Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historical Library
Diodorus SiculusLibr 1.arg.0 · perseus-grc5More by Diodorus Siculus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/diodorus-siculus" aria-label="More works by Diodorus Siculus"> —
⋯
More
Original / primary: Perseus Grc5
1.arg.0
τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Διοδώρου βίβλων. προοίμιον τῆς ὅλης πραγματείας. περὶ τῶν παρʼ Αἰγυπτίοις λεγομένων περὶ τῆς τοῦ κόσμου γενέσεως. περὶ τῶν ὅσοι πόλεις ἔκτισαν κατʼ Αἴγυπτον. περὶ τῶν πρώτων γενομένων ἀνθρώπων καὶ τοῦ παλαιοτάτου βίου. περὶ τῆς τῶν ἀθανάτων τιμῆς καὶ τῆς τῶν ναῶν κατασκευῆς. περὶ τῆς τοποθεσίας τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν περὶ τὸν Νεῖλον ποