Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta
Diodorus of TarsusFrag 1 · pg-scrape-grcMore by Diodorus of Tarsus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/diodorus-of-tarsus" aria-label="More works by Diodorus of Tarsus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Fragmenta BEATI DIONYSII, CORINTHII EPISCOPI, MEDIO QUI SAECULO SECUNDO FLORUIT, FRAGMENTA. EX EPISTOLA AD ROMANOS QUAM AD SOTEREM EPISCOPUM EORUM SCRIPSIT. Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελφοὺς ποικίλως εὐεργετεῖν, ἐκκλησίαις τε πολλαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν· ὧδε μὲν τὴν τῶν δεομένων πενίαν ἀναψύχοντας· ἐν μετάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας· δι' ὧν πέμπετε ἀρχῆθεν ἐφοδίων, πατροπαράδοτον ἔθος Ῥωμαίων Ῥωμαῖοι διαφυλάττοντες· ὃ οὐ μόνον διατετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτὴρ, ἀλλὰ καὶ ἐπηύξηκεν· ἐπιχορηγῶν μὲν τὴν διαπεμπομένην δαψίλειαν τὴν εἰς τοὺς ἁγίους· λόγοις δὲ μακαρίοις τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστοργος παρακαλῶν. ηαεξ αττυλιτ ευσεβιυς λιβ. ιῃ. ηιστ. ξ. 23. 180 εχ εαδεμ επιστολα. Ἐν αὐτῇ δὲ ταύτῃ (επιστολα) καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, (ῃερβα ευσεβιι συντ ιν λοξο μοδο σιγνατο) δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν αὐτῆς ποιεῖσθαι. λέγει γοῦν (διονψσιυς)· Τὴν σήμερον οὖν Κυριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολήν· ἣν ἕξομεν ἀεί ποτε ἀναγινώσκοντες νουθετεῖσθαι, ὡς καὶ τὴν προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν. εχ εαδεμ επιστολα. Ταῦτα (ῃαλεσιυς εμενδατ ταύτῃ) καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας, τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς, ὁμοίως ἐδίδαξαν. ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες, ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. προτυλιτ ηαεξ ευσεβιυς λιβ. ιι. ηιστ. ξ. 25. 181 εχ εαδεμ επιστολα. Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν (ῃερβα ευσεβιι συντ ιν λιβ. ιῃ. ηιστ. ξ. 23.) ὡς ῥᾳδιουργηθεισῶν. ταῦτα φησίν. Ἐπιστολὰς γὰρ ἀδελφῶν ἀξιωσάντων με γράψαι, ἔγραψα. καὶ ταύτας οἱ τοῦ διαβόλου ἀπόστολοι ζιζανίων γεγέμικαν· ἃ μὲν ἐξαιροῦντες, ἃ δὲ προστιθέντες· οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν Κυριακῶν ῥαδιουργῆσαί τινες (φορ. λεγενδ. τινας) ἐπιβέβληνται γραφῶν, ὁπότε καὶ ταῖς οὐ τοιαύταις ἐπιβεβλήκασι (αλιι ἐπιβουλεύκασι). δε ρελιθυις σεπτεμ επιστολις ηαεξ ποσυιτ ιβιδεμ ευσεβιυς. Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον· ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον· καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ' αὐτὸν, ἀλλ' ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει· χρησιμώτατον ἅπασιν ἑαυτὸν καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπιστολαῖς. ὧν ἐστιν, Ἡ ΜΕΝ ΠΡΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΥΣ, ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική. 182 Ἡ ΔΕ ΠΡΟΣ ΑΘΗΝΑΙΟΥΣ, διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας· ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡς ἂν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὗπερ τὸν προεστῶτα αὐτῶν Πούπλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς. Κοδράτου δὲ μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται· ἐπιμαρτυρῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέντων, καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων· δηλοῖ δ' ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς πράξεσι δεδηλωμένα, πρῶτος τῆς ἐν Ἀθήναις παροικίας τὴν ἐπισκοπὴν ἐγκεχείριστο. Ἄλλη δ' ἐπιστολή τις αὐτοῦ ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΑΣ φέρεται· ἐν ᾗ τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν, τῷ τῆς ἀληθείας παρίσταται κανόνι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΓΟΡΤΥΝΑΝ ἉΜΑ ΤΑΙΣ ΛΟΙΠΑΙΣ ΚΑΤΑ ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιππον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρουμένης ἀνδραγαθίαις τῆς ὑπ' αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι. Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΑΜΑΣΤΡΙΝ ἉΜΑ ΤΑΙΣ ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων 183 ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποσημαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ' οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει. Ταύταις ἄλλη ἐγκατείλεκται ΠΡΟΣ ΚΝΩΣΣΙΟΥΣ ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας.– Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται, ΧΡΥΣΟΦΟΡΑΙ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς.

Intertext edge

Open linked passage

Note