσεβῶν ἀνδρῶν. κατ' ἐξαίρετον δὲ αὐτοῦ εἰσιν ὑπερέχοντες ου ς ὑψηλὰ τῶν ὀρέων προσηγόρευσεν· η τάχα πέρατα μὲν γῆς, οἱ ἐπὶ γῆς περιπατοῦντες α νθρωποι, ἐν οὐρανῷ δ' ε χοντες τὸ πολίτευμα καὶ τὴν καρδίαν διὰ τὸ ἐκεῖ τεθησαυρικέναι, τῶν ἀγγέλων ὑψηλῶν ὀρῶν χρηματιζόντων. 925 Ps 94, 5b Σημειωτέον ο τι οὐχ ὑπὸ χειρὸς ἀλλ' ὑπὸ χειρῶν πεπλᾶσθαι ἡ ξηρὰ λέγεται, ω σπερ τὸ Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ τὸ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με. τίνες δὲ αυ ται αἱ δημιουργικαὶ χεῖρες ἀπορητέον· μία μὲν γὰρ ὁμολογουμένως δραστήριος τοῦ θεοῦ χεὶρ ὁ θεὸς λόγος ἐστίν, ἀλλὰ ταύτῃ τῇ χειρὶ καὶ ἑτέρα τις συντέτακται διὰ πλειόνων γραφῶν καὶ αυ τη δημιουργικὴ ὑπάρχουσα. ε δοξε δὲ ἀνδράσι θείοις καὶ τῶν ἀποστόλων φοιτηταῖς γεγενημένοις εἰπεῖν, ὡς α ρα αἱ δημιουργικαὶ τοῦ θεοῦ χεῖρες ὁ μονογενὴς ει η καὶ τὸ α γιον πνεῦμα. ταύτης δὲ τῆς γνώμης ὁ Εἰρηναῖος μάλιστα η ν, ἐξ ου δηλονότι παλαιὰ δόξα ἐστὶν ἡ τιθεμένη μὴ ποιούμενον ἀλλὰ ποιητικὸν καὶ τὸ α γιον πνεῦμα. 926 Ps 94, 6– 7c Οὐκ ἐκ τόπου εἰς ε τερον τόπον ἰόντες ἐπὶ τῷ θεὸν προσκυνῆσαι παρακαλοῦσιν ἀλλήλους. οὐκέτι γὰρ τοπικὴ προσκύνησίς ἐστιν, ω σπερ ἐτύγχανεν ου σα ο τε συνέστηκε τὰ̔ Ιεροσόλυμα καὶ ὁ ἐκεῖσε ναός. Προσκυνοῦσι γὰρ τῷ κυρίῳ, κατὰ τὸν προφήτην, ε καστος ἐκ τοῦ τόπου ἑαυτοῦ, οὐκ αἰσθητῶς καὶ σωματικῶς ἀλλὰ πνεύματι καὶ ἀληθείᾳ. Ερχονται τοίνυν κατὰ διάθεσιν μᾶλλον η μεταβολὴν τόπου οἱ προσκυνοῦντες καὶ προσπίπτοντες αὐτῷ, κλίνοντες αὐτῷ γόνυ θεὸν αὐτὸν ὁμολογοῦντες, οὐχ οἱ ἐπὶ γῆς μόνοι ἀλλὰ καὶ οἱ ἐν οὐρανοῖς καὶ καταχθονίοις κλαίοντες ἐνώπιον αὐτοῦ τὸν ἐκ μετανοίας κλαυθμόν, η καὶ ὁσαχῶς κλαίειν καὶ ὀδυνᾶσθαί τινας ει πομεν. α μεμπτος δὲ κλαυθμὸς καὶ πᾶσαν κηλίδα διαφεύγων ὁ θαρσῶν ἐνώπιον κυρίου γίνεσθαι. Λέγουσι δὲ τὴν αἰτίαν δι' η ν τὰ ἐγκείμενα ἐπιτελοῦσι, φάσκοντες Οτι αὐτὸς θεὸς ἡμῶν καὶ ἡμεῖς πρόβατα νομῆς αὐτοῦ, σχέσεως τοῦ λαοῦ πρὸς θεὸν δηλουμένης διὰ τῆσδε τῆς λέξεως. διὰ τοῦτό φησι· Λαὸς νομῆς αὐτοῦ τυγχάνομεν ο τι αὐτὸς ἐπιδέδωκεν ἑαυτὸν θεὸς ἡμῶν γενέσθαι· ἐπεὶ γὰρ αὐτὸς θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ τυγχάνομεν· καὶ ἐπεὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, αὐτὸς θεὸς ἡμῶν. τῆς δ' αὐτοῦ νομῆς λαὸς αὐτοῦ ο ντες, ἐσμὲν καὶ πρόβατα χειρὸς αὐτοῦ ο ντος ποιμένος ἡμῶν. διὸ οὐδεὶς ἁρπάσει ἡμᾶς ἐκ τῆς δεξιᾶς αὐτοῦ· Κἀγὼ γὰρ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 927 Ps 94, 7c– 9 Ταύτας τὰς λέξεις ε ως τοῦ τέλους τοῦ ψαλμοῦ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι φήσας ὁ ἀπόστολος, ε θηκεν αὐτὰς ἐν τῇ Πρὸς̔ Εβραίους ἐπιστολῇ ἀμωσγέπως καὶ ἑρμηνείαν αὐταῖς ἐπαγαγών. ἡρμήνευσε δὲ τὸ σήμερον, εἰς τὸν πάντα ἐνεστηκότα αἰῶνα ἀναφέρων αὐτό· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. σκληρύνεται δὲ καρδία, ο ν τρόπον καὶ ἡ τοῦ Φαραὼ κακίᾳ προσκλινομένη καὶ ὑπὸ ἁπάσης τῆς ἁμαρτίας σκληρὰ καὶ ἀντίτυπος ἀναφαινομένη. ταύτης τοίνυν ἀφέμενοι τῆς ὠμότητος, βοῶντι θεῷ κλίνωμεν τὴν ἀκοὴν ἐπὶ τῷ δίκαιοι γενέσθαι. 928 Ps Αλλος δὲ τὸ Προσώχθισα προσκορής φησιν ἐγενόμην οὐ πάσῃ γενεᾷ ἀλλ' ἐκείνῃ ἀεὶ πλάνῃ συμβιούσῃ διὰ τὸ μὴ ἐθέλειν γνῶσιν ε χειν θεοῦ· ε φη τὸν θεὸν ὀργισθέντα ὀμόσαι μὴ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, ταῦτα δὲ ἐν ΟΖ εἰπών. ἐξηγησαμένου δὲ καὶ Παύλου ταύτην τὴν λέξιν, οὐδὲν πλέον τῶν τότε ῥηθέντων ἐροῦμεν. 929 Ps 95, 1– 2a Νοήσεις δὲ καὶ ου τως· ἡ λογικὴ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη ψυχὴ οι κός ἐστι τοῦ πεποιηκότος, μάλιστα σὺν ἀρετῇ διάγουσα, ἁμαρτάνουσα δὲ αἰχμαλωτίζεται καὶ καθαιρεῖται ω στε μηκέτι ει ναι ναὸς θεοῦ. ει πε γοῦν ὁ θεὸς περί τινων Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ ει ναι αὐτοὺς σάρκας. πάλαι γὰρ ἐνοικοῦντος ἐν αὐτοῖς τοῦ θείου πνεύματος ναὸς η σαν αὐτοῦ· ο τε δὲ ἁμαρτάνοντες σάρκες γεγένηνται ἐμπαθῆ καὶ ὑλικὴν ε ξιν ἀναλαβόντες, τὸ τηνικάδε ἀπέστη ὁ ἐνοικῶν ἐν αὐτοῖς καὶ καταστροφὴν ὑπέμειναν πρὸς τῶν αἰχμαλωτισάντων αὐτοὺς πονηρῶν πνευμάτων. Ωσπερ τοίνυν ὁ ἁμαρτάνων αἰχμάλωτος γεγονὼς παύεται τοῦ ει ναι θεοῦ οι κος διαλυθέντος τοῦ ἐξ ἀρετῶν οἰκοδομήματος αὐτοῦ, ου τως ὁ ἐπιστρέφων πρὸς θεὸν διὰ μετανοίας οὐ μόνον τῆς αἰχμαλωσίας λυτροῦται, ἀλλὰ καὶ θεμελιοῦται καὶ οἰκοδομεῖται θεοῦ οι κος δι' ὀρθότητα φρονήματός τε καὶ πράξεων ἀρίστων. καὶ τοῦτό ἐστιν ο δηλοῖ ἡ ἐγκειμένη τοῦ ψαλμοῦ προγραφή. μετὰ γὰρ τὴν αἰχμαλωσίαν τοῦ οι κου οἰκοδομηθέντος πρὸς τῶν εὐπαθόντων χαριστήριος ᾠδὴ ἀναπέμπεται ὑπὲρ ἀφέσεως τῆς αἰχμαλωσίας καὶ ἐγκαινισμοῦ τοῦ θείου οι κου. καὶ πρὸς τὸ ῥητὸν ἐκλαβεῖν τις τὰ κατὰ τὸν τόπον δυνήσεται. φαίνεται γὰρ ὁ οι κος ἐν τοῖς χρόνοις Εσδρα μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομηθείς. λεκτέον ου ν περὶ τῆς τοιαύτης εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως τοῦ οι κου προφητικώτερον τὸν Δαυὶδ τεθεωρηκότα τὴν ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οι κου τὴν ᾠδὴν πεποιηκέναι. ᾳ δουσι δὲ τὴν ᾠδὴν οἱ τὸν παλαιὸν α νθρωπον ἐκδυσάμενοι καὶ τὸν νέον ἐνδυσάμενοι τὸν ἀνανεούμενον εἰς τὸ γενέσθαι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, τῷ μαθητεύεσθαι τῇ καινῇ διαθήκῃ τὴν καινότητα τῆς Χριστοῦ διδασκαλίας προσηκάμενοι.̓ Ενταῦθα μὲν ου ν ᾳ δειν πᾶσα ἡ γῆ προστάττεται, ἐν ΞΕ δὲ προσκυνεῖν· Πᾶσα γὰρ ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι· καὶ ἐν̓ Αμβακοὺμ Τῆς αἰνέσεως αὐτοῦ (δηλαδὴ τοῦ θεοῦ) πλήρης πᾶσα ἡ γῆ ει ρηται, καὶ ἐν α λλοις Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. ου τοι ου ν πάντες οἱ ᾳ δοντες τῷ θεῷ πρὸς τῷ α δειν αὐτῷ καὶ εὐλογεῖν τὸ ο νομα αὐτοῦ προστάττονται. διὰ γὰρ ε ργων ἀγαθῶν καὶ γνώσεως τῆς ἀληθείας εὐλογεῖ τις καὶ δοξάζει τὸ ο νομα τοῦ θεοῦ. ει ρηται γοῦν ἐν Εὐαγγελίῳ Λαμψάτω τὸ φῶς ὑμῶν ε μπροσθεν τῶν ἀνθρώπων, ο πως ι δωσι τὰ καλὰ ὑμῶν ε ργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. τῆς γὰρ θεοῦ προσηγορίας ἐπικληθείσης ἡμῖν, πάντα πράττοντες τὰ κατὰ λόγον τὸν ὀρθὸν δι' εὐλογίας ω ν εὐλογοῦμεν, ἐνεργοῦμεν ο φοροῦμεν ο νομα κυρίου· οὐ γὰρ α λλως ε χοντος αὐτοῦ, εὐχόμεθα εὐλογημένον αὐτὸ καὶ α γιον γενέσθαι. δι' ἀκριβείας δὲ ὡς οι όν τ' η ν ει ρηται περὶ τούτου ἐν τῷ ΛΓ ψαλμῷ εἰς τὸ̔ Υψώσωμεν τὸ ο νομα αὐτοῦ ἐπὶ τὸ αὐτό· ο θεν νῦν ἀρκούμεθα τοῖς διὰ βραχέων εἰρημένοις.̓ Επίστησον εἰ δυνατὸν καὶ ου τως ἐκδέξασθαι τὰς προκειμένας λέξεις· οἱ τῇ παλαιᾷ διαθήκῃ προσανέχοντες ὑπὲρ αἰσθητῶν συμβαινόντων πραγμάτων ᾳ δοντες ᾳ σμα παλαιὸν ῃ δον. τοῦ γὰρ Φαραὼ τοῦ τῆς Αἰγύπτου τυράννου καταποντισθέντος, ᾳ δει Μωυσῆς μετὰ πάσης τῆς̔ Εβραϊκῆς πληθύος ᾠδὴν η ἐφύμνιον Αισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ι ππον καὶ ἀναβάτην ε ρριψεν εἰς θάλασσαν. καὶ ἐπ' α λλοις δὲ συμβεβηκόσι σωματικώτερόν ἐστιν ἰδεῖν ᾳ δοντα τὸν̓ Ισραὴλ ἐν τῇ Πεντατεύχῳ καὶ τῇ λοιπῇ παλαιᾷ γραφῇ. οἱ δὲ ἀποστάντες τῆς παλαιότητος τοῦ γράμματος ἐπὶ τῷ μαθητευθῆναι τῇ καινότητι τοῦ πνεύματος ἐπὶ νοητῶς καὶ πνευματικῶς κατορθουμένοις καινὸν τῷ κυρίῳ ᾳ δουσιν ᾳ σμα, καταργηθέντος τοῦ τὸ κράτος ε χοντος τοῦ θανάτου διαβόλου καὶ ὑποβρυχίου γενομένου τοῦ τῆς νοητῆς Αἰγύπτου τυράννου, Ιησοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου χάριτι θεοῦ. ᾳ δοντες δὲ κυρίᾠ ου τοι πάσας κατάρας ἠλευθερωμένοι καὶ τῆς εὐλογίας μετειληφότες τῆς θεόθεν χορηγουμένης, εὐλογοῦσι τὸ ο νομα τοῦ εὐλογήσαντος αὐτοὺς πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. 930 Ps 95, 2b. 3 Αἱ προκείμεναι προστάξεις γίνονται τοῖς̓ Ιησοῦ μαθηταῖς ἀκούουσι Πορευθέντες μαθητεύσατε πάντα τὰ ε θνη. βούλεται γὰρ τὸ πνεῦμα τὸ α γιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ε ργον. τὸ γὰῥ Ημέραν ἐξ ἡμέρας τοῦτο παρίστησι τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ θεοῦ σωτήριον, περὶ ου ει ρηται Ου τός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, καὶ πάλιν̓ Ετέχθη σήμερον ὑμῖν σωτὴρ ο ς ἐστι χριστὸς κύριος. τῶν γὰρ ἀποστόλων εὐαγγελιζομένων ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἐκβάσεως τεύξεται ἡ προφητεία ἡ λέγουσα Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. Δυνατὸν τὸ̔ Ημέραν ἐξ ἡμέρας ἐκλαβεῖν τὰς δύο διαθήκας τοῦ σωτῆρος ο ντος ἡλίου δικαιοσύνης. ἐπεὶ ου ν οἱ εὐαγγελίζεσθαι προσταττόμενοι νομομαθεῖς ο ντες καὶ τῆς πρώτης ἡμέρας φωτισμὸν ει χον, ἀκολούθως ἐκ τῆς ἡμέρας ἐκείνης ἡμέραν α λλην τὴν κατὰ τὴν καινὴν διαθήκην φωτιζόμενοι τὸ θεοῦ σωτήριον ἀπαγγελοῦσιν. Εὐαγγελιζόμενοι δὲ τὸν σωτῆρα Χριστὸν ο ντα θεοῦ σωτήριον, ἀναγγέλλουσι πᾶσι τοῖς ε θνεσι τὴν θεοῦ δόξαν, η τις ἐστὶν ὁ Χριστὸς τυγχάνων ἀπαύγασμα τῆς θεοῦ δόξης· περὶ η ς γέγραπται ἐν̔ Ησαΐᾀ Οφθήσεται ἡ θεοῦ δόξα, καὶ μεθ' ε τερα Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. ὡς γὰρ σοφία καὶ δύναμις ἀλήθειά τε καὶ δικαιοσύνη θεοῦ ὁ Χριστός, ου τως καὶ δόξα αὐτοῦ τυγχάνει. Πρὸς τούτοις δὲ καὶ ἀναγγέλλειν ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ προστάττονται, περὶ ω ν ἐν ΛΘ
12
τὸν τούτων τῶν θαυμάτων αι τιον ὑμνῶν̔ Ησαΐας ὁ προφήτης φησὶ Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ο νομά σου, ο τι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Χριστὸς γὰρ ὁ σωτὴρ θαυμαστὰ πεποίηκεν ἐλευθερώσας πᾶσαν ψυχὴν ὑπὸ τοῦ διαβόλου καταπονουμένην, τὴν ἀρχαίαν θεοῦ βουλὴν στήσας καθ' η ν εὐθὴς ὁ α νθρωπος ὑπῆρχε κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ δημιουργοῦ γεγονώς. εἰ δὲ καὶ τεραστίους δυνάμεις ει ναι βούλεται τὰ ἀπαγγελλόμενα τοῖς λαοῖς θαυμάσια καθ' α ς Ιησοῦς νεκροὺς η γειρε καὶ τυφλοὺς εἰς ο ψιν ἀποκαθιστᾷ καὶ ει τι α λλὀ τοιοῦτον ἀναγέγραπται, οὐχ ἁμαρτάνεις. Δυνατὸν δὲ καὶ ου τως· Φανερώσατε διὰ θεολογίας τὴν περὶ θεοῦ ἀκραιφνεστάτην γνῶσιν, ο πως ὀρθὴν διάληψιν περὶ θεοῦ ε χῃ τὰ ε θνη ἀφέμενα πολυθέου δεισιδαιμονίας. Ταῦτα οὐδενὶ τρόπῳ ἁρμόσει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσι κατὰ τοὺς Κύρου χρόνους η κατὰ τοὺς Δαρείου, ο τε αἰσθητῶς ὁ οι κος ᾠκοδομεῖτο ὁ ἐν τῇ̓ Ιουδαίᾳ προεστῶτος τῆς οἰκοδομῆς Ζοροβάβελ καὶ̓ Ιησοῦ τοῦ ἱερέως μετὰ τὴν αἰχμαλωσίαν. πεπλήρωται γὰρ ταῦτα δι' ε ργων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, τῶν αὐτοῦ μαθητῶν τὴν σύμπασαν γῆν περιδραμόντων καὶ εὐαγγελισαμένων τὸ σωτήριον αὐτοῦ ἀναγγειλάντων τε ἐν πᾶσι τοῖς ε θνεσι τὴν δόξαν αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ ἐν πᾶσι τοῖς λαοῖς. σωτήριον δέ φησιν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν μετὰ τὸν θάνατον σωτηρίαν η καὶ αὐτὸν τὸν Χριστόν. 931 Ps Μέγας ὁ κύριος λέγεται οὐ κατ' ἐπίδοσιν μεγέθους καὶ ο γκου (ἀσώματος γάρ· σωμάτων δὲ ι διον τὸ πεποσῶσθαι καὶ ο γκον ε χειν) ἀλλὰ καθ' ὑπεροχὴν ἀσύγκριτον δημιουργικῆς δυνάμεως· τῶν γὰρ παμμεγέθων οὐρανῶν τυγχάνει ποιητής. εἰ δὲ τούτων πολλῷ πλέον τῶν ὑποδεεστέρων τοῦ κόσμου μερῶν, τούτῳ τῷ τρόπῳ μέγας ω ν ὁ κύριος, καὶ ὑμνητὸς καὶ αἰνετός ἐστι καὶ φοβερὸς ἐπὶ πάντας τοὺς θεούς, τῆς Σφόδρα λέξεως κατὰ κοινοῦ τεταγμένης. καὶ εἰ μὲν καθόλου καὶ κυρίως ἐκλάβοιμεν τὴν πρόσταξιν φάσκουσαν̓ Επὶ πάντας τοὺς θεούς, συναριθμήσαιμεν καὶ τοὺς ἐπαινουμένους θεοὺς ω ν ὁ θεὸς θεός ἐστι κατὰ τὸ̓ Οφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών, καὶ Θεὸς θεῶν κύριος ἐλάλησεν– ἐπὶ πάντας ου ν τούς τε ἐπαινουμένους καὶ διαβαλλομένους θεοὺς φοβερὸς ὁ κύριός ἐστι τῷ μέγας καὶ αἰνετὸς σφόδρα τυγχάνειν, πάντων κριτὴς καὶ ἐξεταστὴς τυγχάνων· εἰ δὲ μὴ ἁπλῶς καθόλου ἀλλὰ περὶ μόνων τῶν θεῶν τῶν ἐθνῶν ἡ θέσις ει η ου τω λεγομένη, ἐπεὶ πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια ὑπάρχουσιν, ἐπὶ πάντας τοὺς θεοὺς τούτους φοβερός ἐστιν ὁ μέγας καὶ αἰνετὸς σφόδρα κύριος, κρίνων καὶ κολάσει αὐτοὺς ὑποβάλλων. εἰς ταύτην τὴν διάνοιαν καὶ τὸ ἐν̔ Ησαΐᾳ λήψᾐ Ολολύξατε γλυπτὰ Ιερουσαλὴμκαὶ ἐν Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς· ου τως̔ ποιήσω καὶ̔ Ιερουσαλὴμ καὶ τοῖς γλυπτοῖς αὐτῆς. γλυπτὰ γὰρ ὀλολύξαντα οὐ τὰ α ψυχα (ἐμψύχου γὰρ τὸ ὀλολύζειν) ἀλλὰ τὰ διὰ τῶν αἰσθητῶν ἀγαλμάτων δηλούμενα δαιμόνια ἐκδεκτέον. Κατὰ ου ν τῶν θεῶν τῶν ἐθνῶν (ου τοι δέ εἰσι δαιμόνια) φοβερὸς ε σται ὁ κρίνων αὐτοὺς κύριος· οὐχ ἁπλῶς δέ γε θεοὶ ἀλλὰ τῶν ἐθνῶν. διὸ καὶ οὐκ ἀληθῶς ο ντα θεοὶ τὰ δαιμόνια, δειλιᾷ καὶ φοβερὸν ε χοντα τὸν κύριον, παρακαλεῖ αὐτὸν μὴ ἐπιτάξαι αὐτοῖς ἀπελθεῖν εἰς τὴν α βυσσον, οἰκτροπάτην φωνὴν ἀφιέντα Δεόμεθά σου μὴ πρὸ καιροῦ βασανίσῃς ἡμᾶς. 932 Ps 95, 6 Ο διὰ τὸ τῆς ἀρετῆς κάλλος ὡραιότητα κεκτημένος καὶ τὴν συμφυῆ ταύτῃ κατ'̔ εὐχαριστίαν ἐξομολόγησιν ἐνώπιον παρίσταται θεοῦ κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ῳ παρέστην ἐνώπιον αὐτοῦ, παντὸς ἁμαρτάνοντος φεύγοντος τὸ ἐνώπιον ι στασθαι θεοῦ· Οὐ διαμενοῦσι γὰρ παράνομοι κατέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀμέλει καὶ ὁ̓ Αδὰμ α μα τῇ γυναικὶ μετὰ τὸ ἁμαρτεῖν φεύγει ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ αἰσχυνόμενος, μᾶλλον δὲ φοβούμενος ὀφθῆναι αὐτῷ. ταύτῃ καὶ Καὶν ὁ ἀλάστωρ ἐξέρχεται ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ, οὐχ ο τι δυνατὸν διαδρᾶναι θεὸν καὶ πόρρω τοῦ προσώπου αὐτοῦ γενέσθαι, ἀλλ' ο τι οἱ φαῦλοι ψευδοδοξοῦντες ἠπάτηνται ὡς οἰηθῆναι λανθάνειν θεὸν ἐφ' οι ς δυσσεβῶς ἐνεργοῦσιν· εἰ γὰρ καὶ ι σασιν ο τι λαθεῖν θεὸν οὐχ οι όν τε, ἀλλ' ου ν γε διάθεσιν τοιαύτην ε χουσιν ὡς εἰ δυνατὸν ὑπῆρχεν, ἠβούλοντο πόρρω θεοῦ ει ναι αἰσχυνόμενοι τὰς αὐγὰς τῶν ο ψεων αὐτοῦ. οἱ δέ γε σπουδαῖοι διὰ πολλὴν παρρησίαν καὶ τὸ ἐλεύθερον τοῦ βλέμματος ἐνώπιον θεοῦ γνησίων θεραπόντων δίκην ἑστήκασι, λέγοντες̓ Επίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, καὶ̓ Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ω τα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μὴ ταραττέτω σε εἰ ἐξομολογήσεως καὶ ὡραιότητος ἐνώπιον κυρίου τυγχανουσῶν ἡμεῖς τὸν ἐξομολογούμενον καὶ ὡραιότητα ε χοντα ἐνώπιον κυρίου ει πομεν ει ναι, πολλάκις καὶ κατὰ τὴν γραφὴν τῶν τὰς ε ξεις ἐχόντων σημαινομένων ταῖς τῶν ε ξεων προσηγορίαις· ἀνθρώποις γὰρ γράφων ὁ ἀπόστολος περί τε αὐτοῦ κἀκείνων φησὶν Ινα γενώμεθα (δηλονότι ἐν αὐτῷ τῷ Χριστῷ) θεοῦ δικαιοσύνη.̓ Εξομολογήσεως δὲ καὶ ὡραιότητος οὐσῶν ἐνώπιον θεοῦ, ἁγιότης καὶ μεγαλοπρέπεια ὑπάρξει τῷ ἁγιάσματι αὐτοῦ. ἁγίασμα δὲ θεοῦ καλεῖν ε θος πατρίῳ συνηθείᾳ τοῖς ἐκ περιτομῆς τὸν θεοῦ ναόν. ἐπεὶ ου ν ὁ ἐξομολογούμενος καὶ ὡραιότητα ε χων δεξάμενος θεὸν ἐν ἑαυτῷ ναὸς αὐτοῦ καὶ ἁγίασμα γίνεται, εἰκότως περὶ τοῦ τοιούτου λέγεται τὸ ἁγιότητα καὶ μεγαλοπρέπειαν ε χειν, ἁγιότητα μὲν μεταλαμβάνων τῆς ἁγιότητος τοῦ παρόντος θεοῦ καὶ Χριστοῦ ο ντος θεοῦ ἁγιασμοῦ ἀλλὰ καὶ τοῦ ἁγίου πνεύματος, μεγαλοπρέπειαν δὲ ζητῶν τὸ πρέπον καὶ εὐπρεπὲς ἐν μεγάλοις καὶ ὑπερτέροις· μεγαλοπρέπεια γάρ ἐστι τὸ ἐν μεγάλοις πρέπον, μικροπρέπεια δὲ τὸ ἐν μικροῖς. ο σοι γοῦν ἐν ἀνθρωπίνοις δοξαρίοις καὶ ἀξιώμασι καὶ ἐν αἰσθητοῖς ῥώμῃ καὶ πλούτῳ εὐπρεπεῖν θέλοντες, μικροπρεπεῖς ει εν τοῦ χρηματίσαντος ἁγιάσματος θεοῦ κατὰ τὰ ἀποδοθέντα ἐν νοητοῖς καὶ πνευματικοῖς ἀρεταῖς τε καὶ εὐσεβείᾳ, α περ πάντα μεγάλα τυγχάνει διαπρέπειν ζητοῦντα καὶ ταύτῃ μεγαλοπρέπειαν ε χει σύζυγον ου σαν ῃ κέκτηται ἁγιότητι. 933 Ps̓ Επεὶ δοῦλοι τυγχάνοντες Χριστοῦ ε χομεν τὸ ο νομα αὐτοῦ ἐπικληθὲν ἐφ' ἡμᾶς διὰ τοῦ σοφῶς καὶ λογικῶς δικαίως τε καὶ ἁγίως ἐπιτελεῖν πάντα, δόξαν ἐνέγκωμεν τῷ ἐφ' ἡμᾶς ὀνόματι τοῦ Χριστοῦ. Ευ δὲ καὶ τὸ φάναι Αρατε θυσίας, τουτέστι μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα, μὴ χαμαιζήλως βουθυτοῦντες καὶ τὰ λοιπὰ σφάζοντες ζῷα ἀλλ' ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας ω ν ὑποδείγματα καὶ σκιὰ αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. 934 Ps 95, 9b– 11a Καὶ πᾶσα δὲ διάνοια γεώδη ποιότητα ἐσχηκυῖα ἐκ τῆς πρὸς τὴν υ λην συμπαθείας σειομένη ἀποβάλλει τὴν προτέραν καὶ γεώδη διάθεσιν ἐπὶ τῷ πνευματικὴν καὶ ἐπουράνιον ε ξιν ἀναλαβεῖν. ἀληθῶς γὰρ τοῦτ' ει η τὸ σαλευθῆναι τὴν γῆν τὸ εἰς οὐρανὸν μεταβαλεῖν καὶ φορέσαι τὴν εἰκόνα τοῦ ἐπουρανίου.̓ Ακόλουθα τούτοις καὶ τὰ ἐπιφερόμενα Ει πατε ἐν τοῖς ε θνεσιν Ο κύριος ἐβασίλευσε. παθὼν γὰρ καὶ ἐκ νεκρῶν ἀναστὰς̔ ἐβασίλευσεν ἐν τοῖς ε θνεσιν, εἰπὼν̓ Εδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. γινομένου λοιπὸν τοῦ θελήματος τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, βασιλεύοντος δὲ τοῦ κυρίου ἐν πᾶσι τοῖς ε θνεσι, σαλεύεται τὸν εἰρημένον τρόπον ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ, ο πως τὴν τῆς ἀρετῆς ε ξιν ἀναλάβῃ κατορθωθεῖσα ὑπὸ τοῦ κυρίου εἰς τὸ μηκέτι σαλεύεσθαι οἰκουμένη ἀντὶ γῆς γεγενημένη· βασιλεύοντος γὰρ τοῦ κυρίου, οὐχ ἁπλῶς γῆ ε τι μένει ἀλλ' οἰκουμένη, οἰκοῦντος ἐν αὐτῇ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῶν θείων χαρισμάτων. Ου τος ὁ βασιλεύσας ἐν πᾶσι τοῖς ε θνεσι κρινεῖ λαοὺς ἐν εὐθύτητι, ε καστον ἐν τῷ ἰδίῳ τάγματι δικάζων, ἐπείπερ ἐν πᾶσιν αὐτοῖς ἀνηγγέλη τὰ θαυμάσια αὐτοῦ, οὐκ ἐν μόνῳ τῷ̓ Ισραήλ. κρινεῖ δὲ αὐτοὺς ἐν εὐθύτητι, οὐ τὰ ε ργα μόνον ἀλλὰ καὶ τὴν διάθεσιν αὐτῶν ἐξετάζων. ταῦτα δὲ κατὰ τὴν δευτέραν αὐτοῦ γενήσεται παρουσίαν, ἡνίκα καὶ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ. 935 Ps a Πρὸς ἀναγωγὴν οἱ τὴν τοῦ ἐπουρανίου εἰκόνα φοροῦντες καὶ ἐν οὐρανοῖς πολίτευμα ε χοντες οὐρανοί εἰσιν, εὐφραινόμενοι τῷ ἐμπεφορῆσθαι τὸν α κρατον ἀπὸ τῆς ἀληθινῆς ἀμπέλου γινόμενον οι νον ο ν ἐκέρασεν εἰς κρατῆρα ἡ σοφία. τούτων τῶν οὐρανῶν ὑποδεέστεροί τινες ο ντες μέλλουσι διὰ πραότητα κληρονομεῖν τὴν ὑψηλὴν καὶ α νω που κειμένην γῆν, η ς ὁμωνύμως μετωνυμικῷ τρόπῳ γῆ καλούμενοι ἀγαλλιῶνται χαρὰν χαίροντες τὴν ὑπὸ τοῦ ἁγίου πνεύματος καρποφορουμένην. Ει η δέ τις διάνοια ὑπὸ παθῶν ἐξηγριωμένη ὡς δι' ἀλμυρότητα καὶ η θους πικρότητα καὶ τὴν ἐξ ἀταξίας κινημάτων τρικυμίαν θάλασσα χρηματίζουσα· ταύτην σαλευθῆναι ἐπ' εὐεργεσίᾳ προσήκει, ο πως ἐκ σάλου καὶ κλύδωνος εἰς εὐστάθειαν καὶ γαλήνην μεταβάλλῃ α μα τῷ πληρώματι αὐτῆς τοῖς πικροῖς καὶ τεταραγμένοις· πρώτη γὰρ εὐεργεσία τοῖς μετανοοῦσιν ἀποθανεῖν τὰς ἀτάκτους καὶ τεθορυβημένας ὁρμάς. Καὶ αἱ ου σαι δὲ ψυχαὶ διὰ τὸ δεδέχθαι τὸν̓ Ιησοῦ σπόρον πεδία καρποφόρα χαίρουσι χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ ἐπὶ τῷ ἐν ἀγαλλιάσει θερίζειν α ε σπειραν ἐν δάκρυσιν. 936 Ps 95, 12b– 13b Τὸ τότε ἀναφορὰν ε χει ἐπὶ τὸ κεκατορθῶσθαι ὑπὸ κυρίου τὴν οἰκουμένην. ἀνενεκτέον δὲ τὸ τότε καὶ ἐπὶ τὸ Εὐφραινέσθωσαν οἱ οὐρανοί. ο ταν γὰρ εὐφρανθήσονται οἱ οὐρανοὶ καὶ ἀγαλλιάσεται ἡ γῆ, τότε ἀγαλλιᾶται τὰ ξύλα τοῦ δρυμοῦ. δρυμοῦ δὲ ξύλα οἱ μὴ φέροντες καρπόν· ἀλλ' ου τοι οἱ πάλαι α καρποι καρποφοροῦντες ἀγαλλιῶσι, προτρέχοντες τοῦ κυρίου δεῦρο κατιόντος. ἐρχομένου γὰρ τοῦ κυρίου κρῖναι τὴν γῆν, τότε τὰ ξύλα τοῦ δρυμοῦ ἀγαλλιᾷ, ἀεὶ εὐφραινομένων τῶν ξύλων τοῦ παραδείσου τῆς τρυφῆς. τούτων δὲ οὐκ ἀεί (δρυμοῦ γάρ εἰσι ξύλα), ἀλλ' ο ταν ὁ κύριος αὐτοῖς ἐπιλάμπῃ ὡς φέρειν καρπὸν ἐδώδιμον καὶ ποιῆσαι ὡς μῆλον ῃ φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων̔ Ως μῆλον ἐν ξύλοις τοῦ δρυμοῦ, ου τως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· μόνος γὰρ αὐτὸς ἀρχῆθεν καρποφορῶν τὴν ἀρετήν, μὴ γνοῦς μηδὲ ποιήσας τὴν ἁμαρτίαν· διὸ καὶ μεταδίδωσι τῆς ἑαυτοῦ καρποφόρου ποιότητος τοῖς συνοῦσι τοῦ δρυμοῦ ξύλοις ω ν ἐν μέσῳ ἐστὶ τυγχάνων μῆλον. 937 Ps 95, 13cδ Ην κατώρθωσεν οἰκουμένην ἐπὶ τῷ μηκέτι κλονεῖσθαι ἐν δικαιοσύνῃ, ἐν δικαιοσύνῃ κρινεῖ ὁ ἐρχόμενος κύριος. κρινεῖ δ' ἐν ἀληθείᾳ καὶ τοὺς λαοὺς ἐν οι ς γέγονε τὰ θαυμάσια αὐτοῦ, ο πως τῇ μὲν οἰκουμένῃ μισθὸν ὁσιότητος νέμῃ κατ' ἀξίαν κριθείσῃ, τοῖς δὲ λαοῖς γνῶσιν τελείαν ὀρέξῃ, ο πως μηκέτι ἐκ μέρους γινώσκοιεν ἀλλ' αὐτοπροσώπῳ προσβάλοιεν τῷ ἀληθείᾳ τελείως αὐτὴν καὶ ἀναλαμβάνοντες καὶ θεωροῦντες. 938 Ps 96, 1 Τοῦ ἱκανοῦ χειρὶ (ου τος δ' ἐστὶν ὁ πνευματικὸς Δαυὶδ ὁ ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα γεγονώς) ἡ γῆ καθίσταται, παντὸς θορύβου καὶ ταράχου πολεμικοῦ ὑπ' αὐτοῦ καταλυθέντος· η καθίσταται γῆ κατάστασιν ἀναλαμβάνουσα καθὸ καρποφορεῖν ἐδέξατο σπόρον εἰς Ρ καὶ Ξ καὶ Λ, σπειράντων ἑαυτοῖς εἰς δικαιοσύνην ἐπὶ τῷ γενήματα δικαιοσύνης πληθύναι τῶν ὑπὸ̓ Ιησοῦ σπαρέντων. Διὸ καὶ βασιλεύει ὁ κύριος, οὐκ ἀπὸ τοῦ μὴ βασιλεύειν καθάπαξ ἐπὶ τὸ βασιλεύειν ἐληλυθὼς ἀλλ' ἀπὸ τοῦ μὴ α ρχειν τῶν ἁμαρτανόντων μετανοησάντων η κειν ἐπὶ τὴν βασιλείαν. ἀγαλλιᾶται ου ν πᾶσα ἡ γῆ, τοῦτο ποιεῖν προσταττομένη ἐπὶ τῷ τὸν κύριον πάσης αὐτῆς βεβασιλευκέναι. Πρὸς δὲ τῷ ἀγαλλιᾶσθαι τὴν ἀποδοθεῖσαν γῆν καὶ νῆσοι εὐφρανθήσονται, τουτέστιν οἱ ἐν αὐταῖς οἰκοῦντες α νθρωποι η τοι καὶ αἱ ἐκκλησίαι. δύνασαι δὲ καὶ τὰς τῶν βεβαίων κατ' ἀρετὴν ψυχὰς νήσους φάναι ὑπὸ τῆς τρικυμίας καὶ ζάλης τῶν παθῶν περικλυζομένας, πασχούσας δὲ ὑπ' αὐτῶν τὸ σύνολον οὐδέν. εἰς πάσας τὰς διανοίας τὰς προκειμένας λήψῃ τὸ ὑπὸ τοῦ θεοῦ λεγόμενον̓ Εγκαινίζεσθε πρός με, νῆσοι. ἀνανεωθεῖσαι γὰρ αἱ προκείμεναι νῆσοι παιδεύσει τῆς καινῆς διαθήκης δέξονται τὸν περὶ τῶν παραδοξοποιῶν τοῦ θεοῦ δυνάμεων λόγον πρὸς τῶν ἱκανῶς ἀπαγγέλλειν αὐτὸν δυναμένων, ῃ φησι τὸ πνεῦμα Τὰς ἀρετὰς αὐτοῦ (τουτέστι τοῦ θεοῦ) ἐν ταῖς νήσοις ἀπαγγελοῦσι. τούτων δ' ἁπάντων ὑπαρξάντων ταῖς νήσοις τελείως εὐφραίνεσθαι αὐτὰς συμβαίνει. 939 Ps Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ– οὐ σωματικῶς· εἰ γὰρ τὰ κυκλοῦντα ει η σώματα, καὶ ὁ κυκλούμενος ει η σῶμα η σώματί γε χρώμενος· ἀλλ' ἀσώματος, μᾶλλον δὲ ὑπερέκεινα σωμάτων ὁ θεὸς καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς καθὸ θεὸς λόγος ἐστί. λέγει δὲ νῦν πρὸς παράστασιν τῆς ἀκαταληψίας αὐτοῦ περὶ αὐτὸν νεφέλη καὶ γνόφος ει ναι· καὶ τάχα μὲν ἡ νεφέλη τοὺς ἐξ αὐτοῦ ῥέοντας ποτίμους σημαίνει λόγους, ὁ δὲ γνόφος τὴν ἀσάφειαν τῆς ἀκαταληψίας αὐτοῦ. ει ρηται γοῦν καὶ πρότερον Καὶ ε κλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· τὸ γὰρ δυσθεώρητον, μᾶλλον δὲ ἀκατάληπτον τῷ νῷ τῶν γενητῶν τῆς πορείας αὐτοῦ καθ' η ν πορεύεται δημιουργικῶς καὶ προνοητικῶς παρίσταται διὰ τοῦ Γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Εἰ δὲ περὶ τοῦ σωτῆρος κατὰ τὴν ἐνανθρώπησιν ἐκλαβεῖν ταῦτα καλῶς ε χει, ἐπίστησον εἰ νεφέλη δύναται λέγεσθαι κύκλῳ αὐτοῦ τυγχάνουσα ἡ ἀνθρωπεία φύσις ἡ προσληφθεῖσα καθ' ε νωσιν ἀδιαίρετον, πληρῶν τὴν λέγουσαν προφητείαν̓ Ιδοὺ κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ η ξει εἰς Αι γυπτον. η λθε γὰρ εἰς τὴν ἀλληγορικῶς καλουμένην Αι γυπτον οἰκουμένην ἐπιβὰς καὶ, ι ν' ου τως ει πω, βασιλικῶς προκαθήμενος ἐπὶ κούφης νεφέλης οὐδαμῶς βάρος ἁμαρτίας ἐχούσης· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν ἐπὶ τῷ ποτίσαι διὰ ταύτης τῆς νεφέλης τὸν πάντα κόσμον. ἀλλ' ἐπεὶ ἡ ἐπίβασις τοῦ κυρίου ἡ εἰς τὴν προειρημένην νεφέλην πολὺ τὸ δυσθεώρητον ε χει, εἰκότως καὶ γνόφος α μα τῇ νεφέλῃ τυγχάνει περὶ αὐτόν. Δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ· πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. ἡ κατόρθωσις τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ δικαιοσύνη καὶ κρίσις ἐστίν, ἐπείπερ βασιλεύων κριτὴς δίκαιός ἐστι. συνᾴδει τούτοις τὰ ἐν Παροιμίαις ου τως ε χοντα· Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ο θεν δικαίου κριτοῦ τυγχάνοντος αὐτοῦ, πῦρ προπορευόμενον αὐτοῦ φλογίζει πάντας τοὺς ἐχθροὺς αὐτοῦ. ἐχθροὶ δὲ τοῦ λόγου τῆς δικαιοσύνης οἱ ἀλόγως καὶ ἀδίκως πράττοντες ω σπερ ου ν διάφοροι τῆς ἀληθείας οἱ ψευδοδοξοῦντες καὶ ψευδόμενοι· καὶ ἡ φιλία δὲ τοῦ κόσμου ἐχθροποιεῖν ει ρηται θεῷ. ἐὰν ου ν βουληθῇ φίλος ει ναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται, τῶν τὴν ε νυλον καὶ κοσμικωτέραν διαγωγὴν ἀσπαζομένων ἐχθρῶν τοῦ θεοῦ ἀποδεικνυμένων. τούτους ου ν τοὺς ἐχθροὺς φλογίζει τὸ πῦρ τὸ ε μπροσθεν τοῦ κυρίου προπορευόμενον, οὐκ ἀναλίσκον καὶ φθεῖρον αὐτῶν τὴν οὐσίαν (ἀθάνατος γὰρ ἡ τῆς ψυχῆς αὐτῶν ὑπόστασις) ἀλλ' ἀφανίζον τὰ περὶ αὐτοὺς παραφυέντα τῆς σαρκὸς ε ργα καὶ ὑλικὰ φρονήματα· ο θεν ὁ σωτὴρ ευ χεται ἀναφθῆναι τὸ πῦρ ο βαλεῖν η λθεν ἐπὶ τῆς γῆς, ο πως ἀναλωθῇ τὰ γήινα πάντα. οὐχ ἡγητέον δὲ τοῦτο τὸ πῦρ ὁμογενὲς ει ναι τῷ τὰς καυστὰς ἀναλίσκοντι υ λας ἀλλ' ἑτεροούσιον αὐτοῦ πολλῷ διαφέρον τῆς παρ' ἡμῖν φλογός. 940 Ps 96, 4 Οἱ φωτεινοὶ λόγοι τῆς θείας διδασκαλίας αὐτοῦ ἀστραπῶν τρόπῳ ε φαναν πάσῃ τῇ οἰκουμένῃ, καταυγάζοντες καὶ φωτίζοντες αὐτὴν ἐπὶ τῷ ε χειν φῶς γνώσεως, ἀλλ' ἡ γῆ ταύτας τὰς ἀστραπὰς ἰδοῦσα κλονηθεῖσα μετέβαλεν, ἀποβαλοῦσα τὴν γεώδη ποιότητα ἐπὶ τῷ ἀναλαβεῖν τὴν εἰκόνα τοῦ ἐπουρανίου. Καὶ ἑτέρως δέ· ἐσαλεύθη ἡ γῆ ἰδοῦσα τοὺς ἀστραπαῖς ἐοικότας τοῦ θεοῦ νόμους ὡς μετατεθῆναι τοὺς ἀνθρωπίνους νόμους καὶ τὰ κατάλληλα τούτοις ε θη. πάντες ου ν οἱ α νθρωποι τὰ σφέτερα πάτρια καταλιπόντες τῇ εὐαγγελικῇ παιδεύσει προσεληλύθασιν, ἀλλ' ἡ οἰκουμένη μὲν ἰδοῦσα τὰς ἀστραπὰς αὐτοῦ τοῦ κυρίου ἐλλάμπεται, ἡ δὲ γῆ σαλεύεται διὰ τοῦ κλόνου ἀρχὴν λαμβάνουσα πρὸς τὸ καὶ αὐτὴν οἰκουμένην χρηματίσαι, ι να φανῶσιν αὐτῇ τοιαύτῃ γεγενημένῃ αἱ θεῖαι τοῦ κυρίου ἀστραπαί. Τὰ δ' α λλα ὁμοίως. 941 Ps 96, 6 Οἱ προαναφωνήσαντες τὴν ἐνταῦθα ἐπιδημίαν τοῦ σωτῆρος ο ντος δικαιοσύνης θεοῦ οὐρανοί εἰσι τῷ φέρειν τὴν εἰκόνα τοῦ ἐπουρανίου καὶ ε χειν τὸ πολίτευμα ἐν οὐρανῷ, ἀναγγείλαντες τὴν τοῦ θεοῦ δικαιοσύνην οὐρανόθεν ἐλευσομένην. Τούτων ου τως εἰς πέρας ἠγμένων, ἠκολούθησε τὸ πάντας τοὺς λαοὺς θεάσασθαι τὴν τοῦ κυρίου δόξαν οὐκ α λλην τῆς δικαιοσύνης αὐτοῦ τυγχάνουσαν. ἀλλ' ἐπεὶ καὶ ἡ πρακτικὴ ἀρετὴ πολλαχοῦ δικαιοσύνη καλεῖται, ταύτην ἀναγγέλλειν πρακτικῶς μόνοι ι σασιν οἱ οὐρανοὶ ο ντες α νδρες δίκαιοι·̓ Επιδεικνυμένην γὰρ πίστιν ἀναγγέλλει δίκαιος, τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. καὶ πάντες δὲ οἱ λαοὶ μιμηταὶ αὐτῶν γενόμενοι ὁρῶσι τὴν ἑπομένην ταύτῃ τῇ δικαιοσύνῃ θεοῦ δόξαν. 942 Ps 96, 8 Καὶ α λλως δὲ Σιὼν νοηθήσεται πᾶσα σκοπευτικὴ καὶ θεωρητικὴ τῆς ἀληθείας ε ξις, θυγατέρες δὲ τῆς̓ Ιουδαίας τὰς ἐξομολογουμένας ψυχὰς ἐπ' εὐχαριστίᾳ αἰνούσας θεὸν ἐφ' οι ς ει δον θαυμασίοις·̓ Ιουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. δυνατὸν δὲ καὶ πάσας τὰς συγκατατιθεμένας τῇ θείᾳ γραφῇ̓ Ιουδαίᾳ καλουμένῃ θυγατέρας αὐτῆς φάναι. Ετι εἰς τὸ Ηκουσε καὶ εὐφράνθη Σιὼν τοιαῦτα ῥητέον· ὁ μετὰ συνέσεως θείων λόγων ἀκούων πάντως εὐφραίνεται, ὁρῶν τὰ κάλλη τῶν ὑπὸ τῆς διδασκαλίας θεωρημάτων δηλουμένων. εὐφρανθείσης ου ν τῆς Σιὼν ἐπὶ τῷ ου τως ἀκηκοέναι, αἱ ταύτης ὑποδεέστεραἰ Ιουδαίας θυγατέρες προσαγορευόμεναι ε νεκεν τῶν τοῦ θεοῦ κριμάτων καθὰ κρινεῖ ἀγαλλίασιν θείαν ε σχον, τῆς διανοίας αὐτῶν εὐλόγως ἐπαιρομένης παρουσίᾳ τοῦ ἁγίου πνεύματος. 943 Ps 96, 10bξ Ει ποτε ἐπεβούλευσέ τις τῶν ὁσίων τινὶ μέχρι τῆς σώματος κακώσεως η θανάτου τὰ τῆς ἐπιθέσεως ι σχυσεν, τῆς ψυχῆς ἀζημιώτου καὶ ἀμειώτου διαμεινάσης, τίς ου ν οὐχ ὁμολογήσειε τοὺς τῆς ἀληθείας μάρτυρας περιφρουρεῖσθαι κατὰ τὰς ψυχὰς ὑπὸ τοῦ ὁμολογουμένου παρ' αὐτῶν κυρίου; εἰ δέ ποτε καὶ συμβαίη ἐξ ἀπροσεξίας η ὀλίγης παραβλέψεως ψυχὴν ὁσίου ὑπὸ χεῖρα τοῦ ἁμαρτωλοῦ γενέσθαι διαβόλου η τινος τῶν ἐκείνου, καὶ ταύτην ὁ κύριος ῥύσεται ὡς ἐλευθερωθεῖσαν ὑπὸ ἁμαρτιῶν, αι χεῖρες ει ρηνται τοῦ ἁμαρτωλοῦ, ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ γενέσθαι. καὶ περὶ τῶν μαθητῶν αὐτοῦ ὁσίων γεγενημένων φησὶ πρὸς τὸν πατέρα Πάτερ α γιε, τήρησον αὐτούς· ταὐτὸν δὲ τὸ τηρῆσαι τῷ φυλάξαι. 944 Ps a Τῷ τὴν πρακτικὴν ἀρετὴν κατορθώσαντι δικαιοσύνην καλουμένην ἀνέτειλε φῶς τῆς γνώσεως, οὐκ α λλο τυγχάνον τοῦ φωτὸς τοῦ ἀληθινοῦ περὶ ου ὁ πατὴρ ει πε Τοῖς δὲ φοβουμένοις τὸ ο νομά μου ἀνατελεῖ η λιος δικαιοσύνης. ἀναλάμψαντος δὲ τούτου τοῦ φωτὸς τῷ δικαίῳ, εὐθύτης ἐγγέγονε τῆς καρδίας· ο θεν καὶ εὐφροσύνη αὐτῷ εὐθεῖαν ε χοντι τὴν καρδίαν ἀνέτειλεν, εὐθειῶν κατὰ τὴν καρδίαν ο ντων τῶν μετεχόντων τῆς γνώσεως τῆς ἀληθείας, δικαίου δὲ τυγχάνοντος τοῦ τὴν πρακτικὴν παίδευσιν ἀσκουμένου. διὸ εἰκότως εὐφροσύνη καὶ θεία θυμηδία ἀνατέλλει τοῖς πρὸς θεωρίαν ε χουσι, φῶς δὲ τῷ κατορθώσαντι τὸ η θος. 945 Ps 96, 12b Ει ρηται δὲ τὰ εἰς τοῦτο ὑποπεσόντα ἐν ΚΘ ψαλμῷ τῷ κἀκεῖ τὴν προκειμένην λέξιν φέρεσθαι. 946 Ps 97, 1δε Δεξιὰ καὶ βραχίων θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ σωτὴρ ει ναι, κατὰ τούτου τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένων. σῴζει ου ν αὐτῷ τῷ θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μακαριότητα ἀγομένους. οὐ γὰρ πᾶς σῳζόμενος κυρίῳ θεῷ σῴζεται, ἀλλὰ καὶ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ' εὐσεβείας εἰληφώς. ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως θεῷ σῴζεται, μάλιστα ο τι οὐ ἐπίσταται ἐκ θεοῦ τὴν ὑγεῖαν αὐτῷ δεδόσθαι, ἀλλ' οὐδὲ ἐκ πολέμου η λῃστῶν η τοιουτοτρόπων κινδύνων ἀβλαβὴς διαμείνας. μόνος δὲ καὶ πᾶς ὁ ἀπὸ τοιούτων σωθεὶς θεῷ σῴζεται, ο ταν τὴν αἰτίαν τοῦ μηδὲν πεπονθέναι προσάπτῃ τῷ θεῷ. ἐπεὶ ου ν ἐλήλυθεν ὁ σωτὴρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς ἀλλ' οὐ κρῖναι τὸν κόσμον, σῴζει τῷ θεῷ τοὺς πρὸς αὐτοῦ εὐεργετουμένους, δεξιῶς αὐτοῖς τὰ πρὸς μακαριότητα διδούς. Αγιος δὲ ὁ βραχίων ἐστὶ τοῦ θεοῦ οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων ἀλλ' ἁγίου πνεύματος ω ν βραχίων. καὶ τάχα δεξιὰ μὲν ἡ ἐνεργητικὴ τοῦ θεοῦ δύναμις οὐκ α λλη τοῦ θεοῦ λόγου τυγχάνουσα καλεῖται διὰ τὸ δεξιῶς τουτέστιν ἁγίως σοφῶς ἐπαινετῶς ἀμέμπτως πάντα ποιεῖν, βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι. 947 Ps 97, 2̔ Ως δεξιὰ καὶ βραχίων θεοῦ, ου τω καὶ σωτήριον καὶ δικαιοσύνη αὐτοῦ ὁ Χριστός. τὸ γοῦν Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ βούλεται δηλοῦν ο τι πάντες οἱ α νθρωποι διὰ τοῦ σῴζεσθαι ο ψονται τὸ τοῦ θεοῦ σωτήριον αὐτὸν τὸν τὴν σωτηρίαν παρέχοντα Χριστόν. Ευ δὲ καὶ τὸ̓ Εγνώρισε· δυνάμενος γὰρ εἰπεῖν̓ Εφανέρωσεν η Εἰς μέσον η γαγεν· τούτων οὐδὲν ει πεν ἀλλ'̓ Εγνώρισε. γνωρίζει δέ τις ἐκεῖνα ω ν ἀμυδρὰν προτέραν διάληψιν ε χων υ στερον ἐπὶ τὸ τελείως αὐτὰ ἐπίστασθαι ε ρχεται. ἐπεὶ ου ν ε γκειται φυσικῶς τῇ τῶν ἀνθρώπων ἐννοίᾳ ω σπερ θεοῦ διάληψιν ου τω καὶ λόγου αὐτοῦ δημιουργικοῦ καὶ προνοητικοῦ μόνου χορηγοῦντος τὴν τελείαν ἀρετὴν καὶ τοὺς φύσεως νόμους τιθέντος, ταύτην δὲ τὴν τοῦ λόγου ε ννοιαν εἰς τοὐμφανὲς η γαγε θεός, πέμψας ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸν ι διον υἱὸν σωτῆρα εἰς τὸν κόσμον, εἰκότως ἐγνωρικέναι ἐν τοῖς ε θνεσιν ὁ θεὸς τὸ ἑαυτοῦ σωτήριον ει ρηται. Γνωρίσας δὲ τὸ ἑαυτοῦ σωτήριον ὁ θεὸς κατὰ τὴν τοῦ σῴζειν ἐπίνοιαν ἀπεκάλυψε καὶ τὴν δικαιοσύνην αὐτοῦ τὴν αὐτὴν ου σαν τῷ σωτηρίῳ, ὡς ει πον ἀρτίως· Γέγονε γὰρ ἡμῖν ὁ σωτὴρ ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμός. ω ν γὰρ ταῦτα ἁπλῶς ἐκέκρυπτο ἡμῖν· ο τε δὲ ἡμῖν γέγονε προσβάλλειν αὐτῷ δυναμένοις, ἡ δικαιοσύνη ἀπεκαλύφθη ἡμῖν. Εἰ δὲ τὴν διὰ πίστεως̓ Ιησοῦ Χριστοῦ δικαιοσύνην ἐρεῖ τις ει ναι περὶ η ς τὸ προκείμενον, λέξει κεκαλύφθαι ταύτην τὴν δικαιοσύνην ὑπὸ τῆς εἰκονικῆς καὶ κατὰ σκιάν, η ν κατὰ νόμον δικαιοσύνην ὁ Παῦλος ε φη, παυσαμένης δηλονότι τῆς σκιᾶς· Χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. πεφανέρωται δὲ καὶ ἀπεκαλύφθη οι ς ἐγνώρισεν ε θνεσι τὸ σωτήριον αὐτοῦ ὁ θεός· ο θεν οὐχ ὁ̓ Ιησοῦς μόνος συνθήσεται ἐν παντὶ ε θνει, τοῦ φοβουμένου τὸν κύριον καὶ ἐργαζομένου δικαιοσύνην δεκτοῦ θεῷ γινομένου. ἐκ πίστεως γοῦν δικαιοῦται τὰ ε θνη καὶ οὐκ ἐξ ε ργων νόμου, κατὰ τὸν̓ Αβραὰμ τῆς πίστεως αὐτῶν εἰς δικαιοσύνην λογιζομένης. 948 Ps 97, 3ab Διαφέρει τοῦ̓ Ιακὼβ ὁ̓ Ισραὴλ ἐπινοίᾳ ἀλλ' οὐχ ὑποστάσει· ὁ γὰρ αὐτός, ὁτὲ μὲν̓ Ιακώβ, ὁτὲ δὲ̓ Ισραήλ ἐστιν. ο τε γὰρ ἀσκητὴς τυγχάνων τῆς πρακτικῆς ἀρετῆς καταπαλαίων τὰ α λογα πάθη καὶ τὰς κακίας καὶ τὰς ἐνεργούσας αὐτὰς δυνάμεις,̓ Ιακώβ ἐστι πτερνίζων τὸ προειρημένον στῖφος· ο ταν δὲ ἀνωτέρω πάσης μοχθηρίας γεγονὼς διὰ καθαρότητα νοῦ προσβάλλῃ τῷ θεῷ,̓ Ισραὴλ προσαγορεύεται. ἐπεὶ ου ν τῷ ε τι ἀγωνιζομένῳ πρὸς τοὺς εἰρημένους ἀντιπάλους χρεία ἐλέου θεοῦ, τῷ δὲ πρὸς θεωρίαν ἠκονημένῳ τῆς ἀληθείας, ἁρμονίως ἐν τοῖς προκειμένοις θεὸς μνημονεύειν λέγεται τοῦ ἐλέους αὐτοῦ τῷ̓ Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οι κᾠ Ισραήλ. καὶ ἐν Ιερεμίᾳ δὲ τῷ ἀρχομένῳ τῆς̔ ἀρετῆς ἐλέου δεῖ, ὡς τὸν θεὸν λέγειν πρὸς τὸν θεοσεβοῦντἀ Εμνήσθην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου· ω σπερ γὰρ ἐλέου δεῖ τῷ ἀρχομένῳ, ου τω καὶ ἀγάπης τῷ εἰς τελειότητα ἠγμένῳ ο ς καὶ δύναται εἰπεῖν Εστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοί. ο τι δὲ τοῖς διορατικοῖς κατάλληλος ἡ ἀλήθεια, ὁ σωτήρ φησι πρὸς τοὺς πεπιστευκότας αὐτῷ̓ Ιουδαίους̓ Εὰν ου ν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 949 Ps 97, 3c̓ Εκβάσεως τυχούσης τῆς προφητείας λεγούσης Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, λεχθήσεται Ει δοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. κηρυχθέντος γὰρ τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ' οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ε θνεσι κατὰ τὴν τοῦ Χριστοῦ χρῃσμωδίαν, ει δε πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν τὸ σωτήριον τοῦ θεοῦ. ει δον δὲ οὐκ ο ψει προσβάλλοντες ἀλλὰ πιστῇ συγκαταθέσει τῆς διδασκαλίας αὐτοῦ δι' η ς φαντασίαν ει χον παρόντος· ἀλλὰ καὶ πρὸς διάνοιαν οἱ περάσαντες τὴν γῆν καὶ ἀνωτέρω αὐτῆς γεγενημένοι τῷ μὴ ὑλικὰ καὶ ἐπίγεια ε τι φρονεῖν ἀλλὰ ζητεῖν καὶ φροντίζειν τὰ α νω– πέρατα γῆς ο ντες ει δον σωτηρίαν καὶ τὸν ταύτης αι τιον θεὸν λόγον ο ντα σωτήριον τοῦ θεοῦ. 950 Ps Πᾶσαν τὴν γῆν, τουτέστι τοὺς ἐπὶ γῆς α παντας ἀνθρώπους προστάττει ἐπινίκιον υ μνον ἀναπέμπειν τῷ κυρίῳ καθελόντι τοὺς πολεμίους τοὺς ἀοράτους ἐχθροὺς τῶν ἀνθρώπων, διάβολον καὶ τοὺς ὑπασπιστὰς αὐτοῦ. ἀλαλάζοντες δὲ αὐτῷ πάντες οἱ ἐπὶ γῆς, ψαλάτωσαν αὐτῷ καὶ ἐν κιθάρᾳ. τίς δὲ ἡ κιθάρα, πολλάκις ει πομεν, καὶ τί τὸ ψάλλειν ἐν αὐτῇ, ο τι τὸ πρακτικῶς ἐστι διὰ σώματος ἐνεργεῖν τὰ τῆς ἀρετῆς η διὰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων. ψάλλοντες δὲ ταύτῃ τῇ κιθάρᾳ καὶ ᾠδὴν προφέρεσθαι ἐντολὴν λαμβάνουσιν, η ν φωνὴν
13
φωνή τις ᾀδέσθω ου σα ἡ περὶ τῶν πρακτέων θεωρία. 951 Ps 97, 6a Σαλπίζουσιν ἐν ἐλαταῖς οἱ τὸν λόγον τῆς ἀληθείας λαμπρῶς καὶ διαπύρως προφέροντες. ου τοι γὰρ ἀληθῶς εἰς πνευματικὴν ἑορτὴν διεγείρειν ἱκανοί, λέγοντες̔ Η ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ο ς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, τῶν πλουτούντων παντὶ λόγῳ καὶ πάσῃ γνώσει μόνων τοῦτο δυναμένων προφέρειν. σαλπίζουσι δὲ τῇ κερατίνῃ οἱ ἀπομάχεσθαι τῷ λόγῳ δυνάμενοι πρὸς σοφίσματα καὶ λόγους ἀπατηλούς. καὶ ἐπίστησον εἰ ἐξηγητὴς θείας παιδεύσεως ἐλατῇ μὲν χρᾶται σάλπιγγι διδακτικῶς καὶ ἀποδεικτικῶς προφέρων τοὺς λόγους, σάλπιγγι δὲ κερατίνῃ ἐπιστομίζων τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ. 952 Ps 97, 8b. 9 Καὶ οἱ τῷ φρονήματι δὲ καὶ τῇ πολιτείᾳ διῃρημένοι ο ρη διὰ τὸ υ ψος τῆς πίστεως χρηματίσαντες ἀγαλλιῶνται, οὐκ ο ντες ε νοχοι τῇ κρίσει ῃ η λθεν ὁ κύριος ποιῆσαι· Ο πιστεύων̔ γάρ φησιν ὁ κύριος εἰς ἐμὲ οὐ κρίνεται, τουτέστιν οὐχ ὑπόκειται ἐγκλήμασι, παρίσταται δὲ τῷ Χριστοῦ βήματι ἐπὶ τῷ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν. Κρίνων δὲ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κατ' ἐξοχὴν τοὺς οἰκειωθέντας αὐτῷ ὡς λαοὺς αὐτοῦ χρηματίσαι ἐν εὐθύτητι κρινεῖ, ἐπεὶ εὐθεῖαν καρδίαν καὶ εὐθείας πράξεις ε χουσι οἱ λαοί·̓ Αποδώσει γὰρ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 953 Ps 98, 2 Πρότερον ἐν τῇ Σιὼν κατὰ τὴν δόσιν τοῦ νόμου καὶ τῶν προφητῶν μέγας ὁ κύριός ἐστιν, ει θ' ου τως ὑψηλὸς τυγχάνει ἐπὶ πάντας τοὺς ἀπὸ τῶν ἐθνῶν προσερχομένους τῇ πίστει λαούς· Δόξα γὰρ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν,̓ Ιουδαίῳ τε πρῶτον καὶ Ελληνι· ὑψωθεὶς γὰρ ἐκ τῆς γῆς πάντας ει λκυσε πρὸς ἑαυτόν. ἀμφότερα δὲ κατὰ φύσιν αὐτοῦ ὑπάρχει τὸ ὑψηλὸν καὶ μέγα. ὑψηλὸς γὰρ ἐν ὑψηλοῖς κατοικῶν ἐστι, καὶ μέγας τυγχάνει καὶ αἰνετὸς σφόδρα, τῆς γενητῆς φύσεως ταπεινῆς καὶ βραχείας, μᾶλλον δὲ οὐδὲν ου σης πρὸς αὐτόν. ὑψηλοῦ δὲ αὐτοῦ φαντασίαν ε χομεν, ο τε τὰ α νω φρονοῦμεν· ἀλλὰ καὶ μεγάλα περὶ αὐτοῦ διαλαμβάνοντες τὸ μέγεθος αὐτοῦ θεωροῦμεν. ἀλλ' ου τε τὸ μέγεθος ου τε τὸ υ ψος αἰσθητῶς φανταζόμεθα (μακρὰν γὰρ ταῦτα τῶν ἀσωμάτων), ου τι γε αὐτοῦ τοῦ θεοῦ. 954 Ps a Νοήσεις καὶ ου τως· μεγάλου ο νομα μέγιστόν ἐστιν ὡς διαρκεῖν η κειν εἰς πάντας· μόνον γὰρ τὸ τοῦ σωτῆρος ο νομα δέδοται ἐν γῇ ὑπ' οὐρανὸν πάσῃ ὡς θαυμαστὸν αὐτὸ ει ναι ἐν πάσῃ τῇ γῇ. πάντας γοῦν τοὺς ἀπὸ πάντων τῶν ἐθνῶν σῳζομένους Χριστιανοὺς ἀπὸ Χριστοῦ καλουμένους ε στιν ἰδεῖν, περὶ ου α λλη πάλιν προφητεία Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ο νομα καινὸν ο εὐλογηθήσεται ἐπὶ τῆς γῆς. παρέτεινε γὰρ ἀληθῶς εἰς πάντα τὰ λογικὰ ἡ Χριστοῦ προσηγορία, ὡς μὴ τοὺς ἐπὶ γῆς μόνους ἀλλὰ καὶ τοὺς ἐν οὐρανῷ καὶ τοὺς καταχθονίους ἐξομολογήσεσθαι τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, ἐπείπερ τοῖς μὲν ἀποστάταις τοῦ θείου νόμου καὶ αὐτῆς τῆς ἀληθείας φοβερόν ἐστι, τυγχάνον δὲ α γιον τοῖς τυχοῦσι τῆς εὐχῆς η ς ἀνέπεμψαν λέγοντες̔ Αγιασθήτω τὸ ο νομά σου. Τούτου δὲ τοῦ βασιλέως Χριστοῦ ου τῷ ὀνόματι τῷ μεγάλῳ πάντες ἐξομολογήσονται ἡ τιμὴ κρίσιν ἀγαπᾷ. εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον δι' αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν, οἱ κατορθοῦντες τὸν θεῖον νόμον δι' αὐτοῦ τοῦ ἐνεργεῖν κατ' αὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασιλέα ἀγαπῶντες τὴν παρ' αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρίμα αὐτοῦ, καὶ ο τι τεύξονται θείων ἀμοιβῶν κατὰ τὸ βούλημα αὐτοῦ εὐσεβῶς καὶ δικαίως πολιτευσάμενοι, τῶν φαύλων οὐκ ἀγαπώντων αὐτοῦ τὴν κρίσιν, ἐπείπερ ἠτίμασαν αὐτήν. πᾶς ου ν φαῦλος τὴν ἀπὸ τοῦ φωτὸς φανέρωσιν ἐντρεπόμενος μισῶν τὸ φῶς, οὐκ ε ρχεται πρὸς αὐτό, ι να μὴ ἐλεγχθῇ αὐτοῦ τὰ ε ργα, τοῦ τὴν ἀλήθειαν ποιοῦντος ἐρχομένου πρὸς τὸ φῶς, ι να φανερωθῇ αὐτοῦ τὸ ε ργον, ο τι ἐν θεῷ ἐστιν εἰργασμένον ἐφ' ῳ καὶ τὴν κρίσιν τὴν φανεροῦσαν αὐτὸ ἀγαπᾷ. 955 Ps 98, 4bc Εὐθύτητας οὐκ α λλας ἡγητέον ει ναι τῶν ἀρετῶν. ταύτας ου ν̓ Ιησοῦς ἡτοίμασε προκατορθώσας καὶ ἐνεργήσας αὐτάς, ι ν' ἐπακολουθήσωμεν τοῖς ι χνεσιν αὐτοῦ μιμησάμενοι αὐτόν· ὑπογραμμὸν γὰρ ἀρίστου βίου ὑπέδειξεν ἡμῖν. λέγων ου ν Μάθετε ἀπ' ἐμοῦ, ο τι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ἡτοίμασεν εὐθύτητας, ι ν' εὐκόλους καὶ ἑτοίμους εὑρεῖν αὐτὰς δυνηθέντες μετάσχωμεν αὐτῶν. Καὶ ἐν τῷ πτερνίζοντι δὲ πάντα τὰ πονηρὰ κρίσιν ὁ θεὸς τὴν ἐξετάζουσαν τὰ τῆς ἀληθείας πράγματα σὺν δικαιοσύνῃ ποιεῖ. καὶ δύναται μὲν τὸ τῆς δικαιοσύνης ο νομα τὴν πρακτικὴν δηλοῦν ἀρετήν, τὸ δὲ τῆς κρίσεως τὴν τῶν δογμάτων ἐξέτασιν· καὶ ε τι τὴν μὲν ε ξιν καθ' η ν διακρίνεται τὸ φρονητέον καὶ μὴ φρονητέον καὶ πρακτέον καὶ οὐ πρακτέον κρίσιν ει πεν, αὐτὴν δὲ τὴν κατ' ἀρετὴν ἐνέργειαν δικαιοσύνην ἐκάλεσεν. ἀμφότερα γοῦν ὁ θεὸς ποιεῖ, τουτέστι χαρίζεται τῷ πρακτικῷ καὶ ἀσκητικῷ τῶν καλῶν σημαινομένῳ τῇ τοῦ̓ Ιακὼβ προσηγορίᾳ. 956 Ps 98, 5ab̔ Υψηλὸν ποιεῖτε οὐκ ἐκ τοῦ κάτω εἰς τὰ α νω ἐπαίροντες αὐτόν (ι διον γὰρ σωμάτων τοῦτο), ἀλλ' ὑψηλὰς καὶ ὑπερφυεῖς περὶ αὐτοῦ ε χοντες νοήσεις. ὑποπόδιον δὲ αὐτοῦ ει ναι δύναται ἡ προσληφθεῖσα σάρξ. ο ταν ου ν τὰ περὶ θεοῦ λόγου ὡς περὶ μονογενοῦς υἱοῦ τοῦ θεοῦ διαλαμβάνωμεν, ὑψοῦμεν κύριον τὸν θεόν· ἀλλὰ καὶ περὶ τῆς οἰκονομίας τῆς κατὰ τὴν ἐπιδημίαν αὐτοῦ θεωροῦντες, προσκυνοῦμεν τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ διὰ τὸν ἐπερείσαντα αὐτῷ τὰς πορευτικὰς αὐτοῦ δυνάμεις ἀλληγορικώτερον πόδας καλουμένας. λέγεται δὲ ὑποπόδιον αὐτοῦ καὶ ὁ πάλαι νεώς, ὡς ἐν̔ Ιερεμίᾳ γέγραπται Πῶς ἐζόφωσε κύριος ἐν ὀργῇ αὐτοῦ τὴν θυγατέρα Σιών; κατέρριψεν εἰς γῆν τὸ ἁγίασμα αὐτῆς, οὐκ ἐμνήσθη ὑποποδίου αὐτοῦ. Τὸ μὲν ου ν ἀληθῶς καὶ κυρίως προσκυνεῖν ἁρμόζει μόνῃ τῇ τριάδι· Κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ προσκυνεῖν καὶ ὁ κύριος Ιησοῦς προσκυνεῖται· Προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες̓ α γγελοι θεοῦ. α λλῳ δὲ τρόπῳ τιμῆς ε νεκα α νθρωποι τοὺς ἐν ὑπεροχαῖς κατὰ ταύτην τὴν γραφὴν προσκυνεῖν λέγονται. πολλάκις γοῦν ἀναγέγραπται ὡς α ρα τὸν βασιλέα Δαυὶδ πολλοὶ προσεκύνησαν, ἐπεὶ καὶ τοὺς α λλους τοὺς̓ Ισραὴλ βασιλέας. 957 Ps 98, 6 Οὐ περὶ μόνων τῶν ἀνδρῶν τούτων ταῦτα λέγεται, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐχόντων τὴν αὐτὴν αὐτοῖς ἀρετήν. καὶ ο τι τοῦτο ἀλήθειά ἐστιν, ἐπίστησον τοῖς ἐν τῷ̔ Ιεζεκιὴλ γεγραμμένοις· γέγονε δὲ ου τος ὁ προφήτης κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν. γέγραπται γοῦν ἐν αὐτῷ τῷ̔ Ιεζεκιήλ, λέγων ὁ θεὸς ἐν ταῖς πρὸς τὸν̓ Ισραὴλ ἀπειλαῖς̓ Εὰν ῥομφαίαν ἐπάξω ἐπὶ τῆς γῆς καὶ εὑρεθῶσιν ἐπ' αὐτῇ Νῶε καὶ̓ Ιὼβ καὶ Δανιήλ, ἐπὶ τούτους οὐκ εἰσελεύσεται ἡ ῥομφαία– καίτοι πρὸ μυρίων ἐτῶν γεγενημένων τῶν ἀνδρῶν ω ν μνημονεύει. ὁ μὲν γὰρ Νῶε πρὸ τοῦ κατακλυσμοῦ γεγένηται,̓ Ιὼβ δὲ πέμπτος ω ν ἀπὸ̓ Αβραὰμ πρὸ πάνυ πολλῶν ἐτῶν τῆς προφητείας ὑπῆρξε. τί ου ν ε χομεν περὶ τούτων εἰπεῖν η ο τι τοὺς τὰς αὐτὰς ἀρετὰς ε χοντας ὁμωνύμως αὐτοῖς ὠνόμασεν; εἰ δὲ τοῦτο ου τως ε χει, δῆλον ο τι καὶ οἱ πιστοὶ θεράποντες γενόμενοι πάντες κατὰ Μωυσέα τυγχάνουσι καὶ ἐπὶ τῶν α λλων ὁμοίως. 958 Ps 98, 7̓ Εν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. καὶ ἐντεῦθεν μανθάνομεν κατὰ τὴν γραφὴν ει ναι τὸν καλούμενον συλληπτικὸν τρόπον, ο ς α ν πλείονας ὠνόμασε τὰ τοῖς κατὰ μέρος προσόντα, ὡς περὶ πάντων ἀπαγγέλλει. μόνῳ γοῦν Μωυσῇ λαλήσαντος ἐν στύλῳ νεφέλης, περὶ πάντων αὐτὸ νῦν φθέγγεται. εὑρήσεις δὲ καὶ ἐν τῇ Πρὸς̔ Εβραίους ἐπιστολῇ σχῆμα τοιαύτης διηγήσεως. ἀπαριθμηθέντων γὰρ πάντων τῶν διὰ πίστεως εὐαρεστησάντων, τὰς τῶν κατὰ μέρος πράξεις η πάθος συλλήβδην α μα λέγει περὶ πάντων̓ Επρίσθησαν ἐλιθάσθησαν, καὶ τὰ ἑξῆς. Τί δὲ βούλεται τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλεῖν, η δη κατανοητέον. μήποτ' ου ν ἐπεὶ ὁ τοῦ θεοῦ λόγος βέβαιος καὶ ἀκλινής ἐστι, στῦλος εἰκότως καλεῖται ὡς τὴν καταδεξαμένην αὐτὸν ἐκκλησίαν στῦλον καὶ ἑδραίωμα τῆς ἀληθείας ει ναι· ἀλλ' ἐπεὶ καὶ πότιμος καὶ καρπῶν αι τιός ἐστιν ὑετοῦ δίκην εἰς τὰς διανοίας τῶν ἀνθρώπων ἐρχόμενος, στῦλος νεφέλης ἐστι. Τάχα δὲ καὶ προεθεσπίζετο διὰ τούτου ἡ τοῦ σωτῆρος δεῦρο κάθοδος καθ' η ν ἐπιβὰς κούφης νεφέλης εἰς Αι γυπτον η κε τὸν περὶ γῆν τόπον. Τελείου δὲ ἀνδρὸς καὶ ε χοντος πάσας τὰς ἀρετὰς τὸ πάντα τὰ μαρτύρια καὶ προστάγματα τοῦ θεοῦ φυλάσσειν. 959 Ps 99, 2b̓ Αντίκειται τῷ ἐξελθεῖν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ τὸ εἰσελθεῖν ἐνώπιον. ὡς τοίνυν ἐξελθὼν ὁ Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ οὐ τόπον καταλείψας ἐν ῳ τὸ πρόσωπον τοῦ θεοῦ ἐν α λλῳ τόπῳ γεγένηται ἀλλ' ε ρημος τῶν περὶ θεοῦ ὀρθῶν ἐννοιῶν γεγενημένος, ε ξω τοῦ προσώπου αὐτοῦ ἐχώρησεν, ἀπρονοησίαν καὶ ἀθεΐαν ἀσπασάμενος ὡς μηκέτι φαντασίαν η ε ννοιαν ε χειν ἐπιφανείας θεοῦ· ου τω τὸ εἰσιέναι ἐνώπιον τοῦ κυρίου τὸ διὰ νοήσεως ἡγεῖσθαι αὐτὸν παρόντα τυγχάνειν. ὁ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν θεασάμενος πάντα τὸν κόσμον ὑπερβὰς εἰς αὐτὴν τὴν περὶ θεοῦ νόησιν εἰσελήλυθεν, ὡς ἐνώπιον κυρίου διαπαντὸς ἑστάναι κατὰ τὸν λέγοντα Ζῇ κύριος τῶν δυνάμεων ῳ παρέστην ἐνώπιον αὐτοῦ. 960 Ps 99, 4 Πύλαι τοῦ κυρίου αἱ κατ' ει δος ἀρεταὶ περὶ ω ν καὶ ἐν α λλοις ει ρηταἰ Ανοίξατέ μοι πύλας δικαιοσύνης, ι να ὑπερβάντες τὰς πύλας αὐτοῦ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐν τοῖς κατὰ θεολογίαν υ μνοις εἰσεληλυθότες εὐχαρίστως ἐξομολογήσωνται τῷ θεῷ. 961 Ps 100, 1b̔ Ο νῦν ᾳ δων πραΰνει καὶ καταστέλλει τὰ η θη τῶν ἀκροατῶν, διὰ τῆς ᾠδῆς κριτὴν τὸν θεὸν τῶν πραττομένων ἀνθρώποις ὑμνῶν· ει τ' ἐπεὶ ἀκριβής ἐστιν αὐτοῦ ἡ κρίσις οὐ τὰ φανερὰ μόνον ἀλλὰ καὶ τὰ κρυπτὰ τῆς καρδίας ἐξετάζουσα, σὺν χρηστῇ προθέσει ἐπάγει αὐτήν. εἰ γάρ τοι πρὸς ἀξίαν τῶν ε ργων καὶ λόγων καὶ ἐνθυμημάτων ἡμῶν σκοπήσαι, α ρδην ἀπολώμεθα· ι ν' ου ν μὴ τοῦτο γένηται, πρὸ τῆς κρίσεως ἐλεεῖ·̓ Εὰν γὰρ ἀνομίας παρατηρήσῃ, κύριε, τίς ὑποστήσεται; ἀλλ' ἐπεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν (πηγὴ γὰρ τυγχάνεις ἀγαθότητος καὶ ἐλεημοσύνης), θαρροῦμεν ο τι ἐλέῳ καὶ κρίσει ἐξετάζοντός σου τὰ καθ' ἡμᾶς σωτηρίας τευξόμεθα. 962 Ps 100, 2a Τοῦ δὲ ὀρθῶς βιοῦντος καὶ α μωμον ὁδὸν ε χειν βουλομένου οὐχ ἡ πρᾶξις μόνη α μεμπτος ει ναι ὀφείλει ἀλλὰ καὶ ἡ σύνεσις καὶ ἡ περὶ τὰ δόγματα γνῶσις ἠκριβωμένη. ψάλλει γάρ τις κρούων τὸ ο ργανον ἐμμελῶς καὶ ἐναρμονίως, ο περ ἐστὶ τὸ σῶμα καθὰ πολλάκις ει ρηται, ἐπὶ τῷ ἀποτελεῖν ἀρίστους ἐνεργείας. καὶ σύνεσιν δὲ ἀναλαμβάνει, περὶ τῶν φρονητέων διανοούμενος. καὶ ἐπεὶ τέλος ἐστὶ τοῦ ἀμώμως πρᾶξαι καὶ νοῆσαι τὸ θεοῦ δέξασθαι παρουσίαν εἰς τὸν νοῦν καὶ τὴν διάνοιαν, ἐπήγαγεν εὐθὺς τὸ Πότε η ξεις πρός με; ἐπὶ γὰρ τῷ η κειν σε πρὸς ἐμὲ καὶ οἰκῆσαι ὡς ἐν ἁγίῳ ναῷ παρ' ἐμοὶ κατώρθωταί μοι τὰ προειρημένα. Ρηθείη δ' α ν καὶ πρὸς τῶν προαναφωνησάντων τὴν τοῦ σωτῆρος̔ ἐνταῦθα ἐπιδημίαν̓ Εψάλαμεν, συνήκαμεν τὰ θεσπισθέντα περὶ τῆς εἰς τὸν βίον φοιτήσεώς σου. 963 Ps 100, 2b– 4 Τῶν διαπορευομένων κατὰ τὰς τοῦ νοῦ ἐνεργείας, ο σοι σὺν κακίᾳ κινοῦνται, ἐκτὸς ἑαυτῶν γίνονται ἐμπαθῶς τοῖς αἰσθητοῖς προσκεχηνότες. ε θος γοῦν λέγειν τοὺς τοιούτους ἐκτὸς ἑαυτῶν καὶ ἐξεστηκότας ει ναι. ὁ δὲ σὺν ἀκακίᾳ τουτέστι σὺν ἀρετῇ κινούμενος περὶ τὰ πρακτέα καὶ φρονητέα πρὸς ἑαυτὸν κεκλικὼς στρέφεται· ο λος τοῦ νοῦ καὶ τῆς ἐπιμελείας τοῦ ε σω ἀνθρώπου γινόμενος, διαπορεύεται μεθ' ε ξεως βελτίστης ἐν μέσῳ τοῦ οι κου αὐτοῦ. οι κος δ' ἑκάστου τῶν σπουδαίων η ν κατορθοῦσιν ἀρετήν. ταύτῃ καὶ ὁ̓ Ιακὼβ οἰκῶν οἰκίαν μνημονεύεται, καὶ αἱ τῶν ἀφανῶν καὶ κεκρυμμένων θεωριῶν ζητητικαὶ ψυχαί, α ς μαίας τῶν̔ Εβραίων ὁ λόγος καλεῖ, φοβηθεῖσαι τὸν θεὸν τὰς ἐκ τῶν ἀρετῶν συγκληρουμένας οἰκίας οἰκοδομοῦσιν· α ς καὶ σοφὰς γυναῖκας καθ' ε τερον λόγον καλῶν Σοφαί, ει πε, γυναῖκες ᾠκοδόμησαν οι κους. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· οὐ σκοπὸν ε χω καὶ προκείμενον τέλος παρανομῆσαι. καὶ ἐροῦσί γε τὸ ἐγκείμενον̓ Ιωσὴφ Σουσάννα οἱ ἐν τῇ καμίνῳ τρεῖς παῖδες καὶ ο σοι εἰς τὸ τάγμα τούτων συλλέγονται· ο θεν φασὶ πρὸς τοὺς πολεμοῦντας αὐτοὺς καὶ διώκοντας· Οὐκ ἐκκρούεις με η ς ε χω προθέσεως, κα ν μυρία ἐπὶ μυρίοις σοφιζόμενος λέγῃς, κα ν ἀναρτᾷς τιμωρίας καὶ αὐτὸν τὸν θάνατον ἀπειλῇς. Ποιοῦντας παραβάσεις ἐμίσησα. ποιοῦντας παραβάσεις λέγει τοὺς ἁμαρτάνοντας· πᾶσα γὰρ ἁμαρτία παρακοὴ καὶ παράβασις τοῦ θείου γίνεται νόμου. ἡ συνήθεια δὲ τῶν ἀδελφῶν παραβάτας καλεῖ τοὺς Χριστὸν ἀρνησαμένους ου ς ἐπιτεταμένως μισεῖν προσήκει ἐχθροὺς τοῦ σωτῆρος ἑλομένους ει ναι· ο θεν καὶ ἀκοινωνήτως ε χειν πρὸς αὐτοὺς βουλόμενος ὁ λόγος φησίν̓ Εάν τις ἀδελφὸς ὀνομαζόμενος πρὸς ἑτέροις ἁμαρτήμασι καὶ εἰδωλολάτρης ῃ, τῷ τοιούτῳ μὴ συνεσθίειν. οὐ γὰρ περὶ τῶν καθάπαξ ἐθνικῶν τοῦτο ὁ ἀπόστολος γράφει, ο ς γε ἐν τῇ αὐτοῦ ἐπιστολῇ χαράττει Ει τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες. εἰ ου ν οὐ κωλύει ἁλῶν κοινωνεῖν ἀπίστοις, ἀπαγορεύει δὲ συνεσθίειν μετὰ ὀνομαζομένου ἀδελφοῦ ο ντος εἰδωλολάτρου, φανερὸν ο τι τὸν ἐκ χριστιανισμοῦ παραβεβηκότα ἐπὶ τῷ σέβειν ει δωλα σημαίνει. καὶ τούτους ου ν τοὺς παραβάτας ποιοῦντας παραβάσεις μάλιστα μισητέον, οὐχ ῃ α νθρωποι τυγχάνουσιν ἀλλ' ῃ εἰσι τοιοῦτοι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. γέγραπται ἐν τῷ̓ Εκκλησιαστῇ̔ Ο θεὸς ἐποίησε τὸν α νθρωπον εὐθῆ. εἰ ου ν εὐθὴς γεγένηται τῷ κατ' ἀρετὴν ἀρχῆθεν πεποιῶσθαι, πᾶσα κακία καὶ σκολιότης ἠθῶν μακρὰν αὐτοῦ ἐστιν. ο στις ου ν διέμεινε τηρῶν τὴν εὐθύτητα καὶ τὴν πρὸς θεὸν ὁμοιότητα, ταύτην προφέρει τὴν φωνήν, δεικνὺς τὴν σκαμβὴν καὶ τὸ ὀρθὸν ἀπολέσασαν νόησιν μὴ κατάλληλον ἡμῖν ου σαν ἀλλ' ε ξωθέν ποθεν ἐπερχομένην, ο ταν ἡμεῖς αὐτὴν ἐπισπασώμεθα τὸ εὐθὺ ἀποβάλλοντες.̓ Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. ἐκκλίνει ὁ πονηρὸς διάβολος ἀπὸ παντὸς τηροῦντος τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ.̓ Ιούδας γοῦν ἐπεὶ μὴ ἐφυλάξατο τόπον αὐτῷ παρασχεῖν, οὐκ ἐξέκλινεν ἀπ' αὐτοῦ, ἀλλὰ πρότερον βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ ἐνθυμήσεις ἐναγεῖς, υ στερον καὶ εἰς αὐτὸν ο λον τὸν Ιούδαν εἰσελθὼν̓ ἐνήργει τὰ τῆς πονηρίας ἑαυτοῦ, ὡς αἰσθήσει καὶ γνώσει τὸν̓ Ιούδαν εἰδέναι συνόντα αὐτῷ τὸν πονηρόν. κατὰ γὰρ πονηρίαν καὶ αὐτὸς ὁ παραδεξάμενος τὸν πονηρὸν πεποίωται, ἀλλ' ὁ νῦν ψάλλων, καρδίαν σκαμβὴν οὐκ ε χων εἰς η ν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ θεοῦ καὶ τῶν τοῦ θεοῦ ἐπεπλήρωτο ὡς μὴ ε χοντα τὸν πονηρὸν τόπον παρ' αὐτῷ ἐκκλίνειν ἀπ' αὐτοῦ. ψάλλει γοῦν λέγων̓ Εκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον, τῷ μὴ αι σθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα η ε ργον τῶν αὐτοῦ ε σχον παρ' ἐμοί. Τάχα δὲ καὶ τὴν εὐτέλειαν αὐτοῦ παραστῆσαι βουλόμενος τὴν τοιαύτην προσηγάγετο φωνήν, εἰωθότων τῶν μεγαλοψύχων καὶ εὐτελιζόντων τὰ ἀσθενῆ καὶ μηδὲν ο ντα λέγειν περὶ αὐτῶν Οὐδὲ εἰ ε στιν οὐδὲ εἰ α πεστιν οι δα. πονηρὸς δὲ ου τος μετὰ τοῦ α ρθρου ἀεὶ ἐν τοῖς παιδεύμασι καλεῖται τῷ ὑπεραίρειν ἐν πονηρίᾳ καὶ δι' ἀπάτης ποιεῖν πονηροὺς τοὺς αὐτῷ πλησιάζοντας. 964 Ps 100, 8̓ Επεὶ κατὰ τὸ ῥητὸν τοῦτο γενέσθαι ἀμήχανον (οὐδεὶς γὰρ δυνήσεται πάσης τῆς γῆς τοὺς ἁμαρτωλοὺς ἀνελεῖν, κα ν πάσης αὐτῆς βασιλεὺς ῃ), ἀληθεύει δὲ ὁ τὰ προκείμενα λέγων, α λλην γῆν θεωρητέον η ς πάντας τοὺς ἁμαρτωλοὺς ἀποκτέννει οὐκ α λλῳ η τῷ ἑωθινῷ καιρῷ. λέγεται τοίνυν γῆ τὸ σῶμα καὶ τὰ περὶ ἡμᾶς ὑλικὰ πάντα, ἁμαρτωλοὶ δὲ τῆς γῆς ταύτης αἱ αἰσχραὶ καὶ ἀκόλαστοι ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ τὰ α λλα πάθη. ο ταν ου ν ἰσχύσας ὁ λογισμός, ἀνατείλαντος αὐτῷ τοῦ ἡλίου τῆς δικαιοσύνης ὡς ἡμέρας πνευματικῆς ἀρχὴν αὐτῷ γενέσθαι, τὸ τηνικαῦτα νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς πορνείαν ἀκαθαρσίαν πᾶσαν ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν η τις ἐστὶν εἰδωλολατρεία ἐρεῖ τὴν προκειμένην ἐπὶ νίκης φωνήν, οὐχ ἑαυτῷ διδοὺς τοσοῦτον τὸ ἀνῃρηκέναι τοὺς πολεμίους ο σον τῷ ἀληθινῷ φωτὶ τῷ διὰ φωτισμοῦ συνεργήσαντι αὐτῷ. Ευ δὲ καὶ τὸ πληθυντικῶς τὰς πρωΐας εἰπεῖν. καθ' ε καστον γὰρ ἁμαρτωλὸν τῆς γῆς ἡμέρας αὐτῷ ἀρχομένης, ἀνῄρει τοῦτον τῷ ζῆν καὶ ἐνεργεῖν τοὺς ἁμαρτωλούς· ε νθα ἀγνοίας καὶ κακίας νύξ· Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθύοντες νυκτὸς μεθύουσι. παρέρχεται δὲ καὶ τὸ τέλος· λαμβάνει αὐτὸ ἡ νύξ, ἀνατείλαντος τοῦ φωτὸς τοῦ ἀληθινοῦ. πολλάκις δ' ἀνατέλλων ἐν αὐτῷ πολλὰς πρωΐας ποιεῖ, ἐν αι ς καὶ ἀποκτέννει πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. ι στανται δὲ αὐτῷ οἱ φωτισμοὶ οὐ μέχρι τῶν πρωϊῶν· διὸ καὶ μετὰ τὰς πρωΐας ἡμερῶν μακρῶν καὶ πολλῶν ἀπολαύων καὶ μακροήμερος καὶ πολυήμερος ε σται. καὶ περὶ α λλου ἁγίου ἐν εὐλογίας τρόπῳ λέγεται Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτόν. Πόλις δὲ κυρίου ο ντος βασιλέως μεγάλοὑ Ιερουσαλὴμ λέγεται, ἑρμηνευομένη εἰρήνης ο ρασις. πᾶσα ου ν ψυχὴ τὸν ἐκ κακιῶν καὶ παθῶν καὶ ἀγνοίας καθαιροῦσα πόλεμον ἐν ὁράσει τῆς εἰρήνης τὰ πάντα νοῦν ὑπερεχούσης γίνεται, λαμβάνουσα χάριν καὶ εἰρήνην ἀπὸ θεοῦ πατρὸς καὶ κυρίοὐ Ιησοῦ Χριστοῦ· διὸ καὶ πόλις θεοῦ̔ Ιερουσαλὴμ χρηματίσει.̓ Εν ταύτῃ τῇ τοῦ θεοῦ πόλει τῆς γῆς οἱ ἁμαρτωλοὶ ἀνιόντες ἀνομίας ἐργάται γίνονται. τῶν γὰρ ἐν αὐτῇ κακιῶν τὰς ἀφορμὰς ἐκ τῶν τῆς σαρκὸς παθημάτων ε χει ἡ ψυχή. ἐὰν ου ν τις ἰσχύσῃ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τὸν εἰρημένον τρόπον, ἐξολοθρεύσει ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. νεκρωμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ γῆς ὑπωπιαζομένου καὶ δουλαγωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρτημάτων ἀφορμαὶ οὐκέτι οι αί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι' ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν. 965 Ps 101 αργ Πᾶς ὁ αἰτούμενός τι, οὐκ ε χων ο αἰτεῖται ἐπὶ τῷ τυχεῖν τούτου ἐρχόμενος διὰ τῆς αἰτήσεως, πτωχός ἐστι. πᾶς ου ν προσευχόμενος θεῷ ἀγαθῶν αἰτεῖται μετουσίαν, ταύτην ἐξ ἑαυτοῦ ε χειν οὐ δυνάμενος· ο θεν καὶ πάντες πρὸς θεὸν πτωχοί. εἰ καὶ μέγας ου ν η ν καὶ βασιλεὺς ὁ Δαυίδ, ἐν τοῖς ἐκ θεοῦ διδομένοις πτωχὸς η ν· ο θεν γνοὺς ἑαυτὸν πολλῶν η πάντων τῶν ἐκ θεοῦ χορηγουμένων λειπόμενον ἀκηδίας ἀναπίμπλαται ὡς σφόδρα ἀθυμῆσαι. ει τα μετὰ τὸ ου τως διατεθῆναι ἐκχεῖ ἐνώπιον κυρίου τὴν δέησιν αὐτοῦ, αἰτούμενος παρὰ τοῦ διδόντος τὰ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν. ὁ γὰρ μὴ ταῦτα ἀλλὰ τὰ τῶν προσκαίρων αἰτῶν οὐκ ε χει παρρησίαν ἐνώπιον κυρίου ἐκχεῖν τὴν δέησιν αὐτοῦ δι' ἐμπαθῆ προαίρεσιν. 966 Ps 101, 2̔ Η μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν θεὸν καὶ τὴν παράκλησιν, ἡ δὲ δέησις τὴν αι τησιν τὴν περὶ ω ν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. ταῦτα δέ ἐστι τὰ κυρίως ἀγαθὰ α καὶ τῷ θεῷ πρέπον διδόναι καὶ τοῖς αἰτοῦσι συμφέρει λαβεῖν. Ει ρηται δὲ η δη περὶ κραυγῆς τῶν ἁγίων ὑμνούντων θεὸν καὶ εὐχομένων αὐτῷ μεγαλοφώνως, ο τι ἐστὶν οὐχ ἡ ἐν προφορᾷ ἀλλ' ἡ τῆς νοήσεως ἐπίτασις. 967 Ps 101, 3̓ Αποστρέφει δὲ ὁ θεὸς τὸ πρόσωπον ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας η τοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν α πρέπει θεῷ χαρίζεσθαι καὶ αὐτοῖς λυσιτελεῖν λαβεῖν, η τῷ μὲν α ἁρμόζει θεῷ παρέχειν αἰτεῖσθαι, μὴ μὴν αὐτούς πω καιρὸν ε χειν τοῦ ὠφελίμως χωρῆσαι ταῦτα· εἰσὶ δὲ καὶ οἱ ἐπὶ τῷ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. ὁ α γιος ου ν παρακαλεῖ λέγων· Μὴ ει η τοιαῦτά με αἰτῆσαι ἐφ' οι ς ἀνανεύσας ἀποστρέφεις ἀπ' ἐμοῦ τὸ πρόσωπον· ευ χομαι δὲ οὐχ ο πως μὴ θλιβῶ (ἀδύνατον γὰρ τοῦτο) ἀλλ' ο πως θλιβούμενος μὴ ἡττηθῶ καὶ ο πως τῂ ἐλπίδι χαίρω ὑπομένων τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς.̔ Η γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. 968 Ps 101, 4– 6 Φρύγιον ε νθα εἰώθασι τὰ φρυγόμενα ἐπιτιθέναι σφόδρα πεφρυγμένῳ διὰ τὸ ἀεὶ ὑποκαίεσθαι. ἐκλείπει δὲ καπνός, πυρὸς σβεννυμένου, ὑφεστηκὼς εἰς ο σον ἐνεργεῖ τὸ πῦρ ῳ αὐτός τις α ρα ἀκολουθεῖ. ι ν' ου ν καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν (οὐ γάρ μοι πρὸς καλοῦ ε σται τὸ σβεσθῆναι τὸ φῶς ἀπ' ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου), παράγαγε τὰ θλιβερά· εἰ γὰρ ἐπιμένοιεν, αι τια γενήσεται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ε τι μᾶλλον συμφρύξειε παραμένοντα. ει ρηται δὲ πολλάκις ὀστᾶ ει ναι τοῦ ε σω ἀνθρώπου τὰ ευ τονα τῶν δογμάτων καὶ αἱ στερρόταται τῆς ψυχῆς δυνάμεις α καὶ συμφρύγεται ὑπὸ τῆς τῶν ψυχικῶν παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτοῦ τὴν καρδίαν φησὶν οὐδὲν ἱλαρὸν οὐδ' ἐφ' ῳ ε στιν ε χειν θυμηδίαν κεκτημένην. γέγονε γὰρ ἐν τοῖς προκειμένοις περιστατικοῖς τοσοῦτον ὡς μηκέθ' οι όν τε ει ναι τὸν κατάλληλον καὶ ἁρμόδιον τῷ τιμιωτέρᾳ οὐσίᾳ αὐτοῦ α ρτον τρέφεσθαι. τούτου γὰρ τοῦ α ρτου μεταλαμβάνειν ε στι μὴ περιελκόμενον μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. εἰς τοσοῦτον δέ φησι μὴ τετράφθαι τοῦτον τὸν α ρτον καὶ λήθην ε χειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα τοσοῦτον ἀφίημι ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν ὡς ἐκ τῆς φωνῆς αὐτοῦ μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρόπον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου διὰ τὴν πολλὴν προσγινομένην ξηρασίαν, ἀναποθείσης πάσης τῆς παρεσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελθούσης κακώσεως. αυ τη γὰρ ἡ ὑγρότης ο τε μοι παρῆν πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς τὴν μέσην σαρκὸς καὶ ὀστέων ε χουσαν χώραν. 969 Ps 101, 14 Οἰκτειρήσεις γὰρ τὰ πεπονθότα, ἐπεὶ θεὸς ὑπάρχεις ὁ οἰκτίρμων καὶ μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. ε σται δὲ καιρός τις τούτων ἐν ῳ πληρωθήσεται τὰ περὶ τῆς Σιὼν ἐπηγγελμένα· τίς δὲ ου τος ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς ὁ τῆς ἀναστάσεως, ω κύριε; προφητεύειν δ' αὐτὸν οι μαι ἐν τούτοις τοῦ θεοῦ λόγου, αὐτοῦ δὴ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν̓ Ιησοῦ Χριστοῦ, τὴν εἰς ἀνθρώπους θεοφάνειαν αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. ε νθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε μηδὲ τὴν ἐπίγειον̔ Ιερουσαλὴμ νόμιζε δηλοῦσθαι ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν. 970 Ps 101, 14 Διὰ τί δὲ μόνης μέμνηται τῆς Σιών; ο τι προηγουμένως οὐκ ἐλήλυθεν εἰ μὴ πρὸς τὰ ἀπολωλότα πρόβατα οι κοὐ Ισραήλ. α παξ δὲ εἰς τὸν κόσμον ὑπὲρ τῶν ἰδίων ἐλθών (λαὸς γὰρ αὐτοῦ ἐχρημάτιζον διὰ τοὺς πατέρας), οὐδένα τῶν ἐν τῷ κόσμῳ παρόψεται, ἀλλὰ σὺν τοῖς ἰδίοις α παντα τὸν κόσμον ζωοποιήσει. 971 Ps Εἰσαγομένων τὸ φοβεῖσθαι τὸ ο νομα κυρίου, τελειωθέντων δὲ τὸ αὐτὸν φοβεῖσθαι τὸν δεσπότην (Οὐκ ε στι γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν), ἀμέλει καὶ τῆς θεοσεβείας ἀρχόμενοι πιστεύουσιν εἰς τὸ ο νομα αὐτοῦ. μετὰ γὰρ τὴν εἰς τὴν προσηγορίαν αὐτοῦ πίστιν αὐτῷ τῷ θεῷ πιστεύουσι καὶ τῷ Χριστῷ αὐτοῦ, πίστιν εἰς δικαιοσύνην λελογισμένην καθ' η ν ἐκ θεοῦ γεννηθήσεταί τις πᾶς προπιστεύων ο τι Ιησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται. τέλειον δὲ τὸ ἐκ θεοῦ γεγεννῆσθαι·̓ διὸ καὶ ἀναμαρτησία ε πεται τῇ ἐξ αὐτοῦ γεννήσει. Τῶν δὲ ἐθνῶν φοβηθέντων τὸ ο νομα κυρίου, οἱ ὑπεραναβεβηκότες τὰ ε θνη, νοητῶς τυγχάνοντες βασιλεῖς τῷ ἀπολεληφέναι ἀφροσύνην ι να εἰς τὸν αἰῶνα βασιλεύσωσι, φοβοῦνται τὴν δόξαν τοῦ κυρίου πλεῖον ου σαν η τὸ ο νομα αὐτοῦ, ὡς ει ναι μεταξὺ τῶν φοβουμένων τὸ ο νομα κυρίου καὶ τὸν κύριον αὐτὸν τοὺς φοβουμένους τὴν δόξαν αὐτοῦ βασιλεῖς κατὰ αὐτὰ βασιλεύοντας Κορινθίοις οι ς γράφει ὁ Παῦλος Χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ τάχα κατὰ τὴν πρώτην ἐπιδημίαν ᾠκοδόμησε κύριος τὴν Σιών, κατὰ δὲ τὴν δευτέραν ὀφθήσεται σὺν τῇ δόξῃ αὐτοῦ. η καὶ ου τως· γενόμενος σὰρξ ὁ λόγος καὶ σκηνώσας ἐν ἡμῖν ᾠκοδόμησε τὴν ἐκκλησίαν πνευματικῶς Σιὼν ὀνομαζομένην· ὀφθήσεται δὲ ἐν τῇ δόξῃ αὐτοῦ, ο ταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεασώμεθα τὴν δόξαν αὐτοῦ, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 972 Ps 101, 19b. 20a̓ Εκτίσθη γὰρ τὰ ε θνη πιστεύσαντα τῷ κυρίῳ κατὰ τὸ προσεληλυθέναι τῇ θεοσεβείᾳ· Ωστε γὰρ ει τις ἐν Χριστῷ, καινὴ κτίσις· καὶ ἐν αὐτῷ τῷ Χριστῷ κτίζονται οἱ δύο, ὁ ἐκ περιτομῆς καὶ ὁ ἐξ ἐθνῶν, εἰς ε να καινὸν α νθρωπον. τὸ γὰρ τῆς κτίσεως ο νομα οὐκ οὐσίωσιν ἀλλ' ἀλλοίωσιν η μετασκευασμὸν σημαίνει. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, λέλεκται. εἰ δὲ τοῦτο ἐπὶ πολλῶν τὸ σημαινόμενον, καὶ τὸ Κύριος ε κτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς τὰ ε ργα αὐτοῦ οὐκ οὐσίωσιν σημαίνει τοῦ λέγοντος προσώπου· οὐ γὰρ καθάπαξ ἐκτίσθη ἀλλ' εἰς ἀρχὴν ὁδῶν θεοῦ τῶν εἰς ε ργα αὐτοῦ· τὸ δὲ ἀρχήν τινων κτισθῆναι σχέσιν ἀλλ' οὐκ οὐσίωσιν δηλοῖ.̔ Ο ου τως ου ν κτιζόμενος λαὸς αἰνέσει τὸν κύριον, εἰς γνῶσιν τοῦ ἑνὸς θεοῦ ἐρχόμενος. ευ δὲ καὶ τὸ Κτιζόμενος ει πεν· εἰ γὰρ οὐσίωσιν ἐμφῆναι ἠβούλετο, καὶ λαὸς ὁ κτισθεὶς ει πεν α ν· οὐ γὰρ ἀεὶ ἐν τῷ οὐσιῶσθαι ἀλλ' ἐν τῷ μετασκευάζεσθαι καὶ ἀλλοιοῦσθαι μένειν δυνατόν.̔ Η δὲ αἰτία τοῦ κτίζεσθαι τὸν λαὸν καὶ αἰνεῖν τὸν κύριον παρίσταται ἐν τῷ Οτι ἐξέκυψεν ἐξ υ ψους ἁγίου αὐτοῦ. συγκαταβαίνων γὰρ ἡμῖν ἐν τῷ δούλου μορφὴν εἰληφέναι καὶ μέχρι θανάτου ἐφθακέναι ἐξέκυψεν ἐξ υ ψους ἁγίου αὐτοῦ, οὐδὲ τοῦ α γιος οὐδὲ τοῦ ὑψηλὸς ει ναι παυσάμενος. 973 Ps 101, 20b. 21̓ Ασώματος καὶ νοερὰ οὐσία, μᾶλλον δὲ ὑπὲρ ταῦτα ὁ κύριος ω ν, οὐκ ἐν τόπῳ ἐστὶ τοῦ ἀσωμάτου μὴ περιοριζομένου τόπῳ τῷ ἀπερίγραφον καὶ ἐκτὸς περάτων ει ναι. ἐπειδὴ δὲ πρὸς ἁπάντων τῶν παρ' αὐτοῦ γινομένων καὶ διοικουμένων πεφοίτηκε τῇ δυνάμει (̓ Εν τῷ κόσμῳ γὰρ η ν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο), διατρίβει δὲ ἐν τοῖς βελτίοσι καὶ κρείττοσι μέρεσι τοῦ κόσμου. εἰ λέγεται κατὰ τὸ̔ Ο κατοικῶν ἐν οὐρανοῖς καὶ Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, οὐχ ὡς περιεχόμενον τόποις αὐτὸν ἡγούμεθα, ἀλλὰ τίθεμεν ἀφάτῳ δυνάμει παρεῖναι αὐτὸν τοῖς αὐτοῦ ε ργοις· διὸ ἐν τοῖς διαφέρουσι τοῦ κόσμου μορίοις τοῖς οὐρανοῖς ει ρηται ει ναι. καὶ γὰρ ἡ πάντων διάνοια ταύτην πως ε χει τὴν ε ννοιαν.̓ Επεὶ ου ν τὸν εἰρημένον τρόπον ὁ θεὸς ἐν οὐρανῷ τυγχάνων ἐπιβλέπει ἐπὶ τὴν γῆν τῷ καὶ τῶν τῇδε προνοεῖσθαι πρὸς αὐτοῦ γεγενημένων, ὀρθότατα ει ρηται Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. καὶ τὴν πρόφασιν δι' η ν τοῦτο ποιεῖ ὁ λόγος ἐπήγαγεν εὐθὺς εἰπὼν Τοῦ ἀκοῦσαι τῶν στεναγμῶν τῶν πεπεδημένων. στενάζουσι γὰρ ἐκ μετανοίας οἱ τὰ δεσμὰ καὶ τὰς πέδας τῆς κακίας φέροντες. ο τε μὲν γὰρ σὺν ἡδονῇ ε πραττον τὸ κακόν, κοῦφον ὑπελάμβανον αὐτὸ καὶ ἡδέως ε φερον τὰς κατ' αὐτὸ πέδας· ὁπηνίκα δὲ τῶν πράξεων τῆς κακίας ἀνεχώρησαν, βαροῦνται ὑπ' αὐτῆς τῆς χειρίστης ε ξεως πεπεδημένοι· διὸ καὶ στενάζουσι πρὸς τὸν δυνάμενον λύειν πεπεδημένους. Λύει δὲ καὶ τοὺς υἱοὺς τῶν τεθανατωμένων ἐπιβλέπων ἐπὶ τὴν γῆν ὁ κύριος, τουτέστι τοὺς γεννηθέντας ἀπὸ τῶν πραξάντων τὴν πρὸς θάνατον ἁμαρτίαν καὶ διὰ τοῦτο ἀποτεθνηκότων. καὶ ει εν ου τοι οἱ ἀπὸ τῶν ἐθνῶν ἐρχόμενοι, ἁμαρτωλῶν καὶ δυσσεβῶν πατέρων ο ντες ἀπόγονοι ου ς καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας· ω ν τοὺς υἱοὺς ἐλευθερώσας τῶν ἁμαρτημάτων ε λυσε τῶν πικρῶν δεσμῶν διὰ τοῦ τῆς ἀναγεννήσεως μυστηρίου. Δυνατὸν δὲ χρήσασθαι τούτοις τοῖς δύο στίχοις πρὸς τοὺς ἐν τοῖς διωγμοῖς πεπεδημένοις διὰ τὸν Χριστοῦ λόγον καὶ τοὺς υἱοὺς τῶν διὰ μαρτυρίαν τῆς ἀληθείας τεθανατωμένων. 974 Ps 101, 22̔ Η γὰρ σκοπευτικὴ ψυχὴ Σιὼν τυγχάνουσα ε ξει τοὺς ἀπαγγέλλοντας αὐτῇ διδασκάλους τὸ ο νομα κυρίου, ἀπαγγέλλοντας δὲ καὶ τὴν αι νεσιν αὐτοῦ ἐν τῇ διὰ τὸ ὁρᾶν τὴν εἰρήνην χρηματιζούσᾑ Ιερουσαλὴμ διανοίᾳ. εἰ δὲ Σιὼν καὶ̔ Ιερουσαλὴμ κατηγοροῖτο τῆς ἐκκλησίας διὰ τὸ σκοπεῖν τὰ κρείττονα καὶ ὁρᾶν τὴν εἰρήνην ἐν τῷ εἱρμῷ καὶ τῇ συμφωνίᾳ τῶν δογμάτων, εἰκότως καὶ ἐν τῇ ου τως καλουμένῃ Σιὼν ἀναγγελθείη τὸ ο νομα κυρίου καὶ ἡ αι νεσις αὐτοῦ ἐν τῇ ου τω προσαγορευθείσᾑ Ιερουσαλήμ. 975 Ps a Τίς ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ οὐ συνεμφαίνει ἡ λέξις. μήποτ' ου ν τὸν κτιζόμενον λαὸν ἐπὶ τῷ αἰνέσαι κύριον λέγει· η, ο περ μᾶλλον, τὸν ἐπὶ τῇ προγραφῇ πτωχὸν ἀκηδιῶντα καὶ ἐνώπιον κυρίου ἐκχέοντα τὴν δέησιν αὐτοῦ ἡγητέον ει ναι τὸν ἀποκρινόμενον, οὐ φωνῇ καὶ προφορᾷ ἀλλ' ἐν ὁδῷ ἰσχύος αὐτοῦ ἰσχυρῶς καὶ μετ' εὐτονίας ὁδεύοντα τὴν τῶν κατ' ἀρετὴν πράξεων ὁδόν. ου τως γὰρ μόνως πραγματικῶς ἀλλ' οὐ φωνῇ ε στιν ἀποκρίνασθαι θεῷ. Φησὶ δέ·̓ Επεὶ πολλὴν ε χω προθυμίαν κατορθῶσαι α μοι ἐνετείλω καὶ θεωρῆσαι τὰ τῆς ἀκραιφνεστάτης σου ἀληθείας δόγματα, πολλοῦ δέ μοι χρόνου χρεία πρὸς τὸ ἐν τούτοις τελειωθῆναι, ἱκετεύω τὴν ἀγαθότητά σου ἀναγγειλαί μοι τὴν ὀλιγότητα τῶν ἡμερῶν τῶν παρεκτεινουσῶν τῇ μετὰ σαρκός μου ζωῇ, ι ν' ο σα δύναμαι συντόνῳ προσευχῇ ἐμαυτὸν ἐπιδιδοὺς κατορθώσω· ο θεν καὶ τοῦτο ἀξιῶ Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν.̓ Εν ἡμίσει δὲ ἡμερῶν ἀνάγεται ὁ μὴ τελείως μηδὲ ὡς δεῖ ἐνταῦθα καρποφορήσας κατὰ τὴν ἀρετήν. οὐκ ἐν χρονικῷ δὲ διαστήματι τοῦτο μετρεῖται, ἐπεὶ τότε πλήρης ἡμερῶν κατὰ τὸν Αβραὰμ̓ παραλαμβάνομαι, ο ταν τελειωθῶ μετὰ τῆς γνώσεως τῆς ἀληθείας καὶ τῶν ἀρετῶν. τότε γὰρ ἀνάλαβέ με, ο ταν ἐπιλάμψαντός μοι τοῦ ἀληθινοῦ φωτὸς πασῶν ἡμερῶν πλήρης γένωμαι, πράξαντός μου ἐκεῖνα κατ' ἀρετὴν καὶ φρονήσαντος ο σα ἐνδέχεται γενέσθαι παρὰ πάντα τὸν τῆς ζωῆς μου χρόνον. 976 Ps 101, 26– 29 Καὶ πρὸ βραχέος ἐσημειωσάμεθα ὡς πρὸς Χριστὸν εἰρημένων τῶν προκειμένων λέξεων ὑπὸ Παύλου ἐν τῇ Πρὸς̔ Εβραίους ἐπιστολῇ. ο ου ν λέγει ὁ ψάλλων τοιοῦτόν ἐστι· καὶ σὺ κατ' ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, τουτέστιν α μα τῷ οὐσιωθῆναι αὐτὴν πεποίηκας συμφώνως τῷ̓ Εν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. δύναται τὸ κατ' ἀρχὰς κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων πάντων τὴν γῆν στοιχεῖον ει ναι, ὡς πάντα ἐξ αὐτῆς γεγονέναι οὐδενὸς προτέρου αὐτῆς ο ντος. φαίνεται γὰρ οὐκ ἀρχὴ ἀλλὰ κατά τινας προεπινοουμένας αὐτὰς ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. ει ρηται καὶ τῷ̓ Ιὼβ ὑπ' αὐτοῦ τοῦ κυρίου ὡς θεμελιώσαντος τὴν γῆν Ποῦ η ς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; θεμελιοῦντος δὲ τοῦ κυρίου δι' ου τὰ πάντα γεγένηται τὴν γῆν, καὶ περὶ τοῦ πατρὸς λέγεταἱ Ο θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. καὶ τὸ εἰρημένον δὲ περὶ θεοῦ Κρεμάζων γῆν ἐπ' οὐδενὸς ἐμφαίνει τὴν ἐν τῷ μεσαιτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι.̓ Αλλὰ πρὸς τῷ θεμελιῶσαί σε τὴν γῆν καὶ οἱ οὐρανοὶ ε ργα τῶν χειρῶν σού εἰσι, τῶν ἐνεργητικῶν σου δυνάμεων χειρῶν ὀνομαζομένων. ἐπεὶ γὰρ τῶν παρ' ἡμῖν τεχνιτῶν χερσὶν ἐργαζομένων τὰ ε ργα παρίστησι γνησίως αὐτοὺς ταῦτα πεποιηκέναι, τὸ κυρίως ε ργα τοῦ θεοῦ τὰ κτίσματα ει ναι παρίσταται διὰ τὸ χειρῶν αὐτοῦ ε ργα λέγεσθαι. Τῶν δὲ κτισμάτων ἀλλοιουμένων διὰ τὸ παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου, σὺ διαμένεις ὡσαύτως οὐ πεφυκὼς ἀλλοιοῦσθαι η μεταβάλλεσθαι. κτισμάτων γὰρ ι διον τοῦτο τὸ καὶ τὴν οὐσίωσιν αὐτοῖς ἀπὸ τροπῆς η ρχθαι.̔ Εξῆς γοῦν φησι τὸ Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, παλαιουμένων πάντων τῶν ὑπὸ χρείαν. τὰ γὰρ χρονικὴν ἀρχὴν ἐν τῷ γίνεσθαι λαβόντα, πολλοῦ χρόνου παρατρέχοντος, παλαιοῦται. ἀλλ' ο ρα μὴ ἀπατηθῇς περὶ θεοῦ ἀκούων ἐν Δανιὴλ τὸ Παλαιὸς ἡμερῶν. ἐνταῦθα γὰρ οὐ τὸ πεπαλαιῶσθαι δηλοῖ ἐκ πλήθους ἡμερῶν ἀλλὰ τὸ ἀρχαῖος καὶ παλαιὸς τῶν ἡμερῶν ει ναι· ὡς ι σον τὸ ἐν Ψαλμοῖς δύναται τὸ φάσκον̔ Ο ὑπάρχων πρὸ τῶν αἰώνων, ου τω καὶ Πρὸ τῶν ἡμερῶν τουτέστι πρὸ παντὸς χρόνου παλαιὸς καὶ ἀρχαῖός ἐστι. τῶν οὐρανῶν δὲ ἡ παλαιότης οὐ τὸ πρὸ χρόνου ἀλλ' ἐν χρόνῳ αὐτοὺς ει ναι δηλοῖ. ου τοι δὲ ὡς ἱμάτιον παλαιούμενοι ἑλιγήσονται καὶ ὡς περιβόλαιον ὑπὸ τοῦ αὐτοὺς πεποιηκότος ἑλιγήσονται ἐπὶ τῷ ἀλλαγῆναι καὶ μεταστοιχειωθῆναι. τὸ δὲ παλαιοῦσθαι καὶ ἑλίσσεσθαι αὐτοὺς σημαίνει παρεληλυθέναι τὴν χρείαν καθ' η ν συνέβαλλον τὸ τῇ παρούσῃ διακοσμήσει. ὡς γὰρ τὸ περιβόλαιον ἑλίσσεται μετὰ τὸ πληρῶσαι τὴν χρείαν, ου τως ἐπεὶ καὶ τῶν οὐρανῶν α μα τῇ γῇ πάλιν ἀναστοιχείωσις ε σται μετὰ τὸ παρελθεῖν αὐτὰ κατὰ τὸν λέγοντα σωτῆρἁ Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, εἰκότως ει ρηνται ὡσεὶ περιβόλαιον ἑλίσσεσθαι. Τῇ ἑλιγῇ γοῦν αὐτῶν ἐπιφέρεται τὸ Καὶ ἀλλαγήσονται. καὶ ἐν̔ Ησαΐᾳ δὲ ει ρηταἱ Ελιγήσεται ὁ οὐρανὸς ὡς βίβλιον. Τούτων δέ, φησὶν ἐν ταυτότητι, μὴ μενόντων ἐπιλείψει τὰ ε τη ποτέ. σοῦ δέ, ω δέσποτα, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ε χοντος ου τε η ρξατο ου τε ἐπιλείψει τὰ ε τη·̓ Εν γενεᾷ γὰρ καὶ γενεᾷ τὰ ε τη σου. ἀλλ' ο ρα μὴ χρονικῶς ἐκλαβεῖν τὰ ε τη θελήσεις· α χρονος γὰρ περὶ ου ταῦτα λέγεται. μὴ ἐκλείπειν δὲ αὐτοῦ ει πε τὰ ε τη τῷ ἐπ' α πειρον τὴν υ παρξιν αὐτοῦ μένειν ἀφθάρτου ο ντος καὶ μόνου ἀθανασίαν ε χοντος. Υἱοὺς δὲ δούλων τοῦ θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν πολιτείας. ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο τῷ κατὰ προφητικὴν ε ξιν ι σως γεγενῆσθαι παρ' αὐτῶν. καὶ Παῦλος γοῦν Χριστοῦ δοῦλος ω ν υἱοὺς ει χε Σιλουανὸν καὶ Τιμόθεον καὶ τοὺς τούτοις παραπλησίους. Σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. κατασκηνώσουσιν ου ν σὺν Παύλῳ ἐν ταῖς σκηναῖς ταῖς ἐπουρανίαις οἱ προειρημένοι αὐτοῦ παῖδες, α μα αὐτοῖς καὶ τοῦ σπέρματος αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνομένων. 977 Ps 102, 1bc Αλλοι δέ φασιν τὸν σύνθετον α νθρωπον πολλάκις ὡς περὶ α λλων ἑαυτοῦ λέγειν̔ Η ψυχή μου Τὸ σῶμά μου. καὶ Παῦλος γοῦν οι δε τὴν χρῆσιν ταύτην, ο που μὲν λέγων̓ Εγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ο που δὲ ὑπωπιάζων Τὸ σῶμά μου. φασὶ δὲ ου τως ἐκλαμβάνοντες ω σπερ λέγομεν δῆμον καὶ α ρχοντας καὶ ἐπιμελητὰς τῆς πόλεως οὐ πάντῃ ἑτέρους ο ντας αὐτῆς (ἐξ αὐτῶν γὰρ συμπληροῦται), ἀλλ' ο τι ε καστον τάγμα α λλο τῆς ο λης πόλεώς ἐστιν (οὐ γὰρ οἱ α ρχοντες μόνοι ἡ πόλις οὐδὲ ἰδίᾳ οἱ βουληταὶ αὐτῆς οὐδ' αυ ὁ δῆμος καθ' ἑαυτόν), τῷ α μα πάντας τὴν πόλιν ει ναι– ου τως, εἰ καὶ μὴ α λλος ὁ σύνθετος α νθρωπος παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα (ἐξ αὐτῶν γὰρ τούτων συντέθειται), ἀλλά γε τοῦ ο λου ἡ ψυχὴ λέγεται ὡς α λλη αὐτοῦ.̓ Ασύνθετος ου ν ἐστιν ὁ παρορμῶν τὴν ἑαυτοῦ ψυχὴν ἐπὶ τῷ εὐλογεῖν τὸν κύριον. καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες ει ναι τοῦ πνεύματος οὐχ ὡς χοῦν αὐτό φασιν ἀλλ' ὡς ὑπ' αὐτὸ καὶ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν.̓ Εντὸς δὲ αὐτοῦ καλεῖ πᾶσαν τὴν λογικὴν τοῦ ἀνθρώπου δύναμιν. ου τω γὰρ ἀκουστέον καὶ τοῦ σωτῆρος λέγοντός τισιν̔ Η βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. καὶ ου τω θεώρησον τὰ ἐντὸς κατὰ διάνοιαν α λλην· ο ταν τὰς δυνάμεις ε χωμεν ἡσυχαζούσας, ω ν δυνάμεθα ἐνεργῆσαι καλῶς ἐντὸς ἡμῶν ει ναι λέγονται. δεῖ ου ν ἀνακινῆσαι ταύτας καὶ τρέψαι πρὸς ἐνεργείας δι' ω ν εὐλογοῦμεν τὸ ο νομα κυρίου. οὐδεὶς γὰρ τῷ δυνάμεις ε χειν ἀλλ' ἐνεργείας ἀγαθὰς εὐλογεῖ τὸ α γιον ο νομα. ἀμέλει καὶ ὁ σωτὴρ τοῖς δύναμιν ἀρετῆς καὶ γνώσεως θείας μεταλαβοῦσιν ε φἡ Η βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστι, μονονουχὶ λέγων· Ης ζητῶ παρ' ὑμῶν πίστεως καὶ ἀρετῆς τὰς ἀφορμὰς ἐν ἑαυτοῖς ε χετε, λογικοὶ καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοι· ο θεν μὴ ε ξω ἑαυτῶν ζητεῖτε τὸ ἀγαθόν. 978 Ps 102, 3b– 5 Νόσοι ψυχῆς αἱ ἁμαρτίαι. ι ασαι γάρ φησι τὴν ψυχήν μου ο τι η μαρτόν σοι. Λυτροῦται δὲ ζωὴν ἐκ φθορᾶς, ι να μηκέτι κατὰ φθορὰν καὶ ἐμπαθῆ ζῇς ζωὴν ἀλλ' ἐν ἀφθαρσίᾳ ἀγαπῶν τὸν κύριον̓ Ιησοῦν. καὶ α φθαρτον δὲ ἀνθρώπου παρέχων σοι σῶμα ἐν τῇ ἀναστάσει λυτροῦται ἐκ φθορᾶς τὴν ζωήν σου. Στεφανοῖ δέ σε καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τῆς υ λης τοῦ στεφάνου τούτου ἐλεημοσύνης καὶ οἰκτιρμοῦ τυγχανούσης. ὡς γὰρ α λλοι τὸν τῆς δικαιοσύνης στέφανον καὶ τὸν ἀμαράντινον στέφανον τῆς δόξης δέχονται ἐκ δικαιοσύνης καὶ δόξης ὀρθῆς πεπλεγμένον, ου τω καὶ σὺ ἐξ ἐλέου καὶ οἰκτιρμοῦ ω ν εἰργάσω στεφανοῦσαι κατὰ τὸ Μακάριοι οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται. η καὶ ου τως ο περ βέλτιον· οὐ τοσοῦτον δι' α ἠνδραγαθήσω ἐν τῷ ἀγωνίζεσθαι, ο σον διὰ τὸ ἐλεεῖσθαί σε καὶ οἰκτείρεσθαι ὑπὸ κυρίου στεφανοῦσαι, ἀναδοῦντος τοῦ κυρίου τῷ στεφάνῳ τῶν χαρίτων τὴν νοητὴν κεφαλήν σου. ὡς γὰρ χάριτι θεοῦ καὶ οὐκ ἐξ ἡμετέρων ε ργων σῳζόμεθα καὶ οὐκ α ξια ε χομεν παθήματα ἐν τῷ νῦν καιρῷ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν ἡμῖν, ου τω καὶ στεφανοῖ ἡμᾶς οὐ πρὸς τὴν ἡμετέραν σκοπῶν α θλησιν ἀλλὰ πρὸς τὸν ἑαυτοῦ ε λεον καὶ οἰκτιρμόν.̓ Εμπίπλησι δὲ καὶ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. διδοὺς γὰρ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν ἐστιν. ἐπεὶ ου ν καὶ αὐτὸ τὸ ἐπιθυμεῖν τῶν ἀγαθῶν αἰτεῖσθαι αὐτὰ τυγχάνει, διδούς σοι πάντα ω ν ὀρέγῃ ἐμπιπλᾷ ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου· τοῦ γὰρ δικαίου πᾶσα ἐπιθυμία ἀγαθή ἐστι. Καὶ ἐπεὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γινομένη καὶ α μα τῷ εἰς οὐσίαν ἐλθεῖν ἐν προχρείᾳ τοῦ ἀγαθοῦ γέγονας, ἐξ ἀπροσεξίας δὲ πτερορρυήσασα ἀπέβαλες τὴν ἀρετὴν πρακτικήν τε καὶ διανοητικὴν ου σαν δι' η ς μετεωριζομένη εἰς υ ψος ἀνήρχου, ι σθι ο τι ε χεις δύναμιν τοῦ πτεροφυεῖσθαι, εἰ βουληθείης καὶ συνεργηθείης θεόθεν. καὶ ε σται σοι τοῦτο, ἀνακαινιζομένης σου τῆς νεότητος κατὰ τὸν ἀετόν. ὡς γὰρ τὸ ο ρνεον τοῦτο γηράσαν ἀποτιλλοῦται, ι ν' αυ θις νέα πτερὰ φύσῃ, ου τω καὶ σὺ γηράσασα τῇ κακίᾳ ἀνανεώθητι τῆς ἀρχαιότητος καὶ τῆς νεότητός σου ἐν ἀπολήσει γινομένη, ι ν' οι ς ποτε ἐχρῶ ἰσχυροῖς ου σι καὶ νῦν χρωμένη μετέωρος εἰς οὐρανὸν ἀρθῇς πρὸς πάντας τοὺς α μα σοι τὸν θεὸν ὑπομεμενηκότας· Οἱ γὰρ ὑπομένοντες τὸν κύριον ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ κοπιάσουσιν. 979 Ps 102, 6 Πατὴρ οἰκτιρμῶν καὶ μόνος ἀγαθὸς ω ν ὁ κύριος ἐλεημοσύνας ποιεῖ, πάντας ἐλεῶν εὐεργετῶν· ο θεν καὶ τοῖς ἀδικουμένοις ὑπὸ διαβόλου καὶ τῆς κακίας ποιῶν κρίμα, τὸν ι διον υἱὸν ἐπέπεμψεν ἐπὶ τῷ ἰάσασθαι καὶ ἐλευθερῶσαι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρούμενον τὰς ψυχὰς αὐτῶν, α ρας τὸ καθ' ἡμῶν χειρόγραφον καὶ προσηλώσας τῷ σταυρῷ. ὁ κατέχων, ὁ διάβολος, ὑποχρέους ει χεν ἡμᾶς, ἡμῶν δι' ω ν ἐπράττομεν συστησάντων αὐτῷ τὸ καθ' ἡμῶν χειρόγραφον. ἐρρύσθημεν ου ν ἀπὸ πάσης ἀδικίας τῆς καθ' ἡμῶν, ποιήσαντος τοῦ θεοῦ κρίμα τοῖς ἀδικουμένοις, ο πως διὰ τοῦ αι ματος τοῦ υἱοῦ αὐτοῦ̓ Ιησοῦ Χριστοῦ καθαρισθῶμεν ἀπὸ πάσης ἀδικίας οὐ μόνον καθ' η ν ἠδικούμεθα ἀλλὰ καὶ η ς ἐπράττομεν. ἐντεῦθεν μανθάνομεν κατὰ τὴν τοῦ Παύλου προτροπὴν μᾶλλον ἀδικεῖσθαι η ἀδικεῖν. τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ θεὸς ποιεῖ κρίμα εὐεργετῶν αὐτούς, τοῖς δ' ἀδικοῦσι κόλασιν ἐπιφέρων ὡς μὴ κληρονομεῖν αὐτοὺς θείαν ἐπαγγελίαν· Αδικοι γὰρ βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 980 Ps 102, 7̓ Εκ παραλλήλου αἱ ἀρεταὶ καλοῦνται. ὁ γὰρ λέγων Τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι τὰς ἀρετὰς ἀξιοῖ φανερὰς αὐτῷ γενέσθαι· καὶ τὸ Οὐ παύσῃ δὲ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας ὑπὸ Παύλου πρὸς Ελύμαν λεγόμενον τὸ̓ αὐτὸ παρίστησι σημαῖνον. ο τι δὲ καὶ θελήματα τοῦ θεοῦ αἱ ἀρεταί, πιστωθήσεται ἐκ τοῦ Ευ ρον Δαυὶδ τὸν τοῦ̓ Ιεσσαί, α νδρα κατὰ τὴν καρδίαν μου, ο ς ποιήσει πάντα τὰ θελήματά μου. Καὶ ἑτέρως δὲ νοηθείη τὸ προκείμενον· ἐπεὶ γὰρ σκιὰν ε χοντα τὸν νόμον τῶν μελλόντων ἀγαθῶν δέδωκεν ὁ θεὸς διὰ Μωυσέως, ε καστον δὲ μέρος τοῦ νόμου τούτου εἰκόνα καὶ τύπον νοητοῦ καὶ πνευματικοῦ φέρει ὡς οι όν τ' ει ναι τρόπῳ ἀναλογίας ἀπὸ τῶν αἰσθητῶν η τῆς κακίας ἐπὶ τὰ πνευματικὰ καὶ πρωτότυπα μεταβαίνειν, τὰς τοιαύτας δὲ μεταβάσεις οὐκ α λλος η ὁ κύριος διδάξει– εἰκότως περὶ τούτων τῶν μεταβάσεων ει ρηταἰ Εγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ. καὶ τίς γὰρ α λλος Μωυσέως ἠπίστατο ἀπὸ τῆς αἰσθητῆς περιτομῆς καὶ σωματικῆς θυσίας καὶ τῶν α λλων σκιωδῶν ἀναβαίνειν ἐπὶ τὴν ἀλήθειαν, ὑπὸ θεοῦ μαθὼν τὸ ου τως ὁδεύειν; ἐγνώρισε γὰρ αὐτῷ τὰς ὁδοὺς αὐτοῦ. ἀλλὰ καὶ ει τις τοῦ̓ Ισραὴλ υἱὸς ει η περὶ ου λέλεκταἰ Ισραὴλ ὁ ἐκλεκτός μου, ου τως ἐπιστήσεται τοῖς θεοῦ θελήμασι γνωριζομένοις ὑπ' αὐτοῦ τοῖς διορατικοῖς, ο πως ἐν κρυπτῷ̓ Ιουδαῖοι σπεύδοντες ει ναι μὴ τὴν σάρκα ἀλλὰ τὴν καρδίαν περιτέμνωνται· ἀλλὰ καὶ θύουσι θυσίαν δικαιοσύνης καὶ αἰνέσεως τῷ θεῷ ου σαν πνευματικὴν θυσίαν. 981 Ps 102, 9 Εστι πάντα τὰ εἰρημένα ὁ κύριος, ἐπείπερ ἀληθινός ἐστι θεός, ω ν δὲ θεὸς ἀληθινὸς οὐκ ἐν ε ξει τῶν προειρημένων ἀρετῶν ἀλλὰ πηγὴ καὶ οὐσία αὐτῶν ὑπάρχει. διὸ καὶ θαρροῦμεν ο τι κα ν ποτε ἁμαρτήσασιν ἡμῖν ὀργισθείη οὐκ ἐπὶ τῷ συντελέσαι καὶ ἀπολέσαι τοῦτο ποιεῖ. τοῦτο γὰρ η ν τὸ Εἰς τέλος ὀργισθήσεται, τουτέστι παραμεῖναι τῷ ὀργίζεσθαι ε ως τέλους καὶ φθορᾶς τῶν πρὸς ου ς ἡ ὀργή. Μὴ εἰς τέλος ου ν ὀργιζόμενος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. οὐδὲ γὰρ ἐπίμονον ὀργὴν ε χει ὁ φάσκων Οταν γὰρ ἡ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 982 Ps Τὸ δὲ ε λεος τοῦ θεοῦ τὴν ἀρχὴν λαμβάνει ἐπὶ τὴν γῆν κατὰ τὸ λεχθὲν Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ· ει τα ἐντεῦθεν ἀρχόμενον τὸν ε λεον γίνεσθαι ἐπὶ τοὺς εὐλαβεῖς ἐπαίρει καὶ μετεωρίζει τούτους ἐπὶ τὸ υ ψος α γων τοῦ οὐρανοῦ·̓ Εμεγαλύνθη γὰρ ε ως τῶν οὐρανῶν τὸ ε λεός σου. καὶ αὐτὸ γὰρ τὸ εἰς βασιλείαν οὐρανῶν ἀνελθεῖν μᾶλλον ἐλέῳ θεοῦ η ἑτέρῳ τινὶ γίνεται. Φωτειναὶ δὲ τυγχάνουσαι αἱ σωτηριώδεις ἀρεταὶ ἀνατολαῖς ἐοίκασι, δύσεσι δὲ αἱ ἁμαρτίαι πάντῃ φωτὸς ἐστερημέναι. ἐπεὶ ου ν α μα τις ἐν ἀρετῇ καὶ κακίᾳ οὐ δύναται ει ναι, ὁ συνεγγίσας ταῖς προειρημέναις ἀνατολαῖς ὡς ἐν αὐτῷ διατρίβειν τῷ ἐν̓ Εδὲμ κατὰ ἀνατολὰς ὑπὸ θεοῦ πεφυτευμένῳ παραδείσῳ μακρυνθείσας ε χει ἀφ' ἑαυτοῦ† τοσαύτῃ διαστάσει ο σον ἀπέχουσιν αἱ ἀρτίως εἰρημέναι δυσμαὶ τῶν ἑρμηνευθεισῶν ἀνατολῶν· μακρὰν γὰρ αἱ κακίαι τῶν ἀρετῶν. ἀλλ' ω σπερ ὁ ἐν ταῖς ἀνατολαῖς ω ν μακρυνομένας ε χει ὑπὸ θεοῦ τὰς προειρημένας δυσμάς, ου τως ὁ ἐν αὐταῖς διὰ τοῦ ἁμαρτάνειν ει ναι θέλων παρ' ἑαυτὸν ἀλλ' οὐκ ἐκ τοῦ θεοῦ μεμακρύνεται ἀπὸ τῶν ἀνατολῶν, ἐκβληθεὶς τοῦ παραδείσου. ἀλλ' ο μως καὶ τούτων γεγενημένων ἐκ παρακοῆς τῶν θείων ἐντολῶν, ἐρχόμενος̓ Ιησοῦς ἐπὶ τὰς δυσμὰς κατὰ τὸ̔ Οδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ο νομα αὐτῷ, οὐκ ἐάσει ἐπὶ πολὺ ἐκεῖσε διατρῖψαι, πρὸς ε καστον ἐρῶν Μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. α φεσιν γὰρ ἁμαρτημάτων παρέχων ἀφίστησι τῶν δυσμῶν ἐπὶ τῷ εἰς τὸν παράδεισον κατὰ ἀνατολὰς ἀνάγειν. 983 Ps a Μᾶλλον δὲ καθ' ὑπερβολὴν ὑπερεχόντως οἰκτείρει θεὸς τοὺς φοβουμένους αὐτόν, εἰς τάξιν υἱῶν αὐτοὺς θέμενος τῷ αὐτὸν ἑκάστῳ ἡμῶν ἐγνωκέναι πλάσμα. οὐδὲ γὰρ μισῶν τι κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων α ς κατὰ μόνας ε πλασεν οι δεν τί ἑκάστῳ ἡμῶν συμφέρει. καὶ ω ν ε χομεν δύναμιν καὶ ἀφορμήν, καὶ ταῦτα δίδωσιν ἐπὶ τῷ κατ' ἐνέργειαν ἡμᾶς αὐτὰ ε χοντας υἱοὺς αὐτοῦ γενέσθαι. Δυνατὸν ἐκλαβεῖν τὸ Οτι αὐτὸς ε γνω τὸ πλάσμα ἡμῶν καὶ ου τως· πεῖραν ε λαβε τοῦ πλάσματος ἡμῶν· γενάμενος σὰρξ ε σχε φυσικὴν διάθεσιν ω στε υἱοὺς ἡμᾶς ἑαυτοῦ λογίσασθαι. 984 Ps 102, 14b Οι δεν ὡς δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν. εἰ γὰρ καὶ μὴ πᾶσα ἡ κατασκευὴ ἡμῶν ἐκ χοός ἐστιν (ε χομεν γὰρ καὶ νοερὰν φύσιν ἐν ἑαυτοῖς κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ τυγχάνουσαν), ἀλλά γε ἐν ταῖς πρὸς θεὸν ἱκεσίαις συλλήπτορα καὶ εὐεργέτην ε χειν αὐτὸν ἀξιοῦντες τὸ ὑποδεέστερον καὶ ἀσθενέστερον τῶν ἐν ἡμῖν προφέροντές φαμεν Μνήσθητι, κύριε, ο τι χοῦς ἐσμεν· διὸ βοήθησον τῇ ἀσθενείᾳ καὶ τῇ εὐτελείᾳ ἡμῶν. 985 Ps 102, 15̓ Ακολούθως τῷ Μνήσθητι, κύριε, ο τι χοῦς ἐσμεν οὐ περὶ τοῦ ε σω ἀνθρώπου ἀλλὰ περὶ τοῦ ε ξω τὰ προκείμενα διαγορεύει. κατὰ γὰρ τὴν ε νυλον καὶ μετὰ σαρκὸς ζωὴν ἡμέρας τινὰς ε χομεν τὰς συμπληρούσας ἡμῖν τὸν παρεκτείνοντα χρόνον τῆς μετὰ σαρκὸς ζωῆς παραβαλλομένας χόρτῳ ξηραινομένῳ. τούτοις συνῳδὰ καὶ ὁ̔ Ησαίας φησι Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς α νθος χόρτου· ἀνέτειλεν ὁ η λιος καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ α νθος αὐτοῦ ἐξέπεσεν. παρίστησι δὲ ταῦτα τὰς ἐν τῷ βίῳ τούτῳ ὑπαρχούσας τοῖς μετὰ σαρκὸς ζῶσι δοκούσας εὐημερίας πλούτους δόξας ἀξιώματα καὶ τὰς α λλας εὐπραγίας, αι περ δίκην α νθους καὶ χόρτου ἀπορρεῖ καὶ μαραίνεται ὡς μηδὲ γεγονέναι δοκεῖν. 986 Ps Νοήσεις δὲ καὶ α λλως υἱοὺς τῶν δικαίων ἀνδρῶν τοὺς τῶν ε ργων αὐτῶν ζηλωτάς· ου τως τὸ ε λεος ἐπὶ τοὺς φοβουμένους αὐτὸν ἀπερίγραφόν ἐστιν ἀπὸ τοῦ αἰῶνος καὶ ε ως τοῦ αἰῶνος παρατεῖνον. οὐ γὰρ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ οὐ· φύσει γὰρ ἀγαθὸς ω ν ἀεὶ ἐλεεῖ. ἀλλὰ καὶ ἡ σύζυγος τῷ ἐλέει τούτῳ δικαιοσύνη· οὐδ' αὐτὴ περιοριζομένη χρόνῳ, εἰς πάσας ἐκτείνεται τὰς γενεάς, ἐπὶ υἱοὺς υἱῶν καὶ εἰς πᾶσαν διαδοχὴν παραμένουσα, ὡς ἀεὶ τὴν δικαιοσύνην ταύτην ε χειν μετὰ τοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐλέου τοὺς φυλάσσοντες τὴν διαθήκην τοῦ θεοῦ, οι καὶ ἐνεγράφησαν διὰ τοῦ πράττειν τὰ ἀγαθὰ κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Ου τω γὰρ φυλάσσοντες αὐτὴν καὶ μεμνήσονται τῶν τοῦ θεοῦ ἐντολῶν ἐπὶ τῷ ποιεῖν αὐτάς. δέδονται γὰρ αυ ται οὐκ ἐπὶ τῷ μνήμην αὐτῶν ψιλὴν ει ναι ἀλλὰ μνήμην εἰς τὸ ποιῆσαι. ο τι δὲ εἰς τὸ ποιεῖν δέδονται, καὶ ὁ σωτὴρ παρίστησιν εἰπὼν̔ Ο ε χων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. τῆς γὰρ ποιήσεως ἀλλ' οὐ τῆς μνήμης αὐτῶν μόνης μισθὸς καὶ κληρονομία αἱ ἐπαγγελίαι. 987 Ps 102, 19 Καὶ ἐν α λλοις ει ρηται οὐκ ἐν τόπῳ ει ναι τὸν θεόν, ἀκολουθίᾳ δέ τινι καὶ οἰκονομίᾳ λέγεσθαι αὐτὸν οἰκεῖν ἐν οὐρανῷ. ἀκολούθως ου ν ἐκείνοις καὶ ἐνταῦθα ἐν οὐρανῷ ἡτοιμακέναι τουτέστιν ἱδρυκέναι τὸν θρόνον τῆς βασιλείας ει ρηται, τῆς ἀρχῆς αὐτοῦ καὶ βασιλείας οὐ μόνον τῶν ἐν οὐρανῷ ἀλλὰ καὶ πάντων ἁπαξαπλῶς κρατούσης καὶ δεσποζούσης. 988 Ps 102, 20a Οὐ τὸν προφήτην α νθρωπον ο ντα ἀλλὰ τὸ ἐν αὐτῷ πνεῦμα α γιον ἡγητέον προστάττειν τοῖς ἀγγέλοις τὰ ἐγκείμενα· πάντες γάρ φησιν οἱ α γγελοι αὐτοῦ (δηλονότι τοῦ κυρίου) εὐλογεῖτε αὐτόν. προστάττον δὲ πᾶσι τοῖς ἀγγέλοις τὸ πνεῦμα, ε τερον αὐτῶν κατ' οὐσίαν ἐστίν. εἰ δὲ τοῦτο, πῶς θρασέως ἐτόλμησάν τινες τῆς τάξεως τῶν ἀγγέλων αὐτὸ φάναι, καίτοι ἁπάντων ε τερόν τι ο ν; 989 Ps 103, 1δ Μεγαλοπρέπειαν ἐνεδύσατο τῷ ἐν μεγάλοις καὶ ὑπεραίρουσιν ε χειν τὸ πρέπον, ἐξομολόγησιν δὲ τῷ πᾶσαν συμφωνίαν τὴν ἐναρμόνιον ε χειν περὶ αὐτά. σημαίνει γὰρ καὶ τὸ τῆς ἐξομολογήσεως ο νομα καὶ τὴν συμφωνίαν τὴν ἐν λόγοις. εἰ δὲ θέλεις α λλην κατὰ μετάνοιαν ἐξομολόγησιν καὶ τὴν ἐπ' εὐχαριστίαν ἐνδεδύσθαι αὐτόν, οὐχ ἁμάρτοις. καταλλήλως δὲ τούτῳ τῷ σημαινομένῳ καὶ τὴν τῶν κατορθούντων ἀρετὴν μεγαλοπρέπειαν καλουμένην ἐνδύσεται. καὶ ω σπερ ὁ σωτὴρ φάσκων Γυμνὸς η μην καὶ περιεβάλετέ με δηλοῖ ο τι ε νδυσις καὶ σκέπη αὐτοῦ γίνεται ἡ πρᾶξις τῶν κατ' αὐτὸν πολιτευομένων, ου τω καὶ ὁ πατὴρ ἐνδύσεται τὰς τῶν περὶ αὐτὸν σπουδαζόντων ει ναι ἀρετάς. 990 Ps 103, 2a Ωσπερ ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, ου τω θεὸς πάντοθεν γνώσεως πεπληρωμένος ὡς ἀκατάληπτον αὐτοῦ τυγχάνειν τὴν οὐσίαν ἀναβάλλεται φῶς ὡς ἱμάτιον, σημαινούσης καὶ ἐνταῦθα τῆς φῶς προσηγορίας τὴν ἀκραιφνεστάτην γνῶσιν. τούτῳ συνᾴδων περὶ θεοῦ γράφει Παῦλος ὡς α ρα οι κον ε χει φῶς ἀπρόσιτον η οἰκεῖ φῶς ἀπρόσιτον. καὶ ἐν ταύτῃ γὰρ τῇ λέξει τὸ ο λον ει ναι τὸν θεὸν γνῶσιν καὶ διὰ τοῦτο δυσπερινόητον ὑπάρχειν τοῖς νοητοῖς οἰκῶν ει ρηται φῶς ἀπρόσιτον. 991 Ps 103, 2b. 3a Τὸν ἀνωτέρω ἡμῶν ἀέρα καὶ νεύοντα πρὸς τὸν αἰθέρα υ δασι τοῖς κατὰ τὰς συστροφὰς τῶν νεφελῶν στεγάζει. Πρὸς δὲ διάνοιαν· τὴν νοητὴν οὐσίαν οὐρανὸν ὀνομάζει ἐκτεινομένην καὶ ἁπλουμένην ἐπὶ σκέπῃ τοῦ νοῦ ὁ στεγάζων τοῖς νοητοῖς καὶ θείοις υ δασι τὰ ὑπερῷα τῆς ψυχῆς τουτέστι τὰς δυνάμεις αὐτῆς τὰς ὑπεράνω τῶν αἰσθητῶν τυγχανούσας. 992 Ps 103, 6a Τὴν α βυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην καὶ ἐν τῷ Τὰ κρίματά σου, κύριε, α βυσσος πολλή. ἀνεξερευνήτων γὰρ ο ντων τῶν κριμάτων αὐτοῦ, οὐκ ε στι κατάληψιν αὐτῶν ε χειν. διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ ἀλλὰ πολλῇ παραβάλλονται. καὶ τὸν θεὸν ου ν ου πολλὴ α βυσσος τὰ κρίματά ἐστι περιβολαίου δίκην καλύπτει ἀκαταληψία α βυσσος ὀνομαζομένη. 993 Ps 103, 7b Βροντῆς ἀκούοντα τὰ ο ρη τουτέστιν τὸν κατὰ τὴν πρόνοιαν μεγαλοφώνως γινόμενον λόγον δειλιᾷ. εἰκότως περὶ τῶν αἰσθητῶν ὀρῶν καὶ ὑδάτων εἰρῆσθαι ταῦτα δεῖ νοεῖν. δυνατὸν δὲ τὸ̓ Απὸ φωνῆς βροντῆς σου δειλιάσουσι μὴ ἐπὶ τῶν ὑδάτων ἐκλαβεῖν ἀλλ' ἐπὶ τῶν ἀνθρώπων, μᾶλλον δ' ἐπὶ τῶν ἐμψύχων ἁπάντων δηλουμένων, ο πως α ν γένοιτο βροντή, τῆς ἀοράτου καὶ ἀφανοῦς θεότητος συναισθανομένων. 994 Ps Διὰ πάσης λέξεως ὁ προκείμενος ψαλμὸς θεὸν ὑμνῶν δοξολογεῖ, ἑκάστου κτίσματος μνημονεύων· ο θεν καὶ ἐν τοῖς προκειμένοις ἀποδεχόμενος τὴν πρόνοιαν αὐτοῦ, θαυμάζει καὶ τὴν μετὰ σοφίας ἀγαθότητα αὐτοῦ φροντίσαντος καὶ τῆς διαμονῆς τῶν ἀλόγων ζῴων. καὶ εἰκότως· εἰ γὰρ αὐτὸς αὐτὰ πεποίηκε, καὶ τῆς τροφῆς καὶ τοῦ πότου αὐτῶν αὐτὸς χορηγὸς ει η. 995 Ps 103, 13– 15 Καὶ κατὰ ἀναγωγὴν δὲ νοήσεις τὰ ἀρτίως ἀποδοθέντα ο ρη· εἰσὶ δὲ οἱ πνευματοφόροι α νδρες. ποτίζονται ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ θεοῦ, πληρούμενοι τῶν τοῦ πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. ὑπερῷα δὲ θεοῦ ἀφ' ω ν τὰ ο ρη ποτίζει ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσιν, ὑπερῷα καλούμεναι τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι.̓ Απὸ καρποῦ τῶν ε ργων σου χορτασθήσεται ἡ γῆ. αὐτὸς γὰρ ει πε Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, καὶ τὰ ἑξῆς. κατὰ δὲ ἀναγωγὴν ἐκ τῶν̓ Ιησοῦ κατὰ τὴν ἐπιδημίαν ε ργων πολὺν καρπὸν ἐχόντων α πασα ἡ γῆ χορτάζεται μεταλαμβάνουσα τῶν ου τω παραδόξως ὑπὸ̓ Ιησοῦ γεγενημένων. ου τος γὰρ καρπὸς τῶν ε ργων αὐτοῦ τυγχάνει. καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ε ργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς οι α καρπὸς ε ργων θεοῦ τυγχάνων χορτάσει τὴν γῆν, φημὶ δὲ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους.̓ Ανατελεῖ δὲ καὶ ἐν τοῖς ὑπὲρ φύσιν καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ο ρεσιν ου σι χόρτον ο ν φέρεσθαι οι οί τέ εἰσιν οἱ ἀλογώτεροι. ε στι δ' ὁ ἐν τούτοις ο ρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς γραφῆς, ἀλλὰ καὶ ὁ ἠθικώτερος ου μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν οὐκέτι δουλεία τῶν ἀνθρώπων ο ντες ἀλλ' α νθρωποι γεγενημένοι ἐροῦσι πάλιν ε καστος̔ Ητοίμασας ἐνώπιόν μου τράπεζαν. Οι νος δ' εὐφραίνει καρδίαν ἀνθρώπων, οὐ πᾶς η μόνος ὁ τὴν γένεσιν ε χων ἐκ τοῦ εἰπόντος̓ Εγώ εἰμι ἡ α μπελος ἡ ἀληθινή, ἀλλ' ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται.̓ Εκ τούτων δὲ λαβεῖν ε στι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά. καὶ ου τος ὁ λόγος α ρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος ἐπὶ τῷ τρέφειν τὸν ε νδον καὶ ἐν κρυπτῷ α νθρωπον· καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένων α ρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ε σω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οι νου. ὁ γὰρ τοῦ θεοῦ λόγος ω σπερ α μπελος, ου τως καὶ ἐλαία ἐστίν·̓ Εγὼ γάρ φησι ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ θεοῦ. ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οι νός τε καὶ ε λαιόν ἐστι καὶ α ρτος. 996 Ps 103, 18 Κατὰ δὲ ἀναγωγήν· τὸ γένος τῶν ἐλάφων πολεμίως ε χει πρὸς τὸ τῶν ο φεων γένος. σπεύδουσι γοῦν ἀνελεῖν αὐτούς. τοιοῦτοι δὲ πάντως οἱ Χριστοῦ μαθηταί, ἑτοίμως ε χοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. ε σχον δὲ καὶ τὴν κατὰ τῶν νοητῶν ο φεων δύναμιν ἐκ τοῦ ὀρέξαντος ἐξουσίαν αὐτοῖς πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Αυ ται ου ν αἱ πνευματικαὶ ε λαφοι ἐπιποθοῦσαι ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων τὰς πνευματικὰς αι καὶ ο ρη α λλως ὀνομάζονται, ἐπ' αὐτὰ ταῦτα τὰ ο ρη διατρίβουσι. Καὶ ει εν α ν αἱ κατ' ἀρετὴν τετελειωμέναι ψυχαὶ πηδῶσαι μεγάλα ε λαφοι, μιμούμεναι τὸν πηδῶντα ἐπὶ τὰ ο ρη καὶ διαλλόμενον ἐπὶ τῶν βουνῶν ο ντα καὶ δορκάδα διὰ τὸ ὀξυωπὲς καὶ διορατικόν. αἱ δέ γε ὑποβεβηκυῖαι ταύτας τὰς ψυχὰς καὶ ἀσθενέστεραι χοιρογρύλλιοι καλούμεναι καταφεύγουσιν ὡς ἐπὶ φρούριον ἀκαταμάχητον τὴν πέτραν ἐφ' ῃ θεμελιοῖ̓ Ιησοῦς τὴν ἐκκλησίαν· αυ τη δ' ἐστὶν ἡ ὁμολογία τῆς πίστεως. καὶ ἐν Παροιμίαις ει ρηται Καὶ οἱ χοιρογρύλλιοι, ε θνος οὐκ ἰσχυρόν, ἐποίησαν ἐν πέτραις τοὺς ἑαυτῶν οι κους. θαυμαστὸν δὲ οὐδὲν εἰ ο που μὲν ἑνικῶς, ο που δὲ πληθυντικῶς ει ρηται ἡ πέτρα, τοῦ Χριστοῦ ο ντος πέτρας ἁπλῶς, ο ντος δὲ καὶ κατὰ τὰς διαφόρους ἐπινοίας πετρῶν. φέρεται γραφὴ Πέτρα καταφυγὴ τοῖς λαγωοῖς, ὡς τάχα συνωνυμίαν ει ναι λαγωοῦ καὶ χοιρογρυλλίου. ε στιν ου ν ἑκάστου ἀκούειν λέγοντος̓ Ιδοὺ κύριος βοηθεῖ μοι· τίς κακώσει με; καὶ Κύριος ἐμοὶ βοηθός, καὶ Οὐ φοβηθήσομαι· τί ποιήσει μοι α νθρωπος; 997 Ps 103, 24 Τὸ δὲ̔ Ως ἐνταῦθα κείμενον οὐχ ὁμοιώσεως ἀλλ' ἀληθείας ἐστὶ δηλωτικόν, ω σπερ καὶ ἐν τῷ̔ Ως ἀγαθὸς τῷ̓ Ισραὴλ ὁ θεός· οὐ γὰρ ἀγαθοῦ ο μοιον ἀλλ' ἀληθῶς ἀγαθὸν τὸν θεὸν λέγει. καὶ ἐν τῇ παρούσῃ τοίνυν λέξει τὸ μεμεγαλύνθαι τὰ ε ργα τοῦ θεοῦ σημαίνεται διὰ τοῦ̔ Ως ἐμεγαλύνθη τὰ ε ργα σου, κύριε. πᾶν γὰρ τὸ ἐν σοφίᾳ γινόμενον θεοῦ μέγα ἐστί. σοφία δὲ θεοῦ ἐν ῃ τὰ πάντα γεγένηται ὁ κύριός ἐστι· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. 998 Ps Αλλος δὲ περὶ τῶν λογικῶν μόνον εἰρῆσθαί φησι. τὸ γὰρ προσδοκᾶν καὶ πρὸς θεὸν ε χειν τὴν προσδοκίαν τοῦτο αἰνίττεται. εἰς ευ καιρον δὲ προσδοκῶσι ταύτης τυχεῖν, ο ταν πάσης καχεξίας καὶ νόσου ω σιν ἀπηλλαγμένοι. τότε γὰρ διδομένης ταύτης, συλλέξουσι τοσοῦτον σπεύδοντες αὐτὴν λαβεῖν, ο σον εἰς κόρον τραφῆναι. ὑπαρχθήσεται δὲ αὐτοῖς ἡ ἐπὶ τῇ τοσαύτῃ εὐθηνίᾳ χρηστότης, τὴν χεῖρα τῶν λόγων σου καὶ τὴν σοφίαν ἀνοίγοντος αὐτοῖς. 999 Ps 103, 31 Τὴν αἰώνιον παρέχων δόξαν τοῖς ἑαυτοῦ ε ργοις ὁ θεός, ο ταν πάντα πρὸς αὐτὸν προσδοκήσῃ, εὐφραίνεται. ὡς γὰρ ἐν ἀρχῇ τὰ πάντα λίαν καλὰ ποιήσας ἐνηυφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων ου πω τότε παραβάσεως ου σης, ου τως ἐπὶ τελειώσει καὶ ἀποκαταστάσει τῆς ἐπὶ τὸ ἀρχαῖον τῶν ε ργων αὐτοῦ εὐφραίνοιτο θεός, τῆς θεοῦ εὐφροσύνης οὐκ εὐπαθείας ου σης (ἀπαθὲς γὰρ τὸ θεῖον) ἀλλ' ἀποδοχῆς τῶν τελείαν ἀρετὴν κατορθωσάντων. 1000 Ps 103, 32 Εἰ δέ σοι βούλεται πνευματικῶς ε χειν ταῦτα, ὡς α ν ἐπιβλέπῃ θεὸς κατὰ τὸ̓ Επίβλεψον ἐπ' ἐμέ, καὶ̓ Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους, τούτῳ οὐχ ε στηκεν ε τι τὰ γήινα ἀλλὰ σκοτοδινῶντα τρέμει, ὡς ἀποβληθῆναι καὶ παρελθεῖν τὴν ὑλικὴν ε ξιν.̓ Εφαπτόμενος δὲ ὁ θεὸς καὶ τῶν πονηρῶν δυνάμεων διὰ τὴν ὑπερηφανίαν ὀρῶν καλουμένων, καπνίζει αὐτάς, ἐναύσματι η δη αὐτὰς ἐνιεὶς τῆς διὰ πυρὸς κολάσεως. 1001 Ps a Αισω τῷ κυρίῳ, τοῦ ᾳ σματος οὐκ ἐν φωνῇ ἀλλ' ἐν νοήσεσι τὴν υ παρξιν ε χοντος· ψαλῶ δὲ καὶ ἐν πράξεσι τελείαις τῷ θεῷ, ε ως ὑπάρχω υ παρξιν ε χων καθ' η ν μετέχω τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων καὶ εἰπόντος̓ Εγώ εἰμι ὁ ω ν. Εὐπρόσδεκτα δὲ καὶ ἀρέσκοντα τῷ θεῷ διαλεγόμενος ἐρῶ Ηδυνθείη αὐτῷ ἡ διαλογή μου. ου τω γὰρ καὶ αὐτὸς τὴν ἐκκλησίαν ἀποδεξάμενός̔ φησιν ἐν τῷ Αισματι τῶν ᾀσμάτων̔ Η φωνή σου ἡδεῖα. 1002 Ps 104, 4b Ωσπερ κατὰ τὴν ἱστορίαν διηνεκῶς Σαμουὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου λειτουργῶν ἑώρα τὸ τοῦ θεοῦ πρόσωπον, ου τως οἱ συνεχῶς καὶ ἀδιαστάτως ἐξετάσει δογμάτων τῆς ἀληθείας καὶ πράξει τῶν ἀρετῶν ἐπιδεδωκότες σφᾶς διαπαντὸς ζητοῦσι τὸ πρόσωπον τοῦ θεοῦ, ἰδεῖν αὐτὸν νῷ καθαρῷ βουλόμενοι. πρόσωπον δὲ θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεώς ἐστι, τυγχάνων εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου· διὸ καὶ ὁ ὁρῶν αὐτὸν εὐθὺς ὁρᾷ τὸν θεόν. 1003 Ps 104, 5b Στόμα δὲ αὐτοῦ τὸν λόγον αὐτοῦ νοήσαις, ο ς καὶ νομοθέτου καὶ ἀκριβοῦς παιδευτοῦ δίκην κεκριμένα παιδεύματα καὶ παραγγέλματα ὑμῖν δέδωκε. 1004 Ps Δούλους εἰπὼν τοῦ θεοῦ τοὺς ἐξ̓ Αβραὰμ διὰ τὴν ἐξ Αβραὰμ καταγωγὴν τοῦ γένους καὶ̓ ἐκλεκτοὺς τοὺς ἐκ̓ Ιακὼβ διὰ τὸ Αὐτοῦ καὶ ἐπωνύμους ει ναι αὐτοῦ, καὶ ἐκλογὴν ἐκ τῶν ἐθνῶν τότε προσληφθέντας εἰς κλῆρον ι διον θεοῦ καὶ αὐτῶν κύριον καὶ θεὸν ι διον τὸν θεόν, ο μως κατὰ πάντας ἀνθρώπους ει ναί φησι τὴν κρίσιν τὴν προνοητικήν. 1005 Ps 104, 8b̔ Ο τῶν χιλίων γενεῶν ἀριθμὸς οὐ κατὰ πλήθους ει ρηται ἀλλὰ διὰ τὴν πρὸς μονάδα οἰκείωσιν, ω σπερ καὶ ἐν τῷ Χιλιάδες εὐθηνούντων, καὶ ε τἰ Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. 1006 Ps 104, 10a Δι' ο ν ει πον α ν καὶ αὐτοὶ Μέτοχοι Χριστοῦ γεγόναμεν, α τε ἀξιωθέντες τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἐπιφανείας· αὐτὸν γὰρ ει ναι τὸν Χριστὸν τὸν καὶ αὐτοῖς λελαληκότα καὶ αὐτὸς ὁ σωτὴρ διδάσκει ἐν οι ς φησιν Αβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ι να ι δῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ ει δεν καὶ̓ ἐχάρη. πότε ει δεν η ο τε ἀναβλέψας τοῖς ὀφθαλμοῖς ει δεν ἐπιστάντα τὸν θεὸν αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ; τότε γάρ φησιν ἡ γραφὴ Ωφθη ὁ θεὸς̓ Αβραάμ. καὶ ταῦτα ου ν, εἰ καὶε τερον, ἀναγκαῖα η ν ἀπαγγελθῆναι τοῖς ε θνεσιν ὑπὸ τῶν ἐνταῦθα προστεταγμένων τοῦτο ποιεῖν. 1007 Ps 104, 12a Τὸ Βραχεῖς ἀντὶ ὀλίγων ει πεν. τὸ γὰρ βραχὺ ἐπὶ μεγέθους κεῖται, τὸ δὲ ὀλίγους ἐπὶ ἀριθμητῶν τάττεται. 1008a Ps Τοὺς πόδας αὐτοῦ μόνους ἐταπείνωσαν, ἐν πέδαις τῆς ψυχῆς αὐτοῦ οὐ συνδεθείσης ἀλλ' ε ξω τοῦ σιδήρου γεγενημένης. ο σοι γὰρ δεσμοῖς περιβαλλόμενοι ἀγεννῶς τὴν περίστασιν φέρουσιν, καμφθεῖσαν ὑπὸ τοῦ σιδήρου τὴν ψυχὴν ε χουσι. τοῦτο δὲ ὑπέμεινεν οὐκ εἰς α παν. περιορίζει γὰρ τῆς περιστάσεως τὸ τέλος, εἰπὼν αὐτὴν κεκρατηκέναι μέχρις ου διῆλθεν ὁ τοῦ θεοῦ λόγος· καθ' ο ν ἐκ τοῦ δεσμωτηρίου μετασταλεὶς κηδεμὼν καὶ τροφεὺς πάντων κεχειροτόνητο, τοῦ λογίου τοῦ κυρίου πυρώσαντος ἐπὶ τῷ ζέειν τῷ πνεύματι καὶ ἐξημμένον αὐτὸ ε χειν τῷ θείῳ φωτί, μεθ' ο καὶ τηρεῖν δυνατὸν παραίνεσιν λέγουσαν Τὸ πνεῦμα μὴ σβέννυτε. 1009a Ps Καὶ αὐτὸς δὲ̓ Ιωσὴφ οι δεν τοῦτο τὸ δόγμα· διὸ πρὸς τοὺς αἰτίους ε φη Οὐχ ὑμεῖς ἀπεστάλκατέ με ω δε· ὑμεῖς μὲν γὰρ εἰς κακὸν ἐβουλεύσασθε, ὁ δὲ θεὸς εἰς ἀγαθόν. 1010a Ps 104, 26̓ Επεὶ μὴ πάντες οι οί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς ου τως ἀσθενοῦσιν ἀποστέλλει θεὸς τοὺς δυναμένους ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. εἰσὶ δὲ ου τοι ὁ θεοῦ νόμος Μωυσῆς καὶ ὁ ἀρχιερατικὸς λόγος ου σύμβολον̓ Ααρών· ὁ μὲν διαγορεύων τὰ πρακτέα, ὁ δὲ λειτουργῶν ὑπὲρ ἡμῶν τῷ θεῷ καὶ τὰς ἐξ αὐτοῦ χάριτας διαπορθμεύων ἡμῖν· οι ς ἡγεμόσι χρώμενοι τὴν Αι γυπτον φεύγομεν. 1011 Ps 104, 37 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ὡς ε καστος τῶν ἐν ταύταις ταῖς φυλαῖς ὑγείαν καὶ σθένος ε χων ἐρεῖ Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, πλουτῶν δὲ καὶ ἐν ε ργοις ἀγαθοῖς παντί τε λόγῳ καὶ πάσῃ γνώσει, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ ε ξω τῆς Αἰγύπτου ὑπὸ θεοῦ γίνεται. ἀδύνατον γὰρ ἀσθενοῦντά τινα καὶ χρυσίου καὶ ἀργυρίου τῶν προειρημένων στερούμενον ἐξελθεῖν τῆς Αἰγύπτου. 1012 Ps 105, 4– 6̔ Αγίων ἐστὶν ἡ προκειμένη μάλιστα φωνὴ τῶν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος παρακαλούντων, ο πως μνησθῇ αὐτῶν ὁ κύριος ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ αὐτοῦ η ν ηὐδόκησεν ἐν τῷ ἀγαπητῷ υἱῷ ἑαυτοῦ σῶσαι κρίνας τὸν λαὸν ἑαυτοῦ καὶ τὸν κόσμον· δεικνὺς γοῦν αὐτόν φησιν Ου τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ῳ ηὐδόκησα. ἐπεὶ ου ν ο μματι διανοίας ει δον οἱ θεῖοι προφῆται ἐπιθυμήσαντες ἰδεῖν καὶ ἀκοῦσαι τὰ πρὸς̓ Ιησοῦ γινόμενα καὶ λαλούμενα, ἀξιοῦσι μνήμην αὐτῶν γενέσθαι ἐν τῇ κατὰ τὴν εὐδοκίαν σωτηρίᾳ. Σωτήριον δὲ θεοῦ πολλάκις ὁ Χριστὸς λέγεται, ὡς καὶ ἐν τῷ Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ταύτην τὴν ἐπίσκεψιν ὁ τοῦ βαπτιστοῦ πατὴρ ἐμφανίζων περὶ θεοῦ φησι Διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν ἐν οι ς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ υ ψους.̓ Επισκεψαμένου δὲ ἡμᾶς ἐν τῷ σωτηρίῳ ἑαυτοῦ, ὑπάρξει ἡμῖν τὸ ἐκλεκτοὺς αὐτοῦ γενέσθαι καὶ θεάσασθαι ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν αὐτοῦ τὴν ἐπιτελουμένην χαρὰν καὶ εὐφρανθῆναι ἐν τῇ θείᾳ εὐωχίᾳ τοῦ ε θνους τοῦ συμπληρουμένου ἐκ πάντων τῶν πιστευόντων. Κατορθωθείη δὲ ἡμῖν καὶ τὸ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας αὐτοῦ, η τοι η ς ὀρέξει ἡμῖν ὡς κληρονόμοις η η ς ε χει κληρονομίας. τίς δὲ αυ τη η ἡ ἐξ ἐθνῶν ἐκκλησία κατὰ τὸ Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη τὴν κληρονομίαν σου; πνευματικῶς γὰρ λοιπὸν κατὰ τὸ εὐαγγέλιον τῷ νόμῳ προσέχοντες ἐπαινοῦνται μετὰ τῆς προειρημένης κληρονομίας. ἐπαινοῦνται δὲ ὑπὸ τοῦ θεοῦ καὶ ὑπὸ τῶν ἱερῶν δυνάμεων ἀποδεχομένων τοὺς εὐδοκιμεῖν σπεύδοντας παρὰ τῷ θεῷ.̓ Αναλαμβάνοντες δὲ καὶ τὸ πρόσωπον οἱ θεῖοι α νδρες τῶν μεταγινωσκόντων ἐφ' οι ς ε δρασαν κακῶς, καὶ διδάσκοντες πῶς μετὰ τὰς ἁμαρτίας μετανοεῖν δεῖ φασιν, οὐχ̔ Αμαρτάνομεν, ἀλλ'̔ Ημάρτομεν μετὰ τῶν πατρῶν ἡμῶν· πατέρας ἑαυτῶν λέγοντες η τοι τοὺς προγόνους καὶ προγενεστέρους η τοὺς κατὰ κακίαν αὐτοὺς γεγεννηκότας. πάντ' ου ν α λέξουσιν ἐξομολογούμενοι εἰς παρῳχηκότα χρόνον ἐνέκλιναν φάσκοντες̔ Ημάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν. ευ δὲ καὶ τὸ ἀπαριθμουμένους ἐφ' οι ς μετανοοῦσι μὴ φάναἰ Ησεβήσαμεν· οὐ γὰρ ε ξω τῆς θεότητος γενάμενοι ἀλλὰ περιεχόμενοι αὐτῆς ὑπὸ παθῶν καὶ μοχθηρᾶς ε ξεως ἡττώμενοι ἡμάρτανον καὶ τὰ α λλα ἐποίουν. 1013 Ps 105, 9̔ Ο ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ πᾶσι θεὸς ἀνωμολόγηται. εἰ ου ν καὶ̓ Ιησοῦς κλονουμένῃ ἐπιτιμᾷ τῇ θαλάσσῃ, ι ν' ἐκ τρικυμίας η κλύδωνος γαλήνη γένηται, θεὸς ω ν ἀποδείκνυται αὐτὸς ω ν ὁ ἐπιτιμήσας τῇ ἐρυθρᾷ θαλάσσῃ ῃ υἱὸς ἐκείνου. Ομως δ' ἐπιτιμήσαντος τοῦ θεοῦ τῇ ἐρυθρᾷ θαλάσσῃ, ξηραίνεται ὡς διοδεύσιμον αὐτὴν γένεσθαι τὴν πάλαι θάλασσαν καὶ α βυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος ου τω καλουμένην. 1014 Ps 105, 19 Καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ, ε χοντες φαντασίαν ἐξ Αἰγύπτου κομισθεῖσαν τοῦ ἐν Μέμφει Απιδος. διὸ καὶ πρὸς τούτῳ τῷ μόσχῳ καὶ ἑτέροις γλυπτοῖς προσεκύνησαν, συνεσχημένοι τῷ δράματι τῆς πολυθεότητος. αὐτίκα γοῦν μόσχον ε να πεποιηκότες ὡς πολλοὺς δεικνῦντες ε φασκον Ου τοι οἱ θεοί σου,̓ Ισραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 1015 Ps 106 αργ Καὶ ὁ ἐπιφερόμενος ψαλμός, περιέχων θεοῦ εὐεργεσίας καὶ ἐλεημοσύνας πρὸς τοὺς ἀνθρώπους γεγενημένας αι νος αὐτοῦ τυγχάνων, προτεταγμένον ε χει τὸ ἀλληλουϊά. 1016 Ps 106, 1bc Οι ς μεταπίπτει τὰ περιεστηκότα θλιβερά (μηδὲν αὐτῶν εἰσενεγκαμένων εἰς τοῦτο), ἐλέει χρηστοῦ θεοῦ ταῦτα ε χειν ἐγνωκότες λέγειεν α ν τοὺς προκειμένους στίχους. καὶ ἐπεὶ ει έν τινες ἐν προσκαίροις νομιζομένοις ἀγαθοῖς γινόμενοι, ου τοι ἐλέου θεοῦ ἁπλῶς πεῖραν ε χουσιν, εἰς τὸν αἰῶνα ἐλεουμένων τῶν αἰώνια ἀγαθὰ παρ' αὐτοῦ ἐχόντων. ει πε γοῦν καὶ αὐτὸς ὁ χρηστὸς θεὸς πρός τινἀ Ελέῳ αἰωνίῳ ἐλέησά σε. ου τω δὲ καὶ ε λεος ποιεῖ εἰς χιλιάδας τοῖς αὐτὸν ἀγαπῶσιν, ἑτοιμάζων αὐτοῖς α ὀφθαλμὸς οὐκ ει δεν οὐδὲ ου ς η κουσεν οὐδ' ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. ει ρηται καὶ πρότερον τὸ ἀγαθὸν τῷ χρηστῷ συνωνυμεῖν. 1017 Ps 106, 4 Διὸ καὶ ἐν ἐρήμῳ τε ἀρετῶν ο ντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ε χοντες ῳ ἑπόμενοι εὑρεῖν οι οί τε η μεν μετὰ τὴν ὁδὸν πόλιν ευ διατεταγμένην ἱερῷ νόμῳ ἐν ῃ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες αὐτῆς. ε στι δὲ ἀρετὴ καὶ θεοῦ σοφία. 1018 Ps 106, 10b Καὶ τῆς προκαταλαβούσης πτωχείας ἐναντίως ἐχούσης τοῦ πλουτεῖν ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει καὶ ἐν ε ργοις ἀγαθοῖς, ὁ τούτων τῶν κακιῶν ἀφεθεὶς οὐδὲ κολάσεις πειρασθήσεται. 1019 Ps 106, 17 Ετι βαδιζόντων τῆς ἀνομίας αὐτῶν ὁδόν, ἀντελάβετο αὐτῶν ὁ ι λεω θεός, ἐπείπερ διὰ πλῆθος ω ν ει χον ἀσεβειῶν ταπεινωθέντες ἐνείχοντο τοῖς ἀφ' ω ν αὐτοὺς ἐξήγειρε. καὶ ο ρα εἰ δύνασαι ἐφαρμόσαι τούτοις τὸ περὶ τοῦ ἐν τῷ σταυρῷ μετανοήσαντος λῃστοῦ· ε τι γὰρ ἐν ὁδῷ ἀνομίας ο ντος αὐτοῦ (διὰ λῃστείαν γὰρ κατεκέκριτο) καὶ ταπεινωθέντος κολάσει διὰ τὰς ἀνομίας α ς ει χεν, ἀντελάβετο αὐτοῦ ὁ εἰπὼν πρὸς αὐτὸν Σήμερον μετ' ἐμοῦ ε σῃ ἐν τῷ παραδείσῳ. 1020 Ps Καθόλου δὲ καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τῆς ψυχῆς ὁ διά τι νόσημα καχεκτῶν πρὸς πᾶσαν τροφὴν ἀπεχθάνεται σωματικήν τε καὶ ψυχικήν, οἱ δὲ τὴν ὑγείαν τῆς ψυχῆς ε χοντες πεινῶσι καὶ διψῶσι τὴν δικαιοσύνην. Πύλαι δὲ θανάτου αἱ πρὸς θάνατον ἁμαρτίαι. ταύταις ἐγγίζουσιν οἱ πρὶν ἐλθεῖν πρὸς αὐτὸν ε τι ζωτικὴν ε χοντες πνοήν τε καὶ δύναμιν, λέγω δὴ τὴν περὶ θεοῦ ε ννοιαν· διὸ ἐν τῷ θλίβεσθαι αὐτοὺς βοῶσι πρὸς κύριον, καὶ σῴζει αὐτοὺς ἐκ πασῶν τῶν κατεχουσῶν ἀναγκῶν. καὶ εἰ μὴ πρὸς κύριον ἐκέκραξαν, ε φθανον α ν καὶ μέχρις αὐτοῦ τοῦ θανάτου. 1021 Ps 106, 22b̓ Εξαγγέλλει δὲ ἐν ἀγαλλιάσει τὰ ε ργα αὐτοῦ πᾶς ὁ τὰ εἰς ἑαυτὸν γενόμενα ἐξαγγέλλων καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ εὐεργεσίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέρων γενόμενα διηγούμενος. 1022 Ps 106, 26 Τὸ δὲ ἀναβαίνειν λέγεσθαι τὰ υ δατα ε ως τοῦ οὐρανοῦ καὶ καταβαίνειν ε ως τῆς ἀβύσσου καθ' ὑπερβολὴν ει ρηται. καὶ γὰρ τοῦ τοιούτου τρόπου ευ ροις α ν μυρία παραδείγματα ἐν τῇ γραφῇ· περὶ γὰρ τῶν πόλεων τῶν τοῦ̓ Ισραὴλ ἐχθρῶν ο τι τετειχισμέναι η σαν ε ως τοῦ οὐρανοῦ διὰ τὸ ἐν ὑψηλοῖς τετειχίσθαι τείχεσι, καὶ τὸ̔ Υπὲρ χιόνα δὲ λευκανθήσομαι τῷ αὐτῷ ει ρηται τρόπῳ. 1023 Ps 106, 38b Αλλοι φασί· κτήνη α ν ει εν τὰ καλούμενα πρόβατα, οι τινες ε ξουσι πλῆθος καὶ μέγεθος διὰ τὸ κατωρθωκέναι πραΰτητα καὶ εὐμάθειαν. 1024 Ps 106, 42b̓ Αλλὰ καὶ μὴ ε χουσα κατειπεῖν τῆς περὶ τὰ ε θνη οἰκονομίας τοῦ θεοῦ ἐμφράξει τὸ στόμα αὐτῆς. ἀνομίαν δὲ νοήσεις τὸν διάβολον καὶ πάντα τὸν κατ' αὐτὴν πεποιωμένον κατὰ τὸ Ενεφράγἠ στόμα λαλούντων α νομα. 1025 Ps 106, 43̓ Επειδὴ τὸ πολὺ αὐτῶν ἀνάκειται τῇ πνευματικῇ διανοίᾳ, σοφῶν καὶ συνετῶν ε στι τὸ συνιέναι αὐτά. 1026 Ps 107, 2b Δόξα αὐτοῦ ἡ πρακτικὴ καὶ θεωρητικὴ ε ξις καθ' η ν διάκειται πρὸς τὴν ἠθικὴν καὶ διανοητικὴν ἀρετήν. 1027 Ps 107, 3 Οι ς ἀνέτειλε τὸ φῶς τὸ ἀληθινόν, πρὸς κύριον ὀρθρίσαντες ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, πλήττοντες τὸ ψαλτήριον καὶ κρούοντες τὴν κιθάραν μελῳδοῦσι τῷ πανσόφῳ θεῷ, εὐρύθμως καὶ ἐναρμονίως τοὺς υ μνους ἀναπέμποντες. ει ρηται δὲ ἐν τῷ ψαλμῷ τί ψαλτήριον καὶ τί κιθάρα. 1028 Ps 107, 5 Μεγαλύνεται ε ως τοῦ οὐρανοῦ τὸ ε λεος, ἀρχόμενον ἀπὸ τῆς γῆς· Τοῦ γὰρ ἐλέους κυρίου πλήρης ἡ γῆ. τὸ τέλος ε χει τοὺς ἀρξαμένους ἀπὸ τῆς γῆς ἐλεεῖσθαι ἐπὶ τὸν οὐρανὸν φθάσαι ἐπὶ τῷ τὴν βασιλείαν τῶν οὐρανῶν κληρονομῆσαι. μεγαλύνεται δὲ καὶ ἡ ἀλήθεια αὐτοῦ ἐν ταῖς τὸν πνευματικὸν διακονουμέναις ὑετὸν νεφέλαις Μωυσῇ καὶ τοῖς προφήταις, ἐπείπερ ἡ διακονία αὐτῶν ἀπὸ τῆς σκιᾶς ἀρξαμένη εἰς τὴν ἀλήθειαν καταλήγει, ὡς καὶ αὐτοὺς πνεύματι καὶ ἀληθείᾳ προσκυνῆσαι τῷ πατρὶ ὡσαύτως τοῖς ἀποστόλοις καὶ πᾶσι τοῖς τοῦ πνεύματος μαθηταῖς. 1029 Ps 107, 6̓ Απὸ τῆς πρώτης λέξεως ε ως τοῦ̓ Επὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου ὁ αὐτός ἐστι τῶν Ν, ἀπὸ δὲ τοῦ ἑξῆς στίχου μέχρι τελευτῆς τῶν ΝΘ· ο θεν ε καστα τῶν προκειμένων ἐκεῖ εἰρηκότες νῦν ἐπιτεμνόμεθα. 1030 Ps 107, 6 Υψουμένου τοῦ θεοῦ ἐν τοῖς τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦσι καὶ διὰ τοῦτὁ οὐρανοῖς καλουμένοις, ἡ δόξα αὐτοῦ ἐπὶ πᾶσαν ἐκτείνεται τὴν γῆν τὴν δυναμένην καρποφορεῖν ἑκατὸν ἑξήκοντα τριάκοντα· η ὑψουμένου τοῦ θεοῦ ἐπὶ τὰς θεωρητικὰς τοῦ κόσμου φύσεις προσαγορευομένας οὐρανούς, ἡ δόξα αὐτοῦ ἐπὶ τὰς πρακτικὰς γῆν ὀνομαζομένας τυγχάνει. 1031 Ps 107, 7 Οὐκ α λλως οἱ α ξιοι τοῦ ὑπὸ σοῦ ἀγαπᾶσθαι ῥυσθεῖεν ἀπὸ τῶν κατεχόντων πολεμίων η καὶ τῶν περιστάντων αὐτούς, η σοῦ σώσαντος τῇ δεξιᾷ σου καὶ ἐπακούοντος ἐμοῦ τοῦ ὑπὲρ αὐτῶν πρεσβευομένου. 1032 Ps 107, 8– 10̓ Ωμίασις ἑρμηνεύεται Σίκημα, ε ργου σύμβολον ου σα. ὑψωθεὶς ου ν ὁ κύριος ἐπὶ τὸν σταυρὸν καὶ ἀναβεβηκώς, διεμέρισε τῶν ἀνθρώπων τὰ ε ργα ὡς τὰ μὲν δικαιῶσαι, τὰ δὲ ἀποδοκιμάσαι· κριτὴς γὰρ δίκαιός ἐστι. διὸ καὶ τὸν περίγειον τόπον, διὰ τὸ ει ναί που κάτω κοιλάδα καλούμενον τῶν ἐν αὐτῷ διατριβόντων σωμάτων ἀνθρωπίνων, σκηνώματα καλεῖται τῶν ἐνοικουσῶν ψυχῶν διαμέτρησιν τῷ καὶ τῶν κάτω καὶ τῇδε πραγμάτων προνοεῖσθαι. ἀμέλει γοῦν εἰς πάντα τὰ ε θνη ἀπέστειλε τοὺς κήρυκας τῆς ἀληθείας, κηρυχθῆναι τὸ εὐαγγέλιον δικαιώσας. Γαλαὰδ μετοικισμός, Μανασσῆς δὲ ἀπὸ λήθης,̓ Εφραῒμ καρποφορία ἑρμηνεύεται. ἐρεῖ ου ν ὁ σωτὴῤ Εμός ἐστι Γαλαάδ, καὶ ἐμός ἐστι Μανασσῆς, ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀλήθειαν η ἀπὸ κακίας εἰς ἀρετὴν η γῆς εἰς οὐρανὸν μετοικιζόμενος· ἐμὸς δ' ἐστὶ καὶ ὁ λήθην τῶν καλῶν πᾶσαν ὑπερβὰς καὶ ἀπὸ ταύτης γεγενημένος. ὁ γὰρ μετὰ λήθην εἰς μνήμην ἐρχόμενος Μανασσῆς ἐστι, τουτέστι ἀπὸ λήθης ἀφεὶς καὶ καταλιπὼν τὴν λήθην καθ' η ν ἐπιλέληστο θεοῦ τῶν ἀγαθῶν. ἀλλὰ καὶ ἡ πολλὴ καρποφορία τῶν πεπιστευκότων ἐθνῶν σκέπη καὶ ἀντίληψις τοῦ σωτῆρος γέγονεν· ὡς γὰρ Παῦλος τοῖς πρὸς αὐτοῦ ὠφεληθεῖσι γράφει ὡς ει εν αὐτοῦ χαρὰ καὶ στέφανος, ου τω καὶ ὁ σωτὴρ ἀντίληψιν ε χει στέφανον αὐτοῦ πλεκόμενον τοὺς δικαιοσύνην καὶ ἀλήθειαν καρποφοροῦντας. Καὶ̓ Ιούδας δὲ βασιλεὺς αὐτοῦ ἐστιν, οὐ τῷ βασιλεύειν αὐτοῦ ἀλλὰ τῷ βασιλέα ο ντα προσοικειῶσθαι αὐτῷ. τοιοῦτος δὲ ὁ Δαυίδ, η τάχα πᾶς ἐξομολογούμενος ἐφ' οι ς κατώρθωσεν̓ Ιούδας ἐστι ἐξομολόγησις ἑρμηνευόμενος.̔ Ο μέντοι Μωὰβ διὰ τὸ κολαστικὸς ει ναι τῶν αὐτῷ παραδεδομένων ὑπὸ κυρίου τῆς ἐλπίδος τοῦ λέγοντος λέβης ἐστίν. ὁ δὲ λέβης πολλαχοῦ τῶν προφητῶν σημαίνει κόλασιν. ἐπεὶ ου ν χρηστῇ προθέσει αἱ κολάσεις ἐπάγονται ἐλπίδα ἀγαθὴν διαδεχομένην ε χουσαι, λέβης ἐλπίδος καὶ προσδοκία ἀγαθῶν ἐστιν.̓ Επὶ τὴν̓ Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. εἰ πρόσωπον ει η τοῦ σωτῆρος τὸ ταῦτα λέγον, ἐπεὶ μεταλαμβάνεται ἡ̓ Ιδουμαία εἰς τὸ γηίνη, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήινα πορείαν ποιήσασθαι· σύμβολον γὰρ κεκαλυμμένης πορείας τὸ ὑπόδημα. πάλαι μὲν ου ν γυμνῇ τῇ πορείᾳ ἐχρῆτο κτίζων προνοούμενος, νῦν δὲ μετὰ σαρκὸς η ς περίκειται η καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. ἐπειδὴ δὲ καὶ τὸ εὐαγγέλιον ὑπεδήσαντό τινες τῇ ἑτοιμασίᾳ τῆς εἰρήνης, καὶ τοῦτο τὸ ὑπόδημα πανταχοῦ διαδοθὲν ἐξετάθη ἐπὶ τὴν Ιδουμαίαν καθ' ἑκατέρους τοὺς̓ εἰρημένους τρόπους. 1033 Ps 108, 6– 8 Οὐ πᾶσι τὰ αὐτὰ δεξιά, ἀλλὰ τῷ μὲν σπουδαίῳ τὰ νοητὰ καὶ τὰ τῆς ἀρετῆς, τῷ δὲ φαύλῳ τὰ αἰσθητὰ καὶ τὰ τῆς κακίας· ἐν μὲν τοῖς δεξιοῖς τοῦ ἁγίου θεὸς ι σταται, ἐν δὲ τοῖς τοῦ ἁμαρτωλοῦ διάβολος. ἀλλ' ι σως ἀντερεῖ τις λέγων· Καὶ περὶ̓ Ιησοῦ τοῦ μεγάλου ἱερέως ἁγίου τυγχάνοντος λέλεκται Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. οὐκ ἐπέστησε δὲ ὁ ἀνθιστάμενος τῇ τῶν λέξεων διαφορᾷ· ἐπὶ μὲν γὰρ τοῦ̓ Ιούδα Διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ γέγραπται, ἐπὶ δὲ τοῦ μεγάλου ἱερέως Καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ· τῇ γὰρ δεξιότητι τοῦ ἁγίου ι σταται μαχόμενος καὶ ἀνθιστάμενος, εἰ καὶ ἀνατρέψαι οὐχ οι ός τέ ἐστι τὸν ου ὁ θεὸς ἐν τοῖς δεξιοῖς ἐστι· τοῦ δὲ̓ Ιούδα ὡς ἐν ἰδίῳ τόπῳ τοῖς δεξιοῖς ι σταται. διὸ καὶ φαῦλός ἐστι, καὶ ε τι τὸ ἑπόμενον ἐμφαίνει τὴν πονηρίαν αὐτοῦ, τοῦ σωτῆρος εὐχομένου εἰς ἁμαρτίαν γενέσθαι τὴν τοῦ̓ Ιούδα προσευχήν. γίνεται εἰς ἁμαρτίαν προσευχὴ τῷ ἀναπέμποντι αὐτήν, ο ταν ἀποτυγχάνῃ ω ν αἰτεῖται. Ηυ ξατο γοῦν, τρόπον τινὰ προδιδοὺς τὸν διδάσκαλον, ἀφανισθῆναι τὸν λόγον αὐτοῦ καὶ σκορπισθῆναι πάντας τοὺς μαθητὰς καὶ πεπιστευκότας, ἀλλ' ἀπέτυχεν. ε δραμε γοῦν ὁ λόγος αὐτοῦ, καὶ οἱ πιστεύοντες αὐτῷ ὁσημέραι αὐξάνοντες τὴν πᾶσαν οἰκουμένην ἐπλήρωσαν. Καὶ α λλως γε γίνεταί τινι εἰς ἁμαρτίαν ἡ προσευχή, ο ταν μὴ α δεῖ ἀλλὰ α μὴ συμφέροι αὐτῷ ἀξιοῖ λαβεῖν παρὰ τοῦ θεοῦ καὶ διὰ τοῦτο κρίναντος αὐτόν, ἐπεὶ μηδὲ α πρέπει θεὸν διδόναι μηδὲ αὐτῷ λυσιτελῆ ᾐτήσατο. Παντὸς δὲ προδότου τῆς ἀληθείας γίνονται αἱ ἡμέραι ὀλίγαι, α ς ει χε φωτιζόμενος, πρὶν προδῷ τὴν ἀλήθειαν. ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενος, λαμβάνει δὲ καὶ τούτου τὴν ἐπισκοπὴν ἀντ' αὐτοῦ διδάσκαλος γινόμενος, ὁ καὶ ἐμμείνας καὶ προκόψας ἐν τῇ ἀληθείᾳ. 1034 Ps 108, 14a Πατέρες τοῦ̓ Ιούδα οἱ κατὰ προδοσίαν γεννήσαντες αὐτὸν ει ναι δύνανται οι τε διὰ τῆς δόσεως τῶν ἀργυρίων εἰς τοῦτο αὐτὸν παρορμήσαντες, καὶ ε τι ὁ βαλὼν εἰς τὴν καρδίαν αὐτοῦ Σατανᾶς προδοῦναι τὸν κύριον, καὶ οἱ ε χοντες σοφίαν τούτου τοῦ αἰῶνος α ρχοντες περὶ ω ν ὁ Παῦλος Εἰ γὰρ ε γνωσαν, οὐκ α ν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. 1035 Ps 108, 16c̓ Εθανάτωσε δὲ αὐτόν, αι τιος γενόμενος τοῦ εἰς θάνατον παραδοθῆναι. 1036 Ps 108, 21– 23̔ Ο τὴν τοῦ δούλου μορφὴν περικείμενος ὡς πρὸς κύριον τὸν πατέρα λαλεῖ. λέγει δὲ τῷ κυρίῳ, ο πως ποιήσει μετ' αὐτοῦ ε λεος εὐεργετῶν τοὺς πιστεύοντας ο ντας αὐτοῦ σῶμα· τὰ γὰρ εἰς τὸ σῶμα αὐτοῦ γινόμενα ἑαυτῷ λογίζεται. διό φησι Ποίησον μετ' ἐμοῦ ε νεκεν τοῦ ὀνόματος σου, ἐπείπερ ἐν τούτῳ ἐλήλυθα πρὸς ου ς ἀπέστειλάς με φάσκων̓ Εγὼ ἐν τῷ ὀνόματι τοῦ πατρὸς ἐλήλυθα· ε νεκεν ου ν τούτου τοῦ ὀνόματος ποίησον, Οτι χρηστὸν τὸ ε λεός σου, εὐεργετικὸν ο ν καὶ μεστὸν ἀγαθότητος· ποίησον δέ, ἐπεὶ Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Λέγοις δ' α ν καρδίαν καὶ ἰσοψύχους αὐτοῦ τοὺς ἀποστόλους, τῶν ὑποδεεστέρων πεπιστευκότων τυγχανόντων αὐτῷ σῶμα. ἐπεὶ ου ν ἐσκορπίσθησαν οἱ μαθηταὶ σκανδαλισθέντες ἐν τῇ νυκτὶ ἐκείνῃ, ο τ' ἐπαρέστησαν ἐπὶ τῷ κρατῆσαι αὐτὸν̓ Ιούδας καὶ ὁ τῶν Φαρισαίων ο χλος, τεταράχθαι αὐτοὺς καρδίαν αὐτοῦ τυγχάνοντας συνέβη. πλὴν εἰ καὶ ἐταράχθη ἡ καρδία αὐτοῦ, ἀλλ' ου ν οὐκ ἀπέστη αὐτοῦ, περιεχομένη αὐτοῦ καὶ ε νδον ου σα τῶν μαθητῶν αὐτοῦ.̓ Αλλὰ καὶ πᾶς ὁ ταραττόμενος τὴν καρδίαν ἀπὸ λογισμῶν η παθῶν, μηδὲν δὲ πράττων η λέγων κατὰ τὴν ταραχήν, ἐρεῖ τὸ̓ Εταράχθη ἡ καρδία μου ἐντός μου. Ει τ' ἐπεὶ ἀεὶ ἐν ἀνθρώποις η μελλεν ὁ σωτὴρ διάγειν (ἀνελήφθη γοῦν μετὰ ἀνάστασιν εἰς οὐρανούς), ἐρεῖ περὶ τῆς ἀνθρωπίνης ζωῆς οὐ μονίμου οὐδ' ἑστηκυίας ου σης ὡς σκιὰ ἐν τῷ ἐκλείπειν̓ Αντανῃρέθης μου ἐκτιναχθέντος ὡς ἀκρίδος· ὡς γὰρ αἱ ἀκρίδες δι' ἀσθένειαν φύσεως θᾶττον ἐκτινάσσονται σοβούμεναι, ου τω κἀγὼ ἀσθενῆ ζωὴν δι' ἀνθρώπους ἀναλαβὼν ἐπὶ τῷ σταυρωθῆναι ἐξ ἀσθενείας ταχέως ἐξεδιώχθην μετὰ ἀνάστασιν ἀναληφθείς. Δύναται καὶ περὶ πάντων τῶν μαθητῶν ὡς περὶ αὐτοῦ λέγειν τὸ̓ Εξετινάχθην ὡσεὶ ἀκρίδες, ἐπείπερ διωκόμενοι καὶ ἐκτινασσόμενοι πρὸς τῶν κακοῦν θελόντων οὐ ταπεινοῦνται ἀλλ' ἱπτάμενοι μετάρσιοι φέρονται. καὶ πάντες ου ν οἱ μάρτυρες ἐκτιναχθέντες ὡσεὶ ἀκρίδες, ἐάσαντες τὰ κάτω, διώκουσι τὸ βραβεῖον τῆς α νω κλήσεως. 1037 Ps̓ Αποδιδοὺς δὲ τὴν αἰτίαν τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν αὐτὸν ἐπήγαγεν Οτι παρέστη ἐκ δεξιῶν πένητος· ἐμοῦ δηλονότι τοῦ ὑπὲρ πάντων πτωχεύσαντος, ο πως τῇ ἐμῇ πτωχείᾳ πλουτήσωσι. παρίσταται δὲ ἐκ δεξιῶν τοῦ πάντα δεξιῶς πράττοντός τε καὶ φρονοῦντος. πάλιν δὲ τοῦ ἐκ δεξιῶν αὐτοῦ παρεστάναι τὸν θεὸν τὴν πρόφασιν τιθεὶς λέγει Τοῦ σῶσαι τὴν ψυχήν μου. 1038 Ps 109, 1bc Πληρώσαντι τὴν οἰκονομίαν ἐκ νεκρῶν τε ἀναστάντι καὶ εἰς οὐρανὸν ἀναληφθέντι τῷ υἱῷ κυρίῳ ο ντι ει πεν ὁ κύριος Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, τουτέστιν ὁ πατήρ. Παῦλος γοῦν οι δε μετὰ τὴν ἀνάληψιν ταύτην εἰρῆσθαι τὴν φωνὴν διὰ τοῦ φάναι Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· καὶ ἑξῆς Τίνι γὰρ τῶν ἀγγέλων ει ρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; κύριος τοίνυν ω ν ὁ πατὴρ τῶν πρὸς αὐτοῦ γεγενημένων ἁπάντων λέγει τῷ κυρίῳ τῆς κτίσεως Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγει δὲ ὁ πατὴρ τῷ υἱῷ ὡς α ν ει ποι πατὴρ υἱῷ καὶ υἱὸς πατρί, οὐ γὰρ προφορᾷ χρώμενος διαλέγεται τῷ υἱῷ· αὐτὸς γὰρ αὐτοῦ νόησις ἀλήθειά τε καὶ σοφία καὶ λόγος. κάθηται δὲ ἐν τοῖς δεξιοῖς ὁ κύριος τοῦ κυρίου. οὐ τοπικῶς η σῶμα η ν η ει χεν ὁ ταῦτα λέγων, κα ν ἐν τόπῳ τὸ δεξιὸν ἐζητοῦμεν. δεξιοῖ τοιγαροῦν τοῦ θεοῦ οἱ μετέχοντες αὐτοῦ καθὸ θεὸς καὶ α γιος καὶ ἀγαθός ἐστιν· ω ν οὐκ α λλος ἡγήσεται η α μα τῷ πατρὶ βασιλεύων. τὸ γὰρ Κάθου ἐκ δεξιῶν συμβασιλεύειν τοῦ υἱοῦ δηλοῖ πρὸς τὸν πατέρα. Ει τ' ἐπὶ τῶν λογικῶν· οἱ μὲν σοφίαν καὶ ἀκραιφνεστάτην ἀρετὴν ε χοντες θρόνος εἰσὶ τοῦ θεοῦ· καὶ ἐν τούτοις καθήμενος ὁ σωτὴρ ἐν δεξιᾷ τοῦ θεοῦ κάθηται. οἱ δὲ πρὸς κακίαν καὶ κακοδοξίαν ἑλάσαντες ἐχθροὶ τοῦ λόγου καὶ τῆς ἀληθείας εἰσί. βούλεται δὲ καὶ τούτους ὁ πατὴρ διὰ μετανοίας ε λκων ὑπὸ τὴν πορείαν καὶ τοὺς πόδας τοῦ λόγου ποιῆσαι, ι ν' ὑποπόδιον αὐτοῦ γεγενημένοι κατὰ τὸ ἐγχωροῦν α πτωνται τῶν ποδῶν αὐτοῦ· μεθ' η ν ἁφὴν πρὸς ἀρετὴν καὶ σοφίαν εὐκινητότεροι γινόμενοι ἐξ ὑποποδίου καὶ αὐτοὶ θρόνος ε σονται. διό φησιν ὁ Παῦλος Δεῖ γὰρ αὐτὸν βασιλεύειν, α χρις ου θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐνταῦθα ου ν ὁ θεός φησιν Εως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κάθηται μὲν γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς βασιλεύων εἰς ο σον οἱ ἐχθροὶ ἀντιτείνουσιν. ο ταν δὲ αὐτοὺς ὑποτάξῃ καὶ ὑποπόδιον ἑαυτοῦ ποιῆσαι ἀρχὴν ὠφελείας ἐν αὐτοῖς τεθεικώς, ὀρέγων χεῖρα ἀνάγει αὐτούς, ο πως καὶ αὐτοὶ ἐν δεξιοῖς ἀριθμηθεῖεν, οὐκέτι ου σης κακίας τότε δι' η ν ἐτύγχανον ἀριστεροί, ὡς λοιπὸν τὸν πατέρα ἐν υἱῷ καὶ τὸν υἱὸν ἐν πατρὶ ε ν ει ναι καὶ πάντας τελειωθέντας τοὺς λογικοὺς ε ν γενέσθαι πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τοῦ θεοῦ πάντα ἐν πᾶσι γινομένου. 1039 Ps 109, 3ab Νοήσεις καὶ ου τως· τὸ τῆς ἀρχῆς ο νομα βασιλείαν ἐνταῦθα σημαίνει ου σαν μετὰ τοῦ σωτῆρος ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η μετὰ ἀνάστασιν η ν ἀνέστη ἐκ νεκρῶν· εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. η σημαίνων τὴν προσοῦσαν αὐτῷ σύμφυτον ἀρχήν, καθ' η ν κρατεῖ καὶ δυναστεύει (αυ τη δὲ ἡ τῆς δυνάμεως ἡμέρα) οὐκ ἐν τοῖς τυχοῦσιν ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων καθ' α ς ε ξουσιν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς φωτιζόμενοι καὶ λαμπρυνόμενοι ω στ' α ν εἰπεῖν Εστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.̓ Εὰν δὲ ἀρχὴν τοὺς ἀρχομένους λέγῃ, καθ' ο σημαινόμενον ει ρηταἱ Ο θεὸς πάσης ἀρχῆς ἐπικρατῶν, καὶ τὸ̓ Εγενήθη ἡ ἀρχὴ αὐτοῦ ἐπὶ τοῦ ω μου αὐτοῦ, καὶ ου τως ἐρεῖς μετὰ τοῦ ει ναι τοὺς ἀρχομένους ὑπ' αὐτοῦ ἐν τῇ ἡμέρᾳ τῆς δυνάμεως αὐτοῦ η καταυγάζει η λιος δικαιοσύνης ω ν. λέγει γοῦν αὐτὸς περὶ τῶν ὑπ' αὐτοῦ βασιλευομένων πρὸς τὸν πατέρα Θέλω ι να ο που εἰμὶ ἐγὼ καὶ αὐτοί εἰσι μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. 1040 Ps 109, 3c Πάντες οἱ ἐκκλησιαστικοὶ οὐ νῦν πρότερον ἀλλὰ καὶ ἀεὶ πρὸς τοῦ πατρὸς τὴν προκειμένην λέγουσι φωνὴν εἰρῆσθαι συναπτομένην τῇ ἀρχῇ τοῦ ψαλμοῦ ου τως· Ει πεν ὁ κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,– τῶν α λλων ἡμιστίχων διὰ μέσου εἰρημένων. καὶ ε οικέ γε καὶ ὁ ἀπόστολος ταύτῃ τῇ διανοίᾳ ἠκολουθηκὼς εἰρηκέναι Τίνι γὰρ τῶν ἀγγέλων ει ρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου; μονονουχὶ λέγων· Οὐδενὶ τῶν γεννητῶν ἀλλὰ τῷ μονογενεῖ υἱῷ ἑαυτοῦ μόνῳ ει πε Κάθου ἐκ δεξιῶν μου, ἐπεὶ καὶ μόνος αὐτός ἐστι μονογενὴς ω ν ἐν κόλποις τοῦ πατρός. Ιδωμεν δὲ καὶ αὐτὴν τὴν λέξιν τί βούλεται. καὶ ῥητέον γε ο τι ὁ θεὸς ἁπλοῦς μὲν καὶ ἀσύνθετός ἐστι· καὶ ο μως ου τως αὐτοῦ ὑπάρχοντος, ὁ θεῖος λόγος, ἐὰν δημιουργὸν αὐτὸν γνησίως παραστῆσαι βούλεται, ἀφ' ω ν ι σμεν, ὁμιλῶν τῶν χειρῶν αὐτοῦ λέγει ε ργα ει ναι τοὺς οὐρανοὺς καὶ τὴν α λλην κτίσιν. ου τω καὶ γνησίας γονεῖς, ο ταν λόγον ποιώμεθα, γαστέρα ὀνομάζομεν. ἐπεὶ γάρ εἰσι κυρίως τινῶν υἱοί, α λλοι δὲ εἰσποιητοὶ καὶ θετοί, ο ταν μὴ τοὺς θετοὺς ἀλλὰ τοὺς κυρίως σημαίνωμεν, λέγομεν γεννήματα γαστρὸς αὐτοὺς τῶν τεκόντων. καὶ θεὸς ου ν γνήσιον υἱὸν καὶ ἐξ ἑαυτοῦ τὸν μονογενῆ παραστῆσαι θέλων γαστρὸς μνημονεύει. ἀλλ' ω σπερ τὸ ποιεῖν αὐτὸν χερσὶ θεοπρεπῶς, ου τω καὶ τὸ γεγεννηκέναι ἐκ γαστρὸς ἀκούωμεν.̓ Αλλὰ πολλὰ μὲν τὰ χειρῶν ε ργα, ε ν δὲ τὸ μονογενὲς γέννημα γαστρός· ο θεν οὐ ταὐτὸν τὸ κτίζειν καὶ τὸ γεννᾶν ἐπὶ θεοῦ ῥητέον, ὡς οι ονταί τινες. πάντα μὲν γὰρ διὰ τοῦ λόγου καὶ ἐν σοφίᾳ γεγένηται, ἡ σοφία δὲ καὶ ὁ λόγος οὐ διά τινος ἀλλ' ἐκ θεοῦ γεγέννηται. διὸ οὐ ταὐτὸν τὸ γεννᾶν τῷ ποιεῖν· εἰ γὰρ μὴ ει χε διαφοράν, οὐδὲν ἐκώλυεν εἰπεῖν· Αἱ χεῖρές μου ἐποίησάν σε, καὶ γαστρός μου ε ργα οἱ οὐρανοί. ἀλλ' ω σπερ ἡ λέξις πολλὴν ε χει παραλλαγήν, ου τω καὶ τὰ σημαινόμενα ὑπ' αὐτῆς.̓ Αλλ' οὐκ ἀγνοοῦντι τῷ υἱῷ ταῦθ' ὁ πατὴρ λέγει, ἀλλ' ι ν' ἡμεῖς γνῶμεν τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, ἀνεγράφη ταῦτα. Ωσπερ καὶ τὸ ὑπ' αὐτῆς τῆς μονογενοῦς σοφίας εἰρημένον Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διὸ καὶ ἐνταῦθα πρὸ ἑωσφόρου γεγεννῆσθαι λέγεται, ἑωσφόρου δὲ φωτός, οὐκ αἰσθητοῦ μόνου ἀλλὰ καὶ νοητοῦ. εἰ δὲ καὶ τῶν νοητῶν, πρόδηλον ο τι καὶ πάσης τῆς κτίσεως κατὰ τὸ εἰρημένον Καὶ αὐτός ἐστι πρὸ πάντων. 1041 Ps 109, 4 Ωσπερ ἡμῖν ὁ σωτὴρ ο ρκον ὁρίζει ει ναι τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου, ου τω μᾶλλον δὲ πολλῷ πλέον θεὸς ἀληθεύων ὀμνύναι λέγεται, οὐ ἀπωμοτικῷ η κατωμοτικῷ τινι χρησάμενος. ω μοσε τοίνυν ὁ κύριος καὶ οὐ μεταμελήσεται, ἐπείπερ ἀμεταμέλητα τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ· κλῆσις δὲ μεγίστη ἡ τοῦ σωτῆρος εἰς ἱερωσύνην καὶ ἀμεταμέλητον χάρισμα, ἡ ἱερωσύνη οὐ κατὰ τὴν τάξιν̓ Ααρὼν ἀλλὰ τοῦ Μελχισεδὲκ εἰς τὸν αἰῶνα. ἡ γὰρ τοῦ̓ Ααρὼν μέχρι καιροῦ διορθώσεως ἐπικειμένη μετετέθη, ῃ φησιν ὁ Παῦλος Μετατιθεμένης τῆς ἱερωσύνης ἀνάγκῃ καὶ νόμου μετάθεσις γίνεται. ἡ δὲ πρὸς τὸν σωτῆρα γεναμένη διαθήκη αἰώνιος ἀπαράβατον ε χει τὴν ἱερωσύνην, σῴζειν εἰς τὸ παντελὲς δυναμένου τούτου τοῦ ἱερέως τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. ου τως δὲ καὶ τὰς πνευματικὰς θυσίας, θυσίαν αἰνέσεως καὶ δικαιοσύνην ου σας, ὑπὲρ ἡμῶν προσάγει τῷ πατρί, ἀλλὰ καὶ ἑαυτὸν ὑπὲρ πάντων θυσίαν προσηγίοχεν ἐπὶ τῇ τῶν ο λων σωτηρίᾳ. 1042 Ps Τοῦ πατρὸς εἰπόντος Κάθου ἐκ δεξιῶν μου τῷ υἱῷ, νῦν λέγεται Κύριος ἐκ δεξιῶν σου, ὡς φανεροῦσθαι μὴ τοπικῶς ἐκ δεξιῶν τοῦ πατρὸς ει ναι τὸν υἱόν. ἰδοὺ γὰρ α μα καὶ αὐτὸς ἐκ δεξιῶν καὶ ὁ πατὴρ αὐτοῦ ἐκ δεξιῶν ἐστιν, ο περ ἀδύνατον εἰ τοπικῶς τὸ̓ Εκ δεξιῶν νοοῖτο. ὡς ου ν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί, ου τως ὁ υἱὸς τοῦ πατρὸς δεξιός. Καὶ ὁ πατὴρ τοῦ υἱοῦ ἐκ δεξιῶν αὐτοῦ συνθλᾷ ἐν τῇ ἡμέρᾳ τῆς ὀργῆς αὐτοῦ τοὺς νοητοὺς βασιλεῖς οὐκ α λλους τυγχάνοντας ἀρχῶν καὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων τοῦ σκότους. οἱ αὐτοὶ δέ εἰσιν ου τοι οἱ ὑπὸ πόδας τοῦ σωτῆρος τιθέμενοι ο ντες διὰ τὴν κακίαν καὶ πονηρίαν η ν ει λαντο ἐχθροὶ αὐτοῦ, πλὴν συνθλασθέντες παύσονται τοῦ ει ναι πολέμιοι, καταργουμένης ὑπὸ κυρίου πάσης ἀρχῆς καὶ πάσης ἐξουσίας τοιαύτης. ἡμέρα δὲ ὀργῆς κυρίου ὁ καιρὸς τῆς α μα πάντων κρίσεως ἐν ταῖς γραφαῖς λέγεται. Τούτων δὲ ου τως ἐπιτελουμένων, ὁ θεὸς ἐν τοῖς ε θνεσι πτώματα πληρώσει, οὐδένα κενὸν ἐῶν καὶ ἀμέτοχον τῆς ἀπ' αὐτοῦ πληρότητος τῶν ἐπὶ σωτηρίᾳ πεσόντων, ι να ἀναστῶσιν εἰς αἰώνιον ζωήν. κεῖται γὰρ αὐτὸς ου περ ἐκ τοῦ πληρώματος οἱ α γιοι εἰλήφασιν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν, καταβάλλων καὶ πίπτειν ποιῶν τοὺς φαύλην στάσιν ε χοντας τῷ κατὰ κακίαν καὶ ἀσέβειαν δοκεῖν ἱδρῦσθαι ἐπὶ τῷ ἐγεῖραι αὐτοὺς εἰς ἀνάστασιν ζωῆς, ο πως αὐτῷ λοιπὸν χρήσονται κεφαλῇ, συνθλασθεισῶν τῶν φαύλων βασιλειῶν α ς ει πε Κεφαλὰς πολλῶν, τῶν κεχυδεῶσθαι διὰ τὴν κακίαν πολλῶν καλουμένων. ἐπεὶ γὰρ οὐχ οι όν τε η ν α μα ἐκείνους καὶ αὐτὸν κεφαλὴν τουτέστι βασιλέα ε χειν πρῶτον ε τι ἐπὶ τῆς γῆς ω ν, συνθλάσας τοὺς ἐπὶ κακῷ τῶν ἐθνῶν α ρχοντας αὐτὸς νομίμως αὐτῶν βασιλεύων παντὸς ἀνδρὸς κατὰ τὸν ε σω α νθρωπον τυγχάνοντος καὶ τῆς ἀμωμήτου ἐκκλησίας κεφαλή ἐστιν. Αι τιον δὲ τούτων ἁπάντων καθέστηκε τὸ πεπωκέναι ἐκ χειμάρρου αὐτὸν γενόμενον ἐν τῇ ὁδῷ τοῦ τῶν ἀνθρώπων βίου. τοῦτο γὰρ ὁ τελευταῖος αἰνίττεται στίχος λέγων̓ Εκ χειμάρρου ἐν ὁδῷ πίεται υ δωρ· διὰ τοῦτο ὑψώσει κεφαλήν. 1043 Ps 109, 7̔ Ο χειμάρρους πολλαχοῦ ω σπερ καὶ ἐνταῦθα πειρασμὸν σημαίνει, πιεῖν δὲ ἐξ αὐτοῦ ἐστι τὸ ἀναδέξασθαι αὐτόν. πεπείραται δὲ̓ Ιησοῦς ὑπὲρ σωτηρίας γενόμενος ἐν τῇ τῶν ἀνθρώπων ὁδῷ, ω ς φησιν ὁ ἀπόστολος γράφων ω δε·̓ Εν ῳ γὰρ αὐτὸς πέπονθε πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι· ω ν καὶ βασιλεὺς ἀναδειχθείς, δοθείσης αὐτῷ ἐξουσίας ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, υ ψωσε κεφαλήν, α ρχων οὐ μόνον τῶν ἐπὶ γῆς ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς χειροτονηθεὶς ὑπὸ τοῦ πνεύματος ἐπὶ τῷ πᾶν γόνυ κάμψαι αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πάσης γλώσσης ἐξομολογουμένης ο τι κύριος̓ Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ταύτης τῆς ὑψώσεως σύμβολον ὁ σταυρὸς φέρει. Πάντα δὲ ταῦτα περὶ τοῦ γενομένου σαρκὸς λόγου εἰρήσεται. εἰ γὰρ καὶ ει ς καὶ αὐτὸς τυγχάνει, ἀλλ' ου ν κατὰ τὴν ἐπίνοιαν ἁρμόσει τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ τὰ προκείμενα. 1044 Ps 110, 1 Καὶ ὀλίγῳ δὲ πρότερον η ν ε γνωμεν παράδοσιν ἀρχαίων ἐθήκαμεν ἐκείνων ει ναι τοὺς μετὰ τοῦ̓ Αλληλουϊὰ ἐπιγραφομένους ψαλμοὺς τῶν ἐν τοῖς προτέροις συντεταγμένων οι ς καὶ ἐνταῦθα ἀπὸ τοῦ ΡΙ ψαλμοῦ ε ως τοῦ ΡΙΗ τὸ Αλληλουϊὰ προγέγραπται, οὐ παρεμφαινομένου προσώπου ῥητοῦ ου ε καστος̓ τούτων τυγχάνει. ἐπεὶ ου ν ὁ ΡΘ τοῦ Δαυὶδ ἐπιγέγραπται, ἀνάγκη ο σον ἐπὶ τῇ παραδόσει αὐτοῦ καὶ τοὺς καθεξῆς ει ναι πάντας μέχρι τοῦ ΡΙΗ. καὶ ε στω καθόλου παρατήρησις αυ τη ἐπὶ πάντων τῶν ἀνεπιγράφων ψαλμῶν. Μέλλων δὲ ὁ α γιος ἀπαγγέλλειν τὰ ἐπὶ σωτηρίᾳ τῶν ο λων γενόμενα ὑπὸ κυρίου προαναφωνεῖ τὰς ἐκκειμένας φωνάς. ἐν ο λῃ δὲ καρδίᾳ ἐξομολογεῖται πᾶς καὶ μόνος ὁ ἐξ ο λης καρδίας καὶ ψυχῆς καὶ διανοίας τὸν θεὸν ἀγαπήσας· καὶ πᾶσαν μὲν τὴν ἀγαπητικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀποτείνας ἐξ ο λης καρδίας τὸν θεὸν ἀγαπᾷ, πᾶσαν δὲ τὴν ὑμνητικὴν καὶ εὐχαριστικὴν αὐτοῦ δύναμιν εἰς θεὸν ἀναλώσας ἐξομολογεῖται αὐτῷ ἐξ ο λης καρδίας ἐν τῇ τῶν σπουδαίων συναγωγῇ, οὐκ ἐν τῷ τυχόντι τόπῳ η μετὰ τῶν τυχόντων. Δυνατὸν στίξαντα εἰς τὸ̓ Εν ο λῃ καρδίᾳ ἀναγνῶναι ἑξῆς̓ Εν βουλῇ εὐθείων καὶ συναγωγῇ μεγάλα τὰ ε ργα κυρίου. 1045 Ps 110, 2 Καθόλου καὶ γενικῶς ὀνομαζομένου τοῦ θελήματος τοῦ κυρίου, τὰ περὶ τῶν κατὰ μέρος ε ργων αὐτοῦ ἰδικὰ θελήματα αὐτοῦ ει εν. εἰ ου ν πάντα ο σα ἠθέλησεν ἐποίησε, καθόλου ἡ ποίησις ἐξῆπται τῆς θελήσεως αὐτοῦ, τῶν καθ' ε καστα ποιημάτων ἡρμοσμένων τοῖς κατ' ει δος θελήμασι. διὸ καὶ μεγάλου ο ντος τοῦ δημιουργοῦ, μεγάλα ἐστὶ καὶ τὰ ε ργα αὐτοῦ σφόδρα ἠκριβωμένα πρὸς τὴν α ρμοσιν τῶν θελημάτων αὐτοῦ· οὐ γὰρ ὡς ε τυχεν, ἀλλ' ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τυγχάνει ταῦτα. διὸ τῶν ε ργων ἐξεζητημένων, μὴ λεγέτω τις εἰς τί ἐκεῖνο. πάντα γὰρ εἰς χρείαν αὐτῶν ἐκτίσθη· διὸ πάντα καλὰ λίαν ἐστὶ τὰ τοῦ θεοῦ ε ργα. Εἰ δ' ε ργα θεοῦ λάβοι τις τὰ παραδόξως καὶ τεραστίως ἐπιτελούμενα (τοῦτο μὲν διὰ Μωυσέως καὶ τῶν προφητῶν, τοῦτο δὲ διὰ̓ Ιησοῦ τοῦ σωτῆρος ἡμῶν), ῥηθείη καὶ περὶ τούτων τὰ προκείμενα ῥητά. τὰς γὰρ ἀναστάσεις τῶν νεκρῶν καὶ τὰς τῶν λεπρῶν καθάρσεις καὶ ἀναβλέψεις τῶν τυφλῶν καὶ τὰ ὁμογενῆ τούτοις̓ Ιησοῦς ἐπιτελῶν συμβολικῶς ἐδήλου δι' αὐτῶν τὰς τοῦ ε σω ἀνθρώπου ἰάσεις, α περ πάντα προηγουμένως θελήματά ἐστι θεοῦ. Εἰ δὲ καὶ τὰς ἀρετὰς λάβοι τις θελήματα θεοῦ λέγεσθαι διὰ τὸ Ος ποιήσει πάντα τὰ θελήματά μου, ἐρεῖ ε ργα μεγάλα ἐξεζητημένα εἰς πάντα τὰ θελήματα τοῦ θεοῦ ει ναι τὰς κατ' ἀρετὴν ἐνεργείας. 1046 Ps Καὶ κατὰ τὸ ῥητὸν μέντοι τροφὴν ἐξαιρέτως δίδωσι τοῖς φοβουμένοις αὐτὸν μετά τινος παραδοξοποιΐας, ὡς τῷ Δανιὴλ τὸ α ριστον τυγχάνοντι ἐν τῷ λάκκῳ τῶν λεόντων ἐν τῇ Βαβυλῶνι· ἐκ τῆς̔ Ιερουσαλὴμ τὸν̓ Αμβακοὺμ μετάρσιον α ρας η γαγεν εἰς Βαβυλῶνα κομίζοντα τὴν τροφὴν αὐτῷ τῷ Δανιήλ. ἀλλὰ καὶ κόραξιν ἐντειλάμενος α ρτους τὸ πρωῒ καὶ κρέας τὸ δείλης φέρειν τῷ̓ Ηλίᾳ (λιμοῦ πολλῆς τυγχανούσης) ε θρεψεν αὐτὸν φοβούμενον τὸν κύριον. Τῆς δὲ παλαιᾶς διαθήκης αὐτοῦ ε ως καιροῦ διορθώσεως δοθείσης τέλος ἀναλαβούσης, μνησθήσεται εἰς τὸν αἰῶνα τῆς κατὰ τὸ εὐαγγέλιον καινῆς διαθήκης ἀδιαδόχου μενούσης. διὸ καὶ τῷ λαῷ ου ς περιεποιήσατο τῷ ἰδίῳ αι ματι διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος̓ Ιησοῦς δίδωσι τὴν ἰσχὺν τῶν ε ργων αὐτοῦ, φανερῶν αὐτοῖς οι ας δυνάμεώς ἐστιν ε καστον ω ν προσέταξεν ἐργάζεσθαι τὸν λαὸν καὶ τοὺς λόγους τῶν γεγονότων. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. ο τε πώρωσις ἀπὸ μέρους τῷ̓ Ισραὴλ γέγονε, τὸ πλήρωμα τῶν ἐθνῶν εἰς τὴν σωτηρίαν εἰσῆλθεν. ἀλλ' ἐπεὶ ἀγαθὸς ὁ θεός ἐστιν οὐκ ἀρκεσθεὶς τῷ μόνον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν εἰς τὴν ἀκήρατον καὶ δεδοξασμένην κληρονομίαν, μιμνήσκεται εἰς τὸν αἰῶνα τῆς πρὸς τοὺς υἱοὺς̓ Ισραὴλ διὰ τοὺς πατέρας αὐτῶν διαθήκης. τὴν ἰσχὺν ω ν ἐποίησεν ε ργων ἀναγγελεῖ τῷ̓ Ισραηλιτικῷ λαῷ, ι να τῆς οἰκονομίας τὴν δύναμιν θεωρήσαντες σωθῶσι καὶ αὐτοὶ μετὰ τὸ εἰσελθεῖν τὸ πλήρωμα τῶν ἐθνῶν λαμβάνοντες θεόθεν τὴν προσοικειωθεῖσαν καὶ βεβαιωθεῖσαν τοῖς ε θνεσι κληρονομίαν. 1047 Ps Πολλαχοῦ τῶν θείων λογίων χεῖρα τοῦ πατρὸς καλούμενον εὑρίσκομεν τὸν κύριον, ὡς ἐν τῷ̔ Η χείρ μου ἡ ὑψηλὴ ἐποίησε ταῦτα πάντα. ὁ γὰρ λόγος δι' ου τὰ πάντα καὶ ἡ σοφία ἐν ῃ τὰ πάντα ὁ πατὴρ ἐποίησε χείρ ἐστιν αὐτοῦ δημιουργήσασα τὸ πᾶν. ἀλλὰ καὶ ἐν χειρὶ κραταιᾷ ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ θεὸς ἐν τῷ αὐτῷ υἱῷ τοῦτ' εἰργάσατο, ω ς τις τῶν ἀποστόλων γράφεἰ Ιησοῦς α παξ λαὸν ἐξ Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύοντας ἀπώλεσε. Καὶ ἐπεὶ καὶ α λλαι γραφαὶ οὐ μιᾷ χειρὶ τὸν θεὸν πεποιηκέναι φασὶν ὡς ἡ λέγουσα Εργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, καὶ ἡ ἀπαγγέλλουσα Ου αἱ χεῖρες ε κτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ (συνᾴδει τούτοις καὶ ὁ εἰπὼν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με), ζητῶν τις εὐλόγως ευ ροι καὶ τὸ α γιον πνεῦμα χεῖρα τοῦ θεοῦ καλούμενον· ἐξ ου δείκνυται δημιουργικὸν ο ν τὸ πνεῦμα τὸ α γιον, ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι τοῦ πατρὸς τοὺς οὐρανοὺς ἐργασαμένου καὶ τὴν στρατιὰν τοῦ οὐρανοῦ κτίσαντος. Τούτων δὲ τῶν χειρῶν ε ργα θεοῦ ἐν πᾶσι τοῖς ἁγίοις εὑρίσκεται τυγχάνοντα ἀλήθεια καὶ κρίσις. η ν γὰρ δίδωσιν υἱὸς ἐν πνεύματι ἁγίῳ πρακτικὴν ε ξιν, κρίσις ἐστὶ κρίνουσα καὶ μετ' ἐξετάσεως ὁρίζουσα α δεῖ αἱρεῖσθαι ἀγαθὰ καὶ φεύγειν κακά· ἀλήθεια δὲ ω ν δίδωσιν ὁ Χριστὸς διὰ πνεύματος ἁγίου καὶ κατὰ τὸ πνεῦμα λόγον σοφίας καὶ λόγον γνώσεως. Εργα ου ν τῶν τοῦ θεοῦ χειρῶν γνῶσις ἀληθείας καὶ ἠθικὴ ἀρετὴ ο ντα ἀλήθεια καὶ κρίσις· διὸ ἀκολούθως ἐπηνέχθη Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, οὐ διὰ τὸ πιστεύειν ου τως εἰρημέναι ἀλλὰ διὰ τὸ ἀμετακίνητον καὶ βέβαιον, καθ' ο σημαινόμενον γέγραπται Δώσω ὑμῖν διαθήκην αἰώνιον, τὰ ο σια Δαυὶδ τὰ πιστά. Αυ ται ου ν αἱ πισταὶ ἐντολαὶ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τυγχάνουσι διὰ τὸ θεοῦ ει ναι καὶ ἀνατραπῆναι μὴ οι ας τε ει ναι. περὶ αὐτῶν γοῦν ὁ σωτὴῥ Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ει πεν.̓ Αλλὰ μὴ λάθῃς νομίσας περὶ ἐντολῶν τῶν κατὰ τὴν σκιὰν εἰρῆσθαι τὰ προκείμενα. παρῆλθον γὰρ ἐκεῖναι μέχρι καιροῦ διορθώσεως δοθεῖσαι. περὶ γὰρ τῶν κατ' αὐτὸν πνευματικῶν νόμων ἀκούειν δεῖ τῶν προκειμένων, ὡς τὸ ἐπιφερόμενον διδάσκει ε χον ου τως· Πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. γίνονται γὰρ ἐν ἀληθείᾳ νενοημέναι κατὰ τὸ δόγμα τῆς θεοσεβείας. ἀλλὰ καὶ εὐθύτητι ἐπιτελοῦνται σὺν βελτίστῃ ε ξει φυλαττόμεναι, ὡς ε ργα χειρῶν κυρίου καὶ ταύτας ἐν ἑκάστῳ θεοσεβεῖ ἐπιτελεῖσθαι τυγχάνοντα ἀλήθεια καὶ κρίσις. μετέλαβε δὲ τὴν κρίσιν εἰς εὐθύτητα τῷ τὴν πρακτικὴν καὶ ἠθικὴν ἀρετὴν κατευθύνειν τὴν ψυχὴν καὶ κριτικὴν ει ναι πρακτέων καὶ μὴ πρακτέων. 1048 Ps 110, 9ab Ην ἀπέστειλεν ὁ θεὸς λύτρωσιν τῷ λαῷ αὐτοῦ, οὐχ ἑτέρα ἐστὶ τοῦ εἰπόντος Ηλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. τῷ αὐτοῦ γοῦν τιμίῳ αι ματι χάριτι θεοῦ ὑπὲρ παντὸς γευσαμένου θανάτου ἐλυτρώθημεν ἐκ τῆς πατροπαραδότου ματαίας ἀναστροφῆς ἡμῶν. γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς ω σπερ σοφία καὶ δικαιοσύνη καὶ ἁγιασμὸς ἀπὸ θεοῦ, ου τω καὶ ἀπολύτρωσις, φάσκων̓ Απέστειλέ με κηρύξαι αἰχμαλώτοις α φεσιν. ἀφεὶς γὰρ τῆς αἰχμαλωσίας τοὺς ὑπὸ τοῦ διαβόλου καὶ τῆς κακίας κεκρατημένους λυτρωτὴς καὶ εὐεργέτης πάντων ἀναπέφανται, ἁμαρτήματα καὶ ἀσεβείας ἀφεὶς τῶν προσφευγόντων αὐτῷ.̓ Αλλὰ καὶ οὐκ ἀρκεσθεῖσα ἡ ἀγαθότης αὐτοῦ τῷ λελυτρῶσθαι μόνον τοὺς αἰχμαλώτους, καὶ κληρονόμους αὐτοὺς τοὺς τοῦ ἰδίου πατρός, ἑαυτοῦ δὲ συγκληρονόμους ε θετο ἐντειλάμενος αὐτοῖς διαθήκην αἰώνιον, ο πως συντόνως καὶ τελείᾳ προθυμίᾳ ἐχόμενοι αὐτῆς ἀθάνατον κληρονομίαν ἀπολάβωσι κατὰ τὰς αἰωνίους καὶ ἀφθάρτους ἐπαγγελίας. 1049 Ps 110, 9c Τὸ ο νομα, φησίν, αὐτοῦ τοῖς μὲν ἁγίοις α γιον, τοῖς δὲ μὴ ἁγίοις φοβερόν. ω σπερ γὰρ ἁγίους ποιεῖ τοὺς μετέχοντας αὐτοῦ τυγχάνον πηγὴ ἁγιότητος, ου τω φοβερόν ἐστι τοῖς μετὰ τοῦ φορεῖν αὐτὸ ἁμαρτάνουσι. 1050 Ps 110, 10 Ωσπερ τῆς ὁδοῦ τῆς ἀγαθῆς (αυ τη δ' ἐστὶν ἡ θεωρία τῆς ἀληθείας) ἀρχὴ τὸ ποιεῖν τὰ δίκαια ὑπάρχει, ου τως ἀρχὴ καὶ εἰσαγωγὴ εἰς τὴν θεοῦ σοφίαν οὐκ α λλην ου σαν τῆς θεωρίας τῆς ἀληθείας ὁ θεῖός ἐστι φόβος ὁ αὐτὸς ω ν τοῖς πρακτικοῖς δικαίοις ὀνομαζόμενος. ο νπερ ου ν ε χει λόγον τὸ ποιεῖν τὰ δίκαια πρὸς τὴν ἀγαθὴν ὁδόν, τοῦτον ὁ τοῦ θεοῦ φόβος πρὸς τὴν σοφίαν. δύναται τὸ ἀρχὴ ο νομα καὶ ἐνταῦθα οὐκ ἀντὶ εἰσαγωγῆς ἀλλ' αι τιον κεῖσθαι, ι ν' ῃ τὸ λεγόμενον αἰτία καὶ ἀρχὴ ὁ τοῦ θεοῦ φόβος. Καὶ ἡ α μα τῇ σοφίᾳ ταύτῃ σύνεσις ἀγαθὴ οὐ τοῖς α νευ τοῦ ποιεῖν νενοηκόσιν ἀλλὰ τοῖς ποιοῦσιν αὐτὴν τυγχάνει. τοῖς γὰρ ποιοῦσι τὴν σύνεσιν οὐχ ἑτέραν ου σαν τῆς ἀρετῆς ὠφέλεια ε σται, ἐξ η ς ὠφελείας μανθάνουσι τὸ ἀγαθὸν αὐτῆς.̓ Επὶ πᾶσι τοῖς ἐν τῷ προκειμένῳ ψαλμῷ θεολογηθεῖσι φέρεται τέλος μένειν τὴν αι νεσιν αὐτοῦ. τοῦτο γὰρ κατάλληλον πέρας τοῖς θεολογοῦσι τὸ λέγειν̔ Η αι νεσις αὐτοῦ (τοῦ θεολογηθέντος δηλονότι) μένει ἐπ' α πειρον. ἐπεὶ γὰρ ὁ ὑμνούμενος ἀθάνατος, ἀνάγκη καὶ τὴν αι νεσιν αὐτοῦ ἀτελεύτητον ει ναι ὡς διαρκεῖν εἰς πάντας τοὺς αἰῶνας. 1051 Ps 111, 1bc̔ Ο μὴ α λλου του χάριν η αὐτῶν ε νεκα ἐνεργῶν αὐτὰς οι ον διὰ δόξαν ἀνθρωπίνην η διὰ τὸ μὴ περιπεσεῖν τῇ τοῖς ἁμαρτάνουσιν ἐπαγομένῃ κολάσει η διὰ μισθόν, ἀλλὰ δι' αὐτὸ τὸ ἀγαθὸν αἱρούμενος καὶ ἐνεργῶν– ου τω γὰρ ε σται ἀληθῶς ὁ τοιοῦτος μακάριος. 1052 Ps Τοῦ μακαριζομένου ἀνδρὸς ἐπὶ τῷ τὸν τοῦ κυρίου φόβον ε χειν τὸ σπέρμα ο σπείρει εἰς τὴν ἀγαθὴν γῆν, τὴν σπουδαίαν καὶ καλὴν καρδίαν αὐτοῦ, δυνατόν ἐστιν ὡς ἑκατονταπλασίονα καρπὸν ἐνεγκεῖν. τῶν μὲν γὰρ φαύλων τὰ σπέρματα α σπείρουσιν εἰς τὴν σάρκα, τὴν ὑλικὴν καὶ γεώδη ε ξιν αὐτῶν, ἀσθενῆ (διὸ καὶ ἐκ τῆς σαρκὸς θερίζουσι φθοράν), τῶν δὲ σπειράντων εἰς τὸ πνεῦμα δυνατὸν τὸ σπέρμα, ο θεν καὶ θερίζουσιν εἰς ζωὴν αἰώνιον. ἑκάστῳ γοῦν τῶν ου τω τελείων καὶ α μα πᾶσι προστάττει ὁ λόγος Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε ἑαυτοῖς εἰς καρπὸν ζωῆς. Δόξα καὶ πλοῦτος ἐν τῷ οι κῳ αὐτοῦ. ὁ τοὺς̓ Ιησοῦ λόγους ου ς η κουσεν εἰς ε ργα μεταβαλὼν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν, ἐπὶ τὸν ἀρραγῆ τοῦ θεοῦ λόγον τὰς κρηπίδας τοῦ θεωρητικοῦ καὶ πρακτικοῦ βίου ἑαυτοῦ καταβαλλόμενος. ταύτην ου ν η ν ᾠκοδόμησεν οἰκίαν ε καστος τῶν φοβουμένων τὸν κύριον ἐπὶ τῷ ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου τεθεληκέναι (τουτέστι τοῖς̓ Ιησοῦ λόγοις σφόδρα τεθεληκέναι) πληροῖ δόξης νοημάτων τῆς ἀληθείας καὶ πλούτου συγκειμένου ἐκ παντὸς λόγου καὶ πάσης γνώσεως καὶ ε ργων ἀγαθῶν. ο θεν καὶ τὸ ἐπάγγελμα τῆς δικαιοσύνης αὐτοῦ παρατείνει ἐπὶ τὸν αἰῶνα τοῦ αἰῶνος. τοιαύτας αἱ μαῖαι οἰκίας ἑαυταῖς ᾠκοδόμησαν φοβηθεῖσαι τὸν κύριον, ι να μὴ α οικοι τὴν ἐρημίαν πλανώμεναι κατὰ τὸν̓ Ησαῦ τυγχάνωσιν ἀλλ' οἰκῶσι κατὰ τὸν α πλαστον̓ Ιακὼβ οἰκίαν. Αλλοι δὲ καὶ κατὰ τὸ ῥητὸν ἐξειλήφασι τὰ προκείμενα. 1053 Ps 111, 5b 1053 Οὐκ ἀνθρωπίνους δὲ τοὺς λόγους ἡγητέον ει ναι. ου ς γὰρ πιστεύονται οἰκονομεῖν λόγους, καὶ αὐτῶν πως λέγονται. προτέταχε γοῦν η ς ε τυχε προφητείας θεόθεν τις τὸ Λόγοι Αμὼς οἰ ἐγένοντο ἐπὶ ἀκκάρων, καὶ Σολομὼν δὲ ἀπογυμνῶν τὸ πρᾶγμα Οἱ ἐμοὶ λόγοι, φησίν, ει ρηνται ὑπὸ θεοῦ. ἀμέλει καὶ τὸ θεῖον εὐαγγέλιον ὁτὲ μὲν τοῦ δεδωκότος ὁτὲ δὲ τῶν διακονούντων χρηματίζει, ἀπὸ μὲν τῶν διακονούντων ο ταν λέγῃ Παῦλος Τὸ εὐαγγέλιόν μου, ἀπὸ δὲ τοῦ ἐγχειρίσαντος ο ταν πάλιν Παῦλος λέγῃ Καθὼς δεδοκιμάσμεθα ὑπὸ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, καὶ Οτι ἀφωρισμένοι εἰς εὐαγγέλιον θεοῦ· καὶ οὐ θαυμαστόν. αὐτὸ γὰρ τὸ α γιον πνεῦμα τὸ πληροῦν τῶν θείων τοὺς ἱεροὺς α νδρας ὁτὲ μὲν θεοῦ ὁτὲ δὲ τῶν ἐχόντων λέγεται, ὡς ἐν τῷ̓ Επαναπέπαυται τὸ πνεῦμἀ Ηλιοῦ, καὶ̓ Εν πνεύματι καὶ δυνάμεἰ Ηλιοῦ1054 Ps 111, 8b̓ Αλλὰ μὴ νομίσῃς διὰ τὸ χρονικῶς εἰρῆσθαι Μέχρις ου ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μὴ σαλεύεσθαι αὐτόν, ο τι μετὰ τὴν κατάλυσιν τῶν ἐχθρῶν σαλεύεται. πῶς γὰρ α ν κλονηθείη, καθαιρεθέντων τῶν ἐχθρῶν, ὁ ἐν τῷ ἀπειλεῖν καὶ ἐπικεῖσθαι αὐτοὺς τοῦτο μὴ παθών; σύνηθες γὰρ τῇ γραφῇ ἐπὶ πολλῶν ου τω χρῆσθαι, οι ον περὶ τῆς Μαρίας φησὶ τὸ Εὐαγγέλιον μεμενηκέναι παρθένον αὐτήν, Εως ου ε τεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἀκολούθως. ἐπεὶ γὰρ προσήκει τὸ δεῖξαι α νευ γάμου ἐκ παρθένου γεγονέναι τοῦ Ιησοῦ τὴν γέννησιν, εἰκότως ε νθα ἀμφίβολον η ν. μὴ α ρἀ φθορὰν ὑπέμεινεν ἡ παρθένος· ε φη καὶ συνείληφε· τὴν ἀμφιβολίαν ταύτην περιελὼν παρθένον αὐτὴν μεμενηκέναι μέχρι τῆς ἀποτέξεως λέγει. εἰ γὰρ μέχρι τοῦ τεκεῖν παρθένος ου σα ει ρηται, οὐκ ἐξ ἀνδρὸς συνείληφεν ο προήνεγκε παρθένος ου σα τέκνον. ταύτῃ τῇ διανοίᾳ ὑπὸ θεοῦ λέγεταἰ Εγώ εἰμι, ἐγώ εἰμι, καὶ ε ως α ν καταγηράσητε, ἐγώ εἰμι. 1055 Ps 111, 9c Κέρας τὸν θεόν φησι. πάντες γὰρ οἱ δίκαιοι τοῦτο θαρροῦντές φασιν Εν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. καὶ ὁ̓ μακαριζόμενος τοίνυν τοὺς ἐχθροὺς ἑαυτοῦ ἐν κυρίῳ κερατίσας τὸ κέρας ῳ αὐτοὺς καθεῖλεν ἐν δόξῃ ὑψούμενον ε χει. 1056 Ps 111, 10̓ Εν τῷ μετὰ ταῦτα βίῳ τυγχανόντων τῶν ἐπαγγελιῶν τῶν ευ βεβιωκότων, τῶν ἁμαρτωλῶν ε καστος περιτυχὼν κολάσει ο ψεται ο ν ἐπόρθησε δίκαιον, καὶ ὀργισθήσεται καθ' ἑαυτοῦ ἐν μεταμελείᾳ σφοδροτάτῃ γινόμενος, ο τε καὶ βρύξει τοὺς ὀδόντας αὐτοῦ, καὶ τακήσεται ἀποβαλὼν τὸν ο γκον καὶ τὸ οι δημα τῆς ὑλικῆς καὶ σαρκικῆς ε ξεώς τε καὶ προαιρέσεως, τῆς τῶν ἁμαρτωλῶν ἐπιθυμίας ἀπολλυμένης. ἀμέλει γοῦν καὶ βρύχουσι καθ' ἑαυτῶν τοὺς ὀδόντας. συμβαίνειν ταῦτα τοῖς κολαζομένοις καὶ ὁ σωτὴρ ει πε φάσκων̓ Εκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ε σται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.̓ Αλλὰ μὴ ου τως βραδὺς ε σο ὡς αἰσθητοὺς ὀδόντας νομίζειν λέγεσθαι. ἐπεὶ μηδὲ̓ Οδόντας ἁμαρτωλῶν συνέτριψας αἰσθητῶς λαμβάνομεν, μήποτ' ου ν οἱ τραφέντες ἐν τῷ βίῳ τούτῳ τὴν κακίαν καὶ τὴν συνηρμοσμένην αὐτῇ δυσσέβειαν οι αν τροφὴν δηλητήριον ψυχικαῖς δυνάμεσί τισι τὰ α θεα δόγματα κατελέαινον οι α ὀδοῦσι καὶ μύλαις μεταμελούμενοι· ἐφ' οι ς κακῶς ἐτράφησαν αὐτὰς ἐκείνας τὰς τῆς ψυχῆς δυνάμεις δι' ω ν ε τεμνον καὶ ἐλέαινον τὴν χειρίστην τροφήν, βρύξουσι σφοδρῶς αὐτῶν καθικνούμενοι, μεμφόμενοι ἑαυτοὺς ἐφ' οι ς πράξαντες συνεσχέθησαν τῇ φλεγούσῃ τιμωρίᾳ. 1057 Ps 112, 1b̓ Απολύτως εἰρημένον τὸ Παῖδες οὐκ ἐπιτρέπει νομίσαι ἀντὶ δούλων εἰρῆσθαι τοὺς παῖδας· ἁπλῶς γὰρ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται. οἱ δὲ δοῦλοι παῖδές τινων· ὡς γὰρ δοῦλος, ου τω καὶ τὸ παῖς πρὸς τὸν δεσπότην ε χει τὴν ἀναφοράν. πολλαχοῦ γοῦν ε στιν ἰδεῖν παῖδας Δαυὶδ καὶ παῖδας Σολομῶντος καὶ ἑτέρων πλειόνων τοὺς δούλους αὐτῶν καλουμένους. εἰ δὲ ι σον δύναται τὸ Αἰνεῖτε, παῖδες, τῷ Αἰνεῖτε, υἱοί, καὶ αὐτὸς ἐπίστησον. δύναται γὰρ ἀκολουθίαν ε χειν τοῦ λόγου διαστελλομένου, ο τι δούλων ἐστὶ τὸ φοβεῖσθαι τὸν θεόν, υἱῶν δὲ τὸ δοξάζειν αὐτὸν διὰ τὸ ὑμνεῖν· φησὶ γὰρ ὁ θεὸς Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος φοβεῖται τὸν κύριον αὐτοῦ· καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ φόβος μου; καὶ εἰ πατήρ εἰμι, ποῦ ἐστιν ἡ δόξα μου; 1058 Ps Τάχα καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου ει εν α ν ἀνατολαί τινες καθ' α ς ἀνατέλλει. αυ ται δὲ συγγένειαν ε χουσιν (η αὐταὶ αὐταῖς τυγχάνουσι) πρὸς τὰς ἀνατολὰς ἐν αι ς ὁ παράδεισος πεφύτευται. ει εν δὲ ταύταις ταῖς ἀνατολαῖς καταλλήλως ε χουσαι καὶ δύσεις καθ' α ς ἀνατολὰς καὶ δυσμὰς αἰνεῖν τὸ ο νομα κυρίου προσήκει. ε δυνε γὰρ τῷ̓ Ισραήλ, ἀνέτειλε δὲ τοῖς πιστεύσασιν ε θνεσιν. ἐπεὶ ου ν σοφῶς καὶ δικαίᾳ κρίσει κἀκείνους ε δυνε καὶ τούτοις ἀνέτειλεν, ἀποδεχόμενοι τὰ τῆς προνοίας κρίματα πανταχοῦ καὶ ἐπὶ παντὶ ὑπὸ κυρίου γινόμενα Αἰνεῖτε τὸ ο νομα αὐτοῦ· ὑψηλὸς ἐπὶ πάντα τὰ ε θνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ ἁπλουστέρως λαμβανόμενα τὰ ῥητὰ δηλοῦσιν ὡς θεὸς τῶν πάντων προνοεῖται ὑψηλὸς ω ν οι α βασιλεὺς ἐπὶ πάντα τὰ ε θνη, ε χων καὶ ἐν τοῖς οὐρανοῖς τὴν δόξαν τῷ καὶ τῶν ἐκεῖσε λογικῶν ταγμάτων ἡγεῖσθαι. βαθυτέρῳ δὲ νῷ ἐπὶ πάντα τὰ πεπιστευκότα ε θνη ὁ κύριος ὑψηλός ἐστιν ὑμνούμενος πρὸς αὐτῶν καθαρῷ βίῳ πρακτικῷ τε καὶ θεωρητικῷ. ἐπὶ δὲ τοὺς οὐρανοὺς τοὺς μηκέτι φοροῦντας τὴν εἰκόνα τοῦ χοϊκοῦ ἀλλὰ τὴν τοῦ ἐπουρανίου ἡ δόξα αὐτοῦ τυγχάνει ὡς καὶ ἀπαγγέλλειν αὐτὴν ἰδίοις μαθηταῖς· Οἱ οὐρανοὶ γὰρ διηγοῦνται δόξαν θεοῦ. πάντως γάρ τισιν αὐτὴν διηγοῦνται. Εἰ δὲ δύνασαι δόξαν κυρίου φάναι τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ τὸν κύριον καὶ σωτῆρα ἡμῶν, ἀκολούθως ἐκλήψῃ τῷ λεχθέντι πρὸς τὸν φωτιζόμενον Καὶ ἡ δόξα τοῦ θεοῦ ἐπὶ σὲ ἀνατέταλκεν. 1059 Ps 112, 5– 9 Καὶ διὰ τῶν προκειμένων λέξεων προνοοῦντα τὸν πάντων θεὸν μανθάνομεν, περὶ ου ἀσυγκρίτως πρὸς πάντα τὰ γενητὰ ε χοντος ὁ α γιός φησιν Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν; οὐδεὶς γάρ ἐστι κατ' αὐτόν, ἐπείπερ μόνος αὐτὸς καὶ ποιητὴς καὶ προνοητὴς ἁπάντων ἐστί. ταῦτα δέ φησιν οὐκ ἀπομερίζων τοῦ πατρὸς τὸν υἱὸν η τοῦ υἱοῦ τὸν πατέρα· μία γὰρ ἡ θεότης, καὶ οὐκ α λλος θεὸς ὁ υἱὸς καὶ α λλος ὁ πατήρ ἐστιν. ἐν̔ Ησαΐᾳ γοῦν πρὸς τὸν πατέρα λέγεταἰ Εν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ε στι θεὸς πλὴν σοῦ· σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν. εἰ γὰρ ἐν υἱῷ θεός ἐστιν α λλος ω ν παρ' αὐτόν, πῶς ἑξῆς ἐπιφέρει Καὶ οὐκ ε στι θεὸς πλήν σου; καὶ εὐθὺς Σὺ γὰρ ει ὁ θεός, καὶ οὐκ ῃ δειμεν, ὁ θεὸς τοῦ̓ Ισραὴλ σωτήρ. διὸ κα ν περὶ τοῦ πατρὸς η ν τὸ Τίς ὡς κύριος ὁ θεὸς ἡμῶν, οὐκ ἀπεσχοίνισται ὁ υἱός· ἀλλὰ κα ν περὶ τοῦ σωτῆρος, οὐ διέστηκεν ὁ πατὴρ τῷ μίαν ει ναι πατρὸς καὶ υἱοῦ θεότητα. Τίς ου ν φησιν ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν; ὡς πρὸς θεὸν γὰρ πάντα ταπεινὰ κτίσματα ποιήματα ο ντα, οὐ τὰ ἐπὶ γῆς μόνον ἀλλὰ καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὁρᾷ δὲ ταῦτα τὰ ταπεινὰ προνοητικῶς.̓ Αμέλει γοῦν πτωχὸν ὁρῶν ἐπὶ γῆς ῥιφέντα καὶ ἐπὶ κοπρίας πένητα η γειρε, καὶ ἀνέστησεν αὐτοὺς ἀπὸ περιεστηκότων ἐκ πενίας καὶ πτωχείας κακῶν, καὶ οὐ μέχρι τοῦ ἐγεῖραι καὶ ἀναστῆσαι, ἀλλὰ γὰρ ἐπιτείνων τὴν ἀγαθότητα καθίσαι αὐτοὺς μετὰ ἀρχόντων, ἰσοτίμους αὐτοὺς αὐτοῖς παρασκευάζων. καθίσει δὲ αὐτοὺς οὐ μετὰ ἁπλῶν ἀρχόντων ἀλλὰ τῶν ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. καὶ εὐφραινομένην γυναῖκα τὴν πρότερον διὰ στειρότητα α τεκνον ου σαν ἐν οι κῳ κατοικήσει μητέρα γεγενημένην ἐπὶ πολυπαιδίᾳ. Δύναται καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγεσθαι ὑπὲρ ου προφητεία Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός. τοῦτον τοιγαροῦν τὸν πτωχὸν καὶ πένητα λαὸν ἀπὸ τῶν χαμαιζήλων πραγμάτων ἐγείρας καὶ τῆς κοπρίας τῶν̔ Ελληνικῶν μυσαγμάτων καθίσει μετὰ τῶν ἀρχόντων τοῦ̓ Ισραὴλ ο ντος αὐτοῦ λαοῦ. εἰσὶ δὲ οἱ ἀπόστολοι α ρχοντες τοῦ̔ Εβραίου λαοῦ, ου ς ει πομεν καθιζομένους ἐπὶ δώδεκα θρόνους ἐπὶ τῷ κρίνειν τὰς δώδεκα φυλὰς τοῦ̓ Ισραήλ. καὶ στεῖραν δὲ τὴν ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαν, α τεκνον ου σαν τὸ πρῶτον, εἰς εὐφροσύνην καλεῖ λέγων Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ο τι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον η τῆς ἐχούσης τὸν α νδρα. ἀληθῶς γὰρ πολύπαις καὶ καλλίπαις ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία γεγένηται ὑπὲρ τὴν ε χουσαν τὸν α νδρα νόμον̓ Ιουδαίων συναγωγήν. ἑκάστη δὲ ψυχὴ διὰ στειρότητα α παις ου σα κατοικίζεται ὑπὸ θεοῦ ἐν οι κῳ τῇ τοῦ ζῶντος θεοῦ ἐκκλησίᾳ, μήτηρ ε ργων μαθημάτων νοημάτων τε καὶ λόγων ἐπὶ τῷ εὐφραίνεσθαι α μα οι ς ε σχε γεννήμασιν ἀπὸ τοῦ συνοικοῦντος αὐτῇ θεοῦ λόγου. Συνέβη δὲ ταῦτα καὶ κατὰ τὴν τῆς γραφῆς ἱστορίαν. Αννα γοῦν ἡ μήτηρ Σαμουὴλ κατοικεῖσθαι ἐν οι κῳ μήτηρ λέγεται τέκνων εὐφραινομένη, ο λων ε ξ τέκνων γεναμένη μήτηρ. καὶ περὶ τῆς Σάρρας καὶ̔ Ρεβέκκας̓ Ελισάβετ τε καὶ πρὸ ταύτης τῆς μητρὸς γεναμένης τοῦ Σαμψὼν λέγοι τις εὐλόγως περὶ ἑκάστης αὐτῶν ο τι κατῴκισεν αὐτὴν μητέρα τέκνων εὐφραινομένην. 1060 Ps Πρὸς δὲ διάνοιαν· ὁρῶν θεὸν νοῦς τυγχάνων τοῦ πτερνιστοῦ τῶν ἀντικειμένων τῇ ἀληθείᾳ οι κου τῆς Αἰγύπτου ἀναχωρῶν ἐπὶ τῷ μηκέτ' Αἰγυπτιάζειν μηδὲ τῶν Αἰγυπτιακῶν δεισιδαιμονιῶν περιέχεσθαι ι λεω θεὸν ε σχε τὸν ἁγιάζοντα τὴν ὁμολογουμένην γνησίως ψυχήν, ο τε καὶ ἐξουσιάσει καὶ οι α βασιλεὺς κρατήσει τοῦ διορατικοῦ·̓ Ιουδαία γὰρ ἐξομολόγησις,̓ Ισραὴλ δὲ νοῦς ὁρῶν θεὸν ἑρμηνεύεται. πρότερον μὲν ου ν ἐξομολογήσασθαι προσήκει, ι ν' εἰς ἁγίασμά τις θεοῦ γεγένηται οι κος καὶ α γιος ναὸς αὐτοῦ κατασκευαζόμενος, ι ν' ου τως τελειωθεὶς διὰ θεωρίας τῆς ἀληθείας̓ Ισραὴλ ἀποδειχθῇ γενόμενος ὑπὸ τὴν τοῦ θεοῦ ἐξουσίαν ἐπὶ τῷ δυνηθῆναι, βασιλευόμενος ὑπ' αὐτοῦ, μακαρισμοῦ τυχεῖν ὀψόμενος τὸν θεὸν καρδίᾳ καθαρᾷ. 1061 Ps Σοῦ, δέσποτα, ἡμᾶς εὐεργετοῦντος, οὐχ ε ξει χώραν τὰ ε θνη λέγειν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. ἐπεὶ γὰρ αὐτοὶ τοπικοὺς θεοὺς ε χουσι καὶ ἱδρυμένους που, καὶ περὶ σοῦ τοῦτο τοπάζουσι λέγοντες Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. η τάχα χλευαστικῶς τοῦτό φασιν οἰόμενοι μὴ ε χειν ἡμᾶς θεόν. ἀλλ' εἰ κἀκεῖνοι πλανώμενοι τοῦτο λέγουσιν, ἀλλ' ου ν γε ἡμεῖς ἠκριβωμένῃ ὑπολήψει ι σμεν ο τι ὁ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ α νω ἐστίν, οὐ τοπικῶς ἀλλ' ὑπεροχῇ μεγαλειότητος φρονοῦντες. εἰ γὰρ η ν α νω τόπος, ἀλλαχόσε ει ναι ἐκωλύετο. Εστι δὲ καὶ αἰτία πᾶσι τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, ἐπείπερ ο σα ἠθέλησεν ἐποίησεν, α λλος ω ν παρὰ πάντα. διὸ οὐ περιέχεται ὑπὸ πάντων, ἀλλὰ καὶ ε ξω πάντων καὶ ἐν αὐτοῖς ὑπάρχει κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. ου τω γὰρ πληροῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἰ δὲ πάντες οἱ οὐρανοὶ καὶ τὰ ἐν αὐτοῖς η τε γῆ καὶ πάντα τὰ ἐν αὐτῇ θελήσει θεοῦ εἰς οὐσίαν η λθεν, ἀσεβῶς σφόδρα διανοούμενοί τινες ἐξάπτουσι τὴν υ παρξιν τοῦ υἱοῦ τῆς τοῦ πατρὸς θελήσεως, ε να ποιοῦντες αὐτὸν τῶν ἐν τοῖς οὐρανοῖς θελήσει πατρὸς οὐσιωμένων. ἀλλὰ ἀκουέτωσαν οἱ δυσσεβεῖς ὡς τὴν κτίσιν μόνην ἐξήρτησε τῆς βουλήσεως τοῦ θεοῦ. καταλλήλως γὰρ ε χει τὸν ποιητὴν α βούλεται δημιουργεῖν (ο θεν καὶ ὁ̓ Ιάκωβος συνῳδᾷ γράφων Βουληθεὶς ἀπεκύησεν ἡμᾶς, ε φη λόγῳ θεοῦ, λόγῳ ἀληθείας εἰς τὸ ει ναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων καὶ ποιημάτων) ἡ θέλησις τοῦ θεοῦ εἰσακτική. οὐ κτίσμα δὲ οὐδὲ ποίημα ὁ υἱός, οὐσίας ἀλλ' οὐ βουλήσεώς ἐστι γέννημα. εἰ γὰρ βουλήσεως υἱός, η ν α ν καὶ εἰκὼν καὶ χαρακτὴρ τῆς θεοῦ βουλήσεως· ἀλλὰ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ καὶ εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου οἱ θεῖοι λόγοι φασίν. εἰ ου ν χαρακτὴρ τῆς ὑποστάσεως καὶ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ υἱός, εἰκότως γέννημα τῆς οὐσίας τοῦ θεοῦ τοῦ ἀοράτου καὶ τῆς ὑποστάσεως αὐτοῦ ὁ μονογενὴς ει η. καὶ ο ρα γε τοὺς βουλήσει γεννωμένους λόγῳ ἀληθείας τούτου τυγχάνοντας, αὐτὸς δὲ ὁ λόγος καὶ ἡ ἀλήθεια, ὁ μονογενὴς τοῦ θεοῦ. ἐπεὶ μὴ λόγῳ ἀληθείας κυΐσκεται, αὐτός ἐστιν ἡ βούλησις τοῦ πατρός· ῳ γὰρ τρόπῳ σοφία καὶ ἀλήθεια, ου τω καὶ θέλησίς ἐστι τοῦ θεοῦ. ταὐτὸν γοῦν ἐστιν ἐν σοφίᾳ καὶ θελήσει πάντα ποιῆσαι. 1062 Ps 113, 17– 19 Τὸ πᾶν διορατικὸν γένος διὰ τὸ νοῦν ε χειν ὁρῶντα θεὸν (οι κος̓ Ισραὴλ χρηματίζει διὰ τοῦ τυγχάνειν ἐκκλησία θεοῦ ζῶντος) η λπισεν ἐπὶ κύριον, πρὸς οὐδὲν ε τερον ω ν οἱ α λλοι α νθρωποι ἐλπίζουσιν ε χον τὴν προσδοκίαν. καὶ ὁ οι κος δὲ τῶν θεραπευόντων τὸ θεῖον τῷ τυγχάνειν ἱερεῖς η λπισεν ἐπὶ κύριον μείζονι καὶ τεθεωρημένῃ παρὰ τὸν̓ Ισραὴλ ἐλπίδι· τῶν γὰρ ὑπεραναβεβηκότων θεωρίᾳ καὶ πράξει μείζων ἡ ἐλπὶς μειζόνως αἰτούντων βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν ε χειν. ἀλλὰ καὶ πάντες οἱ φοβούμενοι τὸν κύριον (ου τοι δέ εἰσιν οἱ προσήλυτοι καὶ προστεθέντες τῷ νόμῳ ἀπὸ τῶν ἐθνῶν) ἐλπίσαντες καὶ αὐτοὶ ἐπὶ κύριον βοηθὸν καὶ ὑπερασπιστὴν αὐτὸν ε χειν ἐπικαλοῦνται. 1063 Ps Πάντων γὰρ μνημονεύει θεὸς τῶν αὐτῷ μεμνημένων. διό φησιν̓ Επελάθου νόμου θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. ὁ γὰρ ἐπιλανθανόμενος τοῦ θείου νόμου εὐθέως καὶ τοῦ δεδωκότος αὐτὸν ἐπιλανθάνεται, μνημονεύσας δέ τινος θεὸς εὐθὺς εὐλογημένον αὐτὸν ἀποφαίνει διδοὺς πνευματικὰς καὶ ἐπουρανίους εὐλογίας κατὰ ἀναλογίαν ου ε χει τις μεγέθους πίστεως· ω σπερ τὰ α λλα τῶν χαρισμάτων, ου τως καὶ τὰς εὐλογίας διδούς.̓ Επίστησον δὲ εἰ Τοὺς μικροὺς μετὰ τῶν μεγάλων ἐπὶ μόνων τῶν φοβουμένων τὸν κύριον δεῖ λαβεῖν η καὶ ἐπὶ πάντων τῶν εἰρημένων ταγμάτων, ου σης καὶ ἐν τούτοις διαφορᾶς καθ' η ν οἱ μὲν μεγάλοι οἱ δὲ μικροί. 1064 Ps 113, 23 Εὐλογημένοι δὲ τῷ κυρίῳ ἐσμὲν τῷ τὸν οὐρανὸν καὶ τὴν γῆν πεποιηκότι. αὐτὸς γάρ ἐστιν ου τοὺς νόμους φυλάττομεν. ι να γὰρ μὴ νομίσῃ τις α λλου τινὸς τοὺς χρησμοὺς ει ναι ου ς Μωυσῆς διηκονήσατο, ἀκολούθως ὁ ἱεροφάντης πρὸ τῆς τῶν νόμων δόσεως τὰ περὶ τῆς κοσμοποιΐας παραδέδωκε, δι' η ς διδάσκει ε να θεὸν ει ναι, πάντα δὲ τὰ τοῦ κόσμου μέρη καὶ αὐτὸν ει ναι γενητά. 1065 Ps 113, 24̔ Ο δὲ βαθύτερον καὶ ταῦτα θεωρεῖν βουλόμενος ἐρεῖ ει ναί τινα ἐξαιρέτως ἐν τῇ γραφῇ λεγόμενον οὐρανὸν θεῷ προσῳκειωμένον, ἐν ῳ μόνος ὁ θεός· θεὸν δὲ λέγω περὶ τῆς τριάδος διανοούμενος. τούτου τοῦ οὐρανοῦ πόρρω που οὐ τόπῳ ἀλλ' οὐσίας ἰδιώματι τυγχάνει τὰ γενητά, κα ν ἐν τοῖς οὐρανοῖς ῃ ταῦτα. ἀμέλει πρὸ παραβάσεως ὁ διάβολος, ω ν ἐν οὐρανῷ ὡς κάτω που τοῦ οὐρανοῦ τούτου τυγχάνων, ε λεγεν Εἰς τὸν οὐρανὸν ἀναβήσομαι καὶ ἐπάνω τῶν α στρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· ει ρηται γὰρ αὐτῷ ταῦτα πρὶν ἐκπεσεῖν τοῦ οὐρανοῦ· αυ τη γοῦν καὶ αἰτία τῆς καταπτώσεως αὐτοῦ μνημονεύεται. εἰς τοῦτον τὸν οὐρανὸν οὐδεὶς ἀναβέβηκεν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ἐπεὶ κἀκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. ἀλλὰ καὶ τὸ α γιον πνεῦμα ἐκ τούτου ἀπεστάλη τοῦ οὐρανοῦ, ῃ ὁ Πέτρος φησὶν Α δὴ ἀνηγγέλη ἡμῖν διὰ τῶν εὐαγγελισαμένων ἡμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ. ε νθα γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ α γιον πνεῦμα. ἀλλ' ἐπίστησον ἀκριβῶς μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν, οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν κατὰ φορὰν γινομένην ὑπολαβών· θεοῦ γὰρ προηγουμένην, ι ν' ου τως ει πω, ὑπεροχὴν καὶ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. 1066 Ps Οὐδεὶς τῶν νεκρωθέντων τῷ ἁμαρτάνειν θεὸν αἰνεῖ (Οὐχ ὡραῖος γὰρ αι νος ἐν στόματι ἁμαρτωλοῦ), ἀλλ' οὐδὲ τῶν καταβαινόντων εἰς τὸν ᾳ δην τὸν τροπικὸν εἰς ο ν γίνονται οἱ ἀποθνῄσκοντες τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον (Οὐκ ε στι γὰρ ἐν τῷ θανάτῳ ὁ μνημονεύων θεοῦ), οὐδενὸς ἐν τῷ ᾳ δῃ ἐξομολογουμένου αὐτοῦ. Τούτων τοίνυν μὴ αἰνούντων αὐτόν, ἡμεῖς αὐτὸν αἰνοῦμεν οἱ ζῶντες καὶ τῆς αἰωνίου μετέχοντες ζωῆς, περὶ η ς ὁ σωτήρ φησιν Αυ τη δέ ἐστιν ἡ αἰώνιος ζωή, ι να γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ο ν ἀπέστειλας̓ Ιησοῦν Χριστόν. 1067 Ps 114, 6 Τοὺς κατὰ τὴν̓ Ιησοῦ ἐντολὴν νηπίους ο ντας τῷ ἐστρέφθαι καὶ γεγονέναι ὡς τὰ παιδία αὐτὸς ὁ κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς πολεμίους τῷ μήπω καιρὸν ε χειν ἀγῶνος. ο μως τοὺς ου τως τυγχάνοντας νηπίους φυλάττων, ἐμὲ ὡς ὑπεραναβεβηκότα τὴν τῶν παιδίων ἡλικίαν εἰς ἀγῶνα προβαλλόμενος ἐταπείνωσέ με καὶ ἀντὶ πολλῶν ἰσχυρῶν πειρασθῆναι ποιήσας· ω σπερ δ' ἐταπείνωσέ με, ου τω καὶ ε σωσέ με ἀνανταγώνιστον ἰσχὺν καὶ ἀκαταμάχητον πανοπλίαν ἐνδύσας με. 1068 Ps 115, 1 Ταύτης τῆς λέξεως τὴν διάνοιαν ὁ ἀπόστολος Κορινθίοις Εχοντες, ε φη, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον̓ Επίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· πνεῦμα πίστεως λέγων η τοι τὴν ε ξιν τὴν ἀπ' αὐτῆς ἐγγινομένην η τὸ ἐπιχορηγούμενον ἐκ θεοῦ τῷ πίστιν ε χοντι πνεῦμα. Τὸ̓ Επίστευσα, διὸ ἐλάλησα συνῳδὸν τῷ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· ἐὰν ου ν φησι ὁμολογήσῃς κύριον̓ Ιησοῦν καὶ πιστεύσῃς τῇ καρδίᾳ ο τι ὁ θεὸς αὐτὸν η γειρεν ἐκ νεκρῶν, σωθήσῃ· τούτῳ γὰρ εὐθὺς ἐπηνέχθη τὸ Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, καὶ̓ τὰ ἑξῆς. εἰς ταύτην τὴν διάνοιαν παραλήψῃ καὶ τὸ Εὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· πρότερον γὰρ πιστεύει τις, ει τα συνίησι καὶ μετὰ τοῦτο λαλεῖ, ῃ φησιν ὁ
14
τότε τὸ μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. τοιοῦτόν ἐστι τὸ ὑπὸ̓ Ιωάννου περὶ̓ Ιησοῦ λεγόμενον̓ Εκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. οὐ γὰρ ἀποβαλών τι ου ει χε μεγέθους ὁ̓ Ιωάννης ἠλαττοῦτο, ἀλλὰ συγκρίνων ἑαυτὸν τῇ ὑπεροχῇ τῆς̓ Ιησοῦ διδασκαλίας τε καὶ πολιτείας. καὶ ὁ εἰπὼν τοίνυν μετὰ τὸ λαλῆσαι ἀπὸ ε ξεως πεπιστευκυίας̓ Εγὼ ἐταπεινώθην σφόδρα οὐ κατὰ ἀφαίρεσιν υ ψους τοῦτο πέπονθεν ἀλλ' ἐκ τοῦ μείζονα καὶ ὑπὲρ ἑαυτὸν τεθεᾶσθαι. 1069 Ps 115, 6 Εὰν δὲ καὶ θάνατον̓ ὁσίων θεοῦ σημαίνηται καθ' ο ν συναποθνῄσκουσι Χριστῷ καὶ τὴν νέκρωσιν αὐτοῦ ἐν τῇ σαρκὶ περιφέρουσι, καὶ ου τω καλῶς α ν εὐχαριστεῖν διέγνω, ληψόμενος τὸ τοιούτου θανάτου σωτηρίου ποτήριον ο καὶ ἀμέμπτως πίεται ὁ ληψόμενος αὐτό, εἰ ἐπικαλοῖτο τὸ ο νομα κυρίου ἐπὶ τῷ γενναίως αὐτὸ πιεῖν. Εἰ δὲ τῶν ἐλαττόνων εἰρήκαμεν τὸ ἐπικαλεῖσθαι τὸ ο νομα κυρίου, τελείων δὲ αὐτὸν τὸν κύριον, μή σε ταραττέτω νῦν ἐπὶ τοῦ ου τως τελείου παραλαμβανόμενον· οἱ γὰρ α γιοι δι' ἀτυφίαν ο ντες ἑαυτῶν ἐλαττωτικοὶ τὰ ἐλάττονα ἑαυτοῖς διδόασιν ω ν ε χουσιν. ἀμέλει γοῦν οὐ Μωυσῆς οὐ Σαμουὴλ εἰρήκασι περὶ ἑαυτῶν̓ Επεκαλοῦντο τὸν κύριον, ἀλλ' α λλος ει πε περὶ αὐτῶν. 1070 Ps 116. 1. 2 Οὐκ η ν ἐντελὴς ὁ περὶ τῆς σωτηρίας λόγος, εἰ μὴ καὶ τῶν σῳζομένων ἀπειλήφει τὴν μνήμην. εἰπὼν γὰρ ἐν ἐκείνῳ ὡς τέλος ἀπολαβούσης τῆς σκιᾶς τὸ Σοὶ θύσω θυσίαν αἰνέσεως, εὐθέως εἰς αι νον καλεῖ τὰ ε θνη πάντα, ο πως καὶ ταῦτα διὰ τῶν αι νων τὴν τῆς αἰνέσεως προσάγει θυσίαν, ἀποβεβλημένου αὐτοῦ ἑνὸς ε θνους καὶ λαοῦ, ἐπείπερ ταλανίζεται ἁμαρτωλὸν ε θνος καὶ λαὸς πλήρης ἁμαρτιῶν γεγονώς· ἀλλὰ τούτου ἀποβληθέντος τοῦ ε θνους καὶ λαοῦ, ἡ ἐλεημοσύνη τοῦ θεοῦ εἰς πάντας ε φθασεν ὡς βέβαιον καὶ κραταιὸν ἐφ' ἡμᾶς γενέσθαι τὸ ε λεος αὐτοῦ. καὶ ἐπειδὴ τοῦτο ὑπῆρκται,̔ Η ἀλήθεια τοῦ κυρίου μένει εἰς τὸν αἰῶνα. τὴν μὲν γὰρ σκιὰν ἡ ἀλήθεια διεδέξατο τέλος καὶ κλῆρον αὐτῇ περιορίσασα, αὐτὴν δὲ τὴν ἀλήθειαν αἰώνιον ου σαν οὐδὲν διαδέξεται τῷ μηδὲν ὑπὲρ αὐτὴν ἀλλ' αὐτὴν ὑπὲρ πάντα καθ' ὑπερβολὴν ἀσύγκριτον ει ναι. ο ρα γοῦν ὡς μετ' αἰτίας ἀποδέδωκε τὸ μένειν ἀλήθειαν εἰς τὸν αἰῶνα. 1071 Ps 116, 2b Συνδιαιωνίζοντος τῇ ἀληθείᾳ τοῦ κραταιωθέντος ἐφ' ἡμᾶς ἐλέου, πολλαχοῦ δὲ τὰ ὀνόματα ταῦτα, τὸ ε λεος αὐτοῦ καὶ ἡ ἀλήθεια, ἐπὶ τοῦ σωτῆρος λέγεται, ω σπερ καὶ ἐν τῷ̓ Εξαπέστειλεν ὁ θεὸς τὸ ε λεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. αυ τη τοιγαροῦν ἡ ἀλήθεια καὶ ἡ προσδοκία τῶν ἐθνῶν η ν· διὸ καὶ ἐπιλάμψασα τῷ τῶν ἀνθρώπων γένει εἰς αι νον πάντα τὰ ε θνη καὶ πάντας τοὺς λαοὺς καλεῖ, εὐχαριστεῖν διδάσκουσα τῷ πατρὶ τῷ κραταιώσαντι τὸ ε λεος αὐτοῦ καὶ μένειν ποιήσαντι τὴν ἀλήθειαν αὐτοῦ ε ως τοῦ αἰῶνος. 1072 Ps 117, 1̓ Επεὶ ἀγαθὸς ω ν ὁ θεὸς βούλεται τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ η τὸν θάνατον αὐτοῦ, ο σοι ὑπεύθυνοι ἁμαρτίας ἐστέ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ' αὐτῷ ποιούμενοι ε ξετε αὐτὸν ἀφιέντα τὰ ὑπὲρ ω ν ἐξομολογεῖσθε. τὸ γὰρ ε λεος αὐτοῦ ἀχώριστον αὐτοῦ τυγχάνον εἰς τὸν αἰῶνα ει η, ἐπείπερ καὶ η ν ἀεί, ἐλεοῦντος αὐτοῦ οὐ νῦν πρότερον ἀλλὰ καὶ πάλαι α νωθεν, ἐξομολογουμένων αὐτῷ πάντων τῶν πεῖραν ἐχόντων τῆς ἀγαθότητος αὐτοῦ. 1073 Ps 117, 5– 9̔ Ο ἐν θλίψει γενόμενος δίκαιος οὐ τοσοῦτον παρακαλεῖ περὶ τοῦ ἐκτὸς αὐτῆς γενέσθαι, ἀλλ' ο πως γενναίως καὶ ἱλαρῶς αὐτὴν ἐνέγκῃ. καὶ γὰρ ὁ ἐν σταδίῳ πρὸς ἀντιπάλους θλιβόμενος οὐ τὸν ἀγῶνα ευ χεται αὐτῷ παρελθεῖν, ι να μὴ ἐξαγώνιος γένηται, ἀλλὰ παρακαλεῖ τὸν παιδοτρίβην συνεργεῖν αὐτῷ, ο πως ἐγκαρτερῶν τοῖς ἐπιφερομένοις πρὸς τοῦ ἀντιπάλου ἐλπίδι νίκης καὶ στεφάνου προσηνῆ δόξῃ ει ναι τὰ δι' ω ν ἀποδίδοται ὁ στέφανος. Καὶ δύναται μὲν περὶ θνητῶν διαφόρων λέγεσθαι τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι α νθρωπος, περὶ δὲ ἀοράτων πολεμίων τὸ Κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου· οι τινες ἐχθροὶ καὶ τοὺς ἀνθρώπους ἐπεγείρουσι καθ' ἡμῶν ἐκπολεμοῦντες αὐτοὺς πρὸς ἡμᾶς καὶ φονικῶς διατιθέντες καθ' ἡμῶν. εἰ δὲ καὶ τὸ Οὐ φοβηθήσομαι τί ποιήσει μοι α νθρωπος ἐπὶ τὸν διάβολον ἀναφέρεται διὰ τὸ̓ Εχθρὸς α νθρωπος ἐποίησε τοῦτο, φανερὸν δ' ο τι τὸ ἐπισπεῖραι τὰ ζιζάνια καὶ τὸ Σὺ δὲ ει α νθρωπος καὶ οὐ θεός, συνεπίσκεψαι.̓ Αγαθὸν πεποιθέναι ἐπὶ κύριον η πεποιθέναι ἐπ' α νθρωπον, καὶ τὰ ἑξῆς· οὐ καθάπαξ τὸ πεποιθέναι καὶ ἐλπίζειν ἐπὶ κύριον συνκρινόμενον τῷ πεποιθέναι ἐπ' α νθρωπον καὶ ἐλπίζειν ἐπ' α ρχοντας ἀγαθόν ἐστιν. ἁπλῶς γὰρ καὶ κυρίως ἀγαθὸν τοῦτο. τὸ δὲ ἐπ' α νθρωπον καὶ α ρχοντα πεποιθέναι καὶ ἐλπίζειν οὐκ ἀγαθόν, ἀλλὰ πρὸς τοῦς ἐπ' ἀνθρώπῳ πεποιθέναι καὶ ἐν α ρχοντι ἐλπίζειν σπουδάζοντας ἡ τοιαύτη προσάγεται παίδευσις, ο πως μάθωσιν ἐπὶ τὸν ἀεὶ μένοντα καὶ ἰσχυρὸν ο ντα καὶ παντοδυνάμενον θεὸν πεποιθέναι καὶ μὴ ἐπ' α νθρωπον θνητὸν καὶ ῥᾷστα φθειρόμενον. ε στιν ο τε καὶ τῇ γνώμῃ παλίμβολον ο ντα· ἀντὶ γὰρ τοῦ βοηθεῖν ε στιν ο τε καὶ βλάψει μεγάλα τὸν ἐπ' αὐτῷ πεποιθότα· διὸ μακάριος ὁ πεποιθὼς ἐπὶ κύριον ἀκαταίσχυντος διαμένων, κατὰ τὸ̓ Επὶ σοί, κύριε, η λπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. 1074 Ps 117, 10– 13 Εἰ μὴ ὑπερβολικῶς ει ρηται, ἀδύνατον τὸ ἐπαγγελλόμενον· πῶς γὰρ ε να α νδρα ἐν τῇ Ιουδαίᾳ διατρίβοντα πάντα τὰ ε θνη ἐκύκλωσαν καὶ κυκλοῦντά γε αὐτὸν̓ πολεμοῦντες, καὶ τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς; αὐτὸ γὰρ ο πλον καὶ ἀσπὶς καὶ φρούριον τοῦ φοροῦντος αὐτὸ γίνεται. ἐπίστησον δὲ εἰ μὴ παραπλησίως τῷ Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς δυνατὸν νοῆσαι τὰ προκείμενα τῷ κυκλοῦσθαι τὸν σπουδαῖον ὑπὸ πνευμάτων πονηρῶν ὑποβαλλόντων τοὺς σαρκὸς γαργαλισμοὺς καὶ τὰ α λλα πάθη μετὰ πάντων τῶν τῆς σαρκὸς ε ργων, ε τι μὴν λόγους ἀθέους ἀνασκευάζοντας σοφιστικῇ δεινότητι τὰ τῆς ἀληθείας δόγματα. ἀλλ' ὁ ευ τονος καὶ ἰσχυρὸς καὶ τῇ τοῦ θεοῦ καθωπλισμένος προσηγορίᾳ ἀνατρέψει τὰ ε θνη πάντα εἰς φυγὴν τρέπων, ἐσθ' ο τε δὲ καὶ ἀναιρῶν αὐτά. ὁ γὰρ ἀντὶ ο πλου καὶ ξίφους χρησάμενος τῷ τοῦ θεοῦ ὀνόματι ἐκκόψει τὰς παθητικὰς ὁρμὰς μετὰ καὶ τῶν τεταραγμένων λογισμῶν, ἀλλὰ καὶ λύων καὶ ἀνατρέπων τὰ σοφιστικῶς κατεσκευασμένα ἀπατηλὰ δόγματα.̓ Εκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τὰ ἑξῆς· ὁμοιότητα φέρει πρὸς τὰς μελίσσας κηφήνων τὸ γένος· αυ ται γὰρ εἰ καὶ μείζους τῶν μελισσῶν τῷ ο γκῳ τυγχάνουσιν, ἀλλ' ου ν γε ἀπατῶσι τοὺς ἀνιστορήτους ὡς ου σαι μέλισσαι· ου τε δὲ μελισσουργοῦσιν η πλάττουσι κηρὸν οὐδ' αυ κέντρον ε χουσι τὸ ἀλεξοῦν τὰ βλάπτειν ἐπιχειροῦντα τὸν κηρόν. ἐκ τοῦ ἐναντίου δὲ ἐσθίοντες τὸ μέλι ἐκπολεμοῦσι κατ' αὐτῶν τὰς μελίσσας ὡς χρησαμένας κατ' αὐτῶν τῷ ἰδίῳ κέντρῳ σωρηδὸν ἀναιρεῖν τοὺς κηφῆνας ὡς λυμηναμένους τῷ καρπῷ αὐτῶν. ἐστὶν ου ν πρὸς ἀλληγορίαν ἡ μελισσουργοῦσα καὶ κηροπλαστοῦσα μέλιττα ἡ τιμήσασα τὴν τοῦ θεοῦ σοφίαν ἐκκλησία, η ς ἐργάτιδος ου σης ποθεινῆς τυγχανούσης καὶ ἐπιδόξου τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται· καίπερ ου σης τῇ ῥώμῃ ἀσθενοῦς τῷ τὸ κήρυγμα αὐτῆς μὴ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις ει ναι, ο μως δ' ε χει τὸ κέντρον ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως θεοῦ τῆς πίστεως τὸν λόγον ε χουσα, ὡς καὶ ἀναιρεῖν κηφήνων δίκην τὰς αἱρέσεις διχοτομοῦσα αὐτὰς ἐλέγχῳ τῆς ἀληθείας. καὶ μία μὲν ἡ τιμήσασα τὴν σοφίαν μέλισσα, πολλαὶ δὲ αἱ ἀποστᾶσαι τοῦ τιμᾶν τὴν σοφίαν τοῦ θεοῦ οὐ μέλισσαι ἀλλ' ὡς μέλισσαι τυγχάνουσαι, α ς ει ναι κηφῆνας λέγων οὐχ ἁμαρτήσεις κυκλούσας ὡς κηρίον ἐπὶ τῷ ἀναλῶσαι τὸ περὶ αὐτὸ μέλι καὶ ἐκκαυθείσας ὡσεὶ πῦρ ἐν ἀκάνθαις. ἐξάπτουσι γὰρ οἱ ἀπὸ τῶν αἱρέσεων καὶ τὸ τῶν αἰσχρῶν καὶ ἐπιθυμιῶν πῦρ, ῃ φησιν ὁ Παῦλος Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρμήνευσε τὸ Εὐαγγέλιον. Ομως δὲ εἰ καὶ ἐκύκλωσαν τὸν σοφὸν ὡσεὶ κηρίον μέλισσαι καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, ἀλλ' ου ν αὐτὸς τῷ ὀνόματι κυρίου ἠμύνατο αὐτούς. οὐ γὰρ ἀζήμιος μόνον ε μεινεν, ἀλλὰ καὶ καθεῖλεν αὐτῶν πάντα σοφιστικὸν λογισμόν, ἀλλὰ καὶ πᾶν υ ψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, ἐπείπερ τὰ ο πλα αὐτοῦ οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ οὐχ ε τερα ο ντα τῆς τοῦ θεοῦ προσηγορίας ἠμύνατο αὐτούς. 1075 Ps 117, 14b Γενόμενος εἰς σωτηρίαν ὁ κύριος οὐκ ἀρχὴν οὐσιώσεως δέχεται· ἀΐδιος γὰρ καὶ αἰώνιός ἐστι. γίνεται δὲ εἰς σωτηρίαν κατὰ τὸ ἀναλαμβάνειν σχέσιν τὴν πρὸς τοὺς σῳζομένους. ο θεν πάντα γεγονέναι τὸν Χριστὸν λέγοντα ταῦτα ὑποβάλλεται τῇ διανοίᾳ· οὐ γὰρ γέγονε θεὸς λόγος οὐκ ἀλήθεια οὐ σοφία οὐχ υἱός, ἀλλὰ γέγονεν ἡμῖν σοφία, οὐχ ἁπλῶς γενόμενος σοφία ἀλλ' αὐτὸ τοῦτο ἡμῖν δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ω ν γὰρ ἁπλῶς καὶ ἀϊδίως ταῦτα ἡμῖν γεγονέναι κατὰ ἀναφορὰν τὴν πρὸς ἡμᾶς λέγεται· ου τω καὶ χριστὸν καὶ κύριον πεποίηκεν αὐτὸν ὁ θεός, χριστὸν μὲν τουτέστι βασιλέα καὶ ἱερέα τοῖς βασιλευομένοις καὶ τοῖς ὑπὲρ ω ν προσάγει τὰς θυσίας. ἀλλὰ καὶ τοῖς δουλεύειν ἐθέλουσιν αὐτῷ κύριον καὶ καθόλου τὰ σχετικῶς περὶ αὐτοῦ λεγόμενα ου τω διανοούμενος οὐκ ἀσεβήσεις. 1076 Ps 117, 15a Σκηνὰς δὲ δικαίων νοήσεις τὰς παρὰ τῷ πατρὶ μονὰς κατὰ τὴν ἀπόδοσιν τῶν ἐπαγγελιῶν, περὶ ω ν ὁ σωτήρ φησιν Οταν ἐκλίπῃ (δηλονότι ὁ μαμωνᾶς), δέξονται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ἐν ταύταις ταῖς σκηναῖς πάντες εἰσὶν οἱ δίκαιοι ἀγαλλιώμενοι· τετύχασι γὰρ τῶν προσδοκωμένων ἀγαθῶν. ο θεν καλῶς ει ρηται Φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἐν σκηναῖς δικαίων, ἀποδρασάσης λύπης καὶ στεναγμοῦ. Εἰ δὲ καὶ τὰ σώματα τῶν δικαίων σκηνὰς αὐτῶν ἐρεῖς ἀφθάρτων καὶ πνευματικῶν ἀποδοθεισῶν αὐτοῖς, οὐκ ἀμφισβητήσεις ὡς καὶ ἐν ταύταις ταῖς σκηναῖς αὐτῶν φωνὴ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ε σται. Φέρεται Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας τῷ ὡς ἐν ταῖς προειρημέναις σκηναῖς ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐπὶ τῷ αἰωνίαν σωτηρίαν ἀπειληφέναι οὐκ α λλην ου σαν τῆς αἰωνίου ζωῆς. 1077 Ps 117, 15b– 17 Αυ τη τοιγαροῦν ἐποίησε δύναμιν τοῖς μετειληφόσιν αὐτοῦ, ὡς ε καστον φάναι Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. αυ τη τὸν μετέχοντα ὑψοῖ καὶ μετεωρίζει, ὡς φαιδρότερον καὶ μειζόνως ὑπὸ τῆς δεξιᾶς κυρίου δυναμωθέντα καὶ δεύτερον εἰπεῖν Δεξιὰ κυρίου ἐποίησε δύναμιν. διό φησιν Οὐκέτι θνήξομαι τὸν ἑπόμενον τῇ κακίᾳ θάνατον, ἀλλὰ ζήσομαι μετασχὼν τῆς ἐναντίας τοῦ πονηροῦ θανάτου ζωῆς ἐπὶ τῷ ἐκδιηγήσασθαι τὰ τοῦ θεοῦ εἰς ἐμὲ γενόμενα θαυμαστὰ ε ργα. ποιεῖ δὲ δύναμιν ἡ δεξιὰ αὐτοῦ ἐν παντὶ τῷ δεξιὰ φρονοῦντι καὶ πράττοντι ἀλλὰ καὶ ὑψοῖ αὐτὸν ὡς καὶ δευτέραν γενέσθαι ἐν αὐτῷ τῆς προτέρας δυνάμεως δύναμιν ἐφ' ῃ ἀθανασίαν κεκτημένος ἐρεῖ τὸ Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ τὰ ἑξῆς. 1078 Ps Πύλαι πάλαι ὁ νόμος καὶ οἱ προφῆται δι' ω ν εἰσῄει πρὸς θεὸν ὁ̓ Ισραήλ, πύλη δὲ νῦν ἡ πίστις δι' η ς οἰκειότερον νῦν προσαγόμεθα μαρτυρουμένης ὑπὸ νόμου καὶ προφητῶν. εἰς ταύτην τὴν διάνοιαν λήψῃ καὶ τὸ ἐν Ιερεμίᾳ λεγόμενον Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας καὶ̔ ἐξετάσατε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ καὶ εὑρίσκετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. καὶ ἐνταῦθα γὰρ στάς τις ἐν ταῖς πλείοσιν ὁδοῖς, φημὶ ταῖς ἰδικαῖς ἀρεταῖς, ἐξετάσει τὰς ἐξ αἰῶνος τετριμμένας ὑπὸ τῶν ἁγίων ἐπὶ τῷ γνῶναι τίς μετὰ ταῦτα κατὰ τὴν θεωρίαν ἀγαθὴ ὁδὸς η ν ὁ βαδίζων ἁγνισμὸν εὑρίσκει τῇ ψυχῇ αὐτοῦ ἁγνίσας αὐτὴν εἰς τὴν ὑπακοὴν τῆς ἀληθείας. 1079 Ps 117, 18– 20 Νοήσεις καὶ ου τως· ὁ παιδεύσει θείᾳ καὶ πάνυ γε ὠφελίμως ὑπὸ κυρίου παιδευόμενος οὐκ ἐμπίπτει εἰς τὸν θάνατον τὸν κρατοῦντα τῶν ἁμαρτανόντων. ἐπεὶ γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος, ὁ παιδεύσει ὑπὸ κυρίου παιδευόμενος α ριστος τὴν γνώμην καὶ τὴν πρᾶξιν ω ν οὐ παραδίδοται τῷ θανάτῳ τῷ παραλαμβάνοντι τοὺς παραδιδομένους πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. Τοῦ δὲ ὀνόματος τῆς δικαιοσύνης κατηγορουμένου κατὰ πάσης τῆς ἠθικῆς ἀρετῆς τὰς πύλας αὐτῆς τὰς ἰδικὰς ἀρετὰς λεκτέον, εἰς α ς εἰσέρχονται οἱ δι' ἀσκήσεως καὶ ἐπιμελείας τῆς περὶ αὐτῶν κρούοντες αὐτάς. εἰσέρχονται δὲ ἐπὶ τῷ ἐξομολογήσασθαι ὑπὲρ ω ν ε πραξαν ε ξω τῶν πυλῶν τῆς δικαιοσύνης ο ντες. εἰσέρχεσθαι οὐ δι' αὐτῶν ἀλλ' εἰς αὐτάς φησιν· οὐδὲ γὰρ ὑπερβατέον τὰς ἐνεργείας τῶν ἀρετῶν, ἀλλὰ προσδιατριπτέον αὐταῖς. εἰσελθοῦσι δὲ εἰς τὰς τῆς δικαιοσύνης πύλας καὶ ἐξομολογησαμένοις ἐν αὐταῖς ἑτέρα ὑπερέχουσα καὶ τιμιωτέρα δείκνυται πύλη ἡ κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, εἰς η ν εἰσέρχονται οἱ τὴν δικαιοσύνην κατορθώσαντες ω στε παρωνύμως ἀπ' αὐτῆς κληθῆναι δίκαιοι. 1080 Ps 117, 21̔ Υμνῶ σε τοιγαροῦν ἀνοίξαντά μοι τῆς δικαιοσύνης τὰς πύλας καὶ εὐχαριστῶ ο τι εἰσήκουσάς μου καὶ προσεδέξω τὴν δέησιν καὶ παρέσχες τὴν σωτηρίαν. 1081 Ps 117, 24 Πάσης τῆς κατ' αι σθησιν ἡμέρας ὑπὸ ἡλίου γινομένης ο ταν ὑπὲρ γῆν γένηται, ἡ δεικνυμένη ἡμέρα ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ο ντος κυρίου κατεσκευάσθη, η ν καὶ δεικνῦντες ἀλλήλοις οἱ τῷ ἀληθινῷ φωτὶ καταυγαζόμενοί φασιν Αυ τη ἡ ἡμέρα ὑπὸ κυρίου γεναμένη ἐστίν· ο θεν εὐφραινώμεθα καὶ ἀγαλλιώμεθα ἐν αὐτῇ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες· οὐ γὰρ ε τι νυκτὸς καὶ σκότους ἀλλ' υἱοὶ φωτὸς καὶ ἀληθείας ἐσμέν, ε χοντες τὴν πίστιν̓ Αβραὰμ τοῦ ἀγαλλιασαμένου, ι να ι δῃ τὴν ἡμέραν κυρίου, καὶ χαρέντος ἐπὶ τῷ ἑωρακέναι αὐτήν. 1082 Ps a̔ Ο διάληψιν ε χων περὶ τοῦ θεοῦ προνοεῖσθαι τῶν ο λων παρ' αὐτοῦ καὶ τὸ σωθῆναι καὶ τὸ εὐοδοῦσθαι ἀπαιτεῖ· θεὸς γὰρ τοῦ σῴζειν ἐστί, καὶ παρ' αὐτοῦ κατευθύνεται τὰ διαβήματα ἀνδρί. ο θεν καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ὁ μακαριζόμενος πάντα ο σα α ν ποιῇ κατευοδοῦται, θεῷ ἡγεμόνι χρώμενος τῆς ὁδοῦ τῆς ἐπὶ μακαριότητα ἀγούσης. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. καὶ ταύτην τὴν φωνὴν οἱ Εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν ει ναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι κυρίου ἐρχόμενος. 1083 Ps 117, 26b. 27a Πάντων τῶν πρὸ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς κυρίου δούλων, ἀμέλει Τάδε λέγει κύριος ε καστος ε φη, καὶ ε καστος τῶν ἀγγέλων φησὶν πρὸς ο ν ε ρχεταἱ Ο κύριος ἀπέστειλέ με· ἀλλ' ου τος ὁ ἐν ὀνόματι κυρίου ἐρχόμενος εὐλογημένος ἐστίν. ο θεν ε καστος τῶν προαγορευόντων αὐτοῦ τὴν ἐπιδημίαν λέγει Εὐλογήκαμεν ὑμᾶς ἐξ οι κου κυρίου. ἐξ οι κου γὰρ κυρίου τῶν κόλπων τῶν πατρικῶν ἐστιν ὁ ἐρχόμενος.̓ Επιφέρεται γοῦν παραχρῆμα· Θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν. τὸ γὰρ ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι ἀλλ' ἐπιφανῆναι πρότερον οὐχ ὁρώμενον. ὑπάρχων γὰρ ἀόρατος τῷ ει ναι εἰκὼν θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν καὶ γενόμενος λόγος σὰρξ ω φθη, ι ν' ου τως φανεὶς χειραγωγήσῃ διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, Δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. λέγουσι γοῦν οἱ ταύτην τελέσαντες τὴν μύησιν Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Ευ δὲ καὶ τὸ εἰπεῖν̔ Ο ἐρχόμενος, ἀλλ' οὐχ̔ Ο ἐλθών· ἀεὶ ε ρχεται καὶ ἐπιδημεῖ τῷ τῶν ἀνθρώπων γένει, εἰ καὶ μὴ διὰ σαρκός· οὐ κινούμενος οὐ μεταβαίνων αὐτός· α τρεπτος γὰρ καὶ ἀναλλοίωτος καὶ πληρῶν τὸν οὐρανὸν καὶ τὴν γῆν θεϊκῇ παρουσίᾳ. ἡμῶν δὲ σχέσει καὶ διαθέσει ἐγγιζόντων αὐτῷ η μακρυνομένων αὐτοῦ, τοῖς μὲν ε ρχεται εὑρισκόμενος παρ' αὐτῶν (̓ Εγγίσατε γὰρ θεῷ καὶ ἐγγιεῖ ὑμῖν), τῶν δὲ μακρύνεται οὐ τοπικῶς ἀποδημῶν ἀλλ' ὡς προείρηκα σχέσει· Μακρὰν γὰρ ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν. 1084 Ps 117, 27bc Η καὶ ου τως· πυκάζοντές εἰσιν οἱ βλαστοὺς καὶ καρποὺς α ρτι φέροντες. ἐν τούτοις ου ν τυγχάνοντες νέα φυτὰ συστήσασθε ἑορτὴν παρατείνουσαν μέχρι τῶν κεράτων τοῦ πνευματικοῦ θυσιαστηρίου, ἀφ' ου τὸν α νθρακα λαβὼν τῇ λαβίδι τὸ ε τερον τῶν σεραφὶμ ἀποστέλλεται πρὸς τὸν προφήτην ἐπὶ τῷ καθᾶραι αὐτὸν καὶ περιελεῖν τὰς ἀνομίας καὶ ἁμαρτίας αὐτοῦ. Τίσι δὲ προστάττεται συστῆναι ἑορτὴν η τοῖς διδασκάλοις καὶ ἱερεῦσι; τάχα δὲ καὶ ἀγγέλοις ἐρεῖς. ἑορτὴ δὲ συνισταμένη καθ' ὑφήγησιν θεοῦ τὸ πράττειν ἐστὶ τὰ δέοντα καὶ τὴν ἀλήθειαν φρονεῖν. αυ τη δὲ μάλιστα χώραν ι σχει ἐν τοῖς ἀποσεισαμένοις τὴν παλαιότητα ἐπὶ τῷ γενέσθαι καινὴν φυτείαν. καὶ ἐπεὶ τὸ πάσχα τῷ μηνὶ τῶν νέων ἐπιτελεῖται, δυνατὸν ὑπολαβεῖν ο τι μεταβαίνων τις ἐκ κακίας καὶ τῶν αἰσθητῶν ἐπὶ ἀρετὴν καὶ τὰ νοητὰ ἀνανεούμενος πυκάζει, ω στ' α ν ἑορτάσαι καὶ προσαγαγεῖν πνευματικὰς θυσίας ε ως τῶν ἐμφαινόντων βασιλικὸν ει ναι τὸ θυσιαστήριον κεράτων αὐτοῦ. καὶ περὶ τῆς ἑορτῆς δὲ ἡμῶν τῶν ἑβδομάδων εἰ λέγοιτο ταῦτα, οὐκ ἀπᾴδει τῆς ἀληθείας. 1085 Ps Ο δι' ο λου τοῦ ψαλμοῦ εὐχαριστῶν τῷ θεῷ τῷ τὰς τηλικαύτας καὶ̔ τοσαύτας ποιήσαντι εὐεργεσίας ἀναφθέγγεται τὸ Θεός μου ει σύ, καὶ ἐξομολογήσομαί σοι· θεός μου ει σύ, καὶ ὑψώσω σε. δοξολογῶν, θεολογῶν σε λέγω Εἰς ἐμὲ πεποίηκας θαυμάσια· υ ψωσας γάρ με καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθανεῖν ἀλλὰ ζήσαντά με διηγήσασθαι τὰ ε ργα σου. καὶ δεύτερον δὲ ἐξομολογοῦμαι Οτι ἐπήκουσάς μου τῶν δεήσεών μου καὶ ἐγένου μοι εἰς σωτηρίαν. πείρᾳ τοιγαροῦν μαθών σου τὸ πολυέλεον καὶ τὴν ἀγαθότητα καὶ α λλους προτρεπόμενος λέγω πρὸς πολλοὺς ἀποτεινόμενος̓ Εξομολογεῖσθε τῷ κυρίῳ, ο τι ἀγαθός, ο τι εἰς τὸν αἰῶνα ε χει ἐκτεινόμενον τὸ ε λεος αὐτοῦ, καθ' ο ἐλεεῖ τῇ πολλῇ αὐτοῦ ἀγαθότητι. 1086 Ps 118, 2a Μαρτύρια δ' α ν ει η καὶ τὰ λόγια τοῦ θεοῦ τῷ μαρτυρεῖσθαι ὑπ' αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ. 1087 Ps 118, 3 Μακάριοι τοίνυν οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ καὶ ἐν ο λῃ καρδίᾳ ἐκζητοῦντες αὐτόν, πάσης σπουδῆς ἀνθρωπίνης ἀποστάντες καὶ δι' ε ργων ἀγαθῶν καὶ φρονήματος ὀρθοῦ ἐγγίζοντες αὐτῷ. ευ δὲ τὸ μακαρίζειν οὐ τοὺς πορευθέντας ἀλλὰ τοὺς πορευομένους, καίτοι τὸ Οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἐπορεύθησαν ἐμφαίνει τὸ μηδεπώποτε αὐτοὺς πεπειρᾶσθαι τοῦ θείου νόμου ὡς περὶ αὐτῶν ει ναι· Οσοι γὰρ ἀνόμως η μαρτον, ἀνόμως καὶ ἀπολοῦνται. ου τοι δέ εἰσιν οἱ μηδεπώποτε θείας διδασκαλίας ἀκηκοότες· οἱ γὰρ μετὰ τὸ ταύτης μυηθῆναι πταίσαντες ἐν νόμῳ ἡμαρτηκέναι καὶ παραβάται αὐτοῦ λέγονται. 1088 Ps 118, 6 Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν πάσας τὰς ἐντολάς σου· οὐκ ἐπί τινας ἀλλ' ἐπὶ πάσας. κατ' ἐκείνας γὰρ τὰς ἐντολὰς α ς μὴ βλέπω αἰσχυνθήσομαι. 1089 Ps 118, 8b̓ Εγκαταλείπομαι γὰρ πρὸς ὀλίγον πολλάκις ὑπὲρ πείρας καὶ δοκιμῆς ἐμῆς ἐπὶ τῷ γενναίως ἐνεγκόντα τὰ περιστατικὰ ὠφεληθῆναι. εὐθέως γοῦν σοῦ βοηθοῦντος ο ν δεῖ τρόπον τοὺς ἀγῶνας διαθλήσας στεφανοῦμαι· διό, ι να μὴ ἡττηθῶ, δεινῶν ο ντων τῶν προσπαλαιόντων, μὴ ε ως σφόδρα ἐγκαταλείψῃς. 1090 Ps 118, 11̔ Ο μὴ ἐξ ἐπιπολῆς τὰ λόγια τοῦ θεοῦ δεχόμενος κρύπτει αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, ι να τὴν γνώμην καὶ τὴν πρόθεσιν αὐτοῦ κατὰ ταῦτα ποιωθεὶς ἀναμάρτητος ει η θεῷ τῷ τὸ κρυπτὸν ὁρῶντι, μὴ μόνον μὴ μοιχεύων ἀλλὰ μηδὲ αἰσχρὰν ο ρεξιν ε χων. συνᾴδει τῷ προκειμένῳ καὶ τὸ Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ ου ς σου. 1091 Ps 118, 17 1091 Οπως μὴ ἀμισθὶ δόξω πεπραχέναι τὰ δικαιώματά σου, ἀνταπόδος μοι τὴν θείαν καὶ μακαρίαν ζωήν, ι να ζήσας κατ' αὐτὴν φυλάξω τοὺς λόγους σου· μετὰ γὰρ τὸ μνημονεῦσαι αὐτῶν ἀκόλουθον φυλάξαι. εἰς τοῦτο λήψῃ τὸ ὑπὸ̓ Ιησοῦ λεχθὲν̔ Ο ε χων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς· ε χει γὰρ τὰς ἐντολὰς ὁ μνημονεύων αὐτῶν καὶ τηρεῖ ὁ καὶ ταύτας ἐνεργῶν. 1092 Ps 118, 20 Αλλος δὲ οὐ Τὰ κρίματα ἀλλὰ Τὰ δικαιώματα εἰπὼν ου τως ἐξηγήσατο· τὰ θεοῦ δικαιώματα ἀεὶ ὠφελεῖ, ἀγαθὰ κυρίως ο ντα. ἐπιθυμίαν αὐτῶν ε χων ἐν παντὶ καιρῷ ἐπεπόθησεν, οὐ θέλων αὐτὰ ἐκ λύπης η ἐξ ἀνάγκης ποιεῖν, ὡς ποιοῦσιν οἱ ἐνεργοῦντες αὐτὰ φόβῳ τοῦ μὴ περιπεσεῖν κολάσει, ἀλλὰ σὺν ὀρέξει καὶ ἐπιθυμίᾳ. συμβήσεται γὰρ ἐκ τούτου σωφρόνως καὶ γενναίως πάντα φέρειν, οὐ μόνον τὰ ἡδέα ἀλλὰ καὶ τὰ ἐπίπονα καὶ ἀηδῆ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν σὺν πόθῳ ἰέναι. 1093 Ps 118, 22̓ Επεὶ ὀνειδίζουσι καὶ ἐξουδενοῦσί μέ τινες ἐπὶ τῷ ἐκζητεῖν τὰ μαρτύριά σου, σὺ περίελε τὸ ο νειδος καὶ τὴν ἐξουδένωσίν μου. πῶς δ' α ν περιαιρεθείη ταῦτα; εἰς ἐπίγνωσιν ἐρχομένων ἀληθείας τῶν τέως ὀνειδιζόντων καὶ ἐξευτελιζόντων με· ὑπάρξαντος δὲ τούτου, α μα ἐμοὶ ἐκζητήσουσι καὶ αὐτοὶ τὰ μαρτύριά σου. 1094 Ps 118, 26̔ Ετέρα γραφὴ Τὰς ὁδούς σου, φησίν, ἐξήγγειλα, ι να ει πῃ· τὰς φερούσας πρὸς σὲ οὐχ ἑτέρας ου σας τῶν ἀρετῶν ὁδούς, ω δέσποτα, πρακτικῶς ἐξήγγειλα σπουδαίᾳ προθέσει καὶ καταλλήλοις αὐτῇ ε ργοις, καὶ ἐπήκουσάς μου· διὸ πρὸς ὑπακούσαντά φημι Δίδαξόν με τὰ δικαιώματά σου. 1095 Ps 118, 29̔ Ο προαιρέσει ἀποστὰς τῆς ὁδοῦ τῆς ἀδικίας καὶ τῷ νόμῳ τοῦ θεοῦ προσελθὼν τελειωθῆναι καὶ βεβαιωθῆναι ταῦτα βούλεται πρὸς θεοῦ τοῦ τὰ τέλη τῶν ἀγαθῶν ἐπιφέροντος. ὡς γὰρ μισήσας η ν ει χεν α γνοιαν τῷ πόθον ἐσχηκέναι τῆς ἀντικειμένης ἐπιστήμης, οὐχ οι ός τε ω ν ἑαυτὸν τῆς ἀγνοίας ἀποστῆσαι καὶ τῇ πίστει προσερεῖσαι, τὸν διδάσκαλον παρακαλεῖ· Τὴν α γνοιαν ἀπόστησον ἀπ' ἐμοῦ καὶ τῇ ἐπιστήμῃ σου ἐλέησόν με. 1096 Ps 118, 39 Οὐ συνειδότος ἐστὶν ἑαυτῷ ἁμαρτίαν ἡ φωνὴ ἀλλ' ὑποπτεύοντος, ω σπερ ου ν καὶ τὸ̓ Απὸ τῶν κρυφίων μου καθάρισόν με. θαρρῶ δὲ ο τι περιαιρήσεις ο ὑπώπτευσα ο νειδος, πεπεισμένος ο τι χρηστοφιλανθρωπίας γέμοντα τὰ κρίματά σού εἰσιν. 1097 Ps a Εἰ δὲ δυνατὸν πάντα περὶ τοῦ ἀποσταλέντος λόγου εἰρῆσθαι, ἐπίστησον· αὐτὸς γὰρ καὶ ε λεος καὶ σωτήριον κυρίου ἐστί. διὸ εὐκτέον η κειν ἐφ' ἡμᾶς τὸ ε λεος κυρίου, τὸ σωτήριον κατὰ τὸ ε λεος αὐτοῦ. ου τω γὰρ ἐλεηθέντες καὶ σωθέντες τοῖς ὀνειδίζουσι πρότερον ὡς λειπομένοις ἐλέου καὶ σωτηρίας θεοῦ ἀποκρινούμεθα. 1098 Ps Νοήσεις δὲ καὶ ου τως· εἰ καί ποτε πρὸς ἐμπιπτούσας ἀπορίας περὶ προνοίας η ὁμοιοτρόπων ζητημάτων μὴ ε χοιμι λόγον ἀποδοῦναι λύοντα τὰς ἀντιρρήσεις τῶν ἐπαπορούντων, ἀλλὰ σὺ τῇ αὑτοῦ ἀγαθότητι ἀνοίξαντί μοι τὸ στόμα τῷ σῷ λόγῳ δὸς ἑρμηνευτικὸν τῆς ἀληθείας, ι να μὴ παντελῶς περιαίρεσις τοῦ λόγου τῆς ἀληθείας ἐκ τοῦ στόματός μου γένηται ἀλλὰ δυνηθῶ περὶ τῶν δυσαποδότων ἀμωσγέπως λέγειν Οτι η λπισα ἐπὶ τὰ κρίματά σου, τοὺς κεκριμένους καὶ ἐξητασμένους σου λόγους η τὰ κρίματα καθ' α διοικεῖς καὶ προνοεῖς τῶν ἀνθρώπων. Μὴ περιέλῃς ε ως σφόδρα ἐκ τοῦ στόματός μου ἀληθείας λόγον. ου τω γὰρ καὶ διὰ παντὸς φυλάξαι σου τὸν νόμον συμβήσεται τηρούμενον οὐκ ἐν τούτῳ μόνῳ τῷ αἰῶνι ἀλλὰ καὶ μέχρις αἰῶνος, τῶν λόγων̓ Ιησοῦ οὐ παρερχομένων. φυλάττομεν γοῦν τὸν τοῦ θεοῦ νόμον κατὰ τὴν εἰκόνα τῶν πραγμάτων, πρότερον ὑπὸ̓ Ιουδαίων κατὰ σκιὰν φυλαχθέντα, φυλαχθησόμενον ἡμῖν κατὰ τὰ μέλλοντα ἀγαθὰ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 1099 Ps 118, 51 Τῶν ἑτεροδόξων ἀλαζονευομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτόν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην καὶ κατὰ ποσὸν κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν μὴ ἀνεχόμενος. 1100 Ps 118, 53̓ Επεὶ τῶν ἁμαρτωλῶν οἱ μὲν ἀνόμως ἁμαρτάνουσι τῷ μηδὲ τὴν ἀρχὴν πεπειρᾶσθαι νόμων, οἱ δ' ἐν νόμῳ τῷ παραβαίνειν αὐτόν, ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν τοῦ θεοῦ νόμον· Ει τι γὰρ πάσχει ε ν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξαζόμενον ῃ ε ν μέλος, συγχαίρει πάντα τὰ μέλη. καὶ ἐπὶ τοῖς ἀδελφοῖς ου ν ἡμῶν τοῖς ἁμαρτάνουσι λυπεῖσθαι καθήκει, ο τι τοιοῦτοί εἰσι, καὶ ου τω διακεῖσθαι κατὰ τὸν α γιον τοῦτον. 1101 Ps 118, 58 Πρόσωπον θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις ἡμῖν ει ρηται. ὁ τοίνυν ο λῃ καρδίᾳ ἐφιέμενος τούτου, ο πως καθαρὰ αυ τη γενομένη θεωροίη αὐτὸ καὶ ἐκ τοῦ ἀτενίζειν αὐτῷ ἐλεηθῇ κατὰ τὸν λόγον τῆς διδασκαλίας αὐτοῦ, ει ποι α ν τὰ ἐγκείμενα ῥητά. ο ρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ θεοῦ.̓ Ιησοῦς σε διδαξάτω λέγων Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ο τι αὐτοὶ τὸν θεὸν ο ψονται. 1102 Ps 118, 61 Καὶ τίνα τὰ σχοινία η οἱ πονηροὶ διαλογισμοὶ καὶ αἱ ὑποβάλλουσαι τούτους πονηραὶ δυνάμεις δι' ω ν τῆς κατὰ θεὸν στάσεως ἐνεχείρουν καταβάλλειν; ἀλλ' ἀνήνυτος ἡ σπουδὴ τῶν περιβαλλόντων τὰ σχοινία τῷ δικαίῳ, ο ταν συντόνῳ σπουδῇ μνημονεύοι τοῦ νόμου. τὰ αὐτὰ δύνανται καὶ αἱ περιστάσεις αἱ πρὸς τῶν ἁμαρτωλῶν τῷ δικαίῳ προσαγόμεναι σχοινία αὐτῶν ὑπάρχειν· ἀλλὰ καὶ ταύτας καρτερῶς φέρων οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ ὁ δίκαιος. καὶ οἱ δι' ἀπατηλῶν δὲ λόγων εἰς ἁμαρτίαν παρακαλοῦντες σχοινία περιπλέκουσιν· ἀλλ' ἐὰν νήφῃ τις, οὐκ ἐπιλανθάνεται τοῦ νόμου τοῦ θεοῦ. 1103 Ps 118, 63 Μέτοχον δὲ νοήσωμεν τὸν φίλον καὶ κοινωνόν, ῃ φησιν ὁ̓ Εκκλησιαστὴς Οτι ἐὰν πέσῃ, ὁ ει ς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ. μήποτ' ου ν τοῦτο βούλεται λέγειν ο τι φίλος καὶ κοινωνός εἰμι πάντων τῶν φοβουμένων τὸν θεὸν καὶ τῶν φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ καὶ αὐτὸς φοβούμενος αὐτὸν καὶ φυλάσσων τὰς ἐντολὰς αὐτοῦ. 1104 Ps a Ου σης περὶ τὸν θεὸν χρηστότητος καὶ ἀποτομίας κατὰ τὸν ἀπόστολον, ἡ μὲν χρηστότης γίνεται ἐπὶ τοὺς ἑστηκότας τῇ πίστει, ἡ δὲ ἀποτομία ἐπὶ τοὺς ἀφεστηκότας αὐτῆς. ἐπεὶ ου ν ὁ α γιος ἐβεβαίωτο ἐν τῇ πίστει, Χρηστότητα, ει πεν, ἐποίησας μετὰ τοῦ δούλου σου. σοῦ δὲ ε φη, παραστῆσαι βουλόμενος μὴ κατὰ ἀποκλήρωσιν γινομένην μετά τινος τὴν χρηστότητα τοῦ θεοῦ, ἀλλὰ μετὰ τοῦ δουλεύοντος αὐτῷ, ο στις ποτ' α ν ῃ ου τος. Τὸ δὲ Κατὰ τὸ λόγιόν σου προσκείμενον δηλοῖ σὺν λόγῳ καὶ αἰτίᾳ λογικῇ γίνεσθαι μετά τινος τὴν τοῦ κυρίου χρηστότητα. διὸ καὶ τὸ λογικὸν καὶ τὸ σοφὸν αὐτῆς γνῶναι θέλων οὐκ α λλον ἀξιοῖ διδάσκαλον αὐτῷ περὶ αὐτῆς γενέσθαι, ι να σὺν αὐτῇ καὶ παιδείαν καὶ γνῶσιν μάθῃ, παιδείαν μὲν τὴν ἠθικήν, γνῶσιν δὲ τὴν διανοητικὴν ἀρετὴν καλῶν. καὶ ἐν Παροιμίας τὸ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνοιστέον ἐπὶ πρακτικὴν καὶ θεωρητικὴν ὠφέλειαν. 1105 Ps 118, 66b̓ Επεὶ ὀρθῶς καὶ φρονίμως ταῖς παρὰ σοῦ ἐντολαῖς προσελθὼν ἐπίστευσα αὐταῖς ὡς τηρῆσαι αὐτάς, ο ρεξόν μοι σοφίαν, διδάξας με χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν. συνᾴδει τούτοις τὸ̓ Επιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν. 1106 Ps 118, 67 Εἰ γὰρ καὶ διττὸς ὁ τρόπος τοῦ ἐπάγεσθαι τὰ τοιαῦτα· τοῖς μὲν γὰρ δι' ἁμαρτίας, τοῖς δ' ἐπὶ τῷ δοκιμασθῆναι καὶ φανερωθῆναι αὐτῶν ἐπαγομένων, τούτων τὸ ε λαττον ἑαυτῷ διδοὺς πεπλημμεληκέναι ει πεν. ἀλλ' ο μως, φησίν, ἐφύλαξα τὸ λόγιόν σου, ι ν' ω σπερ πλημμελήσας ἐταπεινώθην, ου τως κατορθώσας καὶ φυλάξας τὸ λόγιόν σου ἀφεθῶ τῆς ταπεινώσεως. 1107 Ps 118, 68 Οὐκ εἰς τὴν ἐμὴν ἀξίαν ἀφορῶν (̓ Επλημμέλησα γὰρ) ἀλλ' εἰς τὴν σὴν χρηστότητα, ἐπεὶ χρηστὸς ω ν χρηστότητα ε χεις, ἀξιῶ διδαχθῆναι οὐ παρ' ἑτέρου η σοῦ αὐτοῦ τὰ δικαιώματά σου. 1108 Ps 118, 69 Πολλῶν ἀπατεώνων ἀπονενοημένων κατὰ τῶν ἐντολῶν σου καὶ μυρία ο σα πρὸς διαβολὴν αὐτῶν καὶ ἀνατροπὴν δῆθεν λεγόντων, ἀδικία πολλὴ ἐπ' ἐμὲ γεγένηται. ο μως δὲ εἰ καὶ δεινὰ ἐδόκουν λέγειν α τοὺς ἀνερματίστους ἀποστῆσαι αὐτῶν δύναται, ἀλλ' ἐγὼ ἐπιτείνων τὴν σπουδὴν καὶ τὸν πόθον εἰς αὐτὰς ἐν ο λῃ καρδίᾳ ἐξηρεύνουν αὐτάς, ὡς τὸ κάλλος αὐτῶν τεθεωρηκότα με ἐκ τῆς πολλῆς καὶ ἐπιτεταμένης αὐτῶν ἐρεύνης κατεγνωκέναι σφόδρα τῶν διαβαλλόντων αὐτάς. Ει ποι δ' α ν ταῦτα καὶ ὁ πρός τινων ὑπερηφάνων τε καὶ δυναστῶν καταπονούμενος καὶ ἀδικούμενος ἐν τοῖς τοῦ βίου πράγμασιν· ἀπὸ γὰρ τῶν ἐντολῶν σου, φησίν, δυνήσομαι μαθεῖν φαυλότερον ει ναι τὸ ἀδικεῖν καὶ ἀποστερεῖν τοῦ ἀδικεῖσθαι καὶ ἀποστερεῖσθαι. 1109 Ps 118, 70̓ Επεὶ γὰρ ποτισθέντες τὸ λογικὸν καὶ α δολον γάλα πρὸς τῶν παιδευόντων οὐ διῴκησαν οὐδ' ε πεψαν αὐτὸ συστραφὲν καὶ παγὲν ἐν αὐτοῖς, ἐτύρωσε τὴν καρδίαν αὐτῶν. ἀλλ' ου ν εἰ καὶ ἐκεῖνοι τοῦτο πεπόνθασι παρ' ἑαυτούς, ἐγὼ τὸν νόμον σου διὰ μελέτης ε χων ἐσπούδαζον αὐτὸν νοεῖν, τῆς τούτου νοήσεως λυούσης οὐ μόνον τὴν ἀχλὺν ἀλλὰ καὶ τὴν παχύτητα τῆς ὑλικῆς διαθέσεως. Ps 118, 72 Διττοῦ ο ντος τοῦ νόμου, τοῦ μὲν πνευματικοῦ καὶ πρὸς διάνοιαν, τοῦ δὲ κατὰ γράμμα καὶ τὴν σκιὰν διαταγέντος δι' ἀγγέλων ἐν χειρὶ μεσίτου, ὁ προφήτης ἀγαθὸν αὐτῷ λέγει τὸν νόμον τοῦ θεϊκοῦ στόματος ὑπὲρ πάντα τὰ τοῦ κόσμου ἡδέα α διὰ χιλιάδων χρυσίου καὶ ἀργυρίου ἐδήλωσεν. πρὸς θεωρίαν δὲ λεκτέον τὸ ἀργύριον ἀντὶ λόγου, τὸ δὲ χρυσίον ἀντὶ νοῦ· πολλῶν γὰρ χιλιάδων τοιούτου ἀργυρίου καὶ χρυσίου ἐν τοῖς τὰ τοῦ κόσμου καὶ τῶν αἱρέσεων φιλοσοφοῦσιν, ὑπὲρ πάντα ταῦτα τῷ τῆς σοφίας καὶ ἀληθείας θεοῦ ἐραστῇ ἀγαθὸς ὁ νόμος τοῦ στόματος τοῦ θεοῦ ἐστι τῷ ἐκ μόνου τούτου τὴν κυρίως ὠφέλειαν ἐγγίνεσθαι τοῖς αὐτῷ προσέχουσιν. 1110 Ps 118, 74 Νοήσεις δὲ καὶ ου τως· οἱ θεὸν φοβούμενοι τῷ μηδὲν αὐτοὺς ὑστερεῖν τέλειοί εἰσιν· ο ντες δὲ τοιοῦτοι ἀγαθοὶ τυγχάνουσι κατὰ τὸν ου ε χουσι φόβον. διὸ καὶ πάντας βούλονται προκόπτειν καὶ ὠφέλειαν ε χειν καὶ εὐφραίνονται ἐπὶ τοῖς εὐαρεστοῦσι θεῷ, μιμούμενοι τοὺς ἐν οὐρανῷ χαίροντας ἐπὶ τῇ ὠφελείᾳ τῶν μετανοούντων. Δυνατὸν δὲ καὶ ὑποδεεστέρους ἐκλαβεῖν περὶ ω ν λέγει Οψονταί με εὐφρανθήσονται, ι ν' ῃ ὁ νοῦς τῶν λεγομένων τοιοῦτος.̓ Επελπίσας ἐγὼ εἰς τοὺς λόγους σου ποθῶ τὸ τελείως συγγενέσθαι, πράττω καὶ φρονῶ κατὰ τὴν σὴν παίδευσιν· οἱ δὲ φόβῳ τοῦ μὴ περιπεσεῖν τῇ κατὰ τὴν κρίσιν ἑπομένῃ τοῖς ἁμαρτάνουσι τιμωρίᾳ ἀπέχονται κακίας. ἐὰν ου ν οἱ ου τω φοβούμενοί σε δυνηθῶσιν ἰδεῖν με, εὐφρανθήσονται, οὐκέτι ἐκ λύπης καὶ ἀνάγκης ἁμαρτημάτων ἀπεχόμενοι ἀλλὰ σπουδῇ ἀναλαβεῖν ἐπὶ τῷ ἐλπίσαι καὶ αὐτοὺς εἰς τοὺς λόγους σου. 1111 Ps 118, 77a Επειδὴ δὲ μὴ ἐνταῦθα μόνον̓ ἀλλὰ καὶ ἐν α λλοις πολλοῖς οἱ οἰκτιρμοὶ τοῦ θεοῦ λέγονται, ἐπιστατέον μήποτε ὁ μονογενὴς καὶ τὸ α γιον πνεῦμα, οἱ ζωῆς παρεκτικοί, οἰκτιρμοὶ θεοῦ εἰσι. καὶ πατὴρ ει ρηται κατὰ τὴν τοῦ ἀποστόλου φιλοσοφίαν τῶν οἰκτιρμῶν. 1112 Ps 118, 78a Μεγάλου δὲ ἀνδρὸς τὸ λέγειν̓ Αδίκως ἠνόμησαν εἰς ἐμέ. 1113 Ps 118, 81̓ Εκλείπει ἡ ψυχή μου εἰς τὸ σωτήριον τοῦ θεοῦ, ο ταν τέλος τῆς πίστεως σωτηρίαν κομίσηται· οὐ γὰρ ε τι μένει ψυχή, ἀποτιθεμένη τὴν κατάστασιν δι' η ν ἐτύγχανε ψυχή, ὀρέξει τῇ πρὸς τὸ σωτήριον τοῦ θεοῦ καὶ ἐλπίδι συνεχεῖ τῇ πρὸς τὸ λόγιον αὐτοῦ πνεῦμα καὶ νοῦς γινομένη. οὐ γὰρ τῆς οὐσίας αὐτῆς δηλωτικὸν τὸ ψυχῆς ο νομα ἀλλὰ τῆς σχέσεως τῆς πρὸς τὴν κοινωνίαν τοῦ σώματος. ο ταν δὲ ἀΰλου μεταλάβῃ ζωῆς καὶ α φθαρτον καὶ πνευματικὸν ἐξ ἀναστάσεως ἀναλάβῃ τὸ σῶμα, τὸ πάλαι αὐτῇ συνεζευγμένον φθαρτὸν καὶ ψυχικὸν ψυχῇ τυγχανούσῃ νοῦς καὶ πνεῦμα γενήσεται, ἐκλείπουσα εἰς τὸ θεοῦ σωτήριον καὶ ε ν πνεῦμα πρὸς αὐτὸ γινομένη δι' αὐτοῦ τῷ κυρίῳ. καὶ τοῦτό ἐστι τὸ ἀπαρνήσασθαί τινα ἑαυτόν· ὁ γὰρ ἀπαρνησάμενος ἑαυτὸν ε τερος ἀνθ' ἑτέρου γενήσεται, οὐ κατὰ τὴν ὑποκειμένην ὑπόστασιν ἀλλὰ κατὰ τὰ ποιοῦντα ταύτην, ὁτὲ μὲν ψυχήν, ὁτὲ δὲ νοῦν. εἰ γὰρ καὶ προτρεπτικὰ εἰς μαρτύριον τὰ εὐαγγελικὰ ῥητά, ἀλλ' ου ν καὶ κατὰ τὸν εἰρημένον μυστικὸν λόγον ἐκληπτέον. 1114 Ps 118, 83a̔ Ο τοῦ θεοῦ λόγος πνευματικὴ ω ν πάχνη, ἐπεὶ καὶ δρόσος καὶ ὑετὸς πολλαχοῦ λέγεται, καταψύχει μου τὸν ἀπὸ παθῶν ἀκόλαστον φλογμὸν καὶ ἀσθενῆ μου τὴν σάρκα ποιεῖ, ὡς τὴν νέκρωσιν̓ Ιησοῦ φέρειν ἐν αὐτῇ. 1115 Ps 118, 85 Πολλοὶ ἑρμηνεύειν ἐπιχειροῦσι τὰς θείας γραφὰς καὶ τῶν τῆς ἐκκλησίας καὶ τῶν ε ξω ταύτης αἱρετικῶν τε καὶ̓ Ιουδαίων η καὶ Σαμαρειτῶν, ἀλλ' οὐ πάντες λέγουσι καλῶς· σπάνιος γὰρ ὁ ε χων τὴν ἀπὸ τοῦ θεοῦ εἰς τοῦτο χάριν, πολλῶν μὲν ἐπαγγελομένων λέγειν, οὐ καλῶς δὲ η καὶ παρανόμως βιούντων. ει τι λέγουσιν, ἀδολεσχία ἐστὶ καὶ φλυαρία· οὐ γὰρ δύναται λόγος ευ τονος καὶ ἐρρωμένος καὶ σωτήριος ει ναι ἐν ψυχῇ παρανόμῳ. 1116 Ps 118, 87a Ταῦτα ὁ διὰ τὴν δικαιοσύνην καὶ τὴν Χριστοῦ διδασκαλίαν διωκόμενος ὑγιῶς ἐρεῖ τὴν προειρημένην λέξιν, καὶ πάντες δὲ οἱ προφῆται. συντελεσθῆναι δέ ἐστιν ἐν τῇ γῇ οὐ τὸ κοινῶς τεθνάναι ἀλλὰ τὸ εἰς τὴν ὑλικὴν ε ξιν η ν ἐκάλεσε γῆν ὡς εἰς τέλος ἐλθεῖν ἐπὶ τῷ κατ' αὐτὴν ποιωθῆναι. 1117 Ps 118, 88 Τὸ κατὰ τὸ λόγιον τοῦ θεοῦ ζῆν τὸ σὺν εὐσεβείᾳ ζῆν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. τούτου γὰρ τυχὼν ἐν εὐζωΐᾳ ε σται, ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ θεοῦ μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ λόγου τοῦ θεοῦ, ου ει πεν αὐτοῦ στόματος ει ναι. 1118 Ps 118, 91a Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὡς τεταγμένως καὶ ὁμαλῶς περικυκλεῖν κατὰ τοὺς ἐτησίους κύκλους, οὐκ ἐξισταμένης τῆς ἡμέρας οὐδεπώποτε η ς ε χει πρὸς νύκτα διατάξεως κατά τε ἰσότητα καὶ ἀνισότητα. 1119 Ps 118, 93 Ωσπερ γὰρ ἐκ μεγάλης νόσου διά τινων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βέβαιον ἀναλαβὼν ὑγείαν δι' αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οι ς ἠκολούθησε τὸ ου τως αὐτὸν μετ' εὐεξίας ὑγιαίνειν, ου τως ὁ α γιος ου τος ὑπὸ θεοῦ ζωοποιηθεὶς ἐν οι ς ε σχε παρ' αὐτοῦ δικαιώμασι λέγει παρ' ο λον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰτίαν τὸ ἐν αὐτοῖς τὸν θεὸν αὐτὸν ἐζηκέναι. 1120 Ps 118, 96a Εἰ καὶ τῆς ἀρετῆς ε ν τέλος διὰ τὸ ἐπὶ πάσῃ προκοπῇ ἐγγινόμενον, ἀλλ' ου ν γε καὶ ἑκάστης προκοπῆς ἐστι τὸ προσεχὲς πέρας. ὁ ου ν διὰ πάσης προκοπῆς ἀφιγμένος εἰς τὸ τέλος τῆς ἀρετῆς ἐρεῖ Πάσης συντελείας ει δον πέρας, τοῦ ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου· ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ καὶ ἐκείνης τέλος στοιχεῖον τῆς ἑπομένης· ο θεν ει ρηται τὸ Οτε συντελέσει α νθρωπος, τότε α ρχεται. 1121 Ps 118, 96b Οὐδεὶς γὰρ ἐν ἐντολῇ θεοῦ περιπατῶν στενοχωρεῖται, μεγαλόψυχος καὶ μεγαλόνους γινόμενος ἐκ τοῦ περιέπειν αὐτήν. 1122 Ps 118, 97 1122 Οὐ παραβολὴν δὲ καὶ ὁμοίωσιν ἐνταῦθα σημαίνει τὸ̔ Ως ἀλλὰ τὸ ἀληθῶς καὶ πρωτοτύπως καὶ οὐ δι' ε τερόν τι ἀγαπητὸν ἡγεῖσθαι τὸν νόμον τοῦ θεοῦ. Δυνάμεθα δὲ νοεῖν τὸ Ολην τὴν ἡμέραν μελέτη μού ἐστι ἀντὶ τοῦ̓ Εν ο λῳ τῷ τῆς ζωῆς μου χρόνῳ· πολλαχοῦ γὰρ ὁ πᾶς χρόνος τῆς ζωῆς ἀνθρώπων ἡμέρα καλεῖται, ὡς ἐν τῷ Καὶ σὲ ὑπέμεινα ο λην τὴν ἡμέραν, καὶ τὸ Ενεκά σου θανατούμεθα ο λην τὴν ἡμέραν. 1123 Ps 118, 98 Οἱ ἐπικείμενοι ἐχθροὶ ἀόρατοι πειρῶνται διὰ πάσης σπουδῆς εἰς τὸ προτιμᾶν ἡδονὴν ἀγαγεῖν με· δι' η ς ἡδονῆς συμβαίνει πρὸς πάντα πόνον δυσχερῶς ε χειν, ὡς καὶ τὴν θείαν ἐντολὴν σὺν ἱδρῶτι κατορθουμένην παραιτεῖσθαι. κρείττων δὲ γίνεται τῆς ἡδονῆς καὶ τῶν πρεσβευόντων αὐτὴν ἐχθρῶν ὁ τὴν θεοῦ ἐντολὴν σοφιζόμενος ὑπ' αὐτοῦ, ω στε εἰς αἰῶνα αὐτὴν ε χειν, προτιμήσας τῆς πρὸς ὀλίγον ου σης καὶ προσκαίρου ἡδονῆς. διὸ τῷ θεῷ εὐχαριστικῶς ὑμνῶν ἐρεῖ̓ Εσόφισάς με τὴν ἐντολήν σου, ἐξ ου καὶ ὑπὲρ τοὺς ἐχθρούς μου γεγένημαι. 1124 Ps 118, 101̓ Εμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τῷ̓ Εκώλυσα τοὺς πόδας μου· ὡς γὰρ ἐπ' αὐτῷ ο ντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν καὶ κωλῦσαι αὐτοὺς τὸ προκείμενον ει πε. τοῦτο συνᾴδει τῷ Εκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ὁ γὰρ ἐκκλίνων ἀπὸ κακοῦ ἐκ πάσης ὁδοῦ πονηρᾶς κωλύει τοὺς πόδας αὐτοῦ, ι να ποιήσας τὸ ἀγαθὸν φυλάξῃ τοὺς τοῦ θεοῦ λόγους. 1125 Ps 118, 105 Λύχνος ὁ νόμος ἐστὶ τοῖς πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν νυκτὶ βαδίζουσι, τοῦ ἀληθινοῦ φωτὸς οὐ λύχνου ο ντος ἀλλ' ἡλίου φωτίζοντος ἐκείνοις, οι ς προέκοψεν ἡ νὺξ ἐγγισάσης τῆς ἡμέρας, καθ' η ν ἡμέραν εὐσχημόνως περιπατεῖν ε στιν. 1126 Ps 118, 106 Τὸ δὲ στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι δηλοῖ, καὶ τὸ ὀμόσαι οὐ τὸν θεὸν ὀνομάσαι ἀλλὰ τὸ ἀμεταθέτως τοῦτο προθέσθαι καὶ ἀπαράβατον φυλάττειν, τὸ ε ργον τοῦ ο ρκου δυνάμει ποιῶν. 1127 Ps 118, 124 Οὐχ ὡς μὴ τυχὼν δὲ τῆς αἰτήσεως πάλιν αὐτὴν προσάγει ἀλλ' ὡς μαθὼν τὰ δικαιώματα τοῦ θεοῦ κατὰ προτέραν ἀξίωσιν· ὡς οι όν τε η ν ε τι ἐπιδιατρίβων αὐτοῖς, μειζόνως η ε γνω θεωρῆσαι αὐτὰ βουλόμενος, δέεται καὶ ἀεὶ τοῦτο ποιεῖ, ε ως ἐπὶ τὸ τέρμα ε λθῃ τῆς νοήσεως αὐτῶν. 1128 Ps 118, 125 Οπερ δὲ ει πον ἀρτίως περὶ τῆς μαθήσεως τῶν δικαιωμάτων διαφόρως γινομένων, τοῦτ' ἐρῶ καὶ περὶ τῆς γνώσεως τῶν μαρτυρίων, κατὰ προκοπὴν ἀεὶ ὑπεραναβεβηκυίας γνώσεως αὐτῶν γινομένης τῷ προσδιατρίβοντι τῇ κατανοήσει αὐτῶν. 1129 Ps 118, 127 Ταῦτα συνᾴδει τῷ̓ Αγαθόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου, καὶ τῷ Λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ α ξιον αὐτῆς ἐστι. διὸ καὶ πρὸς ἑταίρους ει ρηται περὶ αὐτῆς τῷ̓ Ιὼβ Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας. ταῦτα δὲ οὐ κατὰ σύγκρισιν ει ρηται ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων αι ρεσιν. 1130 Ps 118, 130̔ Ο ἐληλυθὼς πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας πάντας τοὺς ἐν αὐτοῖς λόγους ἐφανέρωσε, τοῦτο μὲν ἐκβάσει πληρῶν τὰς προφητείας, τοῦτο δὲ ἀνακαλύπτων τὸν νόμον ἐπὶ τῷ μηκέτι γράμμα καὶ σκιὰν ἀλλὰ πνευματικὸν αὐτὸν ὁρᾶσθαι. αυ τη τοιγαροῦν ἡ γεναμένη δήλωσις τῶν θείων λόγων συνετὸν τὸν προφήτην ἀποδείξει καὶ φωτίσει τοὺς μετὰ τὸν̓ Ισραὴλ καλουμένους ἀπὸ τῶν ἐθνῶν νηπίους τῷ υ στερον καὶ ὀψέ ποτε τὴν ἐκ πίστεως ἐσχηκέναι γένεσιν. ἀλλ' εἰ καὶ πρὸ τῆς καθόδου τοῦ πληρώσαντος τὸν νόμον καὶ τοὺς προφήτας ἀπήγγειλεν ὁ σοφὸς λέγων̔ Η δήλωσις τῶν λόγων σου συνετιεῖ με, ἀλλ' ου ν γε πνεύματι προφητικῷ ταῦτα ὁρῶν ὡς οι όν τ' η ν σύνεσιν αὐτῶν ε χειν ἐπόθει τὴν ἐγχωροῦσαν πρὸ τῆς ἐπιδημίας Χριστοῦ δηλωθῆναι. 1131 Ps 118, 135 Τὴν δεῦρο τοῦ σωτῆρος ἐπίλαμψιν ἰδεῖν καὶ μαθεῖν ἀξιοῖ, περὶ αὐτῆς τῷ σωτῆρι φάσκων Τὸ πρόσωπόν σου ἐπίφανον, ο περ ἰδών τις σὲ ὁρᾷ. αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγεἱ Ο ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. τούτου γὰρ ὑπάρξαντος, φησίν, συμβήσεταί με μαθεῖν τὰ δικαιώματά σου. τὸ δὲ μαθεῖν αὐτό ἐστι τὸ ἐν αὐτοῖς περιπατεῖν, μὴ κατὰ σάρκα ἀλλὰ κατὰ χάριν. 1132 Ps Διὰ τοῦτο εὐθής ἐστιν ἡ κρίσις σου, ἐπεὶ δίκαιος ω ν κατὰ τοὺς τῆς δικαιοσύνης κανόνας εὐθυτάτους ο ντας κρινεῖς πάντας τοὺς δεξαμένους τὰ κρίματά σου, α περ δικαιοσύνην καὶ ἀλήθειαν σφόδρα ἐνετείλω. αἱ γὰρ θεῖαί σου γραφαὶ α ς ἀνθρώποις ἐνετείλω, οὐχ αἱ καιναὶ μόναι ἀλλὰ καὶ αἱ παλαιαί, δικαιοσύνη κατὰ τὰ ἠθικὰ τυγχάνουσαι καὶ ἀλήθειαν σφόδρα, τουτέστιν ἠκριβωμέναι κατὰ τὴν θεωρίαν τῶν ο ντων καθ' η ν α ν ἐνετείλω ἡμῖν ποιεῖν κρίματα, ο πως κρινῶμεν κατὰ τὸν μέγα καὶ τὸν μικρὸν κρίμα δίκαιον κρίνοντες σφόδρα, ἀλήθεια καὶ δικαιοσύνη εἰσίν. 1133 Ps 118, 140 Οθεν τὸ ου τως πεπυρωμένον λόγιον σφόδρα παρά τινος ἀγαπηθὲν ποιεῖ αὐτὸν τῷ πνεύματι ζέοντα α τε δοῦλον ο ντα τοῦ θεοῦ. ὁ τοιοῦτος καὶ σαφηνιζομένων ὑπὸ̓ Ιησοῦ τῶν γραφῶν ἐξάπτεται τὴν καρδίαν, ὡς φάσκειν κατὰ τοὺς περὶ τὸν Κλεώπαν Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη η ν ἐν ἡμῖν, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; 1134 Ps 118, 142 Ατρεπτος γὰρ καὶ ἀναλλοίωτος ω ν οὐ ποτὲ μὲν ποτὲ δὲ οὐκ ε χει δικαιοσύνην, πηγὴ καὶ γεννήτωρ αὐτῆς ὑπάρχων· καὶ ὁ λόγος δὲ αὐτοῦ ἀλήθεια* ἀκουόντων ἀλήθεια εἰς τὸν αἰῶνα, οὐκ ο ντος ἀνθρωπίνου λόγου τοιούτου· τῆς γὰρ ἀνθρωπίνης σοφίας ὁ λόγος, κα ν δόξῃ γενέσθαι ἀληθής, μετὰ ταῦτα τῆς ἀληθείας φανείσης ἐλεγχθήσεται ψευδὴς ω ν. 1135 Ps 118, 144 Α δέδωκάς μοι μαρτύρια οὐ πρὸς ὀλίγον ο ντα ὠφέλιμα δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. 1136 Ps 118, 147 Πρῶτον ἐν ἀωρίᾳ, ο περ νοήσεις καὶ ου τως ἐπὶ τοῦ παρόντος αἰῶνος νυκτὸς ὀνομαζομένου πολλάκις ὡς πρὸς τὸν μέλλοντα αἰῶνα ἡμέραν καλούμενον, κατὰ τὸ̔ Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα η γγισεν. 1137 Ps 118, 148 Προέφθασαν δὲ καὶ αἱ διορατικαὶ αὐτοῦ δυνάμεις χρηματίζουσαι αὐτοῦ ὀφθαλμοὶ πρὸς τὸν ἐκ τῆς ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμενον ο ρθρον. διὸ καὶ καταυγασθεὶς καὶ ἐν τῷ φωτὶ τυγχάνων η δη μελετᾷ τὰς ἐντολὰς τοῦ θεοῦ πτερούσας αὐτὸν ἐπὶ τῷ μετεωρισθῆναι καὶ αὐτῷ γυμνῷ τῷ ἀληθινῷ φωτὶ προσβαλεῖν, ὡς μηκέτ' ἐν ἀωρίᾳ ἀλλ' ἐν ἀκμαίῳ καὶ μεσημβρινῷ φωτὶ τυγχάνειν. 1138 Ps 118, 151̔ Ετέρα δὲ γραφὴ ω δε ε χει· Καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, δηλονότι αἱ πρὸς αὐτὸν φέρουσαι· τέλος γὰρ πασῶν τῶν ὁδῶν τούτων ὁ εἰπὼν̓ Εγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια. τούτων τῶν ὁδῶν ὁ ἐπὶ τέρμα φθάσας ἐν ἀληθείᾳ ἐστίν, ε χων αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν ἑαυτῷ. ἐπειδὴ δὲ καὶ τῶν ἁμαρτανόντων ἐγγίζων η ν καθ' ε τερον τρόπον, ἐγγύς ἐστιν αὐτῶν· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ καθ' α ς ἐπιπορευόμενος τὴν ἐξέτασιν καὶ κρίσιν τῶν πραγμάτων αὐτῶν ποιεῖται ἀλήθειά εἰσιν. 1139 Ps 118, 152̓ Εθεμελιώθη τὰ μαρτύρια ὑπὸ τοῦ θεοῦ, ὡς μηδένα δύνασθαι σεῖσαι η ἀνατρέψαι αὐτά· ὁ γὰρ σὸς λόγος σοφία καὶ υἱός σου τυγχάνων θεμέλιος αὐτῶν ὑπάρχει. διὸ καὶ παριστὰς τὸ ἀκαταμάχητον καὶ ἀκαθαίρετον αὐτῶν ε φη Οἱ λόγοι μου οὐ μὴ παρελεύσονται, κα ν ὁ οὐρανὸς καὶ ἡ γῆ παρέρχωνται. 1140 Ps 118, 160 Πολλαχῶς λαμβανομένης τῆς ἀρχῆς καθ' ε ν σημαινόμενον, ἐροῦμεν ἀρχὴν ει ναι τὴν ἀλήθειαν τῶν τοῦ θεοῦ λόγων ὡς τὸ ου ε νεκα. τοῦ γὰρ γνωσθῆναι αὐτὴν καὶ γυμνὴν τύπων ἀναφανῆναι οἱ νομικοὶ καὶ προφητικοὶ καὶ ε τι μὴν καὶ οἱ τῆς καινῆς διαθήκης θεοῦ λόγοι δέδονται· γυμναζόμενοι γὰρ δι' αὐτῶν καὶ χειραγωγούμενοι κατὰ τὸ πνευματικὸν αὐτῶν βούλημα φθάνομεν ἐπὶ τὸ προσβάλλειν πρόσωπον πρὸς πρόσωπον τῇ ἀληθείᾳ. εἰ δ' ε στι τὸ ου ε νεκα ἀρχὴ τῶν ἐπ' αὐτὰ φερόντων καὶ αὐτοῦ χάριν γινομένων, φέρουσι δὲ καὶ οἱ θεοῦ λόγοι ἐπὶ τὴν ἀλήθειαν (αὐτῆς γὰρ χάριν ει ρηνται), εἰκότως ἀρχὴ αὐτῶν ει ρηται.̓ Επειδὴ δὲ καὶ κατ' α λλο σημαινόμενον ἀρχὴ καλεῖται τὸ ἐνυπάρχον τισίν, ἐνυπάρχει δὲ τοῖς θεοῦ λόγοις ἡ ἀλήθεια αὐτόθεν ἀληθέσιν ου σι, καὶ κατὰ τοῦτο ἀρχὴ αὐτῶν αυ τη ει ναι λέγεται. Καταλλήλως ἐπὶ τῶν ἀληθῶν λόγων ἡγεῖται ἡ ἀληθὴς ε ξις, καθ' η ν λέγονται ἀπὸ τῆς αὐτοαληθείας τῆς ἐμπνεομένης εἰπεῖν τὰς θεοπνεύστους γραφάς, αι περ εἰσὶν οἱ θεοῦ λόγοι. καὶ κατὰ τοῦτο ὀρθῶς ε χοι α ν ἀρχὴν τῶν θεοῦ λόγων ει ναι τὴν ἀλήθειαν. Καὶ ε τι· ἐπεὶ ὁ κύριός φησιν̓ Εγώ εἰμι ἡ ἀλήθεια, θεοῦ λόγος καὶ αὐτὸ τυγχάνει, ῃ φησιν αὐτὸς τῷ πατρὶ̔ Ο λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ὁ γινόμενος πρὸς ε καστον προφήτην. Καὶ α λλως· ὁ θεοληπτούμενος ἀλήθεια ω ν, ἀρχὴ γίνονται λόγων θεοῦ οἱ κατὰ τὴν ἀλήθειαν πεποιωμένοι. ὡς ου ν τῶν λόγων σου ἀρχὴ η ν ἀλήθεια, ου τως εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου τυγχάνει ἀκατάλυτα καὶ εἰς ἀεὶ δεικνύμενα. 1141 Ps 118, 161c Διττή ἐστιν ἡ δειλία, ἡ μὲν α λογος περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς καταγινομένη, ἡ δὲ λογικὴ περὶ τὴν καρδίαν συνισταμένη καὶ τὴν νόησιν οὐκ α νευ λόγου, καὶ τάχα ἡ αὐτὴ τῷ θείῳ φόβῳ τυγχάνειν δύναται. 1142 Ps 118, 164 Παρ' ο λον τὸν βίον ἑαυτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ε σται τελείᾳ οὐ μεσολαμβανομένῃ ὑπὸ νυκτὸς καὶ αἰνεῖ τὸν θεὸν ἑπτάκις, ὑπερκόσμιος γεγονὼς τῷ α νω κεχωρηκέναι τοῦ ἐν ε ξ ἡμέραις γενομένου κόσμου, ο τε καὶ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ γεγενημένος, τὸν τῆς δημιουργίας καὶ προνοίας θεοῦ λόγον θεωρήσας, ἐξομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ θεοῦ, καθ' α κρίματα ε καστον ποικίλην δημιουργίαν καὶ πρόνοιαν ε σχε. 1143 Ps 118, 166 Εἰ δὲ καὶ τὸν σωτῆρα προσδοκᾷ, περὶ ου ει ρηται Πᾶσα σὰρξ ο ψεται τὸ σωτήριον τοῦ θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ θεοῦ ου καὶ τὸ σωτήριον προσεδόκησεν, ι να καὶ τὴν πρᾶξιν ῃ καθαρὸς καὶ τὴν προσδοκίαν θεωρητικός, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐληλυθότα τὸν θεὸν λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 1144 Ps 118, 170 Παρακαλεῖ τοιαύτην ει ναι τὴν ἀξίωσιν δόκιμον καὶ βεβαίαν καὶ ἀκατάγνωστον ω στε εἰσελθεῖν ἐνώπιον κυρίου. γνώσομαι δὲ εἰ εἰσέλθοι ἐνώπιόν σου τὸ ἀξίωμά μου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν σου· ὁ γὰρ ἀνωτέρω πάντων παθῶν ἀλόγων καὶ τῶν ἀπὸ ἀλογίας ἐνεργουμένων κακῶν χωρήσας ῥέρυσται ὑπὸ θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. 1145 Ps 118, 171 Η ο ταν διδάξῃς με ἐκ τοῦ ἐνεργεῖσθαι καὶ τρανῶς ἐγγυῶσθαί μοι αὐτά, εὐχάριστον προσγινόμενον υ μνον σοι προσενέγκωμαι ἐκ χειλέων μου τοῦ ε σω ἀνθρώπου. εἰ δὲ ἡ ἐρυγὴ ὑμνῳδία θεοῦ, δηλονότι ἡ ἀρχὴ γινομένη αὐτῆς τροφή, πληρεστάτη θεολογία τυγχάνει. 1146 Ps 118, 172 Αἱ διάφοροι ἐντολαί σου προστάξεις ου σαι τῶν κατ' ει δος ἀρετῶν ε ν πᾶσαι τυγχάνουσιν, ἡ καθόλου γενικὴ ἀρετὴ τῷ ἀντακολουθεῖν τὰς ἰδικὰς ἀρετάς, ὡς τὸν μίαν τελείως ε χοντα πάσας ε χειν. Φθέγγομαι τοῖς τοῦ ε σω ἀνθρώπου χείλεσί μου τὸ λόγιόν σου. φθέγγεται δὲ κυρίως τὸ περὶ τῆς δικαιοσύνης λόγιον οὐχ ὁ φωνῇ μόνῃ ου τω προφέρων ἀλλὰ καὶ ε ργοις καὶ προθέσει πρακτικῇ τῇ κατὰ τὸν ὀρθὸν λόγον εὐθυνομένῃ. 1147 Ps 118, 173a Τὸ Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με οὐ τὴν κατ' οὐσίαν γένεσιν αὐτῆς σημαίνει ἐνταῦθα ἀλλὰ τὴν πρὸς τὰ σῳζόμενα σχέσιν. τῆς αὐτῆς διανοίας ε χεται καὶ τὸ Γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν. 1148 Ps 118, 174̔ Οδὸς τοῦ ἐπιποθοῦντος τὸ σωτήριον τοῦ θεοῦ τὸ τὸν νόμον ει ναι μελέτην τῷ ἐπιποθοῦντι προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ α φιξιν. νόμον δ' ἐνταῦθα καλεῖ τὴν παλαιὰν καὶ θείαν γραφήν. 1149 Ps 118, 175†̓ Επείπερ τῶν κριμάτων μνημονεύων καὶ ἐξεχόμενος ἐκκλίνω τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, οὐδ' ο λως ἁμαρτάνων ἀλλ' ἐνεργῶν ἐκεῖνα, οι ς ἀκολουθεῖ τὸ ζήσεσθαι τὴν ψυχὴν καὶ αἰνέσαι σε εὐχαριστοῦσαν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ.̓ Επείπερ τῶν κριμάτων σου μνημονεύων ἐκκλίνω τὸν τῇ ἁμαρτίᾳ παρεπόμενον θάνατον τῷ μὴ ἁμαρτάνειν, ζήσεται ἡ ψυχή μου τὰ τῆς ζωῆς ἐνεργήσασα καὶ τοῦς εὐχαριστηρίους αἰνεῖν, ἐφ' ῃ παρέσχες αὐτῇ ἀθανάτῳ ζωῇ. 1150 Ps 118, 176̔ Ως τὸ ἀπολωλὸς πρόβατον τὸ τυγχάνον ἀπὸ τῶν ἑκατόν, ἐφ' ο ἐλήλυθε ζητῆσαι αὐτὸ βουλόμενος ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα ἐν τοῖς ο ρεσιν, ἐπλανήθην ὑποκείμενος τῇ παραβάσει τοῦ Αδάμ. τὸ γὰρ ἀπολωλὸς ἀπὸ τῶν ἑκατὸν προβάτων̓ τὸ τῶν ἀνθρώπων γένος ἐστί, τὰ δὲ μὴ σφαλέντα λογικὰ α καὶ αὐτὰ μέρος τῆς κτίσεώς ἐστιν ἐπὶ τὰ ο ρη ἀπέμεινε τῷ υ ψει τῶν ἀρετῶν καὶ δογμάτων τῆς ἀληθείας, μόνου τοῦ ἀνθρώπου εἰς πλάνην ἐληλυθότος. ἐπεὶ τοίνυν παραπλησίως τῷ προβάτῳ, μᾶλλον δὲ μέρος αὐτοῦ ω ν, πεπλάνημαι, ζήτησον ἐμὲ τὸν δοῦλόν σου· η λθες γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· ζήτησον δέ με ἐπὶ τῷ εὑρεῖν ε τοιμον ο ντα πρὸς τοῦτο· ἐπεπόθησα γὰρ τὰς ἐντολάς σου. 1151 Ps 119 αργ̓ Ιστέον δὲ ὡς ὁ ἐν τῇ̔ Ιερουσαλὴμ νεὼς ἀναβαθμοὺς ει χε δεκαπέντε καὶ ἐφ' ε καστον αὐτῶν ἐν τῷ ἀναβαίνειν εἰς αὐτὸν ἑστηκότες οἱ εἰς τὸ ὑμνεῖν τεταγμένοι ᾠδὴν ε λεγον. διὸ καὶ συνέβη ἰσαρίθμους ᾠδὰς τοῖς ἀναβαθμοῖς ει ναι. κεῖται δὲ ἡ περὶ τῶν ᾠδῶν καὶ τῶν λεγόντων αὐτὰς ἐφ' ἑκάστου τῶν ἀναβαθμῶν τοῦ ναοῦ διάταξις ἐν τοῖς Παραλειπομένοις. Νοήσεις δὲ ναὸν ει ναι θεοῦ α γιον νοητὸν α μα καὶ πνευματικὸν τὴν* θεολογίαν, βαθμοὺς δὲ* 1152 Ps 120, 1̔ Ο ἐπὶ δεύτερον τοῦ ναοῦ βαθμὸν ἀναβεβηκὼς η δη τελειότητος α ρχεται μεταποιεῖσθαι, οὐκέτι χαμαίζηλόν τι διανοούμενος. διὸ καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας εἰς υ ψος ἠρκέναι φησίν. ο θεν καὶ οἰκείου ἀριθμοῦ τετύχηκεν ἡ τοῦ δευτέρου ἀναβαθμοῦ ᾠδή. ὁ γὰρ ἑκατοστὸς εἰκοστὸς τὴν τελειότητα τῆς ἀνθρωπίνης ζωῆς περιορίζει. ἀμέλει γοῦν μετὰ τὸν κατακλυσμὸν ει ρηται περὶ ἀνθρώπων τὸ Εσονται αἱ ἡμέραι αὐτῶν ΡΚ. ο θεν καὶ ὁ πάντα μέγας ἱεροφάντης Μωυσῆς θεοῦ διάκονος γεγονὼς τῶν τελειούντων τὴν ἀνθρωπίνην ζωὴν εἰς ἑκατοστὸν εἰκοστὸν ἐνιαυτὸν περιγράφει τὴν ἰδίαν ζωήν, μίμημα τὸν ἑαυτοῦ βίον προβαλλόμενος τοῖς ὑπ' αὐτοῦ τοῦς νόμους παραλαβοῦσιν. 1153 Ps Δυνατῶς δὲ καὶ πρὸς η θος τὸ προκείμενον νοῆσαι· ε ξοδον ποιουμένου τοῦ φρουροῦντος θεοῦ ἀπὸ τῆς κακίας τοῦ ἐκκλίνοντος ἀπὸ κακοῦ, ει σοδον τὴν πρὸς τὸ ποιεῖν τὸ ἀγαθὸν ὡσαύτως φυλάττοντος καὶ τὴν ε ξοδόν τινος τὴν ἀπὸ τῶν αἰσθητῶν καὶ τὴν εἰς τὰ νοητὰ καὶ πνευματικὰ ει σοδον. 1154 Ps 121, 1̔ Ο τοῖς ε μπροσθεν ἐπεκτεινόμενος ἀεὶ τῶν ο πισθεν ἐπιλανθάνεται, οὐ πάλιν δρομῶν. ὁσημέραι γὰρ ἐπὶ τὸ βραβεῖον τῆς α νω κλήσεως ἐπειγόμενος ἐπὶ τὰ α νω χωρεῖ. διὸ καὶ ἀρξάμενος τῆς ἐπὶ τὸν ναὸν ἀνόδου ἀνεπιστρέπτει ὁδεύσας, εἰς τρίτον βαθμὸν ἀναβέβηκεν· ο θεν καὶ ἐξ ἀπόπτου η δη τοῦ οι κου ἐφ' ο ν σπεύδει φαντασίαν λαβὼν εὐθυμεῖ θυμηδίαν προτρεπομένων αὐτὸν τῶν ἡγεῖσθαι τῆς εἰσόδου δυναμένων. 1155 Ps 121, 2– 4 Οἱ ἱδρυθέντες βεβαίως τοὺς πόδας τῆς ψυχῆς ἑαυτῶν πρότερον ἐν ταῖς τῆς Ιερουσαλὴμ αὐλαῖς πόθον̔ ε χουσι τοῦ καὶ ἐπὶ τὸν ναὸν ἀναβῆναι. ἡ δὲ ἀκραιφνεστάτη θεολογία ὁ ναὸς ει η, αὐλαὶ δὲ τῆς ὁράσεως τῆς εἰρήνης αἱ κατὰ μέρος θεωρίαι, αἱ ἰδικαὶ ἀρεταὶ τυγχάνουσαι. ἡ τοίνυν τῆς προειρημένης εἰρήνης ο ρασις ἀρξαμένη μεταποιεῖσθαι ὡς πόλις ὑπὸ κυρίου οἰκοδομεῖται, η ς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ αὐλὰς ε χει τὰς προειρημένας, ἐν αι ς οἱ πόδες τῶν βεβαίων ἑστῶτές εἰσιν. οὐ χαμαίζηλος δέ, ἀλλ' ἐν υ ψει τινὶ ου σα τυγχάνει, ὡς πάντα τὸν βουλόμενον πολίτην αὐτῆς γενέσθαι μὴ καταβαίνειν ἀλλ' ἀναβαίνειν πρὸς αὐτήν. καὶ φυλαὶ γοῦν κυρίου τὰ διάφορα τάγματα τῶν σῳζομένων ἐξομολογήσεως προαίρεσιν ε χουσαι ἀναβαίνουσιν ἐκεῖ, μεμαρτυρημέναι ὑπὸ κυρίου καλῶς ἀναβάσαι καὶ ἐξομολογησάμεναι καὶ εἰς ζῆλον καὶ προκοπὴν α γουσαι τὸν δρῶντα αὐτὰς̓ Ισραήλ. 1156 Ps 121, 5 Δαυὶδ ὁ σωτὴρ πολλάκις ει ρηται, η τοι διὰ τὸ ἐκ σπέρματος Δαυὶδ ει ναι τὸ κατὰ σάρκα η διὰ τὸ ἱκανῶς τῂ χειρὶ ὑπάρχειν· Δαυὶδ γὰρ ἱκανὸς χειρὶ ἑρμηνεύεται. πῶς γὰρ οὐχ ἱκανὸς χειρὶ ὁ τεραστίους δυνάμεις ποιῶν; τούτου τοῦ Δαυὶδ ἡ ἐκκλησία, ἐν ῃ θρόνοι εἰς κρίσιν ι δρυνται ἐφ' οι ς οἱ ἀπόστολοι καθήμενοι κρίνουσι τὰς δώδεκα φυλὰς τοῦ Ισραήλ. ἡ γὰρ ἑκάστου ἀποστόλου πίστις καὶ πολιτεία βασιλείας αὐτοῦ θρόνος ἐστί,̓ κρίνων καὶ καταδικάζων τοὺς μὴ προσηκαμένους τὸν προφητευόμενον ἐν ταῖς θείαις γραφαῖς μηδὲ πιστεύσαντας οι ς ἐποίει καὶ ἐδίδασκε λόγοις. 1157 Ps Καὶ κατὰ θεωρίαν δὲ ὁ διὰ τὸ ἀγαπᾶν τὴν̔ Ιερουσαλὴμ καρποφορῶν τὰ πνευματικὰ ἐν πολλῇ ει η εὐθηνίᾳ καὶ εὐετηρίᾳ ε σται, οὐ πράξεις αὐτῷ μόνον τῆς ἀρετῆς ἀλλὰ καὶ θεωρίας τῆς ἀληθείας καρποφορῶν. τὸ δὲ̓ Εν τῇ δυναστείᾳ σου δύναται πρὸς τὴν̔ Ιερουσαλὴμ διὰ τὸ βασιλεύειν δυναστεύουσαν εἰρηκέναι πάντα ἐχθρὸν πρότερον πολεμοῦντα δυναστείᾳ καθελοῦσαν ὡς εὐθηνίαν ει ναι λοιπὸν ἐν ταῖς πυργοβάρεσιν. ου τοι δὲ μεγάλοι πύργοι εἰσὶν ἐν τοῖς τείχεσι κατασκευαζόμενοι τοῦ ἀποσκοπεῖν χάριν τοὺς ἐρχομένους πολεμίους. βαρεῖς γὰρ ἐπιχωρίῳ ε θει παρὰ Σύροις αἱ μεγάλαι οἰκίαι καλοῦνται, αι τινες καὶ υ ψος προσλαβοῦσαι ἐπὶ τῶν τετειχισμένων πόλεων τὴν θέσιν ε χουσαι πυργοβάρεις καλοῦνται. ο ταν τοίνυν τῇ δυναστείᾳ ἑαυτῆς ῃ ἀπὸ θεοῦ ε σχε χρησαμένη Ιερουσαλὴμ καθυποτάξῃ τοὺς̔ ἀντιταγμένους, εἰρήνη ποιήσει ἀκολουθῆσαι καὶ ἐν ταῖς πυργοβάρεσιν αὐτῆς εὐθηνίαν ει ναι. Ει εν δ' α ν κατ' ἀλληγορίαν πυργοβάρεις οἱ δι' υ ψος τῆς πολιτείας καὶ θεωρίας τῆς ἀληθείας μὴ μόνον σκοποῦντες τοὺς ἐρχομένους ἐπὶ πόλεμον ἐχθροὺς ἀλλὰ καὶ υ ψωθεν ἐν τοῖς ἐλεγχοῖς βάλλοντες αὐτούς. 1158 Ps Κατὰ θεωρίαν δὲ ὁ ἐκ θεοῦ γεννηθεὶς τῷ ποιεῖν δικαιοσύνην καὶ πιστεύειν ο τἰ Ιησοῦς ἐστιν ὁ Χριστὸς ἀδελφοὺς ε χει τοὺς τὰ αὐτὰ ἐνεργοῦντας καὶ πιστεύοντας, πλησίον δὲ τοὺς ὑποδεεστέρους τῇ ποιήσει τῆς δικαιοσύνης καὶ τῇ πίστεἰ Ιησοῦ Χριστοῦ προσερχομένους. Πλὴν ε νεκα ἀμφοτέρων τούτων τῶν ταγμάτων τῶν ἀδελφῶν αὐτοῦ καὶ τῶν πλησίον, λέγω περὶ τῆς ἀποδοθείσης̔ Ιερουσαλήμ, εἰρήνην λαλεῖν φησιν, εἰρηνικὴν ει ναι εὐχόμενος αὐτῶν τε καὶ τῶν ἀδελφῶν καὶ τῶν πλησίον πατρίδα, ἀλλὰ καὶ ε νεκα τοῦ οι κου κυρίου τοῦ θεοῦ ἑαυτοῦ ἐκζητεῖν τὰ κυρίως ἀγαθὰ τῇ Ιερουσαλήμ. οι κον δὲ κυρίου τοῦ θεοῦ λέγει ἐφ' ο ν α ν ἀναβαίνειν̔ η ρξατο, ε νεκα τούτου ζητῶν ἀγαθὰ τῇ̔ Ιερουσαλὴμ τὴν τῶν θείων ἐντολῶν τήρησιν καὶ τῆς ὀρθῆς πίστεως σὺν ἀληθείᾳ κατανόησιν. 1159 Ps 122, 2 Δυνατὸν δούλους εἰς χεῖρας κυρίων τοὺς ὀφθαλμοὺς ε χοντας ἐκλαβεῖν τὰ ε θνη τὰ ὑπὸ τοὺς ἀγγέλους οἰκονομούμενα κατὰ τὸ Εστησαν ο ρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, παιδίσκην δὲ εἰς χεῖρας τῆς κυρίας τοὺς ὀφθαλμοὺς ε χουσαν τὴν ἐκ περιτομῆς συναγωγήν, παιδίσκην διὰ τὸ τῆς δουλείας πνεῦμα εἰρημένην· κυρίαν δὲ αὐτῆς τὴν α μωμον καὶ α σπιλον τοῦ θεοῦ ἐκκλησίαν λέγων τις οὐ σφάλλεται. ἀλλ' ἡμεῖς οὐκ εἰς χεῖρας ἐκείνων τῶν κυρίων ε χομεν ἀλλὰ πρὸς κύριον τὸν θεὸν ἡμῶν οἰκτείροντα καὶ ἐλεοῦντα ἡμῶν. 1160 Ps 123, 4a Οὐ πευστικῶς δὲ τὸ Αρα ἀλλὰ συλλογιστικῶς λέγει. ἀνυπόστατον δὲ υ δωρ τῷ μὴ α ν τινα ὑποστῆναι αὐτὸ χωρὶς τοῦ Χριστοῦ δύνασθαι. εἰ δὲ τὴν κακίαν σημαίνοι τις ἀνυπόστατον υ δωρ, ῥητέον ἀνυπόστατον εἰρῆσθαι τὴν κακίαν τῷ μὴ ει ναι οὐσίαν καὶ ἰδίαν ὑπόστασιν· συμβεβηκὸς γὰρ ου σα ἐν τοῖς ἐνεργοῦσιν ὑφίσταται, καθ' ἑαυτὴν υ παρξιν οὐκ ε χουσα. 1161 Ps 124, 1 Ωσπερ τὸ τῆς Σιὼν ο ρος α σειστον καὶ ἀμετακίνητον (ε στι δ' ὁ τοῦ θεοῦ λόγος), ου τω καὶ οἱ ἐπὶ τὸν θεὸν πεποιθότες ἀμετακίνητον στάσιν ε χουσι, μιμηταὶ αὐτοῦ σπεύδοντες ει ναι. οὐ γὰρ περὶ τοῦ αἰσθητοῦ ο ρους τὸ προκείμενον λέγεται ὁμοίως πάντων τῶν ὀρῶν ο ντων ἀκλονήτων, ἀλλὰ περὶ ἐκείνου περὶ ου προστάττον τὸ πνεῦμα τῷ προφήτῃ φησὶν̓ Επ' ο ρος ὑψηλὸν ἀναβάθητι, ὁ εὐαγγελιζόμενος Σιών. τῆς γὰρ σκοπευτικῆς τῶν ἀγαθῶν τῆς ἁγίας ἐκκλησίας Σιὼν ου σης ἑρμηνευομένης σκοπευτήριον, ὑψηλὸν ο ρος ὁ θεὸς λόγος αὐτὸς ω ν καὶ τὸ τῆς ἐπουρανίου Σιὼν ο ρος περὶ ου ει ρηταἰ Αλλὰ προσεληλύθατε Σιὼν ο ρει καὶ πόλει θεοῦ ζῶντος,̔ Ιερουσαλὴμ ἐπουρανίῳ. κατορθώσωμεν τοίνυν τὴν πρὸς θεὸν πεποίθησιν ἐπὶ τῷ καὶ μακαρισμοῦ τυχεῖν καὶ τῶν α λλων ἐπαγγελιῶν, προτρεπομένης τῆς προφητείας τῆς ω δε ἐχούσης· Καὶ πεποιθὼς ε σῃ ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. ἀρχὴ γὰρ τοῦ ἀναβιβασθῆναι ἐπὶ τὰ ἀγαθὰ τῆς τῶν ζώντων καὶ πραέων γῆς ὑπὸ θεοῦ ἐστὶ τὸ πεποιθέναι ἐπ' αὐτόν. Τὴν ἐκκλησίαν δὲ χρηματίζουσαν ε στιν ἰδεῖν ἐν τῷ Φωτίζου φωτίζου,̔ Ιερουσαλήμ,̔ Ιερουσαλὴμ ᾠκοδομημένη ὡς πόλις. διὸ ὁ τελείως καὶ γνησίως φρονῶν τὰ τῆς ἐκκλησίας κατοικεῖν αὐτὴν λεχθήσεται εἰς τὸν αἰῶνα, οὐ σαλευθησόμενος οὐδὲ τῆς οἰκειώσεως ταύτης μεθιστάμενος τῷ βεβαίως καὶ ἀμετακινήτως παρειληφέναι τὰ πρακτέα καὶ φρονητέα. καὶ κυρίως αὐτὴν κατοικεῖν εἰς τὸν αἰῶνα ῥηθείη ὁ ζῶν καὶ πιστεύων εἰς τὸν κύριον, εἰς τὸν αἰῶνα οὐ τεθνηξόμενος τῷ τὴν αἰώνιον ζωὴν ἐντεῦθεν ἠρραβωνίσασθαι. εἰ δὲ ῥαθυμήσαιέν ποτε ὡς ἐνδοῦναι τῇ προσοχῇ καὶ τῷ πόθῳ πρὸς τὸ ἀγαθόν, μετακινήσεται τῆς οἰκήσεως· διὰ τοῦτό φησιν ἐν Παροιμίαις Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει. 1162 Ps 124, 2 Ορη δὲ ῥηθεῖεν τῆς νοητῆς̔ Ιερουσαλὴμ τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα καὶ οἱ διῃρημένοι θεσμοὶ καὶ κανόνες ἐκκλησιαστικοί, καὶ πρὸς τούτοις οἱ α γιοι πάντες, οὐχ οἱ πρὸ τῆς ἐπιδημίας μόνοι ἀλλὰ καὶ οἱ μετὰ ταύτην· ε καστος γὰρ τούτων ο ρος ἐστὶ περὶ τὴν ἐκκλησίαν τυγχάνων, ὡς ἀπὸ πάντων αὐτῶν ε να κύκλον συνεχῆ καὶ ἀδιάστατον γενόμενον ἐν μέσῳ ε χειν τὴν ἐκκλησίαν. καὶ πρὸς τούτοις α γγελοι ει ναι δύνανται, παρεμβάλλοντες κύκλῳ τῶν φοβουμένων τὸν κύριον, τὰ κύκλῳ τῆς̔ Ιερουσαλὴμ ο ρη. Μεῖζον δὲ τῆς ἐκ τῶν ὀρῶν ἀσφαλείας ὑπάρχει τῷ λαῷ τῷ κατοικοῦντι τὴν̔ Ιερουσαλὴμ δι' η ν μάλιστα οὐ σαλεύεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν αὐτῇ, τοῦ κυρίου κύκλῳ γινομένου αὐτοῦ. κύκλῳ δὲ γίνεται ὁ κύριος οὐ τοπικῶς καὶ σωματικῶς ε νδον τινὰς περιορίζων, ἀλλὰ μετεχόμενος ὑπ' αὐτῶν καὶ ἐπὶ πᾶσι συνὼν αὐτοῖς, οὐ κατὰ μόνον τὸν παρόντα αἰῶνα ἀλλὰ καὶ τὸν μέλλοντα. 1163 Ps 124, 3 1163 Καὶ σκοπὸς μὲν τῇ ῥάβδῳ ταύτῃ βιάσασθαι ἐπὶ ἀνομίαν ἐκτεῖναι τὰς χεῖρας τοὺς δικαίους, θέλημα δὲ τοῦ κυρίου τὸ ἐπὶ δικαιοσύνην ἐκτείνειν τοὺς δικαίους τὰς χεῖρας ἐπαίροντας αὐτὰς ὁσίως χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. 1164 Ps 124, 4̓ Αγαθοί εἰσιν οἱ τὴν γνώμην ἐξ ἀρετῆς ὠφελημένοι καὶ εὐθεῖς τῇ καρδίᾳ οἱ ἀληθῶς καὶ ὀρθῶς τὰ τῆς εὐσεβείας φρονοῦντες. διαφέρουσι δὲ ου τοι οὐ τῇ ὑποστάσει ἀλλὰ τῇ ἐπινοίᾳ. οἱ γὰρ κατοικοῦντες εἰς τὸν αἰῶνα τὴν̔ Ιερουσαλὴμ ἀκλονήτως πρακτικοὶ καὶ γνωστικοὶ α μα ο ντες ἀγαθοὶ καὶ εὐθεῖς τῇ καρδίᾳ εἰσίν. ἀγαθύνει δὲ αὐτοῖς ὁ θεός, διδοὺς ἀγαθὰ αἰτοῦσιν αὐτὸν προσθήκην πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς σὺν μετουσίᾳ θείων χαρισμάτων παρεχομένοις ἐπὶ τῷ καὶ εἰς τὰς ἐπουρανίους ἐπαγγελίας καὶ βασιλείαν οὐρανῶν εἰσαγαγεῖν αὐτούς. 1165 Ps 124, 5a. β Τὸ̓ Απάξει τὸ παραδώσει φησίν, αι ς ει λαντο ε χειν ἐπιθυμίας εἰς ἀκαθαρσίαν καὶ εἰς πάθη ἀτιμίας καὶ εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα. ε φη δὲ καὶ ἐν ψαλμοῖς Καὶ ἐξαπέστειλα αὐτοῖς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. ἀπάξει τοίνυν τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἐπὶ τῷ δειχθῆναι φανερῶς τίνες ο ντες ἐλάνθανον, ὡς δοκεῖν τὴν ἀνομίαν μὴ ποιεῖν, καίτοι κατ' αὐτὴν διακείμενοι. δηλοῦται τὸ ψεκτὸν τῶν στραγγαλιῶν καὶ ἐν τῷ προφήτῃ, τοῦ θεοῦ λέγοντος τῷ εἰς νηστείαν ἐρχομένῳ Διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ο πως ὀρθῶς ἐπιτελῇ αὐτὴν καὶ μετὰ τῆς ὀφειλούσης ε ξεως. 1166 Ps 124, 5c̔ Η δὲ ὑπερέχουσα πάντα νοῦν εἰρήνη ἡ μετὰ θείας χάριτος διδομένη ὑπὸ θεοῦ πατρὸς καὶ κυρίοὐ Ιησοῦ Χριστοῦ ὑπάρξεται παντὶ καὶ μόνῳ νοῦν ε χοντι χρηματίζοντἰ Ισραήλ, ἐπευχομένου τοῦ ὑμνοῦντος. 1167 Ps 126 αργ̓ Ογδόη τῶν ἀναβαθμῶν ᾠδή· αἰνιττόμενος τὰ μυστήρια τῆς ἐν ὀγδοάδι ἀναστάσεως τοῦ κυρίου* τῷ Σολομῶν ἀναγέγραπται, τῷ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα γεγενημένῳ εἰρηνικῷ ἀληθῶς* ο ντι. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν τῶν σῳζομένων, φάσκων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.* τὰ κατάλυσιν παντὸς ἐχθροῦ καὶ πολεμίου εἰρηνι* ειν καὶ τὸν οι κον τοῦ θεοῦ θεμελιοῦντι καὶ οἰκοδομοῦντι, ου τὸ σύμβολον φέρων ὁ ἐκ τοῦ Δαυὶδ γεννηθεὶς Σολομῶν, πολλῆς εἰρήνης γενομένης ἐν ταῖς ἡμέραις αὐτοῦ, τὸν ἐν τῇ̓ Ιουδαίᾳ ναὸν τοῦ θεοῦ ᾠκοδόμησεν. 1168 Ps 126, 1 Οὐχ η ττον δὲ τῶν α λλων γραφῶν καὶ οἱ προκείμενοι στίχοι προνοητὴν ἁπάντων τὸν κύριον τέθεινται, τῶν ἀνθρωπίνων σπουδῶν ματαίων γινομένων, εἰ μὴ τύχοιεν τὸ κατάλληλον τέλος ἐκ θεοῦ ἀπολαβοῦσαι· ο θεν τι ποιοῦντες μὴ τὸ ο λον ἑαυτοῖς δῶμεν, ἀλλὰ τῷ τελειοῦντι θεῷ, μηδ' αὐτῷ τὸ πᾶν ἐάσαντες α πρακτοι διατελῶμεν. ἑκάτερα γὰρ αἱ προκείμεναι δηλοῦσι λέξεις, τότε ἐξ ἡμῶν καὶ τοῦ θεοῦ, ματαίως λέγουσαι τὸν οἰκοδομοῦντα α νευ θεοῦ, οὐ τὸν μηδ' ο λως ἐνεργοῦντα. 1169 Ps 126, 2 Νοήσεις δὲ καὶ ου τως· οἱ καταξαινόμενοι ταῖς φροντίσι τοῦ βίου τῷ τοῖς αὐτοῖς διδόναι τῶν σπουδαζομένων α ρτον ὀδύνης ἐσθίουσι συνεχῶς. διὸ καὶ στεροῦνται τῶν ἀγαπητῶν τοῦ θεοῦ παραινούντων καὶ συμβουλευόντων μετρίως τούτων ἐφικέσθαι τῷ κυρίῳ ει ναι τὸ τέλος καὶ ἡ πρόνοια. ἐπὰν ου ν καταφρονησάντων τῶν εἰς εὐσέβειαν ἐγειρόντων ἀγαπητῶν τοῦ θεοῦ υ πνος γένηται αὐτοῖς τοῖς ἀγαπητοῖς τοῦ θεοῦ εἰς ἰδίαν ἀνάπαυσιν τραπέντων η καὶ μετατεθέντων ἀπὸ τοῦδε τοῦ βίου καὶ τῆς γρηγόρσεως αὐτοῦ συνισταμένης κατὰ τὸ ζῆν τὸ κοινόν, τὸ τηνικαῦτα οἱ προειρημένοι τὸν α ρτον τῆς ὀδύνης ἐσθίουσιν· ἀτελῶς πάντα τὰ σπουδαζόμενα ποιοῦσι μάτην ὀρθρίζοντες καὶ ἐγειρόμενοι μετὰ τὸ καθῆσθαι, ἀνηνύτων καὶ τῆς καθέδρας καὶ τῆς στάσεως καὶ τῆς ε ξω ἀναστάσεως αὐτοῖς γενομένων. ἠδύναντο γὰρ μὴ ματαίως ταῦτα ποιεῖν μηδ' α ρτον ὀδύνης ἐσθίειν, εἰ προσεῖχον τοῖς θεοῦ ἀγαπητοῖς πρὶν λαβεῖν ἐκ θεοῦ τὸν υ πνον. καὶ οἱ εἰς θεοσέβειαν δὲ ἰέναι δοκοῦντες, εἰ φωτίζεσθαι παρ' ἑαυτοὺς οἰηθεῖεν, εἰς μάτην ὀρθρίζουσι· τοῖς γὰρ μὴ λέγουσιν̓ Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός, εἰκότως τοῦτο λεχθείη. ἀλλὰ καὶ εἰς μάτην διεγείρουσιν ἑαυτοὺς εἰς ἐνέργειαν δῆθεν τῶν καλῶν, μεθ' η ν πάλιν καθήμενοι καὶ διαναπαυόμενοι οὐκ ἐκ θεοῦ ἀλλ' ἐξ ἑαυτῶν οἰόμενοι τοῦτο κατορθοῦν. ἐκ θεοῦ δὲ τοῦτ' ε χειν ὁμολογεῖ ὁ φάσκων τῷ κυρίῳ Σὺ ε γνως τὴν καθέδραν μου καὶ τὴν ε γερσίν μου. δέον δὲ καὶ τὴν χαρὰν ε χειν καὶ εὐφροσύνην ἐσθίοντα τὸν στηρίζοντα καρδίαν ἀνθρώπου α ρτον· σὺν ὀδύνῃ ἐσθίουσιν αὐτὸν ἐκ λύπης καὶ ἐξ ἀνάγκης, ἀλλ' οὐχ ἱλαρῶς προσερχόμενοι τῇ χρήσει αὐτοῦ. διὸ πάμπαν ἀτελεῖς ου τοι καὶ μάτην πάντα ποιοῦντες. 1170 Ps 126, 3 Καὶ ἡ μὲν προτέρα αὐτοῦ κληρονομίἀ Ισραὴλ ἐγενήθη· Σχοίνισμα γὰρ κληρονομίας αὐτοῦ̓ Ισραήλ· υἱὸς η ν πρωτότοκος θεοῦ λέγοντος Υἱὸς πρωτότοκός μοὐ Ισραήλ· ει ς δὲ υἱὸς οἱ πάντες ἐτύγχανον διὰ τὸ σύμφωνον καὶ ἡνωμένον τῆς γνώμης καθ' ε να νόμον* βιοῦντες. δεύτεροι δὲ μετ' ἐκείνους υἱοὶ περὶ ω ν ει ρηται ὑπὸ τοῦ πατρὸς τῷ σωτῆρι Αι τησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ε θνη τὴν κληρονομίαν σου. ἐξ ἀμφοτέρων δὲ τῶν δύο κληρονομιῶν μία γέγονεν, η ν δεικνύων ἐν τῷ υἱῷ τὸ πνεῦμά φησιν̓ Ιδοὺ ἡ κληρονομία κυρίου υἱοί, πάντες τὸ πνεῦμα τῆς υἱοθεσίας ε χοντες καὶ τῷ ποιεῖν δικαιοσύνην ἐκ θεοῦ γεγεννημένοι. Μισθὸς δέ ἐστιν αὐτῇ, τοῦ ἐπιδημήσαντος κυρίου τυγχάνοντος καρποῦ τῆς γαστρὸς τῆς παρθένου. ει ρηται γοῦν πρὸς αὐτὴν ὑπὸ τῆς̓ Ελισάβετ Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. καρπὸς δὲ κοιλίας ὠνόμασται τὸ μὴ ἐξ ἀνδρὸς ει ναι ἀλλ' ἐκ μόνης τῆς Μαρίας, πνεύματος ἁγίου ἐπελθόντος αὐτῇ καὶ τῆς τοῦ ὑψίστου δυνάμεως ἐπισκιάσης αὐτήν. οἱ γὰρ ἐκ τῶν πατέρων σπορὰν ε χοντες ἐκείνων εἰσὶ καρποί· ει ρηται γοῦν πρὸς Δαυὶδ̓ Εκ καρποῦ τῆς ὀσφύος σου θήσομαι ἐπὶ τοῦ θρόνου σου, διδάσκοντος αὐτὸν τοῦ λόγου μὴ ἐπιλείψειν τὴν βασιλείαν αὐτοῦ ὡς τὴν τοῦ Σαοὺλ ἀλλ' ἐκ τῆς διαδοχῆς αὐτοῦ ταύτην διευθύνεσθαι. Εἰ δὲ καὶ καρπὸς τῆς γαστρὸς τοῦ πατρὸς δύναται ει ναι ὁ υἱὸς ἀκολούθως τῷ Εκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, συνεπίσκεψαι. 1171 Ps 126, 4̓ Τίς δὲ ὁ δυνατὸς ὁ ἱκανῶς ἐκπέμπων τὰ βέλη ω στε εἰς ἀγάπην σοφίαν τε καὶ ἀλήθειαν τρῶσαι η ὁ σωτήρ, περὶ ου γέγραπται Τὰ βέλη σου ἠκονημένα, δυνατέ; παραπλησίως αὐτῷ τοξεύοντες οἱ υἱοὶ τῶν ἐκτετιναγμένων οἱ ἐκ τῶν ἁγίων ἀνδρῶν γεγεννημένοι. ἐκτετιναγμένοι δὲ ου τοι τυγχάνουσι πᾶσαν κόνιν ὑλικῶν καὶ χοῦν κινήσει λογικῇ ἀποπεμψάμενοι· ο θεν καὶ πο* διορατικὴν ψυχὴν προσβάλλειν τῷ εἱρμῷ τῆς ἀκολουθίας τῶν δογμάτων δυναμένην. καὶ διὰ τοῦτο τὴν εἰρήνην ὁρῶσαν προτρεπόμενος ὁ λόγος εἰς τοῦτο παρακαλεῖ λέγων̓ Εκτίναξαι τὸν χοῦν σου,̔ Ιερουσαλήμ. Επειδὴ καὶ πατρίῳ ε θει τῶν̔ Εβραίων ἐκτετιναγμένοι καλοῦνται οἱ νέοἰ καὶ πρὸς πόλεμον δυνατοί, ὡς ἀπὸ τοῦ̓ Εσδρὰ μανθάνομεν, εἰκότως οἱ τὸν νέον α νθρωπον ἐνδυσάμενοι τῷ ἐκτετινάχθαι ἀπ' αὐτῶν τὸν παλαιὸν α νθρωπον α μα ταῖς πράξεσιν αὐτοῦ, μιμηταὶ τοῦ δυνατοῦ γινόμενοι ἐν ταῖς πράξεσιν αὐτῶν σὺν λόγῳ γινομέναις χερσὶν αὐτῶν καλουμέναις, ε χουσι τὰ βέλη τοὺς ἠκονημένους λόγους ου ς βάλλειν οι οί τέ εἰσιν. ε χει δὲ τὰ τοῦ̓ Εσδρὰ περὶ ἐκτετιναγμένων ῥητὰ ου τως· Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης η μισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ε ργον, καὶ η μισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ οἱ θώρακες καὶ οἱ α ρχοντες ὀπίσω παντὸς οι κοὐ Ιούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, καὶ τὰ ἑξῆς. καὶ διὰ τῶν ἐκκειμένων δηλαδὴ λέξεων μανθάνομεν τοὺς υἱοὺς τῶν ἐκτετιναγμένων ἐν τῷ οἰκοδομεῖν τὸν οι κον κυρίου κατέχειν βολίδας καὶ ῥομφαίας καὶ τὰ α λλα ο πλα, ὡς μιᾷ μὲν χειρὶ τὸ τῆς οἰκοδομῆς ε ργον ποιεῖν, τῇ δ' ἑτέρᾳ βάλλειν ταῖς βολίσι τοὺς κωλύειν ἐθέλοντας τὴν κατασκευὴν τοῦ θείου οι κου. σπουδὴ γὰρ τοῖς θείοις διδασκάλοις α μα οἰκοδομεῖν θεῷ οι κον ἐν ἑκάστῃ τῶν παιδευομένων ψυχῇ καὶ καταπολεμεῖν λογισμοὺς καὶ πονηρὰς δυνάμεις ἐμποδίζειν πειρωμένας τὴν αυ ξησιν τῆς οἰκοδομῆς. 1172 Ps 126, 5 Μακαρίζει τὸν διὰ τὸ τετηρηκέναι τὸ κατ' εἰκόνα τοῦ θεοῦ μένοντα α νθρωπον ἐπὶ τῷ τὴν ἐπιθυμίαν αὐτοῦ πεπληρωκέναι ἐκ τῶν βελῶν τοῦ δυνατοῦ. τρωθεὶς γὰρ εἰς ἐπιθυμίαν τῶν ἀγαθῶν ὑπ' αὐτῶν μακάριος ἀποδέδεικται. ο θεν καὶ ἀκαταίσχυντον ε χων παρρησίαν ἐν πύλῃ τῇ τῶν ὠφελίμων εἰσαγωγῇ λαλῶν οὐ καταισχύνεται ὑπὸ τῶν ἐχθρῶν, οι τινες κωλυταὶ τῆς πληρώσεως τῆς ἐπιθυμίας καὶ τῆς οἰκοδομῆς ἐσπούδαζον ει ναι. οὐ θαυμαστὸν δὲ εἰ ἑνικῶς μακαρίσας α νθρωπον· πληθυντικῶς ει πε μὴ καταισχυνθήσεσθαι τοὺς λαλοῦντας ἐν πύλῃ· οὐ γὰρ περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς τοῦ πληρώσαντος τὴν ἐπιθυμίαν αὐτοῦ ἐκ τῶν βελῶν ὁ λόγος. 1173 Ps 127, 2 Καὶ α λλως δ' α ν ει ποις τρέφειν ψυχὴν αὐτὴν τὴν ἀρετήν, ω στε ει ναι αὐτοὺς τοὺς κατὰ θεὸν καμάτους τροφίμους καὶ εὐφραντικοὺς ψυχῆς. ὁ μὲν ου ν φοβούμενος τὸν κύριον τοὺς πόνους τῶν καρπῶν αὐτοῦ ἐσθίει, ὁ δὲ ἀγαπῶν αὐτὸν ὡς η δη τέλειος τὸν ζῶντα φάγεται α ρτον τὸν ἐπουράνιον κατὰ τὸ Μακάριος ο ς φάγεται α ρτον ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καρποὺς δέ φησιν ἐνταῦθα τὰς χεῖρας, ι να ει πῃ Τοὺς πόνους τῶν χειρῶν σου φάγεται, τουτέστι τῶν πρακτικῶν δυνάμεων. 1174 Ps 127, 3 Προχείρως μέν ἐστι καὶ περὶ πόδα τὴν λέξιν ἐξομαλίζοντα ταύτας δίδοσθαι τὰς ἐπαγγελίας τῷ φοβουμένῳ τὸν κύριον, ὡς α ν ε τι ἀτελεῖ, ἀλλ' οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ο λης καρδίας καὶ ἐξ ο λης ψυχῆς καὶ δυνάμεως·̓ Οφθαλμὸς γὰρ οὐκ ει δε καὶ ου ς οὐκ η κουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. τῷ δὲ φοβουμένῳ τὸν κύριον δῶρον θεοῦ δίδοται κοινωνός τις καὶ σύζυγος, οὐχ ἡ τυχοῦσα γυνὴ ἀλλ' ἡ τῇ ἀληθινῇ ἀμπέλῳ παρεικασμένη, ω στ' α ν εἰρῆσθαι περὶ αὐτῆς Γυνὴ ἀγαθὴ μέρις ἀγαθή, καὶ Γυναῖκα ἀνδρείαν τίς α ν εὑρήσῃ; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. ὡς ε μπαλιν ἐκ τοῦ ἐναντίου πονηρὰ καὶ τὸν τρόπον ὀργαλέα σύζυγος ὀργὴ α ν ει η θεοῦ, ου τω καὶ υἱοὶ ἐκ θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν κύριον οὐχ ο μοιοι τοῖς πολλοῖς υἱοῖς ἀλλ' οἱ ὡς νεόφυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπεζαν αὐτοῦ. νοήσεις δὲ καὶ τούτους ἀπὸ τοῦ τελείου τοῦ λέγοντος̓ Εγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οι κῳ τοῦ θεοῦ. τῆς γὰρ τοιαύτης ἐλαίας τὰ γεννήματα ὡς νεόφυτα ἐλαιῶν ει ναι λέγεται. Εἰ δέ τις μὴ φοβουμένους τὸν κύριόν φησι πολλάκις ἐν περιουσίᾳ τέκνων ὑπάρχειν καὶ ἐν εὐθηνίᾳ γυναικός, ἀλλ' ἐροῦμεν ο τι ὁ παρὼν μακαρισμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ' ο λον αὐτὸ τοῦτο τὴν ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δ' ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀσεβῶν. 1175 Ps 127, 4̓ Απεντεῦθεν μακάριος ει ὁ φοβούμενος τὸν κύριον, ἐπεὶ ἡ συνοῦσά σοι γυνὴ οἰστική ἐστι καρπῶν εὐφραινόντων τυγχάνουσα α μπελος. ἀλλὰ καὶ τὰ γενήματά σου οὐκ ἀσθενῆ οὐ θήλεα ἀλλ' ευ τονοι υἱοὶ περὶ τὴν σὴν τράπεζαν ο ντες δίκην νεοφύτων ἐλαιῶν τὴν τροφὴν τοῦ φωτὸς καρποφορούντων. πλήρης δὲ πάντων τῶν τὸν νοῦν καὶ τὴν ψυχὴν τρεφόντων ἡ νοητὴ τράπεζά σου ὑπάρχει. Ισθι δὲ ἐν τούτοις γεγονὼς ὑπὸ κυρίου εὐλογίαν ε χειν η ν οὐκ α λλος η ὁ εὐλαβὴς παρὰ κυρίου λήψεται. δηλοῦται δὲ διὰ τοῦ Ανθρωπος καὶ πᾶς α νθρωπος. διὸ οὐ περὶ αἰσθητῆς γυναικὸς καὶ σωματικῶν τέκνων ἐκλαβεῖν προσήκει τὰ προκείμενα, πολλῶν τὸν θεοῦ φόβον κεκτημένων ου τε γυναῖκα ου τε τέκνα ἐσχηκότων. εἰ τοίνυν τὰ τῆς λέξεως οὐ καθόλου, τὸ πνευματικὸν τῶν ἐκκειμένων ζητητέον παντὶ εὐλαβεῖ ὑπάρχοντι. 1176 Ps 128, 1– 4 Κατὰ ἀναγωγὴν δὲ νοήσεις ου τως· οἱ μιᾷ προσβολῇ πολεμίων ἁλισκόμενοι οὐ λέγοιεν τοῦτο, ἀλλὰ μόνος ὁ ἐκ νέου μέχρι γήρως εἰς φυγὴν τοὺς πολεμίους τρέπων ἀεὶ νικητὴς καὶ τροπαιοῦχος αὐτῶν γινόμενος. ἀπόδειξιν δὲ τοῦ πλεονάκις αὐτοὺς πεπολεμηκέναι ἐπήγαγε τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ει χον γὰρ τὸν κύριον τὸν συντρίβοντα πολεμίους ἐνδυναμοῦντά με. Τῶν δὲ μετὰ παρρησίας ἀπαγγελλομένων οὐ τὸν τυχόντα ἀλλὰ τὸν ὁρῶντα θεὸν νοῦν μάρτυρα καλεῖ. καὶ τὸ̓ Εκ νεότητός μου προσκείμενον δείκνυσιν ο τι ἐκ νέων καὶ η δη βιασάμενος εἰπεῖν μητρόθεν κατὰ θεοσέβειαν ἀναγόμενος διάβολον καὶ τοὺς συμμάχους καὶ δορυφόρους αὐτοῦ ἀντιπαρατεταγμένους καὶ προσπολεμοῦντας ε χων οὐδὲ κατὰ ποσὸν ἡττήθη πρὸς αὐτῶν. τὸ ἰσχυρὸς καὶ ὑπὸ Χριστοῦ ἐνδυναμούμενος ει ναι δηλοῦν δύναται τὸ̓ Εκ νεότητός μου, ἐξ ου ἀπεδυσάμην τὸ γῆρας, τὸν παλαιὸν α νθρωπον α μα ταῖς πράξεσιν αὐτοῦ ἀποβεβληκώς· ἐνδυσάμενος τὸν νέον α νθρωπον πρὸς τῶν εἰρημένων ἐχθρῶν πολεμούμενος οὐδεπώποτε ἀνετράπην ὑπ' αὐτῶν, ἀδιαστάτως καὶ συνεχῶς νικῶν καὶ τροπούμενος αὐτοὺς ἐπὶ μάρτυρι τῷ̓ Ισραήλ. καύχημα δὲ οὐ μικρὸν τὸ ὑπὸ διαβόλου καὶ τῶν ἀμφ' αὐτὸν πολεμεῖσθαι, τῶν φαύλων τοῦτ' οὐκ ἐχόντων· εἰσὶ γὰρ αὐτοῦ φίλοι καὶ ὑπήκοοι. πᾶς δὲ καὶ μόνος ἐρεῖ τὸ Καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι ὁ ἐξουσίαν ὑπὸ θεοῦ λόγου λαβὼν πατεῖν ἐπάνω ο φεων καὶ σκορπίων καὶ καταπατεῖν λέοντα καὶ δράκοντα. πάντων γὰρ περιγενόμενος τῶν τοιούτων, συντρίβοντος τοῦ θεοῦ τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐρεῖ Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι· ἐγὼ δ' ἠδυνήθην κατ' αὐτῶν ὑπὸ κυρίου ἐνδυναμούμενος.̓ Επὶ τῶν νώτων μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. ἐπιζήμιον καὶ πάνυ ἐπισφαλὲς εἰς πρόσωπον τοὺς πολεμίους ε χειν κατὰ διάνοιαν ἱκανῶς ε χοντας καὶ διὰ μόνου τοῦ βλέπεσθαι καὶ ο λως εἰς αι σθησιν ε ρχεσθαι βλάπτειν καὶ ἀναιρεῖν τοὺς ὁποσοῦν ᾐσθημένους αὐτῶν· ο θεν ἀποστρέφεσθαι αὐτοὺς ἀεὶ προσήκει εἰς νῶτον αὐτοὺς βάλλοντα. ὁ γὰρ σπεύδων πρὸς θεὸν καὶ τὴν ἀρετὴν τὴν κακίαν ἀποστρέφεται. εἰ γὰρ ἐπὶ τοῦ προσώπου καὶ τῶν α λλων ε μπροσθεν ἐτέκταινον οἱ ἁμαρτωλοί, ε βλαψαν α ν τὴν καρδίαν, καιρίως αὐτὴν πονηροῖς λογισμοῖς βάλλοντες καὶ τὴν ο ψιν διὰ θεαμάτων ὀλεθρίων καὶ τὰς λοιπὰς αἰσθήσεις βλάπτοντες διὰ τῶν οἰκείων αὐταῖς αἰσθητῶν. ε χει δὲ ὀπίσω τοὺς ἁμαρτωλοὺς ὁ τῶν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ε μπροσθεν ἐπεκτεινόμενος καὶ ὀπίσω κυρίου τοῦ θεοῦ πορευόμενος· ὁ δὲ ἀκολουθῶν τοῖς ἑρμηνευθεῖσιν ἁμαρτωλοῖς τὸν κύριον ἀποστρέφεται, ὡς θεὸν εἰπεῖν Εστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐχὶ πρόσωπα αὐτῶν· μισήσας γὰρ ε καστος αὐτῶν παιδείαν ἐξέβαλε τοὺς λόγους μου εἰς τὰ ὀπίσω, ἀκολουθῶν τοῖς ἐρασταῖς τῆς καρδίας αὐτοῦ δαίμοσιν. Δηλοῖ δὲ τὴν ἐπίμονον κακίαν τῶν ἐπὶ τοῦ νώτου τῶν δικαίων τεκταινόντων ἁμαρτωλῶν τὸ̓ Εμάκρυναν τὴν ἀνομίαν αὐτῶν. σειρᾶς γὰρ δίκην τὰ ἁμαρτήματα πλέκοντες τῷ τοῖς προλαβοῦσιν ε τερα προσλαμβάνειν μακρύνουσι τὴν ἀνομίαν αὐτῶν. ταλανίζων τοὺς τοιούτους ὁ λόγος ει πεν Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγῷ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. ἀδικίαν γὰρ αἱ χεῖρες αὐτῶν συμπλέκουσι καὶ ὡς προστιθέντες ἁμαρτίας ἐφ' ἁμαρτίαις μακρύνουσι τὴν ἀνομίαν ἑαυτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. συγκόπτει τὸν αὐχένα ο ν οὐχ ὑποβάλλουσι τῷ χρηστῷ ζυγῷ ὁ δίκαιος κύριος. χρηστῇ δὲ προσθέσει τοῦτο ποιεῖ, ο πως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν ὑποταγῶσι τῷ κυρίῳ ῳ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστί. 1177 Ps 128, 5– 8 Καὶ οἱ τοῦ κόσμου δὲ σοφοὶ καὶ αὐτοὶ χόρτος εἰσὶ τῷ καὶ αὐτῶν τὴν ἐπαγγελίαν μέχρι τῆς παρούσης ζωῆς ει ναι καὶ χόρτος δωμάτων τῷ δῆθεν δι' ω ν πράττουσι καὶ φρονοῦσι τὴν τῆς ἀνθρωπίνης ζωῆς οι κησιν ὑπερβεβηκέναι. διὸ καὶ εὐξήραντος χόρτος ἐστίν, ου τ' εἰς χέρσον (τουτέστι τὰ αἰσθητά) τὰς ῥίζας βάλλοντες, ου τ' αυ ἀντὶ χόρτου νοητὴ φυτεία σπεύσαντες ει ναι. ο θεν πρὶν ἐκσπασθῆναι ξηραίνονται, οὐ πληροῦντος τὰς χεῖρας τοῦ θερίζοντος τούτου τοῦ χόρτου, δι' η ν ε χουσιν ἀπιστίαν· Οὐκ ἀναστήσονται γὰρ οἱ ἀσεβεῖς ἐν κρίσει, καὶ̔ Ο μὴ πιστεύων η δη κέκριται. Οὐ μόνον δὲ χεῖρας ἀλλὰ οὐδὲ τὸν κόλπον ἑαυτοῦ πληρώσει τούτου τοῦ χόρτου ὁ θερίζων τῷ μὴ παραλαμβάνεσθαι αὐτοὺς πρῶτον μὲν εἰς κόλπον̓ Αβραάμ, ει θ' ἑξῆς εἰς κόλπους τοῦ θερίζοντος ἀγγέλου· τοὺς γὰρ θεριστὰς ἀγγέλους ἡρμήνευσεν ὁ σωτὴρ ὁ θεριστὴς φάσκων ἐν τῷ προφήτῃ Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. αὐτὸς γοῦν καὶ διακαθαριεῖ τὴν α λωνα αὐτοῦ, ε χων τὸ πτύον ἐν τῇ χειρὶ ἐπὶ τῷ τὸν σῖτον εἰς ἀποθήκην συνάξαι, τὸ δὲ α χυρον κατακαῦσαι πυρὶ ἀσβέστῳ. Τίνες δὲ ο ντες οἱ μισοῦντες Σιών; οὐ χόρτος ἀλλ' ὡσεὶ χόρτος γίνονται η ζιζάνια ἐπισπαρέντα τῷ καλῷ σπέρματι ὑπὸ τοῦ πονηροῦ καὶ κατακαιόμενα ἐν τῷ μέλλοντι αἰῶνι ἐν καιρῷ θερισμοῦ. ζιζάνια γὰρ οἱ αἱρετικοί, χόρτος δὲ δωμάτων οἱ ὑπερπηδήσαντες δῆθεν τὴν ἀνθρωπίνην πολιτείαν τοῦ κόσμου σοφοί, πρὸς ου ς ὁ λόγος Ινα τί ἀνέβητε πάντες εἰς δώματα μάταια; οἱ μέντοι τῆς Σιὼν πολῖται ο ντες ἐπὶ δώματος μὴ καταβαινέτωσαν α ραι τὰ ἐκ τῆς οἰκίας, ἀλλὰ καὶ ο η κουσαν εἰς τὸ ου ς κηρυξάτωσαν ἐπὶ τῶν δωμάτων, ι να καὶ σπέρμα καλὸν διαμείναντες καρποφορήσωσιν ἐπὶ τῷ συγκομισθῆναι ὑπὸ τοῦ τὰ τοιαῦτα δράγματα συνάγοντος εἰς τὴν α λω τῆς σωτηρίας. Καὶ οὐκ ει παν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. οἱ ἀποδοθέντες ἑτερόδοξοι μισοῦντες τὴν Σιὼν καὶ οἱ ἑρμηνευόμενοι τοῦ κόσμου σοφοὶ δωμάτων χόρτος, ἐπεὶ τὴν ἐπαγγελίαν τοῦ βίου καὶ τοῦ φρονήματος μέχρι τῶν προσκαίρων καὶ παρερχομένων ε σχον, παράγοντες ει ρηνται. ου τοι δὲ ἀπηνεῖς καὶ ὑπερήφανοι φιλαδελφίαν καὶ ἀγαπητικὴν διάθεσιν οὐδ' ο λως ε χοντες, μόνους ἑαυτοὺς δοκοῦντες ει ναι μεγάλους καὶ θεοῦ φίλους, οὐδενὶ προσφωνοῦσιν εὐλογίαν· ο θεν περὶ αὐτῶν ει ρηται Καὶ οὐκ ει παν οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, οὐδένα τῶν α λλων παρὰ σφᾶς τευξόμενον εὐλογίας παρὰ κυρίου λέγοντες. ο μως δὲ εἰ καὶ ἐκεῖνοι οὐδενὶ προσφωνοῦσιν εὐλογίαν, ἀλλ' ου ν ἡμεῖς οἱ τὸ ο νομα κυρίου εὐλογοῦντες φιλεταιρίᾳ προστιθέμενοι προσφωνοῦμεν εὐλογίαν πᾶσι τοῖς πρὸς ου ς ὁ λόγος ἡμῖν. Δυνατὸν ἐκλαβεῖν ἀμφότερα τὰ ἡμιστίχια ὡς λεγόμενα πρὸς τῶν παραγόντων, ι ν' ἀμφοτέρων ῃ προτεταγμένον τὸ Οὐκ ει παν· οὐκ ει παν γὰρ οἱ παράγοντες Εὐλογία κυρίου ἐφ' ὑμᾶς, ἀλλ' οὐδὲ ει παν Εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου. 1178 Ps̔ Ο εἰς βάθη κακίας καὶ δυσσεβείας πεσὼν κατὰ τὸ̓ Εὰν ε λθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, ἐν συναισθήσει γενόμενος οι κακῶν ἐστι, φθάσας εἰς τὰ βάθη τῆς κυμαινομένης τοῦ βίου θαλάσσης ἐξ ἰδίας ῥαθυμίας δέεται τοῦ ἐκεῖθεν ἀνάγοντος· ἀλλὰ μηδένα εὑρὼν δυνάμενον βοηθῆσαι κράζει πρὸς θεόν. μετὰ τοῦ ὁμολογεῖν ποῦ πεσὼν ε φθασε, καί φησιν̓ Εκ βαθέων ἐκέκραξά σε, κύριε· κύριε, εἰσάκουσον τῆς φωνῆς μου· εἰσακούσας γὰρ ἀνάξεις με ἐξ αὐτοῦ τοῦ βυθοῦ τῆς κακίας καὶ τοῦ βαθυτάτου ᾳ δου. συνᾴδει ταύτῃ τῇ ἐκδοχῇ τὰ μεθ' ε τερα λεγόμενα ὑπ' αὐτοῦ ἐν τῷ̓ Εὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; Δυνατὸν καὶ πάντα τὸν ἐν τῷ περιγείῳ τόπῳ μετὰ ἀνθρωπίνης πολιτείας διατρίβοντα ταύτην ἀναπέμπειν τὴν εὐχὴν αἰσθανόμενον ἑαυτῷ πάνυ κάτω που ο ντα οὐρανοῦ τε καὶ θεοῦ· Οὐρανὸς γὰρ ὑψηλὸς γῆ τε βαθεῖα. Δυνατὸν καὶ α γιον ει ναι τὸν εὐχόμενον κατὰ τὰ προαποδοθέντα. ου τος δὲ οὐ περὶ μικρῶν καὶ ἐπιγείων ἀλλὰ μεγάλων καὶ ἐπουρανίων τὴν εὐχὴν ἀναπέμπει. οὐκ ἐκ ψυχικῆς περὶ αὐτῶν διαλήψεως τὴν εὐχὴν ἀναπέμπει πρὸς θεὸν αἰτούμενος αὐτά. ἀλλὰ φωτιζόμενος ὑπὸ τοῦ πνεύματος τοῦ πάντα ἐρευνῶντος καὶ τὰ βάθη τοῦ θεοῦ γνώσει καὶ θεωρίᾳ· ἑπόμενος τῷ ἐξερευνῶντι αὐτὰ πνεύματι ἐξ αὐτῶν τῶν βαθέων τούτων α δεῖ θεὸν αἰτεῖν κράζει πρὸς αὐτὸν, εἰσακουσθῆναι τὴν φωνὴν αὐτοῦ ἀξιῶν. ἐκ τούτων δὲ τῶν βαθέων κράζει ὁ μηδὲν αἰσθητὸν ἀλλὰ πάντα νοητὰ καὶ αὐτὸ τὸ α γιον πνεῦμα αἰτούμενος λαβεῖν. Ισον δὲ δύναται τὸ Γενηθήτω τὰ ω τά σου προσέχοντα τῷ Κλῖνον πρός με τὸ ου ς σου. ἐπεὶ οὐ φθάνει ἡ ἡμετέρα φωνὴ εἰς τὰ ὑψηλά, καὶ μακρὰν τυγχάνοντα διαφορᾷ φύσεως Ωτά σου. καὶ ἐντεῦθεν δὲ μανθάνομεν ἐπιστήσαντες μὴ ἀεὶ οὐσίωσιν ἀλλὰ καὶ σχέσιν τινὰ σημαίνειν τὸ Γενηθήτω. οὐ γὰρ ἁπλῶς γενέσθαι τὰ ω τα τοῦ θεοῦ ἀλλ' αὐτῷ προσέχοντα γενέσθαι ἀξιοῖ. τούτοις ἑπομένως νοεῖν δεῖ καὶ τὸ περὶ Χριστοῦ εἰρημένον Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, καὶ Οτι κύριον καὶ χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, καὶ ο σα τοιαῦτα. 1179 Ps̓ Επεὶ παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ὁ ἱλασκόμενος καὶ ἀφεὶς τὰς ἁμαρτίας σωτήρ, μὴ παρατήρου ἐξετάζων ἀνομίας· εἰ γὰρ τοῦτο ποιήσειας, οὐδεὶς ὑποστήσεται· Πάντες γὰρ ἐξέκλιναν, πάντες η μαρτον. διὸ μηδενὸς ὑφισταμένου τὴν παρὰ σοῦ κρίσιν, χρεία τοῦ παρὰ σοῦ ἱλασμοῦ ἱλασκομένου τῆς πάντων ε νεκα σωτηρίας. ο τι δὲ ἱλασμὸς ὁ σωτήρ,̓ Ιωάννης γράφει Καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ε χομεν πρὸς τὸν πατέρα, κύριον̓ Ιησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ο λου τοῦ κόσμου. ἀλλὰ καὶ Παῦλος Πάντες γὰρ η μαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ̓ Ιησοῦ, ο ν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αι ματι, καὶ τὰ ἑξῆς. τούτου τοῦ ἱλαστηρίου σύμβολον ἐν τῷ νόμῳ κατεσκευάσθη, περὶ ου καὶ νῦν ὁ εὐχόμενος τῷ θεῷ φησιν Οτι παρὰ σοῦ ὁ ἱλασμός ἐστι· παρὰ σοῦ ὡς ἐκ μόνου ἀγαθοῦ πατρὸς γέννημα ἱλασμός ἐστιν. οὐ πᾶσα λογικὴ δέεται κτίσις, οὐχ ὑποστησομένου τινὸς θεοῦ παρατηρησομένου τὰς ἀνομίας ἑκάστου τῶν πεποιηκότων. 1180 Ps 129, 6– 8̓ Αεὶ καὶ κατὰ πάντα καιρὸν ἐλπίζειν ἐπὶ τὸν κύριον δεῖ, οὐ μόνον ο τε προσηνῆ ἀλλὰ καὶ ο τε σκυθρωπὰ περιεστηκότα. ἀπὸ φυλακῆς γοῦν πρωϊνῆς ο τε λαμπρὰ τὰ παρόντα καὶ μέχρι νυκτὸς ο τε ἀηδῆ καὶ ζοφώτερα τὰ περιεστηκότα καὶ ε τι ἀπὸ φυλακῆς πρωΐας ἀνατέλλοντος τοῦ ἀληθινοῦ φωτὸς καὶ ἀρχὴν ἡμέρας νοητῆς ποιοῦντος ὁ διορατικὸς νοῦς,̓ Ισραὴλ καλούμενος̔ Εβραίων φωνῇ, ἐλπισάτω ἐπὶ τὸν κύριον, προσθήκην τῶν φαιδρῶν καὶ ἀπαλλαγὴν τῶν σκυθρωπῶν προσδοκῶν παρ' αὐτοῦ, ο τι παρ' αὐτῷ ὡς ἐν πηγῇ καὶ παρ' αὐτοῦ τὸ ε λεος ου χρῄζουσιν οἱ ἐλπίζοντες ἐπ' αὐτόν· ἀλλὰ καὶ πολλὴ παρ' αὐτοῦ λύτρωσις τοῦ παρὰ τοῦ ἱλασμοῦ οὐχ ἑτέρα ου σα· ο θεν αὐτὸς ἐκ πασῶν τῶν ἀνομιῶν λυτρώσεται αὐτὸν ὁ κύριος. εἰ γὰρ καὶ πολλαὶ αἱ τοῦ Ισραὴλ ἀνομίαι, ἀλλ' ἐκ πασῶν αὐτὸν λυτρώσεται.̓ 1181 Ps 131, 1̔ Ο Δαυὶδ πραΰτητα κατορθώσας λέγει τὰ προκείμενα· μνησθεὶς γάρ μου, φησίν, ἐπὶ τούτοις δώσεις μοι κληρονομίαν τὴν τῶν πραέων γῆν. 1182 Ps a Καὶ οἱ σὺν τούτοις δὲ τοῖς ἱερεῦσιν ο σιοι οὐχ ὡς ε τυχεν ἀλλ' ἀγαλλιάσει ἀγαλλιάσονται, μόνου τοῦ τελείου καὶ ἀπὸ ε ξεως ἀγαλλιῶντος ἀπὸ ἀγαλλιάσεως τῆς τελειωτάτης τοῦτ' ε χοντος. ἐνδέχεται δὲ τὸν ἱερέα καὶ ο σιον ει ναι τὸν αὐτόν, ὡς τῇ ὑποστάσει μὲν ε να ει ναι τὸν ὑποκείμενον, διαλλάττοντα δὲ ταῖς σχέσεσι καθ' α ς ἱερεὺς καὶ ο σιος θεοῦ ἐστι. τίς δὲ αὐτοῖς αι τιος τοῦ ἐνδύσασθαι δικαιοσύνην καὶ ἀγαλλιάσει ἀγαλλιάσασθαι η ὁ τῇ χειρὶ ἱκανὸς Δαυὶδ α γιος ὑπάρχων; ο θεν ἐπενήνεκται τὸ Ενεκεν Δαυὶδ τοῦ δούλου σου. ὁ γὰρ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα γεγονὼς θεοῦ δοῦλός ἐστι, λαβὼν τὴν τοῦ δούλου μορφήν, ο τε ἐκένωσεν ἑαυτόν. 1183 Ps 131, 10b Νοήσεις καὶ ου τως· προθέμενος τῇ χάριτι τῇ σῇ ἐπιλάμψαι ἀνθρώποις τὸ πρόσωπον τοῦ χριστοῦ σου, ω δέσποτα, μὴ ἀποστρέψῃς αὐτό, ω στε ἀφαντάστους αὐτοὺς διαμεῖναι ἐκ τῆς ἐπιφανείας αὐτοῦ ὠφεληθησομένους. Τὴν δὲ αἰτίαν δι' η ν πάντως ε κλαμψις ε σται ἐπήνεγκεν εἰπὼν Ωμοσε κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. 1184 Ps 131, 11 Τὸ πάντως ε σται, η ν ω μοσε τῷ Δαυὶδ ἀλήθειαν, περὶ τῆς ἐπιδημίας τοῦ κυρίου, ο ς καρπὸς τῆς κοιλίας τοῦ Δαυίδ ἐστι καθήσειν ἐπὶ θρόνου αὐτοῦ. ὀμωμοκὼς πληρώσει· ἀλήθεια γὰρ θεοῦ ο ρκος κατὰ τὸ λεχθὲν ὑπὸ Γαβριὴλ πρὸς τὴν Μαριὰμ περὶ τοῦ ἐκ Δαυὶδ γενεαλογουμένου Καὶ δώσει αὐτῷ ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οι κον̓ Ιακὼβ εἰς τοὺς αἰῶνας. 1185 Ps Εἰ τὴν ἐπίγειον Σιὼν λαμβάνοι τις, πῶς νοῆσαι δύναιτο Αυ τη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, παρερχομένης ἐπὶ τέλει τούτου τοῦ αἰῶνος, ο ταν παρέρχηται ὁ οὐρανὸς καὶ ἡ γῆ; εἰ γὰρ πᾶσα ἡ γῆ παρέρχεται, καὶ ἡ Σιὼν ἡ ἐπὶ γῆς τυγχάνουσα παρελεύσεται. περὶ α ρα τῆς πνευματικῆς Σιὼν τὰ προκείμενα, περὶ η ς γέγραπται Ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. αυ τη δέ ἐστιν ἡ ἁγιωτάτη ἐκκλησία η ν καὶ ᾑρετίσατο ε χειν εἰς κατοικίαν ἑαυτῷ ὁ εἰπὼν Ωδε κατοικήσω, ο τι ᾑρετισάμην αὐτήν. 1186 Ps 131, 15– 18 Αλλος ἀντὶ τοῦ Τὴν θήραν Τὴν χήραν ἐξέδωκε καί φησι· Τὴν ἀπροστασίαστον καὶ α νδρα κηδεμόνα οὐκ ε χουσαν εὐλογήσω α μα τοῖς πτωχοῖς οι ς εἰς πλησμονὴν α ρτους παρέχων λέγει Τοὺς πτωχοὺς αὐτῆς ἐμπλήσω α ρτων, ἐπείπερ ε καστος τῶν τοιούτων πτωχῶν δικαίου σπέρμα τυγχάνων οὐκ ἐλαττοῦται α ρτοις. Φέρεται δὲ ἐν ἀντιγράφοις Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. εὐλογουμένη δὲ εὐλογίᾳ κυρίου θήρα η ν θηρεύουσιν ἐπὶ παντὸς ο ρους ὑψηλοῦ καὶ ἐν ταῖς τρυμαλίαις τῶν πετρῶν οἱ ἀποστελλόμενοι ὑπὸ κυρίου ἁλιεῖς καὶ θηρευταί, ω ν σύμβολον φέρουσιν οἱ τὴν κώμην τῶν θηρευτῶν οἰκοῦντες̓ Ανδρέας Πέτρος Φίλιππος· ου τοι γὰρ πάντες τὴν Βηθσαϊδὰ οἰκοῦσι μεταλαμβανομένην εἰς τὸ οι κος θηρευτῶν. Ταύτης δὲ τῆς Σιὼν τοὺς ἱερέας ἐνδύσω σωτηρίαν. σωτηρία δὲ πάντων ὁ Χριστὸς ἐληλυθὼς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. πρὸς δὲ τῷ ει ναι σωτηρία καὶ ε νδυμά ἐστι, περὶ ου γέγραπταἰ Αγαλλιάσθω ἡ ψυχή μου, ο τι ἐνέδυσάς με ἱμάτιον σωτηρίου, ἀγαλλιωμένων καὶ τῶν ὁσίων αὐτοῦ ἀγαλλιάσει θείᾳ.̓ Εκεῖ ἐν τῇ Σιὼν ἀνατελῶ κέρας τῷ Δαυίδ. τοῦτο τὸ κέρας τῆς βασιλείας ὑπὸ θεοῦ ἀνατέλλεται ἐν οι κῳ Δαυὶδ κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ δικαίου Ηγειρε κέρας σωτηρίας ἡμῖν ἐν οι κῳ Δαυίδ. ἡτοίμασε δὲ τούτῳ τῷ κέρατι Χριστῷ τυγχάνοντι λύχνον ὁ πατὴρ προτρέχοντα τῆς ἐπιδημίας αὐτοῦ θεῖον νόμον, περὶ ου γέγραπται Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. η καὶ ὁ̓ Ιωάννης, μέχρις ου ὁ νόμος καὶ οἱ προφῆται, λύχνος ἐστὶν ἑτοιμαζόμενος τῷ χριστῷ ἑαυτοῦ, περὶ ου ὁ σωτὴῤ Εκεῖνος η ν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ου ἠθελήσατε πρὸς ω ραν ἀγαλλιαθῆναι τῷ φωτὶ αὐτοῦ. Τούτων θεολογουμένων περὶ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα, οἱ ἐχθροὶ αὐτοῦ αἰσχύνην ἐνδύσονται, θέλοντες, εἰ ἐγένοντο πυρίκαυστοι, Οτι παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, ου ἡ ἀρχὴ ἐπὶ τοῦ ω μου αὐτοῦ, αἰσχύνην πλείονα ὀφλισκάνοντες, ο τι τὰ αὐτὰ τοῖς α λλοις ἀνθρώποις ἀσπαζόμενος οὐκ ε χει τὸν ὑπεραναβεβηκότα βίον. διὸ καὶ ἐπ' αὐτὸν ἐξανθήσει τὸ ἁγίασμα αὐτοῦ, περὶ ου φησιν ἐν̔ Ησαΐᾳ Καὶ α νθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ῳ ἀκολούθως τὰ α νθη τῆς γῆς ω φθη ἐν τῇ γῇ ἡμῶν τὸ ει ναι α νθη τοιαῦτα εἰληφότα πρὸς τοῦ ἐξανθουμένου ὑπὸ κυρίου ἁγιάσματος. τοῦτο γὰρ τὸ ἐξανθοῦν ἁγιάζει τοὺς προσπελάζοντας αὐτῷ, αὐτὸ ο ν τὸ α γιον τοῦ θεοῦ α μα καὶ α νθος, ω στ' α ν εἰπεῖν̓ Εγὼ α νθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων. ἐπὰν ου ν αὐτὰ ποιῇ τὸ α νθος καὶ τὸ κρίνον τοῦ πεδίου καὶ τῶν κοιλάδων, εἰκότως ὀφθήσεται τὰ α νθη ἐν τῇ γῇ ἡμῶν, ἐξανατείλαντος τοῦ θεοῦ τὸ ἁγίασμα αὐτοῦ ἐπὶ τῷ πεφωτισμένους καὶ νεάζοντας ει ναι ἐπὶ τὴν μακαρίαν καὶ πνευματικὴν ἑορτήν. 1187 Ps 132, 2̔ Ο πώγων σύμβολον ἀνδρικῆς ἡλικίας. καταβαίνει δὲ τὸ μύρον ἀπὸ τοῦ πώγωνος τοῦ̓ Ααρὼν ἐπὶ τὴν ῳ αν τοῦ ἐνδύματος αὐτοῦ. ὁ̓ Ααρὼν πρόσωπον ε χει τῆς κατὰ σκιὰν ἱερωσύνης. ταύτης ἡ κεφαλὴ ἡ πρωτότυπος καὶ ἀληθῶς ἱερωσύνη πεπλήρωται θείου μύρου τοῦ Χριστοῦ ὀνόματος, περὶ ου ει ρηται Μύρον ο νομά σου. κάτεισι δὲ τοῦτο τὸ μύρον ἐπὶ τὸν πώγωνα ἑκάστου τῶν δυναμένων εἰπεῖν μετὰ τὸ ὑπερβεβηκέναι τὴν σκιὰν Οτι γέγονα ἀνήρ, κατήργη κατὰ τοῦ νηπίου. γίνεται δέ τις ἀνὴρ τοιοῦτος μιμητὴς γεγονὼς ἐκείνου, περὶ ου γέγραπταἰ Ιδοὺ ἀνήρ,̓ Ανατολὴ ο νομα αὐτῷ, καὶ̓ Οπίσω μου ε ρχεταιἀνὴρ ο ς ε μπροσθέν μου γέγονεν. Ομως δὲ εἰ καὶ καταβαίνει τὸ μύρον ἐπὶ τὴν κεφαλὴν τοῦ̓ Ααρών, οὐκ ἐπὶ τυχόντα πώγωνα ἀλλὰ τὸν ἀρχιερατικὸν κάτεισιν, ἐκεῖθεν καὶ ἐπὶ τὴν ῳ αν τοῦ ἀρχιερατικοῦ ἐνδύματος. ε νδυμα δὲ ἀρχιερατικὸν ου τύπον ε φερεν ὁ χιτὼν τοῦ̓ Ααρὼν τὸ κυριακόν ἐστι σῶμα, πνεύματος ἁγίου γεννήσαντος αὐτὸ κατὰ τὸ λεχθὲν περὶ τῆς παρθένου Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 1188 Ps 132, 3 Ορη δὲ Σιὼν νοήσεις τῆς θείας καὶ καθολικῆς ἐκκλησίας η τοι τὰ ὑψηλὰ δόγματα τῆς ἀληθείας η οἱ διάρματι ψυχῆς τὸ ει ναι τῆς Σιὼν ο ρη ἀπειληφότες. κάτεισι δ' ἐπὶ ταῦτα τὰ ο ρη πνευματικὴ δρόσος, περὶ η ς Μωυσῆς Καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, καὶ ἐν τῷ προφήτᾑ Η γὰρ δρόσος ἡ παρὰ σοῦ ι αμα αὐτῆς ἐστιν. ἀπὸ ταύτης τῆς δρόσου ου σης οὐρανίου ἡ κατοικία τῶν εὐλογουμένων ε σται ἐξ οὐρανοῦ. Αυ τη δὲ ἡ πνευματικὴ δρόσος οὐκ ἐκ τῶν τυχόντων νεφῶν κάτεισιν, ἀλλ' ἀπὸ τοῦ μετεώρου φωτὸς τοῦ λέγοντος̓ Εγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. τοῦτο γὰρ τὸ φῶς καὶ δροσίζει καὶ μετεωρίζει καὶ ἐν ἀκραιφνεστάτῃ λαμπρότητι γενέσθαι ποιεῖ. 1189 Ps 133, 1 Πάντες οἱ δοῦλοι κυρίου εὐλογοῦσι τὸν κύριον, οὐ μακρὰν αὐτοῦ βεβηκότες ἀλλὰ συνεγγίζοντες αὐτῷ τῷ φρονήματι. διὸ καὶ ἑστήκασιν ἐν οι κῳ κυρίου, βεβαίως ἐν αὐτῷ ἱδρυμένοι. ἑστήκασι δὲ καὶ ἐν αὐλαῖς οι κου θεοῦ ἡμῶν. αὐλαὶ δὲ θεοῦ ἐν αι ς ἑστήκασιν οἱ φοβούμενοι αὐτὸν αἱ θεόπνευστοι γραφαὶ καὶ τῆς ἀληθείας τὰ δόγματα. 1190 Ps 134 αργ Μετὰ τὸ πληρωθῆναι τὰς τῶν ἀναβαθμῶν ᾠδὰς ἀκόλουθον η ν τοὺς εἰς αὐτὸν τὸν ναὸν ἀναβάντας αἰνέσαι χαριστηρίως τὸν θεὸν ου ναός ἐστι. διὸ καὶ̓ Αλληλούϊα ὁ ψαλμὸς ἐπιγέγραπται, σημαινούσης τῆς προγραφῆς τὸ δεῖν ὑμνεῖσθαι τὸν ο ντα θεόν. 1191 Ps 134, 1– 3 Πῶς δὲ οὐκ ε μελλον οὐ πάντας τοὺς ἀναβαθμοὺς μετ' ᾠδῶν καὶ υ μνων ἀναβεβηκότες ἐν οι κῳ κυρίου ἑστάναι ὀρθῷ νοήματι καὶ πράξει ἀνεπιλήπτῳ ἐν τῷ οι κῳ κυρίου ο ντας αὐτοῦ δούλους καὶ ὑμνεῖν αὐτὸν ἐν ταῖς αὐλαῖς οι κου τοῦ θεοῦ ἡμῶν; αὐλαὶ δὲ τοῦ θεοῦ αἱ παλαιαὶ καὶ νέαι γραφαὶ η κατὰ μέρος θεολογίαι η αἱ ἐν ἐπαγγελίαις ἐν τῇ οἰκίᾳ τοῦ πατρὸς μοναὶ πλείονες. καὶ αἰνεῖν μὲν πρότερον κατὰ τὰς εἰσαγωγὰς τὸ ο νομα αὐτοῦ, ει τ' αὐτὸν τὸν κύριον τῷ θεραπεύειν αὐτὸν καὶ γνησίως δουλεύειν αὐτῷ. 1192 Ps 134, 7 Καὶ πρὸς ἀλληγορίαν δὲ ει εν α ν τινες πνευματικαὶ νεφέλαι, νοητὸν καὶ ἀόρατον ὑετὸν ῥέουσαι. καὶ αυ ται ἐξ ἐσχάτου τῆς γῆς ἀνάγονται, ἐπεὶ μὴ ἐκ μεγάλων ἀρχόντων πλουσίων φιλοσόφων ῥητόρων ἀλλ' ἐξ ἀνθρώπων τὰ ε σχατα νενοημένων, ου ς φιλον* ἀγραμμάτους καὶ ἰδιώτας καλεῖν ἐν τῷ Εὐαγγελίῳ.̓ Αλλὰ καὶ ἀστραπὰς τὰς φωτεινὰς θεωρίας καὶ τὰς δικαιοσύνας εἰς ὑετὸν πεποίηκεν ἐπὶ τῷ φωτίζειν α μα καὶ ποτίζειν τὰ τούτων δεόμενα καταλλήλως τοῖς προκειμένοις. καὶ ἀνέμους ἐξάγει ἐκ θησαυρῶν αὐτῶν, οι τινες πνόας κρείττους σημαίνουσι καὶ λογικὰς ὑπεραναβεβηκυίας φύσεις. 1193 Ps 134, 13b. 14 Τοῦτο τὸ μνημόσυνον ἀπὸ τῆς προτέρας γενεᾶς τῆς τῶν̔ Εβραίων ε ως γενεᾶς τῆς κλήσεως τῶν ἐθνῶν, περὶ η ς γέγραπταἰ Αναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη. διαμενεῖ δὲ ταῦτα, οἰκτείροντος τοῦ θεοῦ τὸν λαὸν αὐτοῦ καὶ παρακαλουμένου ἐν τοῖς δούλοις αὐτοῦ. ἐπινεύσας γὰρ τῇ πρεσβείᾳ καὶ παρακλήσει τῶν δούλων αὐτοῦ ὑπὲρ τοῦ λαοῦ καὶ ἑαυτῶν ἀναπεμπομένῃ παρεκλήθη, τουτέστι προσήκατο τὴν παράκλησιν. διὸ καὶ ῳ κτειρε τὸν λαὸν αὐτοῦ. 1194 Ps 134, 19– 21 Κατὰ δὲ ἀναγωγὴν ει εν μὲν οι κος̓ Ισραὴλ οἱ διορατικοὶ καὶ καθαρᾷ καρδία τὸν θεὸν ὀψόμενοι, οι κος δὲ̓ Ααρὼν οἱ τελείως καὶ ἱερατικῶς θεραπεύοντες αὐτὸν διηνεκῶς ἀλλ' οὐχ ἡμέραν παρ' ἡμέραν· καὶ πρὸς τούτοις ὁ τοῦ Λευὶ οι κος ὑποδεέστεροι τῶν ἱερῶν, ο μως δὲ ο ντες ἐν τῷ ναῷ καὶ τὰς ἐπιβαλλούσας ὑπηρεσίας ἐν τῷ οι κῳ τοῦ θεοῦ ἐπιτελοῦντες, ου ς νεωκόρους τοῦ θεοῦ ἐν δίκῃ προσαγορεύσειέ τις· ἐπὶ πᾶσι δὲ οἱ ἐξ ἀλλογενῶν ἐθνῶν οι φόβῳ τοῦ κυρίου προστιθέμενοι. Ομως εἰ καὶ πάντες εὐλογοῦσιν, ἀλλ' ου ν ε καστος κατὰ τὴν τῆς δυνάμεως ἀναλογίαν τοῦτο ποιήσει. Ον δὲ εὐλογοῦσιν οἱ προειρημένοι, οὐκ αὐτὸ μόνον εὐλογούμενος ἀλλὰ καὶ εὐλόγητός ἐστιν, οὐκ ἐκ τῆς τυχούσης ἀλλ' ἐκ τῆς ἐπουρανίου Σιών, κατοικῶν τὴν πόλιν τοῦ θεοῦ τοῦ δόντος τὴν ἐπουράνιον̔ Ιερουσαλὴμ καὶ τὴν ἐκκλησίαν τὴν μὴ ε χουσαν σπίλον η ῥυτίδα η τι τῶν τοιούτων ου σαν̔ Ιερουσαλὴμ τῷ ὁρᾶν τὴν εἰρήνην η ν̓ Ιησοῦς δίδωσι λέγων Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.̓ Αλλ' εἰ καὶ κατ' α λλην ἐπίνοιαν ἐν Σιών ἐστιν εὐλόγητος, καὶ ου τως ἐν αὐτῇ καὶ ἐξ αὐτῆς ὁ θεός ἐστι. λεχθείη δ' α ν ταῦτα καὶ περὶ ψυχῆς δι' ἐπιστήμην καὶ τελείαν ἀρετὴν Σιὼν καὶ̔ Ιερουσαλὴμ καλουμένης. 1195 Ps 135, 1– 3 Καὶ ὁ παρὼν ψαλμὸς εἰς εὐχαριστίαν προκαλούμενος προστάττει ἐξομολογεῖσθαι τῷ κυρίῳ χρηστότητι καὶ ἀγαθότητι πολλῇ ποιοῦντι. διὸ καὶ ἐφ' ἑκάστου στίχου τρόπῳ ἐφυμνίου ἐπιλέγεται Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ. ἐπεὶ γὰρ οὐ ποτὲ μὲν ἐλεεῖ, ποτὲ δὲ ου, ἀλλ' ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν Οτι εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ. Τίνων δὲ θεῶν θεός ἐστιν η ἐκείνων περὶ ω ν ει ρηται; εἰ ου ν ἐκείνους θεοὺς ει πε πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο κατὰ τὴν λέγουσαν γραφὴν̓ Εγὼ ει πα Θεοί ἐστε τοῦτον γὰρ αὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι, ἀμέλει γοῦν καὶ τῶν ἀμφὶ τὸν̓ Αβραὰμ ου τω θεῶν ο ντων (θεὸς ἀναγέγραπται φάσκων̓ Εγὼ θεὸς̓ Αβραὰμ καὶ θεὸς̓ Ισαὰκ καὶ θεὸς̓ Ιακώβ· τοῦτον γὰαὐτὸν ἀληθῶς ἁρμόζει θεὸν λέγεσθαι), κατὰ τοῦτο τὸ σημαινόμενον τῆς θεότητος καὶ α γγελοι καὶ θεῖαι δυνάμεις ῥηθεῖεν α ν θεοί, ῃ φησιν ὁ ἀπόστολος Ωσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τῷ πάντας τοὺς λεγομένους μετὰ τὴν τριάδα θεοὺς μετουσίᾳ θεότητος ει ναι τοιούτους. ἀλλ' ὁ σωτὴρ οὐχ ου τως ἀλλ' ω ν κατ' οὐσίαν θεός· διὸ ποιεῖ θεοὺς τοὺς μετέχοντας αὐτοῦ. μονογενὴς ει ρηται θεός· μόνος γὰρ αὐτὸς ἀληθινὸς θεὸς ἐξ ἀληθινοῦ θεοῦ τυγχάνει, κατὰ τὰ αὐτὰ τῷ πατρὶ θεὸς ω ν τῷ ὁμοούσιος τῷ γεννήσαντι ει ναι. Πρὸς τῷ δὲ ει ναι θεὸς θεῶν καὶ κύριος τῶν κυρίων ἐστὶ τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς συγγένειαν ἐχόντων πρὸς τὰς ἁγίας ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας. 1196 Ps 135, 4– 6 Μόνος γὰρ ποιεῖν θαυμάσια ἀνεγράφη· μένων γὰρ ὁ πατὴρ ἐν τῷ υἱῷ ποιεῖ τὰ ε ργα. ἀλλὰ καὶ ποιοῦντι τοὺς οὐρανοὺς ἐν συνέσει καὶ στερεοῦντι τὴν γῆν ἐπὶ τὸ υ δωρ πάλιν ἀνθομολογητέον. συνᾴδει δὲ τοῖς προκειμένοις τὸ̔ Ο θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. σύνεσις καὶ φρόνησις δι' η ς ἑτοιμάζονται καὶ στερεοῦνται οἱ οὐρανοί, τίς α ν α λλη ει η η σοφία τοῦ Δι' η ς πάντα γεγένηται, περὶ η ς ὁ θεολόγος φησὶ Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.̓ Αλλὰ γὰρ καὶ οἱ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου νοητῶς οὐρανοὶ ο ντες γίνονται. ἑτοιμάζονται τοιοῦτοι ἐν τῇ προδεδηλωμένῃ συνέσει τε καὶ φρονήσει θεοῦ. καὶ ἡ γῆ στερεοῦται ἐπὶ τὸ υ δωρ ἡ τὸν ὑπὸ̓ Ιησοῦ βαλλόμενον σπόρον πρὸς τὸ καρποφορῆσαι δεξαμένη. ἐν τοῖς ῥευστοῖς γὰρ καὶ προσκαίροις τοῦ βίου πράγμασιν υ δατι ἀλληγορικῶς ε τι διατριβούσας στερέωσιν καὶ εὐτονίαν ε σχεν ἐπὶ τῷ πληρέστατα καρποφορῆσαι. 1197 Ps 135, 7– 9 Φῶτα μεγάλα μόνος ποιήσας διὰ τοῦ εἰπεῖν Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· εἰς ἐξουσίαν τῆς ἡμέρας τὸν η λιον καὶ εἰς ἐξουσίαν τῆς νυκτὸς τὴν σελήνην καὶ τοὺς ἀστέρας ε ταξεν, ὡς καὶ ἐν τῇ κοσμοποιΐᾳ ει ρηται γεγονέναι τὸν η λιον εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὴν σελήνην εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρας. Οὐ μικρὸν δὲ ἡμῖν εἰς εὐταξίαν ζωῆς καὶ εἰς αὐτὴν τὴν ζωὴν ταῦτα συντελεῖται τὰ στοιχεῖα τρέφοντα καρποὺς πεπαίνοντα, ω ν α νευ ζῆσαι οὐκ ε νι, καιροὺς ἡμῖν δεικνῦντα, ω ρας χαρακτηρίζοντα, δρόμους ἡμέρας καὶ νυκτὸς εἰκάζοντα, ὁδοιπόρους γῆς καὶ θαλάττης ὁδηγοῦντα, μυρίαν ἑτέραν χρείαν παρεχόμενα. ει δες πῶς εἰς τὸν αἰῶνα τὸ ε λεος αὐτοῦ. 1198 Ps 135, 10– 12 Καὶ πρὸς διάνοιαν δὲ Αἰγύπτου τροπικῶς τοῦ περὶ γῆν κόσμου ὑπάρχοντος, τὰ ταύτης δοκοῦντα πρωτότοκα ἐπ' εὐεργεσίᾳ τοῦ̓ Ισραὴλ ὑπὸ θεοῦ πατάσσεται. παταχθέντων γὰρ τούτων ὁ θεὸν ὁρῶν νοῦς ε ξω αὐτῆς γίνεται ὑπὸ θεοῦ ποδηγούμενος. ἐξάγει δὲ τὸν̓ Ισραὴλ ὁ θεὸς ἐξ αὐτοῦ τοῦ μεσαιτάτου τῆς ἀλληγορικῆς Αἰγύπτου καλουμένης τῷ λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, βραχίονος καὶ κραταιᾶς χειρὸς αὐτοῦ ὀνομαζομένης. καὶ περὶ Χριστοῦ δὲ ῥηθείη ταῦτα, ἐπεὶ κατὰ τὴν ἐπιστολὴν̓ Ιούδα ὁ τὸν λαὸν ἐξ Αἰγύπτου σώσας̓ Ιησοῦς ἐστι. κραταιὰν δὲ χεῖρα καὶ ὑψηλὸν βραχίονα ῥητέον τὴν παραδοξοποιὸν ἐνέργειαν καὶ δύναμιν αὐτοῦ. 1199 Ps 135, 13– 15 Οὐκ εἰς μίαν διαίρεσιν ἀλλ' εἰς πλείονας καταδιεῖλεν ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἐπὶ τῷ τὸν̓ Ισραὴλ ὡς ἐπὶ ξηρᾶς βαδίζοντα ἐξαχθῆναι ἐκ μέσου αὐτῆς ὑπὸ θεοῦ. παραδέδοται δὲ εἰς δώδεκα διαιρέσεις ἐπὶ τῷ δώδεκα διόδους ει ναι, ο πως ἑκάστη τοῦ̓ Ισραὴλ φυλὴ ἰδίαν διάβασιν ε χουσα διέλθοι. 1200 Ps 135, 13– 15 Καὶ ταῦτα μὲν κατὰ τὸ ῥητόν· πρὸς δὲ διάνοιαν ὁ τῶν ἀνθρώπων βίος πολλάκις καὶ ἐν τοῖς ε μπροσθεν ει ρηται θάλασσα, η νπερ κυμάτων καὶ πολλῆς ἁλμυρότητος καὶ ταραχῆς πεπληρωμένην διοδεύσιμον ἡμῖν ὁ τοῦ θεοῦ λόγος παρέχει, ἀναστελλόμενος καὶ διϊστῶν τὰς ἐκ παθῶν ἐπιθεμένας τρικυμίας ἐπὶ τῷ, ἀναξηρανθέντων τῶν παθῶν πάσης τῆς ὑγρότητος αὐτῶν ὑπὸ θεοῦ κωλυομένης, διοδεύσιμον ἡμῖν γενέσθαι, καταποντιζομένων ἐν αὐτῇ τοῦ νοητοῦ Φαραὼ καὶ πάσης τῆς ἐκ δαιμόνων καὶ πνευμάτων ἀκαθάρτων, συμπληρουμένης δυνάμεως αὐτοῦ ω σπερ εὐτελεστάτην κόνιν ἐκτινάσσοντος αὐτοὺς εἰς αὐτὴν τοῦ θεοῦ. 1201 Ps 135, 17– 22 Τυγχάνοντας περὶ τὸ ἀπατᾶν δεινοὺς τῷ σοφιστικῶς παρεσκευᾶσθαι, ἐπεὶ̓ Αμορραῖοι ἑρμηνεύονται λαλητοὶ η τοι παραπικραίνοντες καὶ ὁ τούτων βασιλεὺς Σηὼν πειρασμὸς η παροργισμός, τίνας δὲ α λλους παραπικραίνοντας καὶ λαλητοὺς ἡγεῖσθαι ἐχρῆν η τοὺς διὰ σοφιστικῶν λόγων παραπικραίνοντας τοὺς τῆς ἀληθείας ἐχθροὺς καὶ ἐπὶ τῇ πρὸς τὸ ἀπατᾶν παρασκευῇ λαλεῖσθαι καὶ βεβοῆσθαι θέλοντας καὶ πειράζειν καὶ παροργίζειν σκοπὸν ε χοντας;̓ Αλλὰ καὶ ἐπεὶ Βασὰν αἰσχύνη ἑρμηνεύεται σύμβολον ου σα τῆς καταισχυνούσης τοὺς πράττοντας κακίας, ἀκολούθως καὶ ὁ ταύτης βασιλεὺς Ωγ σὺν τῷ Σηὼν βασιλεῖ τῶν̓ Αμορραίων πατάσσεται καὶ ἀποκταίνεται, ο πως δοθῇ τῷ̓ Ισραὴλ ἡ γῆ αὐτῶν, η ν κακῶς ἐκράτουν σοφιστικῶς καὶ μετὰ μοχθηρᾶς ε ξεως περὶ τὴν τῶν πραγμάτων διατρίβοντες φύσιν δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλὰ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ αὐτῶν εἰς κατάσχεσιν τῷ̓ Ισραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτήν, δοῦλος γνήσιος τοῦ πάντων αἰτίου τυγχάνων. 1202 Ps Καὶ ταπεινωθέντων δὲ ἡμῶν δι' ἀτυφίαν, μνημονεύει ἡμῶν καὶ λυτροῦται ἡμᾶς. 1203 Ps 137, 2 Γίνεταί μοι ἡ ἐξομολόγησις ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, ἐπείπερ πολλάκις ἐλεηθεὶς καὶ θεωρήσας τὴν φωτισθεῖσάν μοι παρὰ σοῦ ἀλήθειαν ἐρρύσθην πάσης κακίας καὶ τῆς συγγενοῦς αὐτῆς ἀπάτης, τοῦ ἐλέους σου α φεσίν μοι ἁμαρτημάτων παρέχοντος, τῆς δὲ ἀληθείας σου ἐκτός με πλάνης πάσης ποιούσης. ἀλλ' ἐπείπερ τὸ δοθέν μοι παρὰ σοῦ λόγιον ἐμεγάλυνας ἐξαρτήσας αὐτὸ τῆς σῆς προσηγορίας ὡς σὸν χρηματίσαι λόγιον, προσκυνήσω πρὸς ναὸν τὸν α γιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, χάριν ὁμολογῶν ἐπὶ τῷ μεγαλύνεσθαί μοι τὸ λόγιόν σου· τότε γὰρ μεγαλύνεταί μοι, ο ταν προκόπτων κατ' αὐτὸ ἐπὶ τὸ τελειωθῆναι ἐπείγομαι. 1204 Ps 137, 2δ Φέρεται καὶ ἑτέρα γραφὴ λέγουσα Οτι ἐμεγάλυνας ἐπὶ πάντας τὸ ο νομα τὸ α γιόν σου. πότε δὲ πληροῦται τοῦτο, η ο ταν ἐν τῷ ὀνόματἰ Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πάσης γλώσσης ἐξομολογουμένης ο τι κύριος̓ Ιησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός, ἀπαγγέλλοντος τοῦ υἱοῦ τὸ τηνικαῦτα τὴν πατρὸς προσηγορίαν τοῖς γεναμένοις αὐτοῦ ἀδελφοῖς· μόνος γὰρ ου τος ἐλήλυθεν ἐν ὀνόματι τοῦ πατρός, ι να μεγαλυνθῇ ἐπὶ πάντας τὸ ο νομα τὸ α γιον τοῦ θεοῦ. Μανθάνομεν λέγειν ἐν εὐχῇ̔ Αγιασθήτω τὸ ο νομά σου. ω σπερ δὲ τὸ ἁγιαζόμενον ο νομα τοῦ θεοῦ οὐκ ἐκ βεβήλου α γιον γίνεται ἀλλ' ἀποδεικνύμενον τοιοῦτον τυγχάνει, ου τως οὐ κατ' αυ ξησιν μεγαλύνεται ὡς ἐκ μικροῦ μέγα γενέσθαι, ἀλλὰ φανερουμένης τῆς μεγαλειότητος αὐτοῦ. 1205 Ps 137, 3̔ Ο ἀδιαλήπτως προσευχόμενος καὶ τοῦτο ἐνεργῶν πνεύματι καὶ νῷ, Προσεύξομαι, λέγων, πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ, ἐφ' ἑκάστης ἡμέρας ε χει θεὸν ὑπακούοντα, ὑπὲρ ου γέγραπται Εὐχαῖς δὲ δικαίων ὑπακούει, καὶ̓ Οφθαλμοὶ κυρίου ἐπὶ δικαίοις καὶ ω τα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ευ χεται δὲ θεὸν ε χειν κηδεμόνα οὐκ ὀλιγωροῦντα οὐδὲ καταφρονοῦντα αὐτοῦ ἀλλὰ πολυωροῦντα αὐτὸν ἐν τῇ προνοητικῇ αὐτοῦ δυνάμει. 1206 Ps Διὰ τὸ φρονεῖν τὰ ἐπίγεια καὶ ζητεῖν τὰ κάτω καὶ πρόσκαιρα χρηματίζοντες Λαοὶ τῆς γῆς, περὶ ω ν ἡ προφητεία ἐνταῦθά φησιν τὴν δ' αἰτίαν τοῦ θέλειν με αὐτοὺς πάντα τὰ ῥήματα τοῦ στόματός σου α ἐλάλησας ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις περὶ τῆς κλήσεως αὐτῶν– εἰ γὰρ καὶ μὴ ἀκροαταὶ τῶν σῶν λογίων εἰσίν, ἀλλ' ου ν δυνάμει ο σον ἐπὶ τῷ προεγνῶσθαι αὐτῶν τὴν πίστιν η κουσαν αὐτά. διὸ καὶ βούλομαι φθάσαι ἐπ' αὐτοὺς τῷ ᾳ δειν ἐμμελῶς καὶ μουσικῶς ἐν ταῖς ὁδοῖς σου η τοι ταῖς γραφαῖς, α ς ὁδεύων τις διὰ μελέτης καὶ ε ξεως συνεχοῦς ᾳ δειν ἐν αὐταῖς ἀπαγγέλλων τὰς ἐξ αὐτῶν νοήσεις. Εἰ δὲ καὶ τὰς ἀρετὰς ὁδοὺς κυρίου λέγει τις, καὶ ταύτας τις ὁδεύων ᾳ δει ἐπινικίους ᾠδὰς κατὰ τῶν πάλαι τὴν κακίαν ἐνεργούντων ἐν αὐτοῖς. η ᾳ δει ἐν ταῖς ὁδοῖς κυρίου ὁ περὶ ἑκάστης ἐνεργείας ἐναρέτου λόγον ε χων ἀποδοῦναι, δι' αὐτῶν τῶν κατ' αὐτὰς πράξεων φωνὴν ἐμμελῆ ἀφιείς. Ταῦτα δὲ πάντα κατορθωθήσεται, ἐπείπερ καὶ μεγάλη ἡ τελεσιουργοῦσα ταῦτα κυρίου δόξα, περὶ η ς λέγεται πρὸς τὴν Ιερουσαλὴμ Καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε, καὶ τὸ Οψεται πᾶσα σὰρξ τὸ̔ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἐπείπερ ὀφθήσεται ἡ δόξα κυρίου. τίς δ' α ν ει η αυ τη η ὁ σωτήρ, ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ ὑπάρχων; Φέρεται ἀντὶ τοῦ Λαοὶ Βασιλεῖς ου τως·̓ Εξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς. καὶ συμφωνίαν γε ε χουσιν ἀμφότεραι αἱ λέξεις τῷ ἐπὶ τῷ βασιλεύειν κεκλῆσθαι τοὺς ἐξομολογουμένους τῷ κυρίῳ λαοὺς ἐσομένους βασίλειον ἱεράτευμα καὶ ε θνος α γιον· ο θεν καὶ πρός τινος αὐτῶν γράφεται Καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. 1207 Ps 137, 6 Οὐ περὶ τοῦ πατρὸς μόνου ἀλλὰ καὶ περὶ τοῦ υἱοῦ ταῦτα λεκτέον κρατοῦντος πάντων τῶν δι' αὐτοῦ γεγενημένων καὶ ἐν αὐτῷ συνεστηκότων ω ν καὶ πρὸ πάντων ἐστίν· ο θεν καὶ ἐπ' αὐτοῦ τέτακται ἡ παντοκράτωρ προσηγορία ὡς ἐν Ζαχαρίᾳ τῷ προφήτῃ. Εἰ καί τινα ου ν ἐν οι ς καθορᾷ ὁ ὑψηλὸς κύριος ταπεινοῖς ὑψηλά ἐστι τῷ οὐρανίῳ η καὶ ε τι ὑπεραναβεβηκυίας φύσεως ει ναι, ἀλλ' ου ν γε καὶ ταῦτα ἀπὸ μακρόθεν γινώσκει πόρρω αὐτοῦ τυγχάνοντα τῇ τῆς ὑπάρξεως ἐξαλλαγῇ. 1208 Ps 137, 8a Τούτῳ ο μοιον τὸ ἀποστολικὸν ε χον ου τως· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· οι δαμεν γὰρ τὸν εἰπόντα Εμοὶ ἐκδίκησις, ἐγὼ̓ ἀνταποδώσω, λέγει κύριος. 1209 Ps 137, 8c Τουτέστιν ἡμᾶς τοὺς ἀνθρώπους μὴ παρίδῃς, ἀοράτων ἐχθρῶν φονικῶς διακειμένων καθ' ἡμῶν. 1210 Ps 138, 3a Καθ' η ν προκόπτων τοῖς ε μπροσθεν ἐπεκτείνομαι, μέχρι φθάσω εἰς τὸ βραβεῖον τῆς α νω κλήσεως. 1211 Ps 138, 5 Θαυμαστὸν δὲ οὐδὲν εἰ τὰ κατ' ἐμὲ πάντα ε γνως, φησί· καὶ γὰρ τὰ πάντα ἐπίστασαι οὐχ ἁπλῶς αὐτὰ θεωρῶν ἀλλὰ καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν καὶ τὰς αἰτίας δι' α ς γέγονε καὶ τί περὶ αὐτὰς ε σται μετὰ τὴν κοσμικὴν ποικιλίαν. πάντων ου ν τὴν γνῶσιν ε χων πλάσας με, τὴν χεῖρά σου ἐπ' ἐμὲ ε θηκας, ι ν' ῃ πρῶθ' υ στερον τὸ λεγόμενον. θεὶς ἐπ' ἐμὲ τὴν χεῖρά σου χοῦν καὶ πηλὸν ο ντα ε πλασάς με α νθρωπον, ὡς ε καστον τῶν συνετῶν τοῦτο λέγειν Αἱ χεῖρές σου ἐποίησάν με καὶ ε πλασάν με, καὶ α λλως Μνήσθητι ο τι πηλόν με ε πλασας. Δυνατὸν δὲ καὶ ου τω· πλάσας με σὺ οὐκ ἠρκέσθης τῷ πεποιηκέναι με, ἀλλὰ καὶ τὴν χεῖρά σου ἐπ' ἐμὲ ἐπέθηκας ἐπὶ τῷ βελτιοῦν καὶ φρουρεῖν με καὶ ὑψοῦσθαι ὑπ' αὐτῆς. ἀμέλει γοῦν ὁ τὴν δωρεὰν ταύτην ἐπιστάμενος καὶ ἑτέροις συμβουλεύει, Ταπεινώθητε, λέγων, ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ι να ὑψώσῃ ὑμᾶς ἐν καιρῷ, ω στε ὑπ' αὐτὴν ἠσφαλισμένων ὑμῶν μηδεμίαν ἐπήρειαν η ἐπιβουλὴν δύνασθαι γενέσθαι· Οὐδεὶς γὰρ ἁρπάζει ἐκ τῆς χειρὸς τοῦ πατρός. μόνους γὰρ τοὺς ἀπωσθέντας ἀπ' αὐτῆς διαπάσουσιν οἱ ἀόρατοι ἐχθροί. 1212 Ps 138, 6 Επιστήσας ὡς πάντων γνῶσιν ε χεις εἰς θαυμαστὸν η λθον. ἀλλ' εἰ καὶ ἐπιστήσας̓ ἐθαύμασά σου τὴν γνῶσιν, ἀλλ' ου ν γε ε τι θέλοντός μου κατανοεῖν αὐτὴν ὑπὲρ ἐμὲ γεγενημένην κεκραταίωται, ὡς μὴ δυνηθῆναί με πρὸς αὐτήν. τούτῳ συνᾴδει τὸ ἐν τῷ Εκκλησιαστῇ Ει πα Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ο η ν, καὶ̓ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; ἀλλὰ καὶ ὁ Παῦλος τὰς αὐτὰς ἀφῆκε φωνὰς φάσκων Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ αὐτὸς ταῦτ' ει πεν, ἐπείπερ οὐ δύναται πρὸς τὴν γνῶσιν τοῦ θεοῦ κραταιωθεῖσαν ὑπὲρ αὐτόν. Δύναται καὶ τὸ ἐξ ἐμοῦ προσκείμενον δηλοῦν ο τι ἐξ ἐμοῦ καὶ τῶν κατ' ἐμὲ πραγμάτων θαυμαστὴ ἡ γνῶσίς σου ἀνεφάνη μοι· καθὸ κραταιωθείσης αὐτῆς οὐκέτι ἀντισχεῖν η προσβαλεῖν αὐτῇ δυνήσομαι. Εἰ δὲ καὶ περὶ γνώσεως θεοῦ, η ς αὐτὸς ε χει ὁ α γιος περὶ αὐτοῦ ὡς οι ός τέ ἐστι διαλαμβάνων, τὰ προκείμενα διαλέγεται, συνεπισκέψῃ. 1213 Ps Θεολογήσας τὰ περὶ τοῦ προγνώστην ει ναι τὸν θεὸν καὶ πάντων ἐπιστήμην ε χειν καὶ σύνεσιν, μέτεισιν ἐπὶ τὸ πανταχοῦ ει ναι αὐτὸν εἰπεῖν. φησὶ γοῦν πρὸς αὐτὸν τὸν θεολογούμενον· Εἰ πνεῦμά σου πεπλήρωκε τὴν οἰκουμένην, ποῦ πορευθῆναι ἀπ' αὐτῆς δυνήσομαι; ἀλλ' ἐπεὶ καὶ τὸ πρόσωπόν σου ἐπισκοπεῖ καὶ ἐφορᾷ τὰ ο λα, ποῦ φυγεῖν ἀπ' αὐτοῦ δυνήσομαι; ἀνελθὼν γὰρ εἰς οὐρανὸν παρόντος σου λαμβάνων φαντασίαν· α ν εἰς τὸν ᾳ δην γένωμαι, συνόντα σε βλέπω. εἰ δὲ ἐν οὐρανῷ καὶ ἐν ᾳ δῃ ἡ παρουσία σου γνωρίζεται, καὶ ἐν τοῖς μεταξὺ χωρίοις δηλονότι τυγχάνεις· Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος, ω ς φησιν ὁ προφήτης· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ θαλάσσῃ τοῖς ζητοῦσί σε ἐμφανίζῃ, ὡς ἡ ἑπομένη παρίστησι λέξις. διὸ καὶ τῶν θεολόγων τις πρὸς ε καστον τῶν ἀκροωμένων ε φη Καὶ γνώσῃ τῇ διανοίᾳ ο τι ὁ θεὸς ἐν τῷ οὐρανῷ α νω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ε στιν ε τι πλὴν αὐτοῦ. παρίστησι δὲ πανταχοῦ οὐ τοπικῶς διατρίβων ἀλλὰ δημιουργικῶς καὶ προνοητικῶς τοῖς πᾶσιν ἐπιχωριάζων. ει ρηται γοῦν περὶ τοῦ μονογενοῦς λόγου ὡς α ρα πάντα ἐν αὐτῷ συνέστηκεν· εἰ δ' ἐν αὐτῷ συνέστηκε τὰ πάντα, οὐδὲν τῶν ἐν αὐτῷ συνεστηκότων ἀπολείπεται αὐτοῦ. Μανθάνομεν δὲ καὶ ἐκ τῶν προκειμένων τὴν τριάδα θεολογουμένην. πνεῦμα γὰρ θεοῦ τὸ α γιον πνεῦμα πολλάκις ει ναι ἀποδέδεικται καὶ πρόσωπον αὐτοῦ, ὁ μονογενὴς αὐτοῦ υἱὸς εἰκὼν τυγχάνων αὐτοῦ ο ντος θεοῦ ἀοράτου, ἀλλὰ καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ θεοῦ εἰρημένος. καὶ ἐντεῦθεν μανθάνομεν μὴ κτίσμα ει ναι τὸ θεοῦ πνεῦμα, αὐτῷ τῷ θεῷ καὶ τῷ προσώπῳ αὐτοῦ συναπτόμενον. πολλάκις γὰρ ἀποδέδεικται ὡς οὐδέποτε μετὰ τῆς κτίσεως ἀλλ' ἀεὶ μετὰ τοῦ πατρὸς καὶ υἱοῦ συνάπτεται. Μονονουχὶ τοῦτο παρίστησιν ο τι, ἐμοῦ τυγχάνοντος γενητοῦ, τὸ μεταβαίνειν τοπικῶς καὶ ἀναβαίνειν, σοῦ δὲ τὸ τυγχάνειν καὶ ἱδρῦσθαι ἐκεῖ ἐν τῷ πεποιηκέναι αὐτὸν καὶ στρέφειν αὐτόν, ἀλλὰ καὶ τὸ καταβῆναι εἰς τὸν ᾳ δην ὁμοίως μεταβατικῶς ε χω, σοῦ ο ντος ἐκεῖ προνοίας παρουσίᾳ. διὸ οὐκ ἐν τόπῳ θεός· εἰ γὰρ πανταχοῦ ἐστιν, οὐ μεταβαίνων ἐξ ἑτέρου εἰς ε τερον τόπον οὐδ' αυ ὑφ' ἑκάστου περιοριζόμενος οὐδὲ ὑπὸ α μα πάντων τῶν τόπων περιγραφόμενος δηλονότι παρουσίᾳ δημιουργικῇ καὶ προνοητικῇ διὰ πάντων χωρεῖ, ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑπάρχων κατὰ φιλοσοφίαν ἀποστολικήν. 1214 Ps̓ Εσκόπησα, φησί, μὴ α ρα ταῖς πτέρυξι τῆς νοήσεως χρησάμενος ὑπερβὰς τὴν θάλασσαν καὶ τὸν ὠκεανὸν αὐτὸν ἐν τοῖς ἐσχάτοις γεγενημένος δυνήσομαι πορευθῆναι ἀπὸ τοῦ πνεύματός σου καὶ φυγεῖν σου τὸ πρόσωπον, κἀκεῖ τὴν δραστήριον καὶ προνοητικήν σου χεῖρα καὶ αὐτὴν τὴν ὑπερβάλλουσαν δεξιάν σου ἐνεργοῦσαν τεθέαμαι, ὡς αὐτὸ τοῦτο τὸ κατεσκηνωκέναι με προειρημένῃ ἀκολουθίᾳ ἐν τοῖς ἐσχάτοις τῆς θαλάσσης κατορθῶσθαί μοι, τῆς χειρός σου ὁδηγούσης με καὶ κατεχούσης με τῆς δεξιᾶς σου. εἰ γὰρ καὶ ὠκεανὸς ἀπέραντος, ἀλλ' ου ν καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς τοῦ δεσπότου διαταγαῖς διϊθύνονται· πάντα γὰρ τὰ πρὸς αὐτοῦ γεγενημένα, ο ποι ποτ' ε στι, ταγαῖς τῆς ἑαυτοῦ προνοίας διοικούμενά μοι ἰθύνεται. 1215 Ps 138, 11– 14a̓ Επεὶ φωτισθεὶς ὑπὸ τῆς γνώσεως τοῦ κυρίου ἐν ο ρθρῳ ἐν ἀρχῇ τῆς ἡμέρας γεγονέναι δόξας διενοήθην ταῖς πτέρυξι ταῖς νοηταῖς καθ' α ς ἐπτέρωται πᾶσα λογικὴ φύσις μετεωρισθῆναι ὡς μακρὰν γενέσθαι καὶ περαιτέρω τοῦ ὠκεανοῦ, ε γνων δὲ καὶ αὐτὸ τοῦτο μὴ ει ναι πορευθῆναι ἀπὸ τοῦ πνεύματος τοῦ θεοῦ καὶ τὰ ἑξῆς, μετῆλθον ὁδὸν α λλην ζητῆσαι, καθ' η ν πορευθῆναι ἀπὸ τοῦ πνεύματος καὶ φυγεῖν ἀπὸ τοῦ προσώπου τοῦ θεοῦ οι όν τέ ἐστι, μήπως α ρα ὑπὸ σκότος γεγονὼς διαλαθεῖν τοῦτο δυνήσομαι. διό φημι Αρα σκότος καταπατήσει με, τουτέστιν ἐπικρύψει με. ὡς γὰρ τὸ ε δαφος τὸ πατούμενον κρύπτεται, ου τω κρυβείην κάτω, εἰ καταπατήσει με τὸ σκότος πολὺ περὶ ἐμὲ καὶ ἐπ' ἐμὲ γεγονός. Ει τα, ο τε ε δοξα τρυφᾶν ἐπὶ τῷ τετευχέναι τοῦ σπουδαζομένου, εὐθέως ει δον ο τι καὶ αυ τη ἡ νὺξ καὶ τὸ κατακορὲς σκότος φωτισμός ἐστιν, οὐδὲν αὐτοῦ τοῦ σκότους σκοτιζομένου ὑπὸ τοῦ θεοῦ καταλάμποντος αὐτὸ ω σπερ καὶ τὰ α λλα πάντα. παρ' ἡμῖν μὲν γὰρ τοῖς ο ψει χρωμένοις διαφορὰ νυκτὸς καὶ ἡμέρας, ὁρῶσι καὶ ὁρωμένοις ἐν τῇ ἡμέρᾳ, ἐν δὲ τῇ νυκτὶ μηδὲ βλεπομένοις μηδὲ βλέπουσι· παρὰ μέντοι τῷ θεῷ ἡ νὺξ ὡς ἡμέρα φωτίζεται, καταληπτῶν αὐτῷ τυγχανόντων τῶν ἐν σκότῳ καὶ νυκτὶ ὡς τῶν ἐν φωτὶ καὶ ἡμέρᾳ, ἐπείπερ ἡ νὺξ ὡς ἡμέρα ὑπ' αὐτοῦ τοῦ θεοῦ φωτίζεται. Ταῦτα δὲ πάντα τῷ ἑαυτοῦ προσώπῳ ὁ δίκαιος προσάπτει, διδάξαι προελόμενος τοὺς μὴ ὀρθὴν περὶ θεοῦ διάληψιν ε χοντας ο τι διαδράναι θεὸν οὐκ ε στιν. εἰσὶ γὰρ οἱ ταῦτα περὶ θεοῦ διανοούμενοι, ὡς αὐτὸν τὸν θεὸν εἰπεῖν Μὴ κρυβήσεταί τις ἐν κρυφαίοις, κἀγὼ οὐκ ο ψομαι αὐτόν; πᾶσι γὰρ ἐγγίζων θεός εἰμι καὶ οὐ θεὸς πόρρωθεν. ταύτης τῆς κακοδοξίας πατὴρ γέγονε Κάϊν εἰπὼν πρὸς θεὸν Εἰ ἐκβάλλῃς με ἀπὸ προσώπου τῆς γῆς σήμερον, καὶ ἀπὸ προσώπου σου κρυβήσομαι. καὶ ε τερος δὲ δι' ὑπερβάλλουσαν ἠλιθιότητα ἐν ἀφεγγεῖ καὶ ζοφερῷ οι κῳ καὶ νυκτὶ ἁμαρτάνων, Σκότος καλύπτει με πάντοθεν, ει πε, καὶ οἱ τοῖχοί με καλύπτουσι· τίς με ὁρᾷ; τῶν ἁμαρτιῶν μου οὐ μνησθήσεται ὁ υ ψιστος· μονονουχὶ λέγων̓ Επεὶ ἐν σκότῳ καὶ ε νδον τοῦ οι κου ἁμαρτάνω οὐδενὸς παρόντος, λανθάνω πάντας οὐδ' αὐτὸς ὁ υ ψιστος εἰδείη τὰς ἁμαρτίας μου.̓ Επίστησον δὲ εἰ καὶ περαιτέρω τῆς περὶ σκότους λέξεως γενόμενός τις δυνήσεται μυστήρια θεάσασθαι, ι ν' ῃ τῶν λεγομένων ἡ διαίρεσις τοιαύτη· α ρά γε δυνήσομαι θεὸν φυγεῖν πονηρὸς καὶ φαῦλος γεγονώς, ὡς ὑπὸ τὸ σκότος γενέσθαι ἐπὶ τῷ καταπατεῖσθαι ὑπ' αὐτοῦ; ἀλλὰ τοῦτο διανοηθεὶς εὐθέως ε γνων ο τι καὶ ἡ νὺξ φωτίζεται ἐν τῇ ἡμέρᾳ τουτέστι τοῦ λογικοῦ ζῴου τρυφῇ· εὐωχία γὰρ ἀληθῶς καὶ κατάλληλος τῷ λογικῷ ζῴῳ τρυφὴ ὁ ἐξ ἀρετῆς καὶ γνώσεως φωτισμός. κα ν ου ν ὑπὸ σκότους γένωμαι νυκτὸς καὶ σκότους σπουδάσας υἱὸς ει ναι δι' ω ν πράττω καὶ φρονῶ κακῶς, ἀλλ' ου ν ἐπεὶ τὸ σκότος οὐ σκοτίζεται ὑπ' αὐτοῦ θεοῦ καταυγάζοντος τὰ πάντα ῃ φησιν ὁ λόγος̔ Ο θεὸς ὁ εἰπὼν̓ Εκ σκότους φῶς λάμψαι, ο ς ε λαμψεν ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ, νὺξ ὡς ἡμέρα φωτισθήσεται, τοῦ μεταβάντος ἐξ ἀγνοίας καὶ κακίας λέξοντος Οὐκ ε τι εἰμὶ υἱὸς σκότους καὶ νυκτὸς ἀλλὰ φωτὸς καὶ ἡμέρας. Διὰ τοῦτο δὲ νὺξ ὡς ἡμέρα φωτισθήσεται, ἐπείπερ ὡς τὸ σκότος αὐτῆς ου τω καὶ τὸ φῶς αὐτῆς. ἐπεὶ γὰρ τὸ σκότος προαιρετικῶς ἀλλ' οὐ κατὰ φύσιν ε χει (οὐδεὶς γὰρ ἐκ κατασκευῆς κακός ἐστιν), ου τω καὶ τὴν ἀρετὴν ε χει· μηδεμίαν δὲ χώραν φυγῆς εὑρὼν εἰς ἑαυτὸν στραφείς φησιν Οὐ θαυμαστὸν εἰ γενόμενος κακὸς μακρυνθῆναί σου οὐ δύναμαι, ὁπότε καὶ τοὺς νεφρούς μου αὐτοὺς κέκτησαι, θεὸς ω ν νεφροὺς καὶ καρδίαν ἐτάζων· εἰ γὰρ τῶν κρυπτῶν μου γνώστης α τε τοὺς νεφρούς μου κεκτημένος ει, ἐν ὁποίῳ μέρει τοῦ κόσμου ἐὰν γένωμαι, ὡς παρόντος μου γνῶσιν ε χεις· εἰ γὰρ καὶ ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου, ἐν κοιλίᾳ πλάσας με καὶ ἐπιθείς μοι τὴν χεῖρά σου. ει τ' ἐπεὶ διὰ πάντων τῶν προειρημένων φοβερῶς ἐθαυμαστώθης (μετὰ φόβου γὰρ ἐθαύμασα πάντα α περὶ σοῦ διείληφα), εἰς εὐχαριστίαν τρεπόμενός φημἰ Εξομολογήσομαί σοι, ο τι φοβερῶς ἐθαυμαστώθης. 1216 Ps 138, 14b. 15 Κέκτηται ὁ θεὸς τοὺς νεφροὺς τοῦ κατορθώσαντος τὴν ἐν σωφροσύνῃ καθαρότητα. ὁ τοίνυν ἀγαμίᾳ σχολάζων, τῷ θεῷ τοὺς ἑαυτοῦ νεφροὺς καταγράψας, ἐρεῖ Σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε· μεθ' ο κατόρθωμα γνῶσιν ε χων πάντων τῶν θαυμαστῶν ε ργων αὐτοῦ τῶν τῆς δημιουργίας καὶ προνοίας καὶ παραδοξοποιΐας, Θαυμάσια, ε φη, τὰ ε ργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. τὸ Σφόδρα η ἐπὶ τὴν γνῶσιν τῆς ψυχῆς η ἐπὶ τὰ θαυμάσια ἀναφέρεται. Καὶ τὸ ὀστοῦν μου, φησίν, ο ἐν κρυφῇ πεποίηκας ὡς μηδένα τούτου τὴν σύμπηξιν εἰδέναι, ἀπὸ σοῦ οὐ κέκρυπται· πῶς γὰρ καὶ οι όν τέ σου ποιητοῦ ο ντος ω σπερ ο λου τοῦ σώματος ου τω καὶ αὐτοῦ; ει ρηται δὲ καὶ τοῖς περὶ φύσεως καὶ γενέσεως τῶν ζῴων πραγματευσαμένοις ἀόρατον ει ναι καὶ ἀκατάληπτον τὴν εἰς ὀστέον τοῦ αι ματος μεταβολήν, καίτοι τῶν α λλων σαρκῶν καὶ νεύρων λέγω ο πως ποτὲ ὡς ε χουσι γενέσεως θεωρούντων. καὶ ἡ γραφὴ δὲ τοῦ̓ Εκκλησιαστοῦ παρίστησι τοῦτο ου τω λέγουσἁ Ως ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης, ου τως οὐ γνώσῃ ποιήματα τοῦ θεοῦ. Οὐκ ἐκρύβη δὲ ἀπὸ σοῦ οὐδὲ ἡ ὑπόστασίς μου, ἐν τοῖς κατωτάτοις τῆς γῆς φθάσασα· οὐδὲ γὰρ ἡ ψυχὴ ἐν ᾳ δῃ γεγενημένη οὐδ' αὐτὸ σῶμα κατορωρυγμένον καὶ εἰς γῆν διαλυθὲν διαφεύγει τὴν θεωρίαν σου. 1217 Ps 138, 16 Διὰ τῶν προεκτεθέντων θεολογήσας ὀφθαλμοῖς προφητικοῖς καὶ τὴν κυριακὴν ἐπιδημίαν ἑωρακέναι φησίν, ὡς ἐκ τῆς παρθένου γεγένηται. ὁ γὰρ ἐκ τῆς παρθένου Μαρίας γεγονὼς τόκος ἀκατέργαστος ει η, μὴ συστὰς ἐκ τῆς μεμελετημένης ἐκ συνδυασμοῦ κατεργασίας ἀλλ' ἐκ πνεύματος ἁγίου ὑπάρχων. ου τω νοοῦσί τινες τὸ ἐν τῷ Δανιὴλ εἰρημένον περὶ τοῦ α νευ χειρῶν τετμῆσθαι ἐξ ο ρους λίθον. Τούτου αὐτοῦ ἀκατεργάστου φανέντος, ἀκολούθως σωτηρία πάντων γενήσεται, ὡς ἀξίους αὐτοὺς γενέσθαι ἐπὶ τὸ βιβλίον γραφῆναι τοῦ θεοῦ. ἀλλ' ἐπεὶ κἀκεῖνο ἀκατέργαστον ει ναι δύναται, τὸ πεφυκὸς μὲν κατεργασίαν δέχεσθαι, μήπω δὲ ταύτην ἐσχηκός, δύναται περὶ πάντων τῶν ε σεσθαι μελλόντων, ποιοῦντος θεοῦ, καὶ μάλιστα τῆς τῶν νεκρῶν ἀναστάσεως εἰρῆσθαι τὸ προκείμενον, ι ν' ῃ τῶν λεγομένων ὁ εἱρμός. ἐπεὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς ἐστιν, οὐκ εἰς τὸ ἀεὶ δὲ ου τως ε χουσα διατελέσει ἀναστάσεως νεκρῶν ἐσομένης, ταύτην πίστει καὶ ἐλπίδι προκατειληφώς φημι Τὸ ἀκατέργαστόν σου ι δοσαν οἱ ὀφθαλμοί μου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· σοῦ πάντα ἐν πᾶσι γινομένου καὶ σκότους παντὸς καὶ λύπης καὶ ὀδύνης καὶ στεναγμοῦ ἐκ ποδῶν γινομένου, ἐν ἡμέρᾳ φωτεινῇ ε σονται ἐκλάμψαντες ὡς ὁ η λιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἑαυτῶν. ο θεν ει ρηται τὸ̔ Ημέρας πλασθήσονται, οὐκέτι σκοτίας τῆς πλάσεως αὐτῶν ου σης σπειρομένων ἐν φθορᾷ καὶ ἐν ἀτιμίᾳ ἀλλὰ φωτεινῆς καὶ ἐν ἡμέρᾳ συνισταμένης ἐγειρομένων ἐν ἀφθαρσίᾳ καὶ δόξῃ.̓ Αλλ' ἐπεὶ ου τως ἡμέρας πλασθέντων αὐτῶν καὶ ἐπὶ τὸ βιβλίον τοῦ θεοῦ γραφέντων πάντα ἐν πᾶσιν ὁ θεὸς ε σται, ἐν αὐτοῖς οὐδείς ἐστι τῶν πονηρῶν καὶ τοῦ ἐξευτελίζεσθαι ἀξίων. η τάχα ε νθα τὸ πλῆθος καὶ ὁ τίς καὶ οὐδείς· ο ταν διὰ πολλὴν τελειότητα καὶ εἰς ε ν καὶ ταὐτότητα ἀποκαταστάντων ἀριθμὸς μηκέθ' ὑπάρχῃ καταντησάντων πάντων εἰς τὴν ἑνότητα τοῦ πνεύματος, ὁ τίς καὶ ὁ οὐδεὶς οὐκέτι ε σται ἐν αὐτοῖς. Φέρεται γραφὴ ε χουσα Τὸ ἀκατέργαστόν μου ι δοσαν οἱ ὀφθαλμοί σου. νοηθείη δὲ καὶ αὐτὴ ὡσαύτως τῷ Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν, ἀντὶ τοῦ Τὸ ἀκατέργαστον τῶν λογισμῶν μου· πρὶν ἐπιτελέσθαι τι οἱ πάντα τὰ κρυπτὰ ὁρῶντες ὀφθαλμοί σου ει δον. πλήρη δὲ τῶν τοιούτων τὰ Εὐαγγέλια. 1218 Ps a Φίλοι δὲ τοῦ θεοῦ εἰσιν, ἐκ πίστεως καὶ ἀρετῆς γεγενημένοι. ει ρηται γοῦν περὶ τοῦ̓ Αβραὰμ Επίστευσε δὲ̓ Αβραὰμ τῷ θεῷ, καὶ̓ ἐλογίσθη αὐτῷ εἰςδικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη· καὶ περὶ Μωυσέως φησὶν Οτι ἐλάλησεν αὐτῷ ὁ θεὸς στόμα κατὰ στόμα ἐνώπιος ἐνωπίῳ, ὡς ει τις λαλῆσαι πρὸς τὸν ἑαυτοῦ φίλον. ἀλλὰ καὶ ε καστος τῶν προφητῶν ου τω φίλος τοῦ θεοῦ γέγονε. καὶ πρὸς τοὺς ἀποστόλους γοῦν (ταύτην ε χουσι τὴν φιλίαν)̓ Ιησοῦς λέγεἱ Υμῖν λέγω τοῖς φίλοις μου. τούτων δὲ καὶ αἱ ἀρχαί, α ς παρὰ τοῦ βασιλέως Χριστοῦ ε σχον ἐξουσίαν λαμβάνοντες ἐπάνω δέκα πόλεων η ἐπάνω πέντε πόλεων, λίαν κραταιοί εἰσιν α τε Χριστῷ συμβασιλεύοντες.̔ Ρηθεῖεν δ' α ν καὶ κατ' α λλο σημαινόμενον αἱ ἀρχαὶ αὐτῶν κραταιαὶ αἱ αἰτίαι καθ' α ς εἰσι φίλοι θεοῦ. ου τοι δὲ οἱ λίαν τιμηθέντες φίλοι τοῦ θεοῦ διὰ πλῆθος θεωρημάτων καὶ ἀγαθῶν ἐνεργειῶν ω ν ε χουσιν ὑπὲρ α μμον πληθυνθήσονται, τουτέστιν ὑπὲρ τὰ αἰσθητὰ καὶ σωματικά. ἐπεὶ γὰρ οἱ τῶν ὑλικῶν ἑταῖροι περὶ τὴν α μμον η ὑπὸ ταύτην τυγχάνουσιν ὡς τὸν θεμέλιον τῆς οἰκοδομῆς αὐτῶν ῥᾷστα καταπεσουμένης ἐπὶ ταύτης ἱδρῦσθαι η ὑπὸ ταύτην κατορύσσεσθαι, ω ν σύμβολον φέρει ὁ ὑπὸ Μωυσέως παταχθεὶς Αἰγύπτιος ὑπὸ τὴν α μμον χωσθείς, ἀνάγκη τοὺς ὑπερκόσμιον διάθεσιν λαμβάνοντας ὑπὲρ τὴν α μμον ει ναι ἀξίους τοῦ ἀριθμεῖσθαι παρὰ θεοῦ ὑπάρχοντας. 1219 Ps Τοῦ αὐτοῦ α ν ει η καὶ τὸ ἀποδέχεσθαι καὶ τιμᾶν τοὺς φίλους τοῦ θεοῦ καὶ μισεῖν τοὺς μισοῦντας αὐτὸν καὶ ἐχθροὺς λογίζεσθαι τῷ ἀσεβῆ καὶ α θεα περὶ θεοῦ φρονεῖν. πῶς γὰρ οὐκ ἐχθροὶ θεοῦ οἱ διαστρέφοντες ἀπὸ τῆς ἀληθείας τοὺς ἀπατωμένους, τοῦ θεοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Τέλειον δὲ μῖσός ἐστι κατὰ τῶν τοιούτων, ο ταν μὴ α λλου χάριν ἀλλ' η τοῦ ἐχθροὺς αὐτοὺς ει ναι τοῦ θεοῦ μισεῖ τις αὐτούς. καὶ ω σπερ τελείαν ἀγάπην τις ε χει πρὸς τὸ ἀγαθὸν μὴ α λλου του χάριν ἀλλ' αὐτοῦ ε νεκα ποθῶν αὐτό, ου τως ὁ μισῶν διαφόρους θεοῦ μὴ α λλου του χάριν ἀλλ' η ο τι ἐχθροὶ τοῦ θεοῦ εἰσιν, ἐκτηκόμενος ἐπ' αὐτοῖς κατὰ τὸν λέγοντα προφήτην Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι ἀνθ' ω ν κατέλιπόν σε οἱ υἱοὶ̓ Ισραήλ. 1220 Ps 139, 2– 4 Ανθρωπος πονηρὸς ὁ δολερὸς καὶ ἀπατεών ἐστιν, ἀνὴρ δὲ α δικος ὁ τοῦτον ὑπεραναβεβηκὼς ἐν κακίᾳ ὡς διὰ τοῦ πανουργεύεσθαι καὶ ῥᾳδιουργεῖν ἀδικεῖν σπεύδειν τὴν λογικὴν φύσιν ἐξ ἀρετῆς εἰς κακίαν πανουργίᾳ τινι πειρώμενος μεταβιβάζειν. ἀπ' ἀμφοτέρων σωθῆναι βουλόμενος ὁ τὰ προκείμενα φάσκων θεὸν παρακαλεῖ, ἐπείπερ κατ' αὐτοῦ ἀδικίαν ἐλογίσαντο κρύπτοντες αὐτὴν ἐν καρδίᾳ ἑαυτῶν, ο πως διὰ τοῦ λανθάνειν ο τι εἰσὶ τοιοῦτοι παγιδεῦσαι αὐτὸν δυνηθῶσι πολεμίως καὶ ἀντικειμένως πρὸς αὐτὸν ἱστάμενοι δι' ο λου τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ. διὸ ει ρηται Ολην τὴν ἡμέραν παρετάσσοντο πολέμους, οὐδένα καιρὸν εἰρήνης καὶ ἀναπαύσεως ε χοντες ἀντὶ ξίφους ἀκονήσαντες τὴν γλῶσσαν ἑαυτῶν ἐπὶ τῷ ἀπατηλὸν καὶ τρῶσαι δυνάμενον λόγον προφέρειν μιμήσει τῇ πρὸς τὸν ο φιν τὸν φθείραντα τὴν Ευ αν ἐν τῇ πανουργίᾳ ἑαυτοῦ. ο θεν καὶ ὑπὸ τὰ χείλη ἑαυτῶν, τουτέστι τὴν προφοράν, δηλητηρίῳ ἐοικότα ε χουσι νοήματα ὑποβληθέντα αὐτοῖς ὑπὸ δυνάμεων πονηρῶν διὰ τὸ βλαπτικὸν καὶ ἰῶδες ἀσπίδων καλουμένων. Δυνατὸν δὲ καὶ περὶ διαβόλου καὶ τῶν α λλων ἀοράτων ἐχθρῶν ἐκλαβεῖν ταῦτα· α νθρωπος γὰρ πονηρὸς καὶ ἐχθρὸς ὁ διάβολος πολλάκις ει ρηται. ἀλλὰ καὶ ὁ τῷ βουλήματι αὐτοῦ ὑπηρετούμενος ἀντίχριστος α ν ῥηθείη. 1221 Ps Χεὶρ ἁμαρτωλοῦ ἡ ἁμαρτητικὴ πρᾶξις ἀφ' η ς φυλαχθῆναι θεοῦ φρουροῦντος ευ χεται. καὶ πρὸς τούτοις ἀξιοῖ, ι να καὶ ἀπὸ τῶν ἀδικεῖν αὐτὸν τῇ προαιρέσει βουλομένων ἀνθρώπων ῥυσθῇ, ἐπείπερ διελογίσαντο διὰ λόγων καὶ ἐνθυμημάτων ἀπατηλῶν ὑποσκελίσαι τὰ διαβήματα τῶν ἐν τῷ προκόπτειν διαβαινόντων ἐπὶ τὰ κρείττω. Δυνατὸν ἐν τούτοις ἐκλαμβάνειν ἁμαρτωλὸν τὸν διάβολον, ἀνθρώπους δὲ ἀδίκους η τοι τοὺς πονηροὺς ἀγγέλους αὐτοῦ η εἰς ου ς ἐνεργεῖ ἀνθρώπους εἰς τὸ ψυχὰς ἀδικεῖν. ου τοι δ' α ν ει εν καὶ ὑπερήφανοι σοφίαν ε χοντες ἀπατηλήν, η ν οὐ προφανῶς προφέρουσιν ἀλλὰ κρύπτουσιν αὐτὴν ὡς παγίδα ὑπὸ τοὺς σοφιστικοὺς αὐτῶν λόγους. ἀλλὰ καὶ σχοινία η τοι τὰς πολυπλόκους αὐτῶν πονηρίας η τοὺς συντιθεμένους καὶ περιπλεκομένους ὑπ' αὐτῶν σοφιστικοὺς λόγους διατείνουσιν ἐπὶ τῷ συλλαβεῖν τοὺς πόδας τῶν ὀρθῶς βαδιζόντων, λογιζόμενοι διὰ τούτων τῶν σχοινίων ὑποσκελίσαι τὰ διαβήματα τῶν ἀπροοράτως ἐχόντων α τιθέασι καὶ ἐχόμενα η ς τις ε τριψεν ὁδοῦ. Προσκόμματα α καὶ σκάνδαλα ει πε λογισμοὶ δέ εἰσιν ου τοι ὑποβαλλόμενοι τοῖς καλῶς καὶ κατ' ἀρετὴν ὁδεύειν προαιρουμένοις. ἀλλ' ὁ γνοὺς ἑαυτὸν ο τι οὐκ αὐτάρκης ἐστὶ πρὸς τὸ ἀβλαβὴς ἀπὸ τῶν τοσούτων διαμεῖναι πρὸς θεὸν καταφεύγων δύναμιν ἀπαιτεῖ· διὸ καὶ ἀπαγγέλλει τὰ περιεστηκότα αὐτόν. 1222 Ps̔ Ο οἰκειωθεὶς πράξει καὶ φρονήσει πρακτικῶς ἐρεῖ αὐτῷ Θεός μου ει σύ, καὶ ἀξιοῖ, ο πως ἐνωτίσηται τὴν φωνὴν τῆς δεήσεως αὐτοῦ δεχόμενος αὐτὴν εἰς τὰ ω τα αὐτοῦ. καὶ γὰρ ἀληθῶς φησιν Ω τοῦ παντὸς κύριε, κἀμοῦ κύριος ει δουλεύοντός σοι· ο θεν καὶ δύναμις τῆς σωτηρίας μου ει. τῆς γὰρ ἀληθῶς καὶ ἁπτομένης σωτηρίας τοῦ ε σω ἀνθρώπου δύναμις ὑπάρχεις τῷ ἀμήχανον σωτηρίας ε χειν μὴ γενόμενον ἐν σοί. σῴζεται δέ μοι ὁμοιότης κατ' εἰκόνα καὶ ὁμοιότητα τὴν σὴν γεγενημένῳ τοῦ μετασχεῖν τῆς σῆς ἁγιότητος δι' η ν καὶ σωτηρίαν ε ξω. καὶ αὐτὸ δὲ τὸ εὐαγγέλιον δύναμις θεοῦ εἰς σωτηρίαν πρὸς τοῦ ἀποστόλου γράφεται τῷ τὸν ἐν τῷ εὐαγγελίῳ γενόμενον η δη τὴν δύναμιν τῆς σωτηρίας ε χειν, η ν σχοίη καὶ κατ' ἐνέργειαν εὐαγγελικῶς φρονῶν καὶ πολιτευόμενος. Τυγχάνων δὲ δύναμις τῆς σωτηρίας μου, ω δέσποτα, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου, ἐπὶ τὴν νοητὴν κεφαλήν μου. πείσομαι γοῦν οὐδὲν χαλεπὸν ὑπὸ τῶν ἀοράτως πολεμούντων ἐχθρῶν ἐν τῇ ἡμέρᾳ, τουτέστιν ἐν τῇ παρεκτάσει τῇ χρονικῇ τοῦ βίου τούτου. μαρτυρία τοῦ νοητὴν ει ναι κεφαλὴν τὸ Εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου, καὶ Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ. 1223 Ps 139, 9a̔ Ο ἁμαρτωλὸς διάβολος παραλαμβάνει τοὺς ἀποτελοῦντας τὴν ἁμαρτίαν, ἐξ αὐτοῦ τοῦ ποιεῖν τὸ κακὸν ὑποχειρίους αὐτοὺς ε χων. α δηλον δὲ εἰ καὶ τῶν ἐπιθυμίᾳ τινὶ τῶν αἰσχρῶν γεγενημένων κρατεῖ. εἰ γάρ τις ἐξελκυσθείη ἐκ τῆς ἐπιθυμίας ἐπὶ πρακτικὴν ἁμαρτίαν, εὐθὺς ὑπ' αὐτῷ γίνεται· εἰ δ' ἐμβλέψας γυναικὶ πρὸς ἐπιθυμίαν ἐπισχοίη λογισμῷ τὴν ο ρεξιν ω στε μηδὲν ἐπιτελέσαι τῶν ὀρεκτῶν, οὐ γενήσεται πρὸς τὸν προκείμενον ἁμαρτωλόν. ευ χεται τοίνυν τῷ κυρίῳ ἀπὸ μόνης ἐπιθυμίας μὴ προσπαραλαβούσης τὴν πρᾶξιν τοῦ ὀρεκτοῦ μὴ παραδοθῆναι τῷ ἁμαρτωλῷ μηδὲ περαιτέρω χωρεῖν νικηθέντα ὑπ' αὐτῆς ἀλλ' ἀεὶ κωλύειν τῷ παρὰ σοῦ βελτίονι λογισμῷ. Λεκτέον δὲ καὶ ου τως· ἐπεὶ δικαίῳ τυγχάνοντί μοι πᾶσα ἀγαθὴ ἐπιθυμία πάρεστι, μὴ τοιοῦτος γενοίμην ὡς ἀπὸ τῆς τοιαύτης ἐπιθυμίας ἐκπεσεῖν καὶ παραδοθῆναι τῷ ἁμαρτωλῷ ἁμαρτητικῶς ἐνεργηκότα. 1224 Ps 139, 9b Ινα μὴ κατ' ἐμοῦ πολλὰ διαλογισάμενοι δυνηθῶσι, μὴ ἐγκαταλείψεις με φυλάττων με ἐν σκέπει τῶν πτερύγων σου καὶ ὑπὸ τὴν χεῖρα τὴν κραταιάν σου, ἀφ' η ς οὐδεὶς δύναται ἁρπάσαι η ἐπαρθῆναι ἀλαζονικῶς κατ' ἐμοῦ ὡς ἁλόντος ὑπ' αὐτοῦ. 1225 Ps 139, 12a Γλωσσώδη τὸν μάχιμον καὶ λοίδορον ε οικε λέγειν. οὐδεὶς γὰρ τῶν τοιούτων ο σον ἐστὶν ἐν τῇ γεώδει προαιρέσει κατευθυνθῆναι δύναται, ἀεὶ στρεβλούμενος ἐκ τοῦ μάχιμος ει ναι· φιλαμαρτημόνων γὰρ τῷ χαίρειν μάχαις καὶ υ βρεσι καὶ λοιδορίαις. διὸ καὶ τὸ κατευθύνεσθαι ὑπὸ ἀρετῆς οὐ δυνατὸν ε χειν τὸν τοιοῦτον. 1226 Ps 139, 12b Αδικος δὲ λέγεται ὁ κατὰ πάντα φαῦλος. διαφθορὰν δὲ τάχα τὴν χειρίστην ε ξιν λέγει εἰς η ν θηρεύουσιν αἱ πολλαχῶς ἐπιτελούμεναι κακαὶ πράξεις. ο τι δὲ ἡ τιμωρία διαφθορά, παρίσταται ἐκ τοῦ Τῇ διαφθορᾷ σου,̔ Ιερουσαλήμ, τίς βοηθήσει; ο τι δὲ καὶ ἡ χειρίστη διάθεσις, ἐκ τοῦ Ενεκεν ἀκαθαρσίας διαφθαρήσεται φθορᾷ, ὡς δηλοῦται ἐκ τοῦ Φθείρουσιν η θη χρηστὰ ὁμιλίαι κακαί. 1227 Ps Κρίσιν δέ φησι τὴν ἐξέτασιν τῶν πράξεων καὶ προθέσεων, δίκην δὲ τὴν ἀνταπόδοσιν τοῦ κατ' ἀξίαν. εἰ δὲ καὶ ἐκ παραλλήλου τὸ αὐτὸ ὑποκείμενον ὑπ' ἀμφοτέρων τῶν λέξεων σημαίνεται, καὶ αὐτὸς ἐξέτασον. τὰ δ' αὐτὰ ῥητέον καὶ περὶ πτωχοῦ καὶ πένητος· η τοι γὰρ κατὰ τοῦ αὐτοῦ ἀμφότερα τὰ ὀνόματα λαβεῖν δεῖ η κατὰ διαφόρων πραγμάτων, ὡς πτωχὸν μὲν ει ναι τὸν σφόδρα πλούτου ἀποπεσόντα (Πλούσιοι γὰρ ἐπτώχευσαν καὶ ἐπείνασαν), πένητα δὲ τὸν μήπω ἐκ περιουσίας ἀλλ' ἐκ τοῦ πονεῖν ε χοντα τὰ ἀναγκαίως πρὸς τὸ ζῆν συντείνοντα.̓ Εξομολογοῦνται δὲ οἱ δίκαιοι η τοι ο τι ἐκτὸς αὐτοὶ τοῦ τοιούτοις ὑποπεσεῖν γεγένηνται η ο τι οἱ προσπολεμήσαντες καὶ πολλὰ πορθήσαντες αὐτοὺς ὑπεβλήθησαν τοῖς ἐπιπόνοις κρίσει καὶ δίκῃ θεοῦ. πρὸς δὲ τὸ ἐξομολογεῖσθαι τοὺς δικαίους οἱ εὐθεῖς, α λλοι τῶν δικαίων ο ντες, κατοικήσουσιν ἐν τῷ προσώπῳ κυρίου, ου τῷ ὀνόματι ἐξομολογήσαντο οἱ δίκαιοι. α λλους δὲ τῶν δικαίων τοὺς εὐθεῖς ει πον οὐ πάντως τῇ ὑποστάσει, ἀλλ' ε στιν ο τε τῇ ἐπινοίᾳ μόνον, δικαίου μὲν ο ντος τοῦ κατορθοῦντος τὰς ἠθικὰς ἀρετάς, εὐθοῦς δὲ τοῦ τὴν θεωρίαν τῆς ἀληθείας ἐσχηκότος. η τάχα δίκαιος ει ναι δύναται ὁ ο πως ποτὲ πράττων τὰ ἐπαινετά, πλὴν ὁ μὲν πρακτικὸς τῶν δικαίων ἐξομολογεῖται τῷ ὀνόματι τοῦ θεοῦ, ὁ δὲ εὐθὴς κατοικεῖ διὰ θεωρίας ἐν τῷ προσώπῳ τοῦ θεοῦ πόλιν καὶ οἰκίαν αὐτὸ κεκτημένος. πρόσωπον δὲ θεοῦ ἀποδέδεικται ὁ χαρακτὴρ τῆς ὑποστάσεως, αὐτοῦ κατοικοῦντος ἐν τούτῳ τῷ προσώπῳ παντὸς περὶ ου λέγεται Ει τις ἐν Χριστῷ, καινὴ κτίσις. Εἰ δὲ ει η τὸ Κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου, ἐξηγητέον ου τως· ε νθα τὸ πρόσωπόν σου οἰκήσουσι καὶ οἱ εὐθεῖς, οὐκ ἐξερχόμενοι κατὰ τὸν Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ η φεύγοντες αὐτὸ κατὰ τοὺς περὶ ω ν ει ρηται Καὶ ε φυγεν ο τἐ Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ. Η ου τως· ο σοι εὐθεῖς τυγχάνουσι σῴζοντες τὸ κατ' εἰκόνα καὶ ὁμοίωσίν σου σύμμορφοι γεγονότες τῆς εἰκόνος τοῦ υἱοῦ σου, σὺν τούτῳ κατοικοῦσιν, ε νθα α ν ὁ υἱός σου τυγχάνῃ, πληρουμένου τοῦ περὶ τῶν τοιούτων ὑπὸ τοῦ σωτῆρος εἰρημένου Θέλω ι να ο που εἰμὶ ἐγὼ καὶ αὐτοὶ ω σι μετ' ἐμοῦ, ι να θεωρῶσι τὴν δόξαν τὴν ἐμήν. τοῦ δὲ ε νθα καὶ ο που θεοπρεπῶς ἀλλ' οὐ τοπικῶς ἀκουστέον. 1228 Ps 140, 2b Ταύτην τὴν θυσίαν προσάγει ὁ τῷ τετελειῶσθαι φθάσας ἐπὶ τὴν ἑσπέραν, τὸ πρωῒ θύοντος τοῦ τὰς αἰσθητὰς προσάγοντος κατὰ νόμον θυσίας. μεσημβρίᾳ δὲ μετὰ τοῦτον θύει ὁ μαθὼν τὸ ὑπὸ τοῦ κυρίου λεγόμενον Ελεον θέλω η θυσίαν, ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. ἐπὶ πᾶσι δὲ προσακτέον ἑσπερινὴν θυσίαν τὴν τῶν προειρημένων χειρῶν ε παρσιν. 1229 Ps Ει ρηταί ποὑ Ο προπετὴς χείλεσιν ἐγγίζει συντριβῇ, καὶ̓ Ανὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. ι ν' ου ν κἀγὼ μὴ παραπέσω τούτοις, Θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. πεποίηκα γὰρ τὰ ἐπ' ἐμοὶ πάντα, πεισθεὶς τῇ προτροπῇ τοῦ εἰπόντος Τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν. οὐ πᾶσι γὰρ τὸ λαλεῖν ω σπερ οὐδὲ τὸ σιωπᾶν συμφέρει· τῷ γὰρ δυναμένῳ ἀνοίγειν τὸ στόμα λόγῳ θεοῦ οὐ καθήκει σιωπᾶν, τῷ δὲ προφερομένῳ ῥῆμα ἀργὸν καὶ τοὺς καταδικάζοντας λόγους πρὸς ἀγαθοῦ ε σται ἡ σιωπή. οι δε διαφορὰν τῶν σιωπὴν ἀγόντων ὁ λέγων Εστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ Εστι σιωπῶν, οὐ γὰρ ε χει ἀπόκρισιν, καὶ ε στι σιωπῶν εἰδὼς καιρόν. ὁ γὰρ ἐπιστήμην ε χων καιροῦ τοῦ εἰπεῖν καὶ καιροῦ καθ' ο ν οὐ δεῖ τι λέγειν αἰτήσοιτο φρουρὰν καὶ θύραν τῷ στόματι καὶ τοῖς χείλεσιν αὐτοῦ ὑπαρχθῆναι θεόθεν, ο πως μηδὲν ἀκαίρως προφέρῃ· καὶ ὁ μὴ ε χων πρὸς τὰς προαγομένας ἐρωτήσεις ἀποκρίνασθαι παρακαλείτω, ο πως ἐχέθυμος ει ναι πρὸς θεοῦ ἀποδειχθεὶς μὴ ε τερα ἀνθ' ἑτέρων ἀποκρίνεσθαι· ε τι μὴν καὶ ὁ διὰ τοῦ σιωπᾶν εὑρισκόμενος σοφὸς βεβαίωσιν ἐκ θεοῦ ἀπαιτείτω τῇ σιωπῇ καθ' η ν εὑρίσκεται σοφός. Καὶ ἐπεὶ οἱ τὴν ἀνομίαν ἐργαζόμενοι α νθρωποι προφάσεις πλάττουσιν ἀπολογούμενοι δῆθεν ὑπὲρ ω ν ἐνεργοῦσι κακῶς, ἐγὼ ὁ περὶ πολλῶν παρακαλέσας σε, ω δέσποτα, ἀξιῶ καὶ ὑπὲρ τοῦ μὴ εἰς τοιαύτην διάθεσιν ἐλθεῖν, ω στε ἁμαρτάνοντα εἰς λόγους πονηρίας ῥέπουσαν ε χειν τὴν καρδίαν ἐπὶ τῷ προφασίζεσθαι ἐν ἁμαρτίαις σὺν τοῖς ἐργαζομένοις τὴν ἀνομίαν ἀνθρώποις. εἰ γὰρ τηρηθείη ἡ καρδία μου ὑπὸ τῆς σῆς φυλακῆς, οὐδὲ συνδυασθήσομαι ὑπὸ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων. ἐκλεκτοὶ δὲ τούτων ει εν οἱ σκηπτόμενοι προφάσεις ἐφ' οι ς δρῶσιν κακῶς, χειρόνων ο ντων τῶν α νευ προφάσεως καὶ ἀνεπικαλύπτως ἀνομούντων. ου τοι δέ εἰσιν οἱ μετὰ τοῦ γινώσκειν ἁμαρτάνοντες, τῶν α γνοιαν η ἀσθένειαν προφασιζομένων προύχειν δοκούντων τῶν φανερῶς καὶ μετὰ τοῦ εἰδέναι ἀνομούντων. ει ποιεν ου ν διὰ τῶν προκειμένων ὁ εὐχόμενος Μηδεμία αἰτία, ω δέσποτα, ὑπάρξοι ὡς δι' α γνοιαν δῆθεν η βίαν η ἀσθένειαν ἐκκλῖναι τὴν καρδίαν μου εἰς λόγους πονηρίας ου ς προενέγκοιτό τις προφασιζόμενος ἐφ' οι ς ἁμαρτάνει, ο πως μηδὲ ἀκολουθήσῃ τὸ συνδυᾶσαι μετὰ τῶν ἐκλεκτῶν τῶν τὴν ἀνομίαν ἐργαζομένων ἀνθρώπων. 1230 Ps 140, 5b Κεφαλὴν δὲ ἐν τούτοις τὸ ἡγεμονικὸν ὡσανεὶ κεφάλαιον τῆς ψυχῆς τυγχάνον σημαίνεσθαι νομιστέον. 1231 Ps 140, 5c– 8a Νοήσεις καὶ ου τως· τῶν ἐκλεκτῶν τῶν ἐργαζομένων τὴν ἀνομίαν τίνες α λλαι ει εν εὐδοκίαι η ψευδοδοξίαι καὶ πονηραὶ διαθέσεις, ω ν ει σω τὴν ἑαυτοῦ προσευχὴν ἀξιοῖ γενέσθαι ἐπὶ τῷ διελεγχθείσας καθαιρεθῆναι; ἐν ταύταις γὰρ ἡ προσευχὴ αὐτοῦ οὐκ α λλως γίνεται η αἰτουμένου θεοῦ ἀνατροπὴν καὶ κατάλυσιν αὐτῶν. διὸ καὶ πρὸς τὴν ἀξίωσιν αὐτοῦ ᾠκονόμησε τὸ πρᾶγμα. οἱ γὰρ κραταιοὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν ἀνθρώπων οἱ αὐτοὶ τυγχάνοντες τοῖς ἐκλεκτοῖς αὐτῶν κατεπόθησαν, ἐγγίσαντος αὐτοῖς τοῦ θεοῦ λόγου ο ν πέτραν πολλάκις ἡρμήνευσεν ἡ θεία γραφή. σύμβολον δὲ τοῦ νενικῆσθαι τὸ καταπίνεσθαι· ου τω γὰρ ει ρηται καὶ τὸ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ τὸ Ινα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, ἀλλὰ καὶ τὸ Κατέπιεν ἡ ῥάβδος Ααρὼν τὰς ἐκείνων· φησὶ δὲ̓ τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν ῥάβδους, νικῶντος τοῦ σκήπτρου τῆς θεϊκῆς ἀληθείας καὶ σοφίας τὰ σκῆπτρα τῆς φάλαγγος. Εἰ δὲ καὶ τοὺς α ρχοντας τούτου τοῦ αἰῶνος σοφίαν ἐπαγγελλομένους καὶ τῶν α λλων δαιμόνων τὸ στῖφος κραταιοὺς τῶν κατὰ κακίαν πεποιωμένων ἐρεῖς, καὶ ου τοι τῷ Χριστῷ τῇ πέτρᾳ συνεγγίσαντες καταποθήσονται, ἀφανιζόμενοι καὶ τὸ μηδὲν ει ναι ἀποδεικνύμενοι τῇ παρουσίᾳ Χριστοῦ ἀπολλύντος τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετοῦντος, τῶν δὲ αἰσθητῶν σπερμάτων χρῃζόντων εἰς ἀροτριαθεῖσαν καὶ σχισθεῖαν γῆν καταβληθῆναι ἐπὶ τῷ εἰς τὴν γῆν κρυβέντα τὰς ῥίζας εἰς βάθος βαλεῖν. ου τως γὰρ καὶ καρποφορῆσαι ἀσφαλῶς στηριχθέντα ταῖς ῥίζαις δυνήσεται τὰ τῶν ἁγίων ῥήματα α θεόθεν ε σχον τυγχάνοντα σπέρματα πνευματικά. τοσαύτην ε χει δύναμιν ὡς μὴ μόνον ῥιζῶσαι καὶ καρποφορῆσαι ἀλλὰ καὶ τὴν ἀρότρου χρείαν ἀποπληροῦν· παντοδύναμα γὰρ ο ντα ἀρδεύσει, ἀροτριάσει τὴν γῆν καὶ πάντα ποιήσει ο σα ἐνέργεια γεωργικὴ πράξει, ι να μετὰ τοῦτο ῥιζώσαντα τὰ τῆς εὐσεβείας καὶ τῆς λοιπῆς ἀρετῆς πληρέστατα ἀποδῷ γενήματα. ἀληθῶς γὰρ τὰ ῥήματα ταῦτα ου τως ἐστὶ δυνατὰ ὡς τὰς παχυνθείσας καὶ λιθωθείσας διανοίας διαρρηγνῦναι ἐπὶ τῷ διαδύντα διὰ κατανύξεως ῥιζῶσαι, ἀφ' η ς ὡς ἀπὸ ἀσφαλοῦς ῥίζης ἀποδοθήσεται ὁ διὰ πράξεων καὶ νοημάτων ἀρίστων καρπός. Φέρεται δὲ καὶ ἑτέρα γραφὴ ου τως ε χουσα· Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. ου τοι δέ εἰσιν οἱ δι' ἐξετάσεως καὶ διαιρέσεως ω ν μετέρχονται λόγων κρίνοντες δῆθεν τὰ πράγματα· οι τινες οὐχ ε τεροι τῶν κραταιῶν ο ντες ἐχόμενα τῆς πέτρας γινόμενοι καταπίνονται, τῶν κηρύκων τῆς ἀληθείας οὐ καταπινομένων ἀλλ' ἑστηκότων ἐπ' αὐτῆς καὶ ὑψουμένων (Εστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ̓ Εν πέτρᾳ υ ψωσέ με) καὶ προσέτι καὶ πινόντων ἀπ' αὐτῆς· Επινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα η ν ὁ Χριστός.̓ Οστᾶ δὲ ψυχῆς ῥητέον τὰς ψυχῆς δυνάμεις καθὰ ει ρηται. ταῦτα εἰ μὲν κατωρθωμένως ἐπιτελοῖντο ὑμνοῦντα θεὸν ἐρεῖ Κύριε κύριε τίς ο μοιός σοι; εἰ δ' ἁμαρτάνοιεν καὶ διαστρέφοιντο δι' αὐτοῦ τοῦ κατὰ κακίαν ἐνεργεῖν, πᾶσαν συμφωνίαν καὶ ἑνότητα ἀποβάλλουσαι διασκεδάννυνται οὐχ ο που ε τυχεν ἀλλ' ε νθα τὸ χωρίον τῶν νεκρωθεισῶν ψυχῶν. ἀλλ' ου ν εἰ καὶ τοῦτο ἐξ ἀπροσεξίας ὑπῆρκται, ἀλλὰ καὶ δυνατὸν τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς α ραι πρὸς τὸν κύριον τὸν δυνάμενον εἰς ταὐτὸν συναγαγεῖν τὰ διασκορπισθέντα παρὰ τὸν ᾳ δην ἡρμηνευμένα ὀστᾶ ω στε ε καστον ἑκάστῳ, καὶ ὡς ἡ γραφὴ ει πεν̔ Εκάτερον ἑκατέρῳ, ἀποδοῦναι τῇ οἰκείᾳ ἁρμονίᾳ. Ευ δὲ καὶ τὸ πληθυντικῶς ἐπὶ τοῦ διασκορπισμοῦ φάναι (Διεσκορπίσθη γὰρ τὰ ὀστᾶ ἡμῶν), ἑνικῶς εἰρημένου τοῦ σωτηριώδους· οὐ γὰρ ει ρηται Οτι πρὸς σέ, κύριε κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, ἀλλ' Οἱ ὀφθαλμοί μου. ὁτὲ γὰρ πρὸς κύριον τὸ νεῦμα ἑνότης τῶν πρὸς αὐτὸν ὁρώντων, ὁτὲ δὲ κακία καὶ τῶν ὀστῶν διασκορπισμὸς πλῆθος, λέγοντες οἱ ταῦτα παθόντες. παραβαλεῖς τούτοις καὶ τὴν πρώτην πρὸς τὸν̓ Αδὰμ θεοῦ ἐντολήν, ἐπὶ μὲν τῆς προστάξεως τὸ ἑνικόν, ἐπὶ δὲ τῆς ἀπαγορεύσεως τὸ πληθυντικὸν ε χουσαν· Καὶ ἐνετείλατο γάρ φησι κύριος ὁ θεὸς τῷ̓ Αδάμ̓ Απὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγετε ἀπ' αὐτοῦ· ῃ δ' α ν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, ει πεν. εἰ δὲ ἐν τῇ δεκαλόγῳ καὶ αἱ προστάξεις καὶ ἀπαγορεύσεις ἑνικῶς ἐξηνέχθησαν, οὐκ ἀθετεῖται τὰ ε ναγχος ῥηθέντα· καὶ ταῦτα γὰρ οἰκείας ἐξηγήσεως κατὰ καιρὸν τεύξεται. 1232 Ps 140, 8b. 9 Πρὸς σέ, ω κύριε, η ρα τοὺς ὀφθαλμούς μου, ἐλπίσας ἐπὶ σέ· διὸ μὴ ἀντανέλῃς τὴν ψυχήν μου, ὡς τέλεον αὐτὴν ἐκπεσεῖν. εἰ γὰρ καὶ διεσκορπίσθη τὰ ὀστᾶ ἑκάστου ἡμῶν παρὰ τὸν ᾳ δην, ἀλλ' ου ν ἐλπίζω ο τι συνάξας ἀποκαταστήσεις αὐτὰ τῇ οἰκείᾳ συμφωνίᾳ καὶ ἁρμονίᾳ· ου γενομένου τῇ σῇ ἀγαθότητι, οὐ μόνον οὐκ ἀναιρεθήσεται ἡ ψυχή μου ἀλλὰ καὶ σωθήσεται, σου φυλάττοντός με ἀφ' η ς συνεστήσαντό μοι παγίδος. οὐκ ἐκ μόνης δὲ ταύτης ἀλλὰ καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν φυλάξεις με. Καὶ τάχα παγὶς μὲν συνισταμένη μοι πρὸς τῶν πονηρῶν ἡ κατὰ ψευδοδοξίαν ἀπάτη ἐστί, τὸ δὲ τῶν ἐργαζομένων τὴν ἀνομίαν σκάνδαλον ἡ ἠθικὴ κακία, τοῦ ἀβεβαίου σκανδαλιζομένου, ο ταν πλείονας ὁρᾷ ἀνομοῦντας· τούτου μαρτύριον τὸ Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν φυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἀπόδειξις τοῦ καὶ τὴν συσταθεῖσαν ἀπατηλῶς παγίδα τὴν ψευδώνυμον ει ναι γνῶσιν ἐκ τοῦ̓ Εκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν, διηγήσαντο τοῦ κρύψαι παγίδας. 1233 Ps 140, 10 Εἰ μὲν περὶ τοῦ διαβόλου λέγοιτο, ἐξήγησις ε σται τοιαύτη· ἀμφίβληστρον ε χει ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν πεπλεγμένον ἐκ τῶν ποικίλων αὐτοῦ νοημάτων πάντων τυγχανόντων δεινῶν πρὸς τὸ ἀπατῆσαι, ῳ περιβάλλων τοὺς ἀνθρώπους δι' ἁμαρτίας εἰς πτῶμα φέρει, ὡς εὐθὺς αὐτοὺς ἁμαρτωλοὺς ἀποδείκνυσθαι, μόνων ἐκφευγόντων αὐτὸ τῶν δυναμένων εἰπεῖν Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ο θεν καὶ πολλοὺς ἀγρεύσας θεοποιῶν τὰ δίκτυα, οι ς πρὸς θήραν τῶν ἠπατημένων ἐχρήσατο θεοῦ ἐπὶ σαγήνῃ καὶ θυμίᾳ τῷ ἀμφιβλήστρῳ ὡς ἐν τῷ προφήτῃ γέγραπται.̓ Αλλ' εἰ καὶ πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί, ἀλλ' ἐγὼ πάντων ἀναχωρήσας τῶν ὑλικῶν κατὰ μόνας εἰμί, ε ως α ν παρέλθω τὸν ἐπίκηρον βίον καὶ τῶν κακῶν τὸ πλῆθος καὶ κολληθῶ τῷ κυρίῳ ἐπὶ τῷ ε ν πνεῦμα πρὸς αὐτὸν γενέσθαι. 1234 Ps 141, 5 Οὐδεὶς ἐπιγινώσκεται τὸ σοφὸν τῶν ὑλικῶν καὶ ἠλιθίων, ἐπεὶ περὶ τοῦ σοφοῦ καὶ τῆς σοφίας διάληψιν οὐδὲ τὴν ἀρχὴν ε χουσι, μόνων τῶν σοφῶν ἐπιγινωσκόντων ἑαυτούς τε καὶ τοὺς παραπλησίους. ἐπεὶ ου ν, φησίν, οὐκ η ν ὁ ἐπιγινώσκων με, ἐγὼ κατενόουν εἰς τὰ δεξιὰ οι ς ἐπιβλέπω πρότερον ἐσχηκὼς αὐτῶν κατανόησιν, ι να ε τι σοφωτέρου μου γεγενημένου ε τι μᾶλλον ἡ καρδία μου εἰς δεξιὰν ε λθοι οὐδὲν αἰσθητὸν ε τι ἀλλὰ πάντα νοητὰ θεωροῦσα. καὶ ἐπεὶ πᾶς ὁ ἁμαρτάνων φεύγει θεόν, ὡς παρίσταται ἐκ τοῦ μετὰ παράβασιν λέγεσθαι Καὶ ε φυγον ἀπὸ προσώπου τοῦ θεοῦ ο τἐ Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, ὁ μηκέτι ἁμαρτάνων ἀλλὰ κατορθώσας ἀναμαρτησίαν ἐρεῖ̓ Απώλετο φυγὴ ἀπ' ἐμοῦ, τουτέστιν ἀπώλετο ἀπ' ἐμοῦ κακία εἰς η ν κρύπτονται καὶ χωροῦσιν οἱ φεύγοντες θεόν. διὸ καὶ οὐκ ε στιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, φανερωθεῖσαν θεῷ καὶ παραστᾶσαν ἐνώπιον αὐτοῦ. ζητήσεως δ' ἐπίτασιν δηλοῖ τὸ̓ Εκζητῶν· ζητεῖται καὶ ἐκζητεῖται τὸ ἀπολωλός. ταὐτὸν δὲ τὸ ἀπολωλέναι καὶ πεφευγέναι. καὶ ὁ ἐν κακίᾳ δὲ γεγονὼς ο τε μετανοεῖν α ρχεται φεύγει ταύτην· Φεύγετε γάρ φησι τὴν εἰδωλολατρείαν, καὶ̔ Ως ἀπὸ προσώπου ο φεως φεῦγε ἀπ' ἁμαρτίας. καὶ ἐπιτείνει γε τὴν φυγὴν ὁσημέραι διὰ προκοπῆς μακρυνόμενος η ς καταλέλοιπεν ε ξεως ὡς ἐπὶ τὴν ἀκραιφνεστάτην ἀρετὴν ἐλθεῖν, στὰς λοιπὸν ἐν τῷ ἀγαθῷ βεβαίως ἐρεῖ τὸ̓ Απώλετο φυγὴ ἀπ' ἐμοῦ· οὐκέτι γὰρ ε χω διώκουσαν ἁμαρτίαν οὐδὲ τὸν ἐκζητοῦντα τὴν ψυχήν μου γενομένην ἐν τῷ φρουρίῳ τῆς εὐσεβείας. 1235 Ps 141, 8a Κατὰ ἀναγωγὴν δὲ ἡ κακία καὶ ἡ δυσσεβεία πᾶσα ω σπερ φρουρά τις ε νδον τὰς ψυχὰς περιλαβοῦσα κατεῖχεν· ἀφ' η ς φυλακῆς ἑκάστη ἀναπέμπει τὴν προκειμένην εὐχήν, ὡς ἐπινεύσαντα τὸν κύριον ἐληλυθέναι ἐπὶ τῷ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οι κου φυλακῆς καθημένους ἐν σκότει. 1236 Ps̔ Ο μὲν τρίτος ψαλμὸς ἐπιγέγραπται Ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, ἐνταῦθα δὲ Οτε αὐτὸν ὁ̓ υἱὸς αὐτοῦ κατεδίωκεν. οὐχ ου τω δὲ δεινὸν τὸ φυγεῖν ἀπό τινος ὡς ἐκεῖνον διώκειν. ἐνδέχεται δὲ καὶ ἐξ ὑπονοίας μόνης φεύγειν, τὸ μέντοι τὸν διωκόμενον ἐλαύνεσθαι ἐμφαίνει τὴν ὠμότητα καὶ ἀγριότητα τοῦ διώκοντος. Φησὶν ου ν· Πολλῶν ἐπιδεὴς ω ν κατέφυγον πρὸς σέ, ἐπιστάμενος ἀκριβῶς ο τι πληρώσεις με πάντων ω ν ἐλλειπής εἰμι ἐνωτισάμενος τὴν δέησιν μου ἐν τῇ ἀληθείᾳ τῷ μονογενεῖ σου γεννήματι τῷ εἰπόντἰ Εγώ εἰμι ἡ ἀλήθεια. η ἐπεὶ ἐν εἰκόνι καὶ σκιᾷ τέως λατρεύω, ευ χομαι καὶ τὸ λεῖπόν μοι δοθῆναι. ε στι δὲ τὸ ὑπερβῆναι τὴν τυπικὴν θεραπείαν ἐπὶ τῷ γυμνῇ τῇ ἀληθείᾳ σου προσβαλεῖν, ι να πνεύματι καὶ ἀληθείᾳ σοι προσκυνήσω.̓ Επάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, δικαιώσας με ἐν αὐτῇ. ἡ γὰρ ἐμὴ δικαιοσύνη ὡς οὐδὲν ἐναντίον σου λογισθήσεται. διὸ καὶ ἀξιῶ, ο πως μὴ εἰσέλθῃς εἰς κρίσιν μετ' ἐμοῦ· εἰμὶ γάρ σου δοῦλος, καὶ κριθῆναι πρὸς σὲ η ἐπὶ σοῦ φοβοῦμαι. ἐξετάζεις γὰρ οὐ τοὺς λόγους η τὰ ε ργα μόνον ἀλλὰ καὶ τὴν πρόθεσιν ἀφ' η ς ταῦτα· ο θεν τῶν ζώντων οὐδείς, κα ν ἀκροτάτην ἀρετὴν ε χει, δικαιωθῆναι ἐνώπιόν σου δυνήσεται. πάντες γοῦν οἱ δίκαιοι συγκρίνοντες τὴν σφῶν δικαιοσύνην τῇ σῇ ἀπὸ διαθέσεως ἀληθευούσης φασὶν̔ Ως ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σου· δικαιούμεθα δὲ δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ πίστεως̓ Ιησοῦ Χριστοῦ, ε χοντες τὴν δικαιοσύνην τὴν χωρὶς νόμου φανερωθεῖσαν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. Η τάχα ἐπεὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται, ευ χεται τελείαν πίστιν παρ' αὐτοῦ λαβεῖν, ι να τύχῃ τοῦ μὴ κριθῆναι. γίνεται γὰρ ἡ κρίσις πρὸς ἀγαπήσαντας μᾶλλον τὸ σκότος η τὸ φῶς τῷ πονηρὰ ε ργα ε χειν. οὐκοῦν ο ταν ἐπακούσῃ ὁ θεὸς τινὶ ἐν τῇ δικαιοσύνῃ ἑαυτοῦ, οὐκ εἰσέρχεται μετ' αὐτοῦ εἰς κρίσιν· τυγχάνει γὰρ αὐτοῦ δοῦλος, ποιῶν ταῦτα πάντα τὰ διαταχθέντα αὐτῷ. 1237 Ps 142, 3b– 4a Ταπεινωθῆναι εἰς γῆν ἐστι τὴν ζωήν τινος τὸ σκοπεῖν τὰ κάτω καὶ φρονεῖν τὰ ἐπὶ τῆς γῆς. ὡς γὰρ μετεωρίζεται καὶ ὑψοῦται ἡ ζωὴ τῶν θησαυριζόντων ἐν οὐρανῷ κἀκεῖ τὴν καρδίαν ε χειν, ου τως ὁ θησαυρίζων ἐπὶ τῆς γῆς καὶ περὶ τὰ αἰσθητὰ τὴν διάνοιαν ε χων ταπεινοῦται, εἰς γῆν τὴν ζωὴν αὐτοῦ ε χων.̓ Εν σκοτεινοῖς δέ φησιν αἰῶνος (ε νθα α ρχουσιν οἱ κοσμοκράτορες τοῦ σκότους τούτου) ὡς τὸν ἁλόντα ὁμοιωθῆναι τοῖς νεκροῖς τοῦ αἰῶνος. ου τοι δέ εἰσιν οἱ λεγόμενοι υἱοὶ τοῦ αἰῶνος τούτου, πλὴν ὁ ταῦτα ἀποδυράμενος οὐ νεκρὸς αἰῶνος ἀλλ' ὡς νεκρὸς αἰῶνος γέγονε. διὸ καὶ ἠκηδίασεν ἐπ' αὐτῷ τὸ βοηθείας χάριν συνὸν αὐτῷ πνεῦμα λεγόμενον πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. ἐπεὶ γὰρ τὸν βοηθούμενον ὑπ' αὐτοῦ α νθρωπον ει δε τοῖς προκειμένοις περιτυχόντα, εἰκότως ἠκηδίασε καὶ ἠθύμησεν α τε μόνον εἰδὸς τὰ τοῦ ἀνθρώπου. 1238 Ps 142, 6b Ταύτην τὴν α νυδρον γῆν καὶ τὰς παραπλησίους ψυχὰς ἀνύδρους τόπους ου σας διέρχεται τὸ πνεῦμα τὸ ἀκάθαρτον, οὐχ εὑρίσκον παρ' αὐτοῖς μονὴν η ἀνάπαυσιν. πλὴν εἰ καὶ α νυδροι τυγχάνουσι τῷ στερεῖσθαι τῶν φαύλων ὑδάτων, ἀλλ' ου ν διώκουσι τὸν κύριον ἐπὶ τῷ ο ρθρον ε τοιμον εὑρεῖν αὐτόν, ο τε καὶ η ξει αὐταῖς ὡς ὑετὸς πρόϊμος καὶ ο ψιμος. διὸ καὶ ε νυδροι γενήσονται, πηγὰς ἐν αὐταῖς ε χουσαι υ δατος ζῶντος ἀλλομένου εἰς ζωὴν αἰώνιον. 1239 Ps 142, 7bc Καὶ ἐπεὶ τὸ α γιον πνεῦμα οὐχ ὑπομένει ει ναι ε νθα ἁμαρτία, εἰπὼν Κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ τὰ ἑπόμενα, εὐλαβεῖται μὴ διὰ ταῦτα ἐγκαταλείψει αὐτὸν τότε ὡς παρὸν αὐτῷ πνεῦμα, ὡς ει ναι τὸ προκείμενον ταὐτὸν τῷ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, καὶ Τὸ πνεῦμα τὸ α γιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. οὐδεὶς γὰρ τῶν ἐν ο ψει θεοῦ καὶ ἐχόντων πνεῦμα εὐθὺς ἀποβάλλεται ἁμαρτάνων ἀλλ' ὁ ἐπιτείνων τὸ ἁμαρτάνειν ὡς ε ξιν χειρίστην συγκροτῆσαι· τότε γὰρ ἐκβληθήσεται ὁ τοιοῦτος τοῦ θεϊκοῦ προσώπου καὶ ἀφαιρεθείη τοῦ ἁγίου πνεύματος. ο μως δὲ εἰ καὶ μὴ γυμνοῦται ὁ ου τως ε χων τοῦ πνεύματος, ἀλλ' ου ν λυπεῖ αὐτὸ παρὸν διὰ τοῦ ἁμαρτάνειν. 1240 Ps 142, 8a̓ Εν ἀρχῇ τῆς ὑπὸ σοῦ φωτιζομένης ἡμέρας τυγχάνοντι καὶ ἀρξαμένῳ καταλάμπεσθαι ἀνατολῆς ἡλίου τοῦ τῆς δικαιοσύνης σου ἀκουστόν μοι ποίησον τὸ ε λεος· ου τω περὶ αὐτοῦ λαλῶν ὡς ἡ ἐμὴ ε ξις καὶ ἀκοή. τότε γὰρ καὶ ὠφεληθεὶς ἐκ τῆς περὶ αὐτοῦ ἀκροάσεως προκόψαι δυνήσομαι ὡς καὶ ἰδεῖν αὐτὸ ποθῆσαι. τεύξομαι δὲ καὶ τῆς θέας αὐτοῦ, ο ταν μετὰ πάντων τῶν ὁμοζήλων παρακαλῶν ει πω Δεῖξον ἡμῖν, κύριε, τὸ ε λεός σου· ὁρατὸν γὰρ τότε γίνεται, ο ταν ἀκουστόν τις αὐτὸ λάβοι οὐκ ἐν ἀγνοίᾳ ἀλλ' ἐν ἀρχῇ γνώσεως ω ν, ο διὰ τοῦ Πρωῒ ἐδήλωσεν. 1241 Ps 142, 8c Τάχα δὲ καὶ τὰς προτέρας ὁδούς, Μωυσέα καὶ τοὺς προφήτας, βαδίσας τις κατὰ τὸ Στῆτε ἐν ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίας, μετὰ τὴν ἐν αὐταῖς πορείαν ζητῶν τὴν ὁδὸν τὴν ἀγαθὴν τῷ ταύτης πατρὶ ἐρεῖ μόνῳ γινώσκοντι τὴν ὁδὸν ου σαν υἱὸν Γνώρισόν μοι ὁδὸν ἐν ῃ πορεύσομαι. διὸ καὶ ἐπινεύσαντος τοῦ πατρὸς ἐμφανίζουσα ἑαυτὴν ἐρεῖ τοῖς ἀξίοις̓ Εγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ε ρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. 1242 Ps 142, 9̔ Υπὸ ἑνὸς ἐχθροῦ καταδιωχθείσης τῆς ψυχῆς αὐτοῦ ὡς ἀρτίως ει πεν, ἀπὸ πλήθους ἐχθρῶν ἐξαιρεθῆναι νῦν παρακαλεῖ. ἀλλ' οὐ μάχονται αἱ ου τω διάφοροι λέξεις· τὸν μὲν γὰρ ἀρχηγέτην τῆς κακίας ἐχθρὸν ε να ει πε, τὴν δὲ στρατιὰν αὐτοῦ πληθυντικῶς ἐκάλεσεν ἐχθρούς. Απαιτεῖ δὲ τὸ ἐξαιρεθῆναι ἀπὸ τῶν̓ ἐχθρῶν δικαιότατα, ἐπείπερ πρὸς οὐδένα η πρὸς αὐτὸν μόνον κατέφυγεν. 1243 Ps 142, 10 Δίδαξόν με, φησίν, μὴ εἰδέναι μόνον ἀλλὰ καὶ ποιεῖν τὸ θέλημά σου· οὐ γὰρ τὸ ἐπίστασθαι αὐτὸ α νευ τοῦ ἐνεργεῖν ἁγιαστικὸν καὶ μακαριοποιόν ἐστιν ἀλλ' ἐνεργούμενον καὶ πραττόμενον. διὸ καὶ ὁ σωτήρ φησιν Οὐ πᾶς ὁ λέγων μοι Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. φανερὸν δὲ ο τι ὁ ποιῶν τοῦ θεοῦ τὸ θέλημα καὶ ἐπίσταται αὐτό, οὐ πάντως τοῦ εἰδότος καὶ μὴ ποιοῦντος· τούτῳ συνᾴδει τὸ Μάθετε καλὸν ποιεῖν. τίς δὲ αυ τη ἡ μάθησις τοῦ θείου θελήματος ἡ ἑξῆς σημαίνει λέξις, ο τι ὁδήγησις τοῦ ἁγίου πνεύματός ἐστιν εἰς τὴν εὐθείαν γῆν. ὁ γὰρ μαθὼν τὸ ἐν ἠθικαῖς ἀρεταῖς τοῦ θεοῦ τὸ θέλημα ὁδηγηθήσεται δωρεᾷ θεοῦ ὑπὸ πνεύματος ἁγίου τοῦ ἐνεργοῦντος ἐπὶ τὴν ἀλήθειαν πᾶσαν. γῆ δὲ εὐθεία ἡ ἀγαθὴ καὶ καθαρὰ καρδία ἐστὶν ἐν ῃ ὁ̓ Ιησοῦ καρποφορήσει σπόρος η ὁ τῶν πραέων. Δύναται δὲ καὶ ου τως· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ο πως α ν μὴ τυπικῶς ε τι ἀλλὰ πνευματικῶς ἐπιτελῶ σου τὸν νόμον τυγχάνοντα οὐχ ε τερον τοῦ θελήματός σου· προκόψας δὲ μέχρι τούτου καὶ ὑπὸ τοῦ ἁγίου πνεύματος ποδηγηθείην ἐν τῇ εὐθείᾳ γῇ, πρόσωπον πρὸς πρόσωπον περιαρθρῶν λοιπὸν τὴν ἀλήθειαν. Εν τισι φέρεται ἀντὶ τοῦ Τὸ πνεῦμα τὸ α γιόν σου Τὸ πνεῦμα τὸ ἀγαθόν σου· ἐξ ου παρίσταται τὸ α γιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν α γιον ει ναι, ἀγαθὸν δὲ οὐ κατὰ μετουσίαν ἀγαθότητος ἀλλὰ τῷ κατ' οὐσίαν ει ναι τοιοῦτον ω σπερ καὶ α γιον. τοιοῦτος δὲ καὶ ὁ πατήρ· καὶ ει ρηται γοῦν περὶ αὐτοῦ Πάτερ α γιε, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ ει ς ὁ θεός. καὶ ὁ υἱὸς δὲ ἐξ ἀγαθοῦ καὶ ἁγίου ἀγαθὸς καὶ α γιος ει ρηται ει ναι. 1244 Ps 142, 11 Ενεκα τοῦ ἐπικεκλημένου ὀνόματός σου σὸς χρηματίζω. Ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου, κατὰ ταύτην δικαιῶν με· ου τω γὰρ συμβήσεται τὸ ζήσεσθαί με ἐν αὐτῇ. εἰκότως δὲ εἰς μέλλοντα χρόνον ἐνέκλινε τὸ Ζήσεις με, ἐπείπερ ἐνταῦθα ω σπερ τὰ α λλα ἀγαθὰ μερικῶς ου τω καὶ τὸ ζῆν ε χομεν, ζησόμενοι τελείως τὸ τηνικαῦτα ο ταν φανερωθῇ Χριστὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ ἐν ῃ ζήσεται ὁ προσβαλὼν αὐτῇ. 1245 Ps 143, 1̓ Επεὶ πᾶν ει τι καλὸν καὶ ὠφέλιμον ἐκ θεοῦ εἰς ἀνθρώπους παραγίνεται, ο τι ποτ' α ν ε χουσι περὶ τῶν τοιούτων οἱ α γιοι, εὐχαριστοῦσι τῷ θεῷ, εἰδότες αὐτὸν αι τιον τῶν ἀγαθῶν ο ντα. ἰδοὺ γοῦν καὶ ὁ Δαυὶδ καταπολεμῶν τοὺς ἐχθροὺς αὐτοῦ ἐμπείρως ε χειν περὶ τὰ πολεμικά, οι ς ἀνατρέπονται καὶ βάλλονται οἱ ἀόρατοι διάφοροι, εὐλογεῖ τὸν θεὸν διδάσκαλον αὐτῷ γινόμενον τῆς ἐπιστήμης τῶν τοιούτων πολέμων, ὡς τοὺς δακτύλους καὶ τὰς χεῖρας τοῦ ε σω ἀνθρώπου τεχνικῶς ἐφάπτεσθαι τῶν ἀμυντηρίων, δι' ω ν ε στι βαλεῖν καὶ τρῶσαι τοὺς τῆς κακίας καὶ τῆς ψευδωνύμου γνώσεως προστάτας ἀνθρώπους τε πονηροὺς καὶ δαίμονας. 1246 Ps 143, 4̔ Η σύστασις τῶν ἀνθρώπων ἐκ σώματος φθαρτοῦ καὶ ἀθανάτου ψυχῆς συνηρμοσμένη κατὰ μὲν τὴν ἀθάνατον καὶ νοερὰν ψυχὴν λογισμὸν καὶ γνῶσιν ε χει τοῦ πάντων αἰτίου, κατὰ δὲ τὸ σῶμα οὐδὲν ου σα ματαιότητι παρεικάζεται τῷ τῆς ἡμέρας τῆς ζωῆς τοῦ ἀνθρώπου εὐκινήτῳ καὶ εὐαφανίστῳ σκιᾷ παραβάλλεσθαι. ο μως δὲ εἰ καὶ νοερὰ ἡ τῆς ψυχῆς δύναμις, ἀλλ' ου ν οὐχ ὡς ε τυχε νοεῖ η λογίζεται θεὸν ἀλλ' αὐτοῦ αὐτῇ τὰ ἀγαθὰ παρέχοντος. οὐ γὰρ ει ρηται Τί ἐστιν α νθρωπος, ο τι γινώσκει σε καὶ λογίζεται περὶ σοῦ, ἀλλ' Οτι ἐγνώσθης καὶ λογίζῃ αὐτῷ. ἐμφανίζει γὰρ ὁ σωτὴρ ἑαυτὸν τοῖς εἰς τοῦτο παρεσκευασμένοις, καὶ ταύτῃ ἐγνῶσθαι αὐτοῖς λέγεται. γνωσθεὶς δὲ καὶ κατὰ θεωρίαν νοητὴν ὁραθεὶς δείκνυσι καὶ τὸν πατέρα τῷ αὐτὸς ἑωρᾶσθαι·̔ Ο γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ Οὐδεὶς ε γνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ῳ α ν βούληται ὁ υἱὸς ἀποκαλύψαι. ει τ' ἐπεὶ ὁ υἱὸς ἐν ἑαυτῷ ε χων τὸν πατέρα δείκνυσιν αὐτὸν τῷ αὐτὸς ἑωρᾶσθαι, ου τω καὶ ὁ πατὴρ ἐν ἑαυτῷ ε χων τὸν υἱὸν ἀποκαλύπτει αὐτὸν τῷ μηκέτι διὰ σαρκὸς καὶ αι ματος ἀλλ' ἐκ θεοῦ γνῶσιν ε χειν θέλοντι. 1247 Ps Δύναται δὲ σημαίνειν τὰ προκείμενα τὴν ἐκ Μαρίας τοῦ σωτῆρος ἐπιδημίαν, ο τε κλίνας τοὺς οὐρανοὺς ο ντας αὐτοῦ ποίημα κατῆλθεν ἐπὶ τῷ ἐξ αὐτῆς προελθεῖν. ει τ' ἐπεὶ κατελθὼν ἐπ' εὐεργεσίᾳ τῶν ο λων τοὺς βλαπτικοὺς καὶ λυμεῶνας τῶν ἀνθρώπων ἀοράτους δαίμονας ἀνέτρεψεν α μα πάσῃ τῇ αὐτῶν στρατιᾷ, η φθαι λέγεται αὐτῶν διὰ τὸ ἀλαζονικὸν καὶ ὑπερήφανον ὀρῶν καλουμένων. ει τ' ἐπεὶ μὴ χρυσὸς καὶ α ργυρος τὰ καθαιρόμενα καὶ φαιδρυνόμενα τῇ πυρὸς προσβολῇ ἐν αὐτοῖς ἀλλ' α κανθαι καὶ τρίβολοι ξύλα τε καὶ χόρτος καὶ καλάμη, ἐκαπνίσθησαν ἐκ τοῦ η φθαι αὐτῶν τὸν ἐληλυθότα πῦρ βαλεῖν ἐπὶ τῆς γῆς.̓ Εσκόρπισε δὲ αὐτοὺς ἐκλάμψει ἀστραπῆς ὁμονοοῦντας καὶ συναγομένους ἐπὶ κακίᾳ. ἀστραπὴ δὲ ἡ τοῦ θείου λόγου φανέρωσις, εἰς φόβον διεγείρουσα τοὺς ἀντιλαμβανομένους αὐτῆς. ἀλλὰ καὶ βέλη ἐξαποστείλας συνετάραξεν αὐτούς. διὰ δὲ τῶν βελῶν σημαίνει τὰς θεοῦ κολάσεις, ὡς καί φησιν ὁ Ιὼβ Βέλεσιν αὐτοῦ κατηκόντισέ με, καὶ Τὰ βέλη γὰρ κυρίου ἐν τῷ̓ σώματί μού ἐστιν, ω ν ὁ θύμος αὐτῶν ἐκπίνει μου τὸ αι μα. Εἰ δὲ καὶ ἐπὶ τὴν δευτέραν μετὰ δόξης τοῦ κυρίου παρουσίαν ἀνάγει τις ταῦτα, μᾶλλον τὴν ἀκολουθίαν τῶν προκειμένων στίχων εὑρήσει. Εἰ δὲ καὶ ὑπερήφανοί τινες ὡς διὰ τὸ θράσος τοῦτο τῆς ἀλαζονείας ο ρη ει ναι νομιζόμενοι διαβάλλοιεν τὴν πρόνοιαν μηδ' ο λως ει ναι αὐτὴν λέγοντες τῷ τὸν θεὸν μὲν ο ντα ἐν τῇ αὐτοῦ περιωπῇ μὴ κήδεσθαι δὲ μηδ' ο λως φροντίζειν τῶν ἀνθρώπων, ευ χοιτο α ν ὁ εἰς αι σθησιν ἀγαγεῖν αὐτοὺς βουλόμενος τοῦ καὶ τῶν ἐπὶ γῆς φροντίζειν τὸν θεόν, τῷ κυρίῳ λέγων· Κλίνας τοὺς οὐρανούς σου ἐν οι ς μόνοις ει ναί σε λέγουσι κατάβηθι τῷ προνοητικῷ σου λόγῳ, ἐπιπόνως ἁπτόμενος αὐτῶν ὡς τὰ ὑλικὰ πάντα ἐν αὐτοῖς συμφλεχθέντα ἀποτελέσαι καπνόν. ἑπομένως δὲ καὶ τὰ ἑξῆς κατὰ ταύτην τὴν διάνοιαν ε ξει τὴν ἐξήγησιν. 1248 Ps Οἱ ἐκπεσόντες τοῦ ε χειν τὸν θεὸν πατέρα υἱοὶ ἀλλότριοί εἰσι τῷ ἐχιδνῶν γέννημα γεγονέναι η τοῦ διαβόλου. ου τοι δηλαδὴ οἱ ἀλλότριοι υἱοὶ καὶ νοήσει καὶ πράξει ἐπιβλαβεῖς καὶ λυμεῶνές εἰσι, προηγουμένως μὲν ἑαυτῶν, ε πειτα δὲ καὶ τῶν ἀκολουθούντων αὐτοῖς. ο θεν καὶ δι' ω ν λέγουσι καὶ περὶ ω ν φρονοῦσιν ἀθέως καὶ ἀσεβῶς τὸ στόμα αὐτῶν ματαιότητα λαλεῖν λέγεται, δι' ω ν δὲ πράττουσιν ἀπηγορευμένων ἡ πρακτικὴ αὐτῶν δύναμις, η ν νομίζουσι δεξιὰν ει ναι οἰόμενοι ἐπαινετῶς ἐνεργεῖν, ἀδικίας ἐστὶ πλήρης. ταῦτα ου ν α ματαίως προφέρουσι καὶ ὑπὲρ ω ν ἀθέως καὶ ἀσεβῶς διάκεινται υ δατα τυγχάνει πολλά· μιμεῖσθαι γὰρ δι' ω ν διδάσκουσι βούλονται τὸν εἰπόντα Ει τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ Ος α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ ο ρα γε ἐν τούτοις ὡς ἑνὸς ο ντος υ δατος ου δίδωσἰ Ιησοῦς· τοῦτο δὲ η ν τὸ πνεῦμα ο η μελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. τὰ υ δατα τῶν ἑτεροδόξων δι' ω ν μιμοῦνται τὸν ὑπὸ τοῦ κυρίου ποτισμὸν πολλά ἐστι διὰ τὸ ποικίλα καὶ ἀσύμφωνα τυγχάνειν καὶ μὴ πρὸς ε ν ἀναφέρεσθαι τέλος· διάφορα γὰρ καὶ τὰ τέλη καὶ αἱ ἀρχαὶ τῶν φρονημάτων αὐτῶν.̓ Εξαπόστειλον τοίνυν, φησὶν ὁ ψαλμῳδός, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ο λων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῆς χειρὸς τῶν ἀλλοτρίων υἱῶν· κατὰ κοινοῦ γὰρ τὸ ἀλλότριον ληπτέον κατά τε υἱῶν καὶ ὑδάτων. Δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ διαβόλου τοῦ βασιλέως πάντων τῶν ἐν τοιούτοις υ δασιν, ἐξαιρεθῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν τῶν ἐνεργουμένων ὑπὸ τῶν ἀνθρώπων. 1249 Ps 143, 9b. 10 Σύγκειται καὶ συνήρμοσται τὸ δεκάχορδον ψαλτήριον ἐξ ἐνεργείας τῆς δεκαλόγου· ἑκάστη γὰρ τῶν δέκα ἐντολῶν χορδή ἐστι μουσικῶς συντεθειμένη ἐν ο λῳ τῷ ὀργάνῳ. Βασιλεῖς δὲ νοήσεις, φησίν, καὶ τοὺς αἰσθητῶς κρατοῦντας τῶν ἐθνῶν καὶ τῆς οἰκουμένης. εἰ γὰρ οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, οἱ σῳζόμενοι βασιλεῖς ἐκ θεοῦ τὴν βασιλείαν ε χουσιν. ευ δὲ καὶ τὸ φάναι Διδόντι σωτηρίαν τοῖς βασιλεῦσιν. ἐπεὶ γὰρ ἀεὶ παρ' αὐτοῦ τοῦ σῴζεσθαι ε χουσιν, οὐ δο* σωτηρίαν ἐπαύσατο, ἀλλ' ἀεὶ καὶ δέδωκε καὶ δώσει καὶ δίδωσι. τὰ δ' αὐτὰ καὶ περὶ τοῦ λυτρουμένου καὶ οὐ λυτρωσαμένου καὶ αυ λυτρωσομένου. 1250 Ps 143, 12 Χρηστέον τοῖς προκειμένοις πρὸς ἀποτροπὴν κόσμου. περὶ γὰρ τῶν ἐκκλησιαστικῶν γυναικῶν ὁ Παῦλος γράφει, ο πως μετὰ αἰδοῦς καὶ σωφροσύνης προσευχόμεναι κοσμῶσιν ἑαυτὰς τοῖς τῆς θεοσεβείας ε ργοις ἀλλὰ μὴ περιθέσει χρυσίων καὶ μαργαριτῶν καὶ πλοκῇ τριχῶν περιέργων. Θεωρήσεις δὲ τὰ εἰρημένα καὶ ἐπὶ τῶν ἑτεροδόξων. ὁ λόγος γὰρ αὐτῶν μαχαίρας δίκην ἠκόνηται ἐπὶ τρώσει καὶ ἀναιρήσαι τῶν μὴ ἐνδυσαμένων τὴν πανοπλίαν τοῦ θεοῦ. χρῶνται δὲ ταύτῃ τῇ πονηρᾷ ῥομφαίᾳ οἱ προειρημένοι τῷ ματαιότητα λαλεῖν ο ντες ἀλλότριοι υἱοί. δύνανται ει ναι υἱοὶ αὐτῶν αἱ θεῖαι νοήσεις α ς ε χουσι παραβαλλομένας νεοφύτοις ω ν τὸ ἰσχυρὸν ἐν νεότητι ἀλλ' οὐκ ἐν τελειότητι, θυγατέρων αὐτῶν τυγχανουσῶν ω ν προφέρονται λέξεων καλλωπιζομένων καὶ περικοσμουμένων λείᾳ συνθέσει καὶ τῷ ᾠδικῷ τῆς φράσεως. διὸ καὶ ὁμοίωμα ναοῦ ἀλλ' οὐ ναός εἰσιν· οὐ γὰρ ε χουσιν ἐν ἑαυτοῖς θεῖον νοῦν ω σπερ αἱ τῶν θείων γραφῶν λέξεις· ναὸς γὰρ αυ ται θεοῦ εὑρισκομένου ἐν αὐταῖς τοῖς ὀρθῶς ἐντυγχάνουσιν. 1251 Ps 144, 1̔ Υψοῖ δὲ τὸν θεὸν ὁ ὀρθῶς καὶ ἀληθῶς θεολογῶν, μεγάλα καὶ ὑψηλὰ περὶ θεοῦ διαλαμβάνων. λέγει δὲ τὴν αι νεσιν τὴν προκειμένην ὁ διὰ τὸ ἐξ ε ργων καὶ πίστεως γεγονὼς τοῦ̓ Αβραὰμ τέκνον, ου θεὸς ὁ πάντων αι τιος ει ναι ὁμολογεῖ φάσκων πρὸς αὐτὸν̓ Εγὼ θεὸς σός. ου τος δὲ θεοῦ α νθρωπος γεγονὼς τῷ τὸν θεὸν αὐτοῦ χρηματίζειν φυγὼν πᾶσαν βασιλείαν πονηρὰν ὑπ' αὐτοῦ τοῦ θεοῦ βασιλεύεται, ο θεν καὶ εἰπεῖν δυνήσεται Σὺ ει αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου. ε χοντος δὲ τὴν ψυχὴν ἀθάνατον λέγειν ε στιν Εὐλογήσω τὸ ο νομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. εὐλογεῖ δὲ τὸ ο νομα τοῦ θεοῦ καὶ βασιλέως αὐτοῦ ὁ ἐν τῷ φορεῖν αὐτὸ πράττων καὶ λέγων καὶ φρονῶν τὰ οἰκεῖα τῇ ἐπικληθείσῃ ἐπ' αὐτὸν θεοῦ προσηγορίᾳ, ἀρξάμενος τοῦ εὐλογεῖν ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος ἐπὶ τῷ ποιεῖν αὐτὸ ε ως τοῦ αἰῶνος· εἰ γὰρ νῦν ἐκ μέρους γινώσκων καὶ μερικῶς τοῦ ἀγαθοῦ μετέχων εὐλογεῖ τὸ ο νομα τοῦ εὐεργετοῦντος, πολλῷ μᾶλλον εὐλογήσει αὐτὸ ἐπιστάντος τοῦ τελείου ἀγαθοῦ καὶ τῆς πρόσωπον πρὸς πρόσωπον γνώσεως τοῦ θεοῦ. 1252 Ps 144, 4a̔ Ρηθείη δ' α ν καὶ περὶ τῶν ἐκ περιτομῆς καὶ ἐξ ἐθνῶν πεπιστευκότων Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ε ργα σου, δεόντως ο ντα ἐπαινετὰ τῷ ἰδίῳ λόγῳ, ὡς καὶ αὐτὸν τὸν ποιητὴν θείῳ βλέμματι ἑωρακέναι ο τι καλὰ λίαν ἐστίν. 1253 Ps 144, 5̔ Η ἁγιωσύνη τοῦ θεοῦ οὐκ α λλη η τοῦ σωτῆρός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ ἁγιασμὸς ὁ ἁγιάζων τοὺς ἐγγίζοντας τῷ θεῷ, πρὸς ου ς λέγεται Αγιοι ε σεσθε, ο τι α γιος ἐγώ εἰμι. ταύτης τῆς ἁγιωσύνης ἡ δόξα μεγαλοπρεπής ἐστιν. ο σοι τοίνυν μετειλήφασι τῆς ἁγιότητος τοῦ θεοῦ ἀλλὰ καὶ τῆς δόξης αὐτοῦ, μεταποιοῦνται καὶ μεγαλοπρεπῶς ὑμνοῦσι τὸν ου ἡ ἁγιότης καὶ ἡ μεγαλοπρεπὴς δόξα αὐτῆς, οὐ ψιλῇ δὲ προφορᾷ ἀλλὰ πρὸ ταύτης ε ργοις καὶ ὀρθῇ διαθέσει ἁγίως καὶ ἐπιδόξως ἀλλὰ καὶ μεγαλοπρεπῶς νοοῦντες καὶ ἐνεργοῦντες καὶ λέγοντες. Δύναται δόξα τῆς ἁγιότητος τοῦ θεοῦ τὸ̓ Εκεῖνός με δοξάσει (τουτέστιν ὁ παράκλητος), ο τι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. διὸ καὶ ο σοι η κουσαν αὐτοῦ ἀναγγέλλοντος ἐν τῷ διδόναι λόγον σοφίας καὶ λόγον γνώσεως, τῆς τούτου ἁγιωσύνης λαλήσουσι. Καὶ πρὸς τοῦτο διηγήσονται τὰ θαυμάσια αὐτοῦ, ου περ ἡ ἁγιότης ἐστί, μετ' ἐπιστασιότητος καὶ θεωρίας ἀκραιφνοῦς διεξιόντες τὸν μυστικὸν λόγον τῶν θαυμασίων αὐτοῦ τῶν κατὰ διαφόρους καιροὺς γενομένων τε καὶ γινομένων. 1254 Ps 144, 6 Οι Οι όν ἐστι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος καὶ τὸ̓ Αλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ο τι κύριος υ ψιστος φοβερός, πρακτικῶς καὶ διὰ φρονήματος ὀρθοῦ ἐροῦσι (δι' αὐτοῦ γὰρ τοῦ φοβεῖσθαι θεὸν καὶ σέβας ὑπερβάλλον ε χειν), πρὸς αὐτὸν ἐροῦσι τὴν δύναμιν τῶν φοβερῶν αὐτοῦ. ει τ' ὠφεληθέντες τὴν μετ' ἀρετῆς ἀναμαρτησίαν τὴν μεγαλωσύνην αὐτοῦ φοβοῦνται καὶ οὐ Τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι διηγήσονται μετὰ τοῦ εἰδέναι ο τι α πειρος αυ τη καὶ πέρας οὐκ ε χουσα· οὐ γὰρ ὡς περιγράψαντες καὶ περιορίσαντες αὐτὴν τῇ διανοίᾳ διηγοῦνται αὐτὴν ἀλλ' ὡς ὑπερβάλλουσαν πᾶσαν γενητοῦ κατάληψιν. μόνος γὰρ ὁ υἱὸς γινώσκει τίς ἐστιν ὁ πατήρ, καὶ ὁ πατὴρ τίς ἐστιν ὁ υἱός· ἀλλ' εἰ καὶ ἀποκαλύπτει τὸν πατέρα ὁ υἱὸς οι ς α ν βούληται, ἀλλ' ου ν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν κατὰ ἀναλογίαν η ς τις ε χει πρὸ παρασκευῆς φανεροῖ αὐτόν. 1255 Ps 144, 7̓ Επεὶ ἡ αἰσθητῶς ἐρυγὴ γινομένη πλήρωσιν αἰτίαν ε χει (πληρωθεὶς γὰρ τῆς τροφῆς ἐκπέμπει πνεύματα τὴν πνοὴν ἐπιφερόμενα τῆς ποιότητος τῶν βεβρωμένων), ἀκόλουθον α ν ει η φάναι ο τι ὁ τραφεὶς τοὺς λόγους τοὺς περὶ τῆς τοῦ θεοῦ χρηστότητος πληρωθεὶς ἀπὸ τούτων τῶν πνευματικῶν τροφῶν ἐπιτεταμένως ἐρεύγεται τὴν μνήμην τῆς θεοῦ χρηστότητος τῆς ι σον ἀγαθότητι δυναμένης. ἀλλ' ἐπεὶ πρὸς τὸ ἀγαθὸν εἰδέναι τὸν θεὸν συμφέρει καὶ δικαιοσύνης αὐτοῦ καθ' η ν κρίνει ε ννοιαν ε χειν, ἑξῆς τῷ Μνήμην τῆς χρηστότητός σου ἐξερεύξονται ἐπήγαγε τὸ Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Δύναται δικαιοσύνη θεοῦ τὸ μονογενὲς γέννημα αὐτοῦ τυγχάνειν, ἐφ' ῃ ἀγαλλιῶνται τυχόντες τοῦ Ος ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ο τι γὰρ χρηστότητι τοῦ θεοῦ ἀπεστάλη κηρῦξαι αἰχμαλώτοις α φεσιν, γέγονεν ἀπολύτρωσις τοῖς ἀπὸ τῆς αἰχμαλωσίας ἐλευθερωμένοις, οι καὶ μνημονεύοντες τῆς ἐπ' αὐτοὺς γενομένης τοῦ θεοῦ χρηστότητος ἐξερεύγονται τὴν μνήμην αὐτῆς· ἀλλὰ καὶ αἰσθηθέντες ὡς ἐδικαιώθησαν, γενομένου αὐτοῖς τοῦ ἀπολυτρωσαμένου καὶ δικαιοσύνης ἐκ θεοῦ, ἀγαλλιῶνται τῇ δικαιοσύνῃ ταύτῃ ου σῃ θεοῦ. οι όν τε δὲ καὶ πᾶσαν πρακτικὴν ἀρετὴν ἀλλὰ καὶ τὴν διὰ πίστεως̓ Ιησοῦ γενομένην δικαιοσύνην εἰς πάντας τοὺς πιστεύοντας ὑπολαβεῖν δηλοῦσθαι ἐν τῇ προκειμένῃ λέξει. 1256 Ps 144, 13 Πάντων τῶν διὰ τοῦ θεοῦ λόγου καὶ τῆς σοφίας αὐτοῦ ω ν ὁ θεὸς πεποίηκε κρατεῖ καὶ βασιλεύει, ο θεν καὶ παντοκράτωρ ἐστίν. ἐπεὶ τοίνυν καὶ οἱ αἰῶνες μέρος τῶν πάντων ο ντες ὑπὸ τοῦ θεοῦ διὰ τοῦ σωτῆρος γεγένηνται κατὰ τὴν γραφὴν τὴν λέγουσαν Δι' ου καὶ ἐποίησε τοὺς αἰῶνας, καὶ αὐτῶν ἁπάντων βασιλεύει. καὶ τὸ ὑπὸ Παύλου δὲ θεολογούμενον συνᾴδει τοῖς προκειμένοις ου τως ε χον· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ. ταὐτὸν γάρ ἐστι τὸ βασιλεύειν πάντων τῶν αἰώνων καὶ τὸ βασιλέα ει ναι τῶν αἰώνων.̓ Επίστησον εἰ ἐπὶ τοῦ υἱοῦ λέγεται τὸ̔ Η βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, βασιλεύοντος ἐπὶ τὸν οι κον̓ Ιακώβ, πέρας οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ· πάντων γὰρ τῶν δι' αὐτοῦ γεγονότων κρατῶν καὶ βασιλεύων βασιλεύει εἰς τοὺς αἰῶνας. ο θεν ὡς τῶν α λλων τῶν προσόντων τῷ πατρί, ου τως καὶ τῆς παντοκράτωρ κοινωνεῖ προσηγορίας. εἰ ου ν ὁ πατὴρ βασιλεὺς τῶν αἰώνων καὶ τοῦ υἱοῦ ἡ βασιλεία βασιλεία ἐστὶ πάντων τῶν αἰώνων, εἰκότως δὲ καὶ α ναρχος καὶ ἀτελεύτητος ὑπάρχει ἡ βασιλεία αὐτοῦ, καὶ πρὸ τῶν αἰώνων καὶ μετ' αὐτοὺς βασιλεύοντος αὐτοῦ· Κύριος γὰρ βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ε τι, καὶ̔ Ο θεὸς ἡμῶν βασιλεὺς πρὸ αἰῶνος, τουτέστι πρὸ παντὸς αἰῶνος.̓ Ακολούθως τῇ βασιλείᾳ καὶ ἡ δεσποτεία αὐτοῦ παρατείνει εἰς πάσας τὰς γενεάς· καὶ δεσπόζει μὲν τῶν ὑπὸ χρόνον καὶ γενεὰν ο ντων, βασιλεύει δὲ τῶν ὑπεραναβεβηκότων τὰ πρόσκαιρα διὰ τὸ σκοπεῖν τὰ μὴ βλεπόμενα καὶ αἰώνια. 1257 Ps 144, 13a Πιστὸς δὲ ὁ θεὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. λέγεται οὐ τὸ ἀπὸ πίστεως η πίστει προσφέρειν αὐτοὺς ἀλλὰ τὸ α ξιος ει ναι τῷ πιστεύεσθαι. ἀμέλει γοῦν πᾶν ο λέγει γίνεται κατὰ τὸ γεγραμμένον Αὐτὸς ει πεν, οὐχὶ ποιήσει η λαλήσει καὶ οὐχὶ ἐμμενεῖ· ο θεν ει ρηται καὶ τὸ̔ Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Πρὸς δὲ τὸ ει ναι πιστὸς ἐν τοῖς λόγοις αὐτοῦ καὶ ο σιος ἐν πᾶσι τοῖς ε ργοις αὐτοῦ, μεταδιδοὺς αὐτοῖς τῆς παρ' αὐτοῦ ὁσιότητος. ὡς γὰρ α γιός ἐστιν ἐν τοῖς μετέχουσι τῆς ἁγιότητος αὐτοῦ καὶ σοφία ἐστὶν ὁ σωτὴρ ἐν τοῖς κατ' αὐτὸν σοφοῖς, ου τως ο σιος ὁ κύριος ἐν πᾶσι τοῖς ε ργοις αὐτοῦ γενομένοις ὁσίοις τῇ πρὸς αὐτὸν κοινωνίᾳ. 1258 Ps 144, 14 Τάχα καταπίπτειν οι οί τέ εἰσιν οἱ ἐν ἐπιθυμίαις καὶ φαύλοις λογισμοῖς α νευ πράξεως ο ντες· κατερραγμένοι δὲ οἱ ἐνεργητικῶς ἁμαρτάνοντες. πλὴν ἑκατέροις βοηθῶν, τοὺς μὲν ὑποστηρίζει, τοὺς δὲ ἀνορθοῖ. πῶς δὲ ὑποστηρίζει; ἐντελλόμενος ἑκάστῳ Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, καὶ τὰ ἑξῆς, καὶ τὸ Μή σε νικήσει κάλλους ἐπιθυμία παραινῶν διὰ σοφοῦ ἀνδρός. Καταπίπτοντες δὲ ει εν α ν οἱ ἁμαρτάνοντες μὲν ἐν ἠθικοῖς, περιεχόμενοι δὲ τοῦ χριστιανισμοῦ, καταρραχθέντες δὲ οἱ ἀποστάντες αὐτοῦ· η καταπίπτοντες μέν εἰσιν οἱ πρακτικῶς ἁμαρτάνοντες, κατερραγμένοι δὲ οἱ τὰ τῶν δυσσεβῶν αἱρέσεων μετερχόμενοι. 1259 Ps 144, 17a̓ Εν πάσαις ταῖς ὁδοῖς αὐτοῦ αι ς ἐπιπορεύεται προνοῶν καὶ διοικῶν κρίνων εὐεργετῶν χαριζόμενος κολάζων δίκαιος εὑρίσκεται· Θεὸς γὰρ πιστός, καὶ οὐκ ε στιν ἀδικία. εἰ δὲ καὶ ὁδοὺς αὐτοῦ λέγοι τις τὰς ἀρετάς (φέρουσι γὰρ πρὸς αὐτὸν τὸν πρακτικῶς καὶ διανοητικῶς ὁδεύοντα), καὶ ἐν ταύταις δίκαιος ἀναφαίνεται. οὐδεὶς γοῦν σπουδαίως καὶ κατ' ἀρετὴν βιῶν αἰτιᾶται τὴν πρόνοιαν, ἀλλ' ει τις φαῦλος ε ξω τῶν ὁδῶν αὐτοῦ βεβηκώς·̓ Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ. λεγομένων δὲ ὁδῶν καὶ τῶν παρ' αὐτοῦ δοθεισῶν ἐντολῶν, δίκαιος γνωρισθείη α ν, συμμετρήσας αὐτὰς τῇ δυνάμει τῶν εἰληφότων. Ο δὲ λέγων φύσιν ἀνεπίδεκτον ἀρετῆς ἐν τοῖς̔ ἀνθρώποις ει ναι η εἱμαρμένην βιαζομένην εἰς ἁμαρτίαν οὐ δίκαιον ἐρεῖ τὸν θεὸν ει ναι ἐν αι ς ἐνομοθέτησεν ὁδοῖς. 1260 Ps 144, 18̓ Εγγὺς ει ναι λέγεται τῶν ἐπικαλουμένων τὸ ο νομα αὐτοῦ. διὸ καὶ προκόπτοντες μετίασιν ἐπὶ τῷ ἐπικαλεῖσθαι αὐτὸν ἐν ἀληθείᾳ· εἰσαγωγικώτερον γὰρ τὸ ἐπικαλεῖσθαι τὸ ο νομα κυρίου, τελείων ο ντων τῶν ἐπικαλουμένων αὐτόν· Μωυσῆς γάρ φησιν καὶ̓ Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ο νομα αὐτοῦ ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν, τῶν γνησίως καὶ μὴ ὡς ε τυχε τοῦτο πραττόντων διαστελλόμενοι. Δυνατὸν τοὺς κατὰ τὸ γράμμα τοῦ νόμου βιοῦντας ἐπικαλουμένους τὸ ο νομα κυρίου εἰπεῖν, τῶν τῇ καινότητι τοῦ πνεύματος ἀκολουθούντων ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ ἁρμοδίως τὸ προσκυνεῖν αὐτὸν πνεύματι καὶ ἀληθείᾳ. 1261 Ps 144, 19a Εκαστος τῶν εὐλαβῶς διακειμένων ἀρνησάμενος τὸ ἀνθρώπινον θέλημα τὸ τοῦ θεοῦ ευ χεται ε χειν, φάσκων Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ο τι θεός μου ει σύ. διὸ καὶ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τὸ ἑαυτοῦ θέλημα εἰς ε ργον μεταβάλλει, ο περ ι διον ε χειν ει λατο θέλημα θεὸν εὐλαβούμενος. Οὐδὲν δὲ διαφέρει πληθυντικῶς η ἑνικῶς τὰ θελήματα η τὸ θέλημα φάναι· θελήματα γὰρ αὐτοῦ αἱ κατ' ει δος ἀρεταί, ε ν δὲ γενικὸν θέλημα αὐτοῦ ἡ καθόλου καὶ κοινὴ ἀρετή. 1262 Ps 144, 20̔ Ο θέλων φρουρηθῆναι παρ' αὐτοῦ, ο πως κατὰ μηδὲν ὁ πονηρὸς α ψεται αὐτοῦ, ἀγαπάτω τὸν θεὸν ἐξ ο λης τῆς καρδίας καὶ ψυχῆς καὶ ἰσχύος. τοῖς ου τω ὑπ' αὐτοῦ φυλαττομένοις διὰ τὸ ἀγαπᾶν αὐτὸν ηὐτρέπισται ὑπ' αὐτοῦ τὰ ἀψευδῶς ἐπηγγελμένα, περὶ ω ν ει ρηται Α ὀφθαλμὸς οὐκ ει δε καὶ ου ς οὐκ η κουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, α ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. 1263 Ps 144, 21ab Στόμα φησὶ οὐ τὸ αἰσθητὸν ἀλλὰ τὸ νοητόν, περὶ ου καὶ ἐν α λλῳ ψαλμῷ πρὸς θεὸν ει πεν̓ Ανοίξεις τὰ χείλη μου, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αι νεσίν σου. ο μως αὐτοῦ αι νεσιν κυρίου φθεγγομένου, πᾶσα σὰρξ ἀκούσασα αὐτοῦ εὐλογήσει τὸ ο νομα τὸ α γιον κυρίου τὸ ἐπικληθὲν ἐπ' αὐτήν, περὶ ου μανθάνουσιν οἱ μαθηταὶ̓ Ιησοῦ πρὸς α λλοις εὐχόμενοι λέγειν̔ Αγιασθήτω τὸ ο νομά σου. Εὐλογεῖ δὲ τὸ ο νομα τὸ α γιον αὐτοῦ πᾶσα σὰρξ ἐκείνη, περὶ η ς λέγεται Εἰσάκουσον τῆς προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ η ξει· ε τι μὴν Καὶ πᾶσα σὰρξ ο ψεται τὸ σωτήριον αὐτοῦ. οὐ περὶ αἰσθητῆς δὲ σαρκὸς λέγεται ταῦτα ἀλλὰ τῆς ἐχούσης ἀναλογίαν πρὸς τὰς σαρκίνας καρδίας, περὶ ω ν ὁ θεός φησιν̓ Εξελῶ αὐτῶν τὰς καρδίας τὰς λιθίνας καὶ ἐνθήσω αὐτοῖς καρδίας σαρκίνας, ἐν αι ς καὶ ὁ πνευματικὸς κεχάρακται νόμος, τοῦ Παύλου λέγοντος περὶ τούτου ὡς α ρα ἐν πλαξὶ λιθίναις οὐ γέγραπται ἀλλ' ἐν πλαξὶ καρδίαις σαρκίναις. 1264 Ps̔ Ο υ μνος οὐχ ὑπὸ τῶν τυχόντων ἀναπεμπόμενος θεῷ ἀλλ' ὑπὸ τοῦ ἑορτάζοντος θεῷ ἐν τῷ τὰ δέοντα πράττειν καὶ μνημονεύειν αὐτοῦ κατ' ὀρθὴν καὶ εὐσεβῆ διάληψιν. Αγγαῖος γὰρ ἑορτή, θεοῦ δὲ μνήμη Ζαχαρίας̓ ἑρμηνεύονται. πᾶς ου ν ὁ κατὰ τὰς πρακτικὰς ἀρετὰς ἀδιαστάτως ἐνεργῶν οὐδὲ μίαν ἀλλὰ πολλὰς ἑορτὰς α γει,̔ Εβραίᾳ γλώττᾐ Αγγαῖος ὀνομαζόμενος· ἀλλὰ καὶ πᾶς ὁ διὰ πάντων ω ν ευ πέπονθε καὶ εὐεργετήθη τῆς θεοῦ ἀγαθότητος μνημονεύων Ζαχαρίας καθ'̔ Εβραίων φωνὴν καλεῖται, ἑρμηνευόμενος μνήμη τουτέστι θεοῦ. Αι νει, ἡ ψυχή μου, τὸν κύριον. πότε δὲ τοῦτο ἀ* καὶ ὡς ἀεὶ ποιήσεις· η ο τε ἁμαρτημάτων ἀπαλλαγῇ* τῇ κατ' ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας εὐθύτητι προσέρχῃ· Τοῖς γὰρ εὐθέσι πρέπει αι νεσις, οὐχ ὡραίου ο ντος αι νου ἐν στόματι ἁμαρτωλοῦ. Αἰνέσω κύριον ἐν ζωῇ μου. ἐφ' ο σον γὰρ ζῶ (ζῶ δὲ ἀεὶ τὴν αἰώνιον ε χων ζωήν), αἰνέσω. δείκνυται διὰ τῶν προκειμένων ο τι οὐδεὶς ε χων θάνατον ο ν πᾶσα ψυχὴ ἁμαρτάνουσα ἀποθνῄσκει αἰνεῖν δύναται κύριον. Ψαλῶ τῷ θεῷ μου, ε ως ὑπάρχω. ἡρμήνευται δὲ πολλάκις ο τι τὸ ψάλλειν κατ' ἀρετὴν ἐνεργεῖν σημαίνει. ἁρμόνιον τοίνυν πρᾶξιν τῷ Αἰνῶ ἐπαγγέλλεται. τὸ δὲ Εως ὑπάρχω διάνοιαν ὑποβάλλει τοιαύτην· ε ως ὑπάρχω μετοχὴν ε χων τοῦ εἰπόντος̓ Εγώ εἰμι ὁ ω ν, ψαλῶ τῷ τὴν υ παρξίν μοι ὀρέγοντι, οὐδενὸς ψάλλειν δυναμένου κεχωρισμένου τοῦ ο ντος θεοῦ α τε μὴ ω ν τυγχάνων. 1265 Ps 145, 3 Δυνατὸν δὲ καὶ ου τω διελεῖν Μὴ πεποίθατε ἐπ' α ρχοντας τοὺς ο ντας τούτου τοῦ αἰῶνος καὶ τὰς α λλας πονηρὰς δυνάμεις (μεταπτώτην γὰρ καὶ ου τοι τὴν ἀρχὴν ε χουσιν), ἀλλὰ μηδὲ ἐφ' υἱοὺς ἀνθρώπων· οὐκ ε στι γὰρ αὐτοῖς σωτηρία θνητοῖς τυγχάνουσι· παρασχεῖν γὰρ οὐ δύνανται η ν οὐκ ε χουσι σωτηρίαν οι κοθεν, ἀλλὰ θεόθεν λαβοῦσι. μόνος γὰρ ὁ σωτὴρ αι τιος σωτηρίας αἰωνίου τυγχάνει, φάσκων Σῴζων οὐκ ε στι πάρεξ ἐμοῦ. 1266 Ps 145, 5– 7b Μακαρίζεται δὲ οὐχ ἁπλῶς ου ὁ θεὸς βοηθὸς ἀλλ' Ου ὁ θεὸς τοῦ̓ Ιακὼβ βοηθός, βοηθουμένου ὑπὸ θεοῦ τοῦ πτερνίζοντος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. ὁ γὰρ τὴν πάλην ε χων πρὸς τούτους, πτερνίσας αὐτοὺς τῷ περιγεγονέναι αὐτῶν, βοηθεῖται ὑπὸ τοῦ θεοῦ̓ Ιακώβ, υἱὸς̓ Ιακὼβ ω ν κατὰ πρᾶξιν τῷ ποιεῖν αὐτοῦ τὰ ε ργα. Ου τω βοηθούμενος τὴν ἐλπίδα ε χει ἐπὶ κύριον τὸν θεὸν τὸν ἐν ἀρχῇ πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. οὐ μόνον γὰρ αὐτὰ ἀλλὰ καὶ πάντα τὰ ἐν αὐτοῖς αὐτὸς ἐποίησεν. εἰ δὲ τὰ ε ργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός. Θάρσησον τοίνυν ο τι καὶ τῶν λόγων αὐτοῦ καὶ τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἐπαγγελιῶν τὴν ἀλήθειαν πιστοῦται καὶ φυλάσσει εἰς τὸν σύμπαντα αἰῶνα τὰς ἑαυτοῦ ὑποσχέσεις, ὡς μὴ διαπίπτειν αὐτοῦ τὸν λόγον καὶ τὰς ἐπαγγελίας α ς τοῖς οἰκείοις ἀνθρώποις ἐπηγγείλατο. τίς δὲ ἡ τοῦ λόγου ἀλήθεια; ἡ μέλλουσα γίνεσθαι κρίσις καὶ ἡ ἐκδίκησις τοῖς κατὰ τὸν παρόντα βίον ἀδικουμένοις. μὴ γὰρ νομίζετε, φησίν, παρορᾶσθαι τοὺς εὐσεβεῖς μηδὲ τὸ αι μα τῶν θεοφιλῶν ἀνδρῶν ἀνεκδίκητον. ἀψευδὴς γάρ ἐστιν ὁ τὴν ἐκδίκησιν αὐτῶν ποιήσασθαι ἐπαγγειλάμενος καὶ τοῖς κατὰ τὸν παρόντα βίον πεινῶσι καὶ διψῶσι καὶ στενοχωρουμένοις διδόναι τροφὴν τὴν αἰώνιον, κατὰ τὸ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην ο τι αὐτοὶ χορτασθήσονται, καὶ κατὰ τὸν προφητικὸν λόγον τὸν φάσκοντἀ Ιδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Εἰ δὲ καὶ αἰσθητῶς τις ταῦτα ἐκλαμβάνειν βούλεται· δέδωκε τροφὴν τοῖς πεινῶσιν ἐν τῇ ἐρήμῳ υ σας τὸ μάννα καὶ πεντακισχιλίους πεινῶντας α νδρας ε θρεψε, δέδωκε δὲ καὶ̓ Ηλίᾳ καὶ Δανιήλ, τῷ μὲν διὰ κοράκων, τῷ δὲ δι'̓ Αμβακοὺμ τοῦ προφήτου. ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις̓ Ιωσὴφ καὶ Σουσάννᾳ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν Κριτῶν τοῦ̓ Ισραήλ, καὶ τῷ Δαυὶδ ἀδικουμένῳ ὑπὸ Σαοὺλ καὶ α λλοις πλείοσιν ω ν πληρεστάτη ἡ γραφή. 1267 Ps 145, 7c– 8b Οἱ κατερραγμένοι οἱ αὐτοί εἰσι τοῖς πεπεδημένοις ἐπινοίᾳ μόνῃ διαφέροντες· η γὰρ κωλύονται καὶ ἐνεργεῖν καὶ τρέχειν ἐπὶ τὴν ἀλήθειαν ὑπὸ τῆς κακίας α κοντες πεπεδημένοι, η ἐκπίπτουσι τοῦ υ ψους τῆς ἀρετῆς καὶ τυγχάνουσι κατερραγμένοι.̔ Ρητέον πεπεδημένους καὶ κατερραγμένους ει ναι τοὺς πρακτικῶς ἁμαρτάνοντας, τυφλῶν ο ντων τῶν τὸ βλέπειν τῆς διανοίας ἀποβαλλόντων, ο πως μὴ ὁρῶσι τὰ κάλλη τῶν δογμάτων τῆς ἀληθείας. ὡς ου ν ε λυσε τοὺς πεπεδημένους καὶ ἀνώρθωσε τοὺς κατερραγμένους α φεσιν ἁμαρτημάτων ὀρέξας, ου τως ἐσόφισε τοὺς τυφλοὺς φωτίσας τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν, αὐτὸς ω ν τὸ φῶς περὶ ου γράφει Παῦλος̔ Ο θεὸς ὁ εἰπὼν̓ Εκ σκότους φῶς λάμψαι ε λαμψεν ἐν ταῖς καρδίαις ὑμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. 1268 Ps 145, 8c. 9̓ Επεὶ α μα τῶν δικαίων μνημονεύει τῶν προσηλύτων ἡ προκειμένη λέξις, τοὺς μὲν ἀγαπωμένους ὑπὸ κυρίου δικαίους λεκτέον τοὺς κατὰ τὴν παλαιὰν γραφὴν εὐαρεστήσαντας αὐτῷ, προσηλύτους δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν κληθέντας ἐπὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν· καὶ ο τι ε ρρωται ἡ διάνοια αυ τη, ἀκουστέον τοῦ σωτῆρος λέγοντος Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν α βλέπετε καὶ ἀκοῦσαι α ἀκούετε. τούτων τῶν δικαίων καὶ ὁ̓ Αβραὰμ η ν περὶ ου γέγραπταἰ Επίστευσε δὲ̓ Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. περὶ δὲ τῶν ἐθνῶν ὡς ο ντων προσηλύτων ἀκουστέον Παύλου λέγοντος Διὸ μνημονεύετε ο τι ποτὲ ὑμεῖς τὰ ε θνη, καὶ μεθ' ε τερα Οτι η τέ ποτε χωρὶς θεοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ̓ Ισραήλ, καὶ μετ' ὀλίγα Νῦν δὲ ὑμεῖς οι ποτε ο ντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αι ματι τοῦ κυρίου ἡμῶν̓ Ιησοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὰ ἑξῆς· καὶ μεθ' ε τερα Αρ' ου ν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ τὰ ἑξῆς. περὶ τούτων τῶν προσηλύτων καὶ ὁ Μωυσῆς προεῖπε τῷ̓ Ισραήλ, λέγων̓ Εὰν μὴ ἀκούσητε τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ ἡμῶν, ὁ προσήλυτος ὁ ω ν κάτω καὶ ὑφ' ὑμᾶς ε σται α νω, σὺ δὲ κάτω, ἀντιμεταβαλλόντων τῶν πραγμάτων. ἀμέλει γοῦν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ο σοι τῶν ἐθνῶν θεῷ ε σπευδον λατρεύειν, προσήρχοντο τῷ̓ Ισραὴλ παιδευθησόμενοι καὶ ὑπακούοντες αὐτοῖς· νῦν δὲ οἱ βουλόμενοι τῶν̓ Ισραηλιτῶν προσελθεῖν τῇ τοῦ Χριστοῦ πίστει τοῖς ἀπὸ τῶν ἐθνῶν πεπιστευκόσι προσίασι τὴν εὐαγγελικὴν πολιτείαν παραληψόμενοι. Πρὸς τούτοις ἐπίστησον μήποτε οἱ α ρτι τῇ θεοσεβείᾳ προσερχόμενοι προσήλυτοι, οἱ δὲ διαβεβηκότες καὶ τελειωθέντες ἐν αὐτῇ, δίκαιοι ει ρηνται· ο θεν τοὺς μὲν δικαίους ἀγαπᾷ, φυλάττει δὲ τοὺς προσηλύτους. οἱ γὰρ εὐθέως προσεληλυθότες τῷ λόγῳ τῆς ἀληθείας ὡς μήπω ἰσχυροὶ καὶ βέβαιοι δέονται τοῦ φυλάττοντος κυρίου ἐπὶ τῷ ἀβλαβεῖς διαμεῖναι, τῶν δικαίων διὰ τελειότητος οἰκειουμένων αὐτῷ καὶ ἀγαπωμένων ὑπ' αὐτοῦ.̓ Ορφανὸν καὶ χήραν ἀναλήψεται, χηρῶν οὐ τῶν τυχουσῶν ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν. τοιαύτη η ν Αννα ἡ θυγάτηρ Φανουὴλ η ς μνημονεύει τὸ Εὐαγγέλιον. τὴν τοιαύτην χήραν δι' α κραν σωφροσύνην μετὰ καὶ τοῦ καλῶς ἐνεγκόντος ὀρφανίαν ἀναλήψεται κύριος, ὑψῶν καὶ μετεωρίζων αὐτοὺς τῇ ἀρετῇ, ο πως καὶ εἰς τὰς ἐπουρανίους εὐλογίας εἰσαγάγῃ αὐτούς. Δυνατὸν ὀρφανοὺς ἀναλαμβανομένους εἰπεῖν τοὺς θεοσεβείας ε νεκα καταλειπόντας γονέας· οι ος η ν ὁ̓ Αβραὰμ ἐξερχόμενος ἐκ τῆς γῆς καὶ συγγενείας καὶ τοῦ οι κου τοῦ πατρὸς αὐτοῦ, εἰς τοῦτο καλέσαντος αὐτὸν θεοῦ· ε τι μὴν καὶ̓ Ιάκωβος καὶ̓ Ιωάννης διὰ τὴν̓ Ιησοῦ πρόσκλησιν καταλείψαντες Ζεβεδαῖον τὸν πατέρα αὐτῶν. ἀκολούθως τούτοις καὶ χήρας ἀναλαμβανομένας ἐρεῖς τὰς χωρισθείσας ἀνδρῶν ἐπὶ τελείᾳ σωφροσύνῃ, ἐκ συμφώνου συγκαταθέσεως ἑκατέρων, τοῦ ἀνδρὸς καὶ τῆς γυναικός φημι, τῷ αὐτῷ σκοπῷ διαλυσάντων τὸν γάμον. Αλλὰ καὶ ἀλληγορικώτερον αἱ ἀποβάλλουσαι ψυχαὶ̓ τὸν γενόμενον ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον η καὶ α νδρα ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσιν. τούτων ἀναληφθέντων ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ α λλη τῆς κακίας ου σα ὑπὸ θεοῦ ἀφανισθήσεται. 1269 Ps 145, 10̔ Η Σιὼν ἡ σκοπευτικὴ καὶ ἐξεταστικὴ τῆς ἀληθείας η τοι ψυχὴ τελεία η ἐκκλησία θεοῦ ζῶντος· βασιλεύσει σου ὁ θεὸς εἰς τὸν αἰῶνα, ου τῆς βασιλείας οὐκ ε σται τέλος παρατεινούσης τῆς ἀρχῆς αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Ει ρηται ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τῆς ἀτελευτήτου βασιλείας αὐτοῦ διατεινούσης εἰς πάντας τοὺς αἰῶνας καὶ ὡς δεσπόζει εἰς γενεὰν καὶ γενεάν. διὸ ἐκείνοις ἀρκούμενοι, ὡς ἐφαρμόζουσι καὶ ταῖς προκειμέναις λέξεσιν, οὐδὲν πλέον ἐροῦμεν. 1270 Ps 146, 1bc̓ Επεὶ ὁ ψαλμὸς ἀγαθός ἐστιν ὠφελῶν τὸν χρώμενον, τούτου ε νεκα αἰνοῦντες ἀπαγγείλατε αὐτῷ ὡς κατὰ τοῦτο ψαλμὸν αι νου μὴ διαφέρειν, ἐκείνου μάλιστα ου προφέρει ὁ ψάλλων πνεύματι καὶ νῷ ᾳ δων καὶ ψάλλων τῇ καρδίᾳ. εἰ δὲ τὸ ψάλλειν τὸ πρακτικῶς ἐνεργεῖν δηλοῖ, τοῖς τὸν ἀγαθὸν τοῦτον
15
καὶ νοήσει τελειωθέντες εὐφράνωσι θεόν· Θυσία γάρ φησιν αἰνέσεως δοξάσει με, καὶ προστάττει τὸ πνεῦμα τῷ προσάγειν αὐτὴν οι ῳ τε ο ντι Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως. 1271 Ps 146, 6 Καὶ τοὺς πραεῖς ἀναλαμβάνει, ἀναβιβάζων αὐτοὺς ἐφ' η ν κληρονομοῦσι γῆν. αυ τη δὲ η ν κληρονομοῦσι γῆν πρὸς υ ψος α νω που ι δρυται. διὸ καὶ γέγραπταἰ Αναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς, καὶ ε τι Καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν. Καὶ τοὺς μὲν πραεῖς ἀναλαμβάνει, τοὺς δὲ ἁμαρτωλοὺς ταπεινοῖ ε ως γῆς τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντας τῷ φρονεῖν τὰ κάτω καὶ τὰ ἐπὶ γῆς. ου τω Παῦλος πρᾶος ω ν ἀνελήφθη εἰς τρίτον οὐρανὸν καὶ ε ως τοῦ παραδείσου ἐπὶ τῷ μετασχεῖν ῥημάτων ἀρρήτων. καὶ πάντες δὲ οἱ ἐπικαλεσάμενοι τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν τῷ ει ναι ἐν σαρκὶ καὶ πνεῦμα θεοῦ μὴ ε χειν ἀφεστηκότες τοῦ θεοῦ ἐπὶ τῆς γῆς γράφονται. 1272 Ps 146, 7 Εἰς εὐχαριστίαν διεγείρων τοὺς τῶν τοσούτων ἀγαθῶν τετυχηκότας.̓ Εξάρξατε, ε φη, ἐν ἐξομολογήσει ὑμνοῦντες καὶ δοξολογοῦντες αὐτὸν ἐφ' οι ς εἰργάσατο. 1273 Ps Περιβάλλει δὲ κατ' ἀλληγορίαν τὸν θεῖον αὐτοῦ λόγον οὐρανὸν ο ντα νεφέλαις νοητὸν ὑετὸν ῥεούσαις· Εὐφρανθήτω γὰρ ὁ οὐρανὸς α νωθεν, καὶ αἱ νεφέλαι (αἱ περιβάλλουσαι αὐτὸν) ῥανάτωσαν δικαιοσύνην.̓ Εκ τούτων τῶν νοητῶν νεφελῶν ἑτοιμάζει τῇ γῇ ὑετόν, η ν ε σπειρεν̓ Ιησοῦς πνευματικῶς ἐπὶ τῷ ἀγαγεῖν καρπὸν διαιρούμενον εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα, ἐξανατέλλων χόρτον ἐν ο ρεσι τοῖς μεγαλοφυέσι καὶ ε παρμα ψυχῆς ε χουσι ἐπὶ τῷ εὑροῦσαν τὴν τῶν ἀνθρώπων δουλείαν χλόην νεαρῶς τεθηλυῖαν εἰς κόρον τραφῆναι. δουλεία δὲ τῶν ἀνθρώπων τὰ α λογα ζῷα. ει ρηται περὶ τῶν προκειμένων τὰ ὑποπεσόντα ἐν ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ, ο θεν ἐκείνοις ἀρκεσθέντες ἑξῆς ι δωμεν.̓ Εξανατέλλει καὶ δίδωσι τροφὴν τοῖς ἁπλουστέροις τῶν πεπιστευκότων Χριστοῦ προβάτων καὶ κτηνῶν α μα ἀνθρώποις σῳζομένων. οὐ μόνον δὲ τούτοις τροφὴν δίδωσιν ἀλλὰ καὶ τοῖς ὑψιπετέσι γεγενημένοις τῷ αὐτὸν ἐπικαλεῖσθαι ου ς κοράκων νεοσσοὺς προσηγόρευσε. δίδωσι δὲ τούτοις ὁ θεὸς τροφήν, ἐπείπερ ἐπικαλοῦνται αὐτὸν κατὰ τοὺς τελείους α νδρας, περὶ ω ν ει ρηταἰ Επεκαλέσαντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Νεοσσοὺς δὲ κοράκων νοήσεις τοὺς ἐξ ἐθνῶν πεπιστευκότας καὶ διὰ τοῦτο ἐπικαλουμένους τὸν κύριον, ι να δῷ αὐτοῖς τροφὴν πνευματικήν. ἀκάθαρτος γὰρ κόραξ καὶ ζοφώδης. τοιοῦτοι δὲ οἱ πονηροὶ δαίμονες καὶ οἱ τῇ ἀσεβείᾳ προστετηκότες ω ν οἱ πάλαι αὐτῶν γενόμενοι υἱοὶ πιστεύσαντες ε τυχον τῆς οὐρανίου τροφῆς. 1274 Ps Πύλαι τῆς̔ Ιερουσαλὴμ αἱ εἰσαγωγικαὶ παιδεύσεις εἰσίν* ἐπικείμενοι αὐταῖς οἱ διὰ κατα* α λυτοι λόγοι η οἱ πρεσβεύοντες* τάγματα η τοι τῆς̔ Ιερουσαλὴμ καὶ ἱκανότητα ε χοντες τοὺς ἀντιλέγοντας ἐπιστομίζειν. Οτι εὐλόγησε τοὺς υἱούς σου ἐν σοί, τοὺς πράξει καὶ νοήσει ἱκανότητα κεκτημένους· η διὰ τὸ ου τως υἱοὶ τυγχάνειν αὐτῆς ἐν αὐτῇ εὐλογούμενοι περαιτέρω αὐτῆς οὐδεπώποτε γίνονται, οὐ* ου πράξει μαθόντες ἐν οι κῳ κυρίου ἀναστρέφεσθαι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν.̔ Ερμηνεύων δὲ ὁ λόγος ὡς ὁ εὐλογήσας τοὺς υἱοὺς αὐτῆς ἐν αὐτῇ† ἐπιφέρει ἑξῆς τὸν θέντα τὰ ο ριά σου εἰρήνην, παντὸς πολέμου πεφυγαδευμένου ἐκ τῶν ὁρίων αὐτῆς, πρὸς τοὺς συντρίβοντος πολέμους κυρίου καὶ τιθέντος τὰ ο ρια τῆς πόλεως εἰρήνην. εἰρήνην λέγων τὴν* καὶ τροφῆς δὲ αὐτῇ πνευματικῆς μεταδίδωσιν. εἰ δὲ καὶ τοὺς παιδευτικοὺς θεοῦ λόγους πυρὸν εἰπεῖν θέλεις (ου τος ταῖς* τίς ὑπ' αὐτοῦ ἐμπιπλᾶται;), οὐχ ἁμαρτάνεις. ει ρηται γὰρ ἐν τῷ προφήτῃ ἐκ προσώπου θεοῦ πρὸς τοὺς ψευδοπροφήτας Τί τὸ α χυρον πρὸς τὸν σῖτον; ου τως οἱ λόγοι μου, λέγει κύριος· σῖτον μὲν τοὺς ἑαυτοῦ λόγους, α χυρον δὲ τοὺς ἐκείνων διὰ τῆς λέξεως. 1275 Ps 147, 4 Ωσπερ ἡ ἐκ θεοῦ σοφία οὐκ ε στιν ἐπίγειος οὐ ψυχικὴ οὐ δαιμονιώδης ἀλλ' α νωθεν ἐξ αὐτοῦ κατερχομένη, ου τω καὶ τὸ λόγιον αὐτοῦ οὐκ ἐκ γῆς ὑπάρχον ἀποστέλλεται ἐν τῇ γῇ, γινόμενον πρὸς ε καστον τῶν διακονεῖν αὐτῷ δυναμένων τυγχάνον τὸ αὐτὸ τῷ διδομένῳ ὑπὸ κυρίου ῥήματι τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ει τα δοθὲν τοῦτο νεμόμενον πλείονας ψυχὰς ε ως τάχους δραμεῖται, λόγος ω ν θεοῦ, πληρουμένου τοῦ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. α μα γοῦν γέγονεν ἡ ἀνάληψις αὐτοῦ, καὶ εὐθέως διέβη ὁ εὐαγγελικὸς λόγος ἐν πάσῃ τῇ γῇ η τις ἐστὶν ὑπὸ τὸν οὐρανόν. 1276 Ps 147, 5 Πρὸς τὰ προειρημένα φαίνεται ἡμῖν οι ον ἐν παραβολῆς τρόπῳ ταῦτα ἐπῆχθαι, τῶν τῆς κοσμικῆς δημιουργίας ε ργων παρατιθεμένων καθ' ὁμοίωσιν τῇ περὶ τὴν ἐκκλησίαν οἰκονομίᾳ. ω σπερ γὰρ χιών ἐστι καταρρυεῖσα τόπον καὶ πάχνη μετὰ ταῦτα λύεται καὶ υ δατα προχεῖ, ου τως ὁ θεῖος λόγος εἰς̓ Ιουδαίους κατασκήψας τὰ πρῶτα, μετὰ τοῦτο ἐπὶ πάντας διακέχυται. διὸ καὶ ἡ τοῦ λόγου ἀποστολὴ καὶ ἡ τοῦ πνεύματος πνεῦσις καλῶς διὰ τῶν κοσμικῶν ε ργων ὑποδηλοῦται, ο τι δὴ λόγου παραγινομένου εἰς κόσμον καὶ τοῦ πνεύματος πνεύσαντος ἐξῆλθεν ἐξ̔ Ιερουσαλὴμ ἐπὶ πᾶσαν τὴν οἰκουμένην ὁ λόγος τῆς ἱερᾶς καὶ σωτηρίου διδασκαλίας. 1277 Ps Εἰ δὲ πρὸς ἀλληγορίαν ἐκλαμβάνειν καὶ αὐτό, ἐπειδὴ πνευματικῶς τοῦ δραμοῦντος λόγου αὐτοῦ, παρίσταται· καὶ γὰρ καὶ τὸ Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι, οὐ περὶ αἰσθητῆς χιόνος νοεῖν ὑποβάλλει. πῶς γὰρ ὑπὲρ τὴν αἰσθητὴν χιόνα λευκανθῆναι ἡ ψυχὴ δύναται, οὐκ ου σης συμβλητῆς τῆς φαιδρότητος τῆς περὶ τὴν λογικὴν φύσιν τῇ τῆς χιόνος λευκότητι; εἰς ταύτην τὴν διάνοιαν συνδραμεῖται καὶ τὸ̓ Εὰν ω σιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἁμαρτίας γὰρ λευκαινομένας κατὰ τὴν σωματικὴν χιόνα οὐδὲ ἐννοεῖν ε χω. μήποτε ου ν φαιδρότατος λόγος εἰς τὴν γῆν ὑπὸ κυρίου βάλλεται ἐρίῳ ἐοικὼς ἐξ ου ἱμάτιόν ἐστι κατασκευάσαι τῇ ψυχῇ, τοῦ ἐρίου τούτου καρποφορουμένου ὑπὸ τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αι ροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Συγγενῶς τούτοις καὶ τοὺς βαλλομένους ὡσεὶ ψωμοὺς τοῦ κρυστάλλου νοήσεις καὶ τὴν ὁμίχλην τὴν πασσομένην ὡσεὶ σποδόν. χρεία τοῖς γεωργοῖς χιόνος καὶ ὁμίχλης· ταῦτα γὰρ ἐρχόμενα ἐπὶ τὰ γενήματα αυ ξει αὐτά. ω σπερ ου ν καὶ ἐπὶ τὴν καλὴν γῆν τὴν ψυχήν, εἰ πέπτωκεν ὁ σπόρος, ἀναγκαῖόν ἐστιν ὡς ὑετὸν ὡς δρόσον η κειν, ου τω καὶ χιόνα καὶ ὁμίχλην ἐπὶ τὸ γένημα ἡμῶν, ι να δυνηθῶμεν ὑπὸ πάντων τούτων τρεφόμενοι καρποφορῆσαι. Νοήσεις δὲ τὴν χιόνα καὶ τὸν κρύσταλλον καὶ τὴν ὁμίχλην πειρασμοὺς ἐπαγομένους τοῖς ἁγίοις πρὸς δοκιμήν. ου τοι γὰρ ἀπὸ τῶν ἀντικειμένων δυνάμεων ψύχειν πειρῶνται τὴν ἐν αὐτοῖς ἀγάπην, ἐπείπεῥ Ως ψύχει λάκκος, ου τως ψύχει κακία αὐτῆς. κατὰ πρόσωπον τοῦ ψύχους τούτου, τίς ὑποστήσεται εἰ μὴ ὁ κατὰ Πέτρον καὶ Παῦλον καὶ τὸν̓ Ιὼβ καὶ τὸν̓ Ιακὼβ τὸν εἰπόντἀ Εγενόμην συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός; πρὸς ταῦτα λήψῃ καὶ τὰ ὑπὸ Μωυσέως εἰρημένα Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου, ὡσεὶ ο μβρος ἐπ' α γρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον. ῳ γὰρ λόγῳ τὰ ῥήματα Μωυσέως τούτοις ὁμοιοῦται, τούτῳ τῷ λόγῳ τὸ ἀποσταλὲν τῇ γῇ τοῦ θεοῦ λόγιον διαιρεῖται εἰς πάντα τὰ εἰρημένα. Τί δὲ τὸ ψῦχος αὐτοῦ ου ἀπὸ προσώπου αὐτοῦ οὐδεὶς ὑποστῆναι δύναται, θεωρῆσαι α ξιον. μήποτ' ου ν ω σπερ ὁ λόγος αὐτοῦ διάπυρος ὑπάρχων παραβάλλεται πυρὶ θερμαίνων καὶ ζέειν ποιῶν τοὺς ἀπεψυγμένους τῇ κακίᾳ ω ν ἡ ἀγάπη ἐψύγη διὰ τὸ πλῆθος τῆς ἀνομίας, ου τω πάλιν κατὰ τῶν ψυχῶν τὴν φλόγα τῶν ἐξ ἡδονῶν καὶ παθῶν πυρουμένων ψῦχος θεοῦ λέγεται ου κατὰ πρόσωπον οὐδεὶς ὑποστῆναι δυνήσεται τῶν ὑπὸ παθῶν πεπυρωμένων, ἐπείπερ ἀνεκαύθησαν αἱ καρδίαι αὐτῶν ὡς κλίβανος ὡς φέγγος πυρός, ἐπείπερ πάντες μοιχῶνται καὶ πυροῦνται ὑπὸ ἀκολάστων ἐπιθυμιῶν. τούτοις συνᾴδει τὸ̓ Απὸ ταμείων ἐπέρχονται ὀδύναι, ἀπὸ δὲ ἀκρωτηρίων ψῦχος, φερόμενον ἐν τῷ̓ Ιώβ. 1278 Ps 147, 7̔ Ο προνοητικὸς τοῦ θεοῦ λόγος ἀποστελλόμενος τήξει τὴν χιόνα καὶ τὰ συνηριθμημένα αὐτῇ, ἀλλὰ καὶ πνεύσαντος αὐτοῦ τὸ πνεῦμα υ δατα ῥυήσεται (πνεῦμα δὲ τὸν νότον φησίν), εἰς ταῦτα μεταβαλλόντων τῶν προωνομασμένων τῆς χιόνος καὶ τῶν παραπλησίων. Εἰ δὲ καὶ πνευματικῶς καὶ τούτων ἀκοῦσαι δεῖ· ὁ σαφηνιστὴς τοῦ θεοῦ λόγος τῶν λελαλημένων μετ' ἐπικρύψεως ἀποσταλεὶς τήξει τὴν ὁμίχλην τὸν κρύσταλλον τὴν χιόνα ἐπὶ τῷ πότιμα αὐτὰ ποιῆσαι, α μα τοῦ πνεύματος αὐτοῦ τοῦ θεοῦ πνεύσαντος, ἀλλὰ καὶ ὁ λόγος τοῦ θεοῦ ἀποστελλόμενος εἰς τὴν καρδίαν τῶν αὐτὸν παραδεχομένων τήξει τοὺς πειρασμοὺς καὶ ἀφανεῖς καταστήσει, οι τε τῷ πνεύματι ζέοντες, γενναίως τοὺς τοιούτους ὑπομένοντες πειρασμούς, διαλύσουσιν αὐτούς. 1279 Ps Τῷ καταπατήσαντι καὶ πτερνίσαντι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου μυστικῶς̓ Ιακὼβ καλουμένῳ ἀποστέλλει τὸν λόγον αὐτοῦ τὸν σωτήριον καὶ ποιητικὸν ὁ θεὸς ἐπὶ τῷ σαφηνίσαι αὐτῷ πάντα τὰ ἀληθῆ δόγματα τῆς εὐσεβείας. ει τα μετὰ τὴν νίκην διορατικῶς γεγενημένῳ καὶ̓ Ισραὴλ ἀποδειχθέντι τῷ ὁρᾶν διανοίᾳ θεὸν τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ἀπέστειλεν ἐπὶ τῷ κεκριμένως καὶ δικαίως πάντα ἐνεργεῖν. καὶ ἐπὶ τούτοις τὸ μέγεθος τῆς θεοῦ δωρεᾶς ὑπαρξάσης τῷ ἁγίῳ ε θνει ἐμφανίζων φησὶν Οὐκ ἐποίησεν ου τως παντὶ ε θνει, ἀλλ' η μόνῳ τῷ̓ Ισραὴλ τὰ προειρημένα πεποίηκε πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας· Χριστοῦ μέντοι παραγενομένου τοῦ ἀρχιερέως τῶν ἀληθῶς ἀγαθῶν, πάντα τὰ ε θνη πεπλήρωνται τοῦ θείου λόγου. 1280 Ps Αλλὰ φαίη τις πρὸς τοῦτο, ὡς μάλιστα δείκνυσιν ἡ λέξις αὐτή,̓ τὸ πλῆθος τῶν ὑδάτων α βυσσον ἀποκαλεῖν (ἐπ' αὐτῇ γὰρ περιεπάτησεν ὁ κύριος) ὡς ἀφ' ἑτέρας ει ναι ἀρχῆς·̓ Ανοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, καὶ τὰ ἑξῆς. ει τά φησιν ὡς καταλλήλως ταῖς ἀβύσσοις καὶ οἱ δράκοντες ὠνομάσθησαν ε τεροι ο ντες παρὰ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς καὶ ἐν α λλῳ δὲ ψαλμῷ ε ν τισι καλουμένοις υ δασιν οὐκ α λλοις ου σι τῆς ἐνταῦθα ὀνομαζομένης ἀβύσσου δράκοντες ει ναι ἐλέγοντο. γέγραπται γοῦν καὶ ἐν ἑβδομηκοστῷ τρίτῳ Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ υ δατος, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος. δυνάμεις δὲ πονηρὰς πεπεῖσθαι χρὴ σημαίνεσθαι διὰ τούτων, α ς ὁ τοῦ θεοῦ λόγος συνέτριψε καθ' ο ν χρόνον καὶ μέχρι τῶν ἀβύσσων κατελήλυθε. Τήρει δέ, φησίν, ο πως ἀκριβῶς σφόδρα ὁ λόγος οὐ προστάττει τοῖς δράκουσι τοῖς ἐν ταῖς ἀβύσσοις αἰνεῖν, ἁπλῶς δὲ αὐτῶν μνημονεύει· οὐ γὰρ α ξιοι τοῦ αἰνεῖν τὸν θεόν. καλοῦνται δὲ ἀναγκαίως εἰς τὸ ὑπακούειν τοῦ υ μνου τοῦ ὑπὸ πάσης κτίσεως ἀναπεμπομένου τῷ τῶν ο λων κυρίῳ καὶ βασιλεῖ καὶ θεῷ. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. ταῦτα πάντα ἀμφὶ τὸν ἀέρα ὑφιστάμενα ἀναγκαίως ἐμνημονεύθη ὡς α ν μέρη ο ντα τοῦ σύμπαντος κόσμου καὶ ὡς διὰ τοῦ θείου λόγου ὑποστάντα καὶ αὐτῷ ἐξυπηρετούμενα. δίχα γὰρ τοῦ δημιουργικοῦ λόγου ἀθρόως τε τὸν σύμπαντα κόσμον ἐπιπορευομένου καὶ τοῖς μέρεσιν αὐτοῦ ἐπιστατοῦντος, ου τε χιὼν ου τε πῦρ ου τε κρύσταλλος ου τε καταιγὶς ου τε α νεμος ὑποσταίη ποτ' α ν, ἀλλ' οὐδ' ἐνεργήσει ε τι δίχα τῆς αὐτοῦ βουλῆς. ου τως ου ν ἀκουστέον ταῦτα ποιοῦντα τὸν λόγον αὐτοῦ. 1281 Ps 148, 11 Δυνατὸν δὲ καὶ βασιλέας καὶ α ρχοντας καὶ κριτὰς εἰπεῖν τοὺς ὑπεραναβεβηκότως βιοῦντας καὶ κριτικῶς καὶ ἐξεταστικῶς τοῖς πράγμασι προσερχομένους, λαοὺς δὲ τοὺς ὑποδεέστερον πεπιστευκότας. 1282 Ps 148, 14 Κέρας λαοῦ ὁ μονογενής ἐστι τοῦ θεοῦ λόγος ῳ προσφωνοῦντες οἱ α γιοι ε λεγον̓ Εν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. διὸ καὶ μονόκερως ὁ λόγος ὠνομάζετο κατὰ τὸ̔ Ως δόξα μονοκέρωτος αὐτῷ. περὶ τούτου ει ρηταἰ Εκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· α ντικρυς γὰρ ἐδήλωσε τὸν κατὰ σάρκα ἐκ σπέρματος Δαυὶδ γενησόμενον Χριστὸν αὐτὸν ει ναι κέρας, ο ν δίκην ἡλίου καὶ φωτὸς ἐξανατέλλειν θεσπίζει. τοῦτο τοίνυν τὸ κέρας φησὶν ὑψώσειν τὸν λαὸν αὐτοῦ, ι ν' ὑψωθὲν πᾶσι τοῖς ε θνεσιν ἐμφανὲς γένηται. Μόνων δὲ τῶν ὁσίων ἐστὶν ὑμνεῖν ἀλλ' οὐ τῶν ἁμαρτωλῶν, ἐπείπερ Οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ· Τοῖς γὰρ εὐθέσι πρέπει αι νεσις. τίνες δὲ οἱ ο σιοι ω ν ὁ υ μνος η οἱ τοῦ̓ Ισραὴλ υἱοὶ οἱ διορατικοὶ καὶ νοῦν θεὸν ὁρῶντα ε χοντες, οι τινες καὶ λαὸς ἐγγίζοντες θεῷ ει ρηνται. ἐγγίζουσι δὲ θεῷ σχέσει καὶ διαθέσει οἱ πεφωτισμένον νοῦν καὶ ψυχὴν ε χοντες καθαράν, η κοντες τῇ προτροπῇ τοῦ εἰπόντος̓ Εγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. οὐ τοῦ τυχόντος δὲ τοῦτό ἐστιν· ἀμέλει γοῦν ει ρηται περὶ τοῦ ἱεροφάντου Μωυσέως ο τι μόνος ἐγγιεῖ πρὸς θεόν. 1283 Ps 149, 1bc Μόνοι οἱ τὸν νέον α νθρωπον ἐνδυσάμενοι ᾳ δειν δύνανται τὸ καινὸν ᾳ σμα τῷ φρονεῖν καὶ πράττειν τὰ τῆς καινῆς διαθήκης, δουλεύοντες καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. οἱ αὐτοὶ δὲ συμπληροῦσι καὶ ἐκκλησίαν ὁσίων, κατορθοῦντες τὰ ο σια Δαυὶδ τὰ πιστὰ καὶ ὁσιωτάτην πρὸς τὸν θεὸν δικαιοσύνην ε χοντες· ο θεν καὶ ἡ αι νεσις ου τὸ καινὸν ᾳ σμα τυγχάνει ἐν τῇ τούτων ἐκκλησίᾳ ἐστίν. 1284 Ps 149, 5 Οἱ ὁσιότητα κατορθώσαντες ὡς καὶ παρωνύμως ἀπ' αὐτῆς αὐτοὺς χρηματίζειν ἐν δόξῃ καυχήσονται τῇ μελλούσῃ καὶ αἰωνίῳ· Λογιζόμεθα γάρ φησιν ὁ ἀπόστολος ο τι οὐκ α ξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς. Δυνατὸν δὲ τὴν δόξαν ἀκοῦσαι ἐφ' ῃ ο σιοι καυχῶνται ἐκείνην περὶ η ς ει ρηταἰ Οφθήσεται ἡ δόξα κυρίου, καὶ̔ Η δόξα τοῦ θεοῦ σου ἐπὶ σὲ ἀνατέταλκεν, οὐχ ἑτέρας ου σης τοῦ ἀπαυγάσματος τῆς δόξης τοῦ θεοῦ. διὸ καὶ γέγραπταἱ Ο καυχώμενος ἐν κυρίῳ καυχάσθω. ἐπὶ ταύτῃ τῇ δόξῃ τῇ καὶ σοφίᾳ συγκαθεύδοντες οἱ ο σιοι καυχήσονται· ει ρηται γὰῥ Ηνίκα α ν καθεύδῃς, μετὰ σοῦ ε στω ἡ σοφία· ἁρμοδίως τούτοις ἐρεῖς Τίμησον αὐτήν, ι να σε περιλάβῃ.̔ Ο ταύτῃ συγκαθεύδων α φοβος καὶ ἀμέριμνος ω ν ἀγαλλιᾶται ἐπὶ τῇ κοίτῃ αὐτοῦ. διὸ πᾶσαι αἱ ψυχαὶ τῶν ὁσίων αὐτοῦ οι α νύμφαι συνευναζόμεναι τῷ θεῷ λόγῳ ο ντι νυμφίῳ πάσης λογικῆς φύσεως ἀγαλλιῶνται ἐπὶ ταῖς κοίταις αὐτῶν. 1285 Ps Αἱ δι' υ μνων καὶ θεολογίας ἀποδεικνύμεναι ὑψώσεις θεοῦ ἐν τῷ νοητῷ λάρυγγι τῶν ὁσίων τυγχάνουσιν ὑψούντων τὸ ο νομα αὐτοῦ ἐπὶ τὸ αὐτό. αἰνοῦντες γὰρ σὺν ἀληθείᾳ πολλῇ δοξάζουσι καὶ ὑπερυψοῦσιν αὐτόν, ε χοντες ἐν ταῖς χερσὶ καὶ διστόμους ῥομφαίας, καίτοι οὐ κατὰ ἀνθρώπων φονῶντες ἀλλ' ἐν ἑτοίμῳ ε χοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ἐπείπερ τὰ ο πλα τῆς στρατείας αὐτῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ δι' ω ν καθαίρουσι πᾶν ἐριστικὸν ὀχύρωμα διαδη* θεν ὑψηλῶν λόγων ἐπαιρουμένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ. Ευ δὲ καὶ τὸ φάναι διστόμους ει ναι τὰς ἐν ταῖς αὐτῶν χερσὶ ῥομφαίας, ἑκάστου λόγου ου ε χουσιν οἱ ο σιοι διστόμου ο ντος κατὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. διὸ καὶ οἱ χρώμενοι τοῖς τῆς ἀληθείας λόγοις οὐ μόνον ἐκτέμνουσι τὰ ψευδῆ καὶ τὰ περιττὰ λύοντες σοφίσματα, ἀλλὰ καὶ τιτρώσκουσιν εἰς ε ρωτα τῆς ἀληθείας τοὺς ἀκροωμένους. Δυνατὸν ἀμφοτέρας τὰς διαθήκας ῥομφαίας διστόμους εἰπεῖν ἐν ταῖς χερσὶ τουτέστι πράξεσι τῶν ὁσίων εὑρισκομένας. δυνατὸν δὲ καὶ ε καστον προτρεπτικὸν λόγον δίστομον μάχαιραν εἰπεῖν ἀμφότερα ποιοῦντα, ἐλέγχοντα μὲν τὸν εἰς μετάνοιαν καταδεχόμενον αὐτόν, ἐκδικοῦντα δὲ καὶ τιμωρούμενον τὸν ἀπειθοῦντα μέχρι παντός. Οὐ τὴν εἰς ἀπώλειαν ἀπάγουσαν τὰ ε θνη ἐκδίκησιν τοὺς ὁσίους ποιεῖν λέγει, ἀλλὰ τὴν εὐλόγως γινομένην ἐπ' αὐτούς, καθὸ ε θνη καὶ εἰδωλολάτραι τυγχάνουσιν, ο πως τὴν ἐθνῶν ζωὴν ἀποβαλόντες συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ γένωνται.̔ Επομένως δὲ καὶ ἐλεγμοὺς ἐν τοῖς λαοῖς ἐνεργήσουσιν, ἐπείπερ τὰ ε θνη χείρονα τῶν λαῶν τὸ μεῖζον τῶν ἐλέγχων ἡ ἐκδίκησις ἐπὶ τὰ ε θνη γίνεται, οἱ δὲ ε λεγχοι ἐπὶ τοὺς κρείττονας λαούς· Ελεγχε γὰρ σοφόν, καὶ ἀγαπήσει σε· Γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. οὐ γὰρ μισήσουσιν οἱ λαοὶ τοὺς ἐλέγχοντας τῷ μὴ τυγχάνειν κακοί, εἰ καὶ ἐξ ἀπροσεξίας ἁμαρτάνουσι, τῶν πεποιωμένων κατὰ τελείαν κακίαν πρὸς τοὺς ἐλέγχοντας ἀπεχθῶς ἐχόντων. ει ρηται γοῦν Μὴ ε λεγχε κακούς, ι να μή σε μισήσωσιν. ταύτην τὴν ἑρμηνείαν εὑρήσεις καὶ ἐν τῷ Εὐαγγελίῳ, ἐπιστήσας τῇ λέξει τοῦ σωτῆρος φασκούσῃ Εὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, υ παγἐ καὶ ε λεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου, ἐὰν δὲ μὴ ἀκούσῃ σου, παράλαβε ε να ε τερον η δύο, καὶ ἐὰν παρακούσῃ, ἀνάγγειλον τῇ ἐκκλησίᾳ· εἰ δὲ καὶ αὐτῆς περιφρονήσει, ε στω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. τοῦτον* κακὸν γεγενημένον διὰ τοῦ πάντων καταπεφρονηκέναι οὐκ ἐλεγκτέον ἐστί· μισήσει γὰρ πάντα τὸν ἐλέγχοντα, κα ν α γιος τυγχάνῃ. 1286 Ps Δήσουσι γὰρ ου τοι, φησίν, τὰς χεῖρας ἐν χειροπέδαις σιδηραῖς τῶν δοκούντων ἐνδόξων ει ναι παρ' αὐτοῖς, πράττειν αὐτοὺς οὐκ ἐῶντες α πρὸ τοῦ δεθῆναι κακῶς καὶ ἐπὶ βλάβῃ πολλῶν ε πραττον. οὐκ ἀκρίτως δὲ τὴν ἐκδίκησιν καὶ τοὺς ἐλεγμοὺς η τὴν περιβολὴν τῶν δεσμῶν ποιοῦνται οἱ ο σιοι ἀλλ' η ἐγγράπτῳ κρίματι, ἐκ τῶν γεγραμμένων λογίων τὴν κατασκευὴν τῶν ἀληθῶν δογμάτων καὶ ἀνατροπὴν τῆς ψευδωνύμου γνώσεως ἐπιφέροντες. Οὐκ ἀγνοῶ δὲ ω ς τινες τῶν ἐξηγησαμένων ἱστορικῶς ε λαβον τὴν ἑρμηνείαν, κατὰ πολεμίων τινῶν αἰσθητῶν νίκην καὶ τρόπαια καὶ ὑμνολογίας ἑαυτοῖς ἀναπλάσαντες. 1287 Ps 150, 1c. 2a̓ Αλλὰ καὶ ἡ διὰ τῶν θείων γραφῶν τοῦ θεοῦ κατάληψις στερέωμα δυνάμεως θεοῦ, ἀλλ' οὐκ αὐτὴ ἡ δύναμις θεοῦ ὑπάρχει. Νοήσεις δὲ καὶ ου τως· ἡ θεοῦ δύναμις εἰς ἀνθρώπους η κεν, ο τε τοῦ ἁγίου πνεύματος μετέσχον· Λήψεσθε γὰρ δύναμιν τοῦ ἁγίου πνεύματος ἐπελθόντος ἐφ' ὑμᾶς, τοῖς ἀποστόλοις ὑπὸ τοῦ σωτῆρος ει ρηται, καὶ τὸ̔ Υμεῖς δὲ καθήσεσθε ἐν τῇ πόλει, ε ως ου ἐνδύσησθε δύναμιν ἐξ υ ψους. ο ταν τοίνυν βεβαίως τις ταύτην τὴν δοθεῖσαν αὐτῷ δύναμιν φυλάξῃ ἐν προσοχῇ περιέπων αὐτήν, ἐν στερεώματι αὐτῆς γινόμενος αἰνεῖ τὸν θεόν, ἀφ' ου τὴν θείαν ταύτην ε σχε δύναμιν, καὶ ἐρεῖ Πάντα ἰσχύσω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ει τ' ἐπεὶ βασιλεύονται ὑπὸ τοῦ σωτῆρος τῆς δυνάμεως η ς ἐν τῷ στερεώματι αἰνοῦσιν αὐτόν, νοοῦντες τὰς παντοκρατορικὰς δυναστείας καθ' α ς βασιλικῶς δημιουργεῖ προνοεῖται εὐεργετεῖ κολάζει, αἰνοῦσιν αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. 1288 Ps 150, 2b Οι όν ἐστι τὸ ἀνεξερεύνητα τὰ κρίματα τοῦ θεοῦ καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ σοφὸς ἐπιστάμενος κατὰ τὸ πλῆθος τῶν ἀνεξιχνιάστων κριμάτων αἰνέσει τὸν ου ἡ ἀκαταληψία τῶν κριμάτων καὶ τῶν ὁδῶν, ὡς λέγει Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, καὶ τὸ Εθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. ο σον̓ γὰρ α ν αὐτῆς περινοήσω πλῆθος, κραταιουμένη ὑπὲρ ἐμὲ γίνεται, ὡς μὴ δυνηθῆναι ε τι συνδραμεῖν αὐτῇ ἀπείρῳ ου σῃ καὶ ἀκαταλήπτῳ. 1289 Ps 150, 3̔ Ο μὴ ἐπαισχυνόμενος̓ Ιησοῦν καὶ τοὺς λόγους αὐτοῦ μετὰ παρρησίας σαφῶς καὶ μεγαλοφώνως τὰ τῆς θεολογίας προφέρων αἰνεῖ αὐτὸν καὶ τὸν πατέρα αὐτοῦ ἐν η χῳ σάλπιγγος· ο θεν καὶ οἱ τῆς ἀληθείας κήρυκες ἐπὶ τῷ παρρησιέστερον καὶ σαφῶς ἀπαγγέλλειν τὴν διδασκαλίαν ἐντολὴν ε χουσιν ὡς σάλπιγγι ἑαυτῶν ὑψοῦν τὴν φωνήν. ει ρηται γοῦν πρὸς αὐτοὺς Σαλπίσατε ἐν σάλπιγγι, ἐν Σιὼν κηρύξατε ἐν ο ρει ἁγίῳ μου. ἀλλὰ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις, ο πως πᾶσι τοῖς ἀνισταμένοις φοβερὰ καταστῇ, διὰ σάλπιγγος σημαίνεται, ῃ φησι Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται α φθαρτοι, καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ̓ Εν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, ἐπὶ τῷ τοὺς κεκοιμημένους ἐν Χριστῷ ἀναστῆναι. ὡς ου ν τὸ πρόσταγμα τῆς ἀναστάσεως φανερούμενον πᾶσιν ἐπὶ τῷ δικαίους καὶ ἀδίκους ἀναστῆναι τῷ μεγαλοφώνῳ τῶν ὀργάνων γνωρίζεται, ἀκόλουθον καὶ τοὺς θεοῦ αι νους ταὐτῷ τῷ ὀργάνῳ προφέρεσθαι. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. τί τὸ ψαλτήριον καὶ ἡ κιθάρα καὶ ποίαν ε χουσι πρὸς α λληλα διαφορὰν ἐν τοῖς προάγουσιν ει ρηται. αἰνετέον ου ν θεόν, ψάλλοντες ἐν πνεύματι καὶ νῷ· τοῦτο γὰρ τὸ ψαλτήριον· τὸ γὰρ πνεῦμα καὶ ὁ νοῦς α νωθεν ἐκ θεοῦ δι' ὑψηλότητα δογμάτων συνηχεῖ. αἰνετέον δὲ καὶ κιθάρᾳ· διὰ πάσης δυνάμεως τῆς ψυχῆς καὶ αἰσθήσεως χορδῶν τεταμένων δίκην κρούονται. κιθάρα γὰρ ἡ ψυχὴ ἐν τοῖς προαναγνωσθεῖσιν ἀπεδόθη. εἰ δὲ* διὰ πάσης ἐνεργείας ἑκάστου μέλους συντείνουσ* ἀλλοτρόπῳ κιθάρας κρούεται, οὐκ α ν σφαλείη τις* διὰ πάσης πράξεως τῆς διὰ σώματος αἰνεῖσθαι θεόν. 1290 Ps 150, 4 Οἱ τὴν νέκρωσιν̓ Ιησοῦ ἐν τῷ σώματι περιφέροντες δι' αὐτοῦ τοῦ νενεκρωκέναι τὴν σάρκα τὴν σφῶν αἰνοῦσιν ἐν τυμπάνῳ. ἡρμήνευται καὶ πρότερον τοῦτο ει ναι τὸ τύμπανον, ο τε προέκειτο τὸ̓ Εν μέσῳ νεανίδων τυμπανιστριῶν. τοῦτο γὰρ τὸ σῶμα, ο ταν ἐξ ἀναστάσεως ἀναλάβῃ ἡ ψυχή, νεᾶνίς ἐστι τυμπανίζουσα ἐν τῷ ἀπαγγέλλειν τοὺς θεοῦ αι νους ἐν τῇ στάσει τῶν ἐπουρανίων σὺν ταῖς μυριάσι τῶν πανηγυριζόντων ἀγγέλων, ὡς ει ναι δηλούμενον τοῦτο διὰ τῆς ἐπιφερομένης λέξεως ἐχούσης Αἰνεῖτε ω σπερ ἐν τυμπάνῳ, ου τως καὶ ἐν χορῷ· χορεύει γὰρ σὺν ταῖς δυνάμεσι καὶ πάσῃ τῇ ὑπερτέρῳ κτίσει ἡ ψυχὴ μετὰ τὴν ἀνάστασιν, ἀντὶ φθαρτοῦ καὶ ἀσθενοῦς καὶ ἀτίμου καὶ ψυχικοῦ σώματος α φθαρτον δυνατὸν ε νδοξον πνευματικὸν ἀναλαβοῦσα τὸ σῶμα. Τὸ δὲ ἐν χορδαῖς καὶ ὀργάνῳ αἰνεῖν ταὐτὸν δύναται τῷ αἰνεῖν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· τάχα γὰρ τὴν κιθάραν χορδάς, τὸ δὲ ψαλτήριον ο ργανον ει πεν. 1291 Ps 150, 5 Δηλοῦσθαι νομίζω διὰ τοῦ αἰνεῖσθαι αὐτὸν ἐν κυμβάλοις εὐήχοις τὸ δεῖν καὶ φωνῇ τῇ κατὰ προφορὰν ἀνυμνεῖν διὰ θεολογίας τὸν κύριον. παρίσταται δέ μοι τοῦτο νοεῖν ἐκ τῆς τοῦ ἀποστόλου λέξεως γράφοντος ου τως· Γέγονα χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον· εἰ γάρ φησι μὴ νῷ ἀλλὰ γλώσσῃ λαλήσω μὴ διερμηνεύων ε καστα τῶν ὑπὸ τῆς γλώττης εἰρημένων* ἀντιλήψει τοῦ ἀκροατοῦ μόνης φωνῆς α νευ διανοίας ε χοντος, ὡς δοκεῖν αὐτῷ βάρβαρον ει ναι τὸν λαλοῦντα, φωνῆς καὶ ἠχουμένου αι σθησιν ε χοντος, γίνεται αὐτῷ χαλκὸς ἠχῶν η κύμβαλον ἀλαλάζον, κρούων καὶ περιβομβοῦν μόνον τὴν ἀκοὴν αὐτοῦ. δοξολογῶμεν τοίνυν θεόν, καὶ τῇ προφορᾷ μιμούμενοι τοὺς τελείους καὶ δικαίους α νδρας. ει ρηται γὰρ περὶ ἑκάστου τούτων τὸ Διήγησις εὐσεβοῦς διαπαντὸς σοφία· ὁμοίως καὶ Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν, ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ· τουτέστι καὶ νῷ καὶ γλώσσῃ καὶ στόματι ὑμνεῖ θεόν. Ευ ηχον δὲ κύμβαλον ει πε τὴν ἐμμελῆ καὶ μεμουσωμένην φωνήν* ἀριδήλως σημαίνουσαν τὰ πράγματα. τὴν δὲ αὐτὴν κύμβαλον ἀλαλαγμοῦ φησι προφερόμενον ἐπινι* κατὰ ἁλόντων καὶ ὑπὸ πόδα γενομένων τῶν ἐχθρῶν. 1292 Ps 150, 6 Οτε πάντα ἐν πᾶσιν ὁ θεὸς γένηται, πληρωθήσεται ἡ προκειμένη λέξις. βοηθῶν γὰρ τῇ ἀσθενείᾳ ἡμῶν νόησιν πνοῆς θείας ἡμῖν ἐνδίδωσιν, ὡς καὶ περὶ τοῦ πρώτου ἀνθρώπου ἀναγέγραπται τὸ̓ Ενεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο α νθρωπος εἰς ψυχὴν ζῶσαν. ζωὴ γὰρ καὶ πηγὴ ζωῆς ὁ εἰπὼν̓ Εγώ εἰμι ἡ ζωή, περὶ η ς ζωῆς ει ρηται τῷ πατρὶ Παρὰ σοὶ πηγὴ ζωῆς. ταύτης τῆς μακαριοποιοῦ καὶ ἁγιαστικῆς ζωῆς πνοὴ εἰς τὸν α νθρωπον ἐρχομένη ζῶσαν τὴν ψυχὴν αὐτοῦ παρασκευάσει, ω στ' α ν εἰπεῖν εὐχαριστικῶς τὸν τούτου τυχόντἁ Η ψυχή μου αὐτῷ ζῇ. ταύτης τῆς δωρεᾶς μόνος καὶ πᾶς ἀπολαύσει ὁ τὸν̓ Ιησοῦ λόγον δεξάμενος καὶ πιστεύσας τῷ ἀποστείλαντι αὐτὸν πατρί. φησὶ γὰρ ὁ σωτὴῥ Ο τῶν λόγων μου ἀκούων καὶ πιστεύων τῷ ἀποστείλαντί με ε χει ζωὴν αἰώνιον. Ταύτην τὴν πνοὴν α μα τῷ πνεύματι ὀρέγει θεὸς τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ καὶ πατοῦσιν αὐτὰ καλουμένοις λαῷ αὐτοῦ, ὡς ει πεν ὁ προφήτης περὶ αὐτοῦ Ου τω λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ στερέωσας τὴν γῆν, ὁ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· φανερὸν δὲ ο τι τὴν γῆν. ει ρηται δὲ καὶ πρός τινος ἀρχαίου Πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.

Intertext edge

Open linked passage

Note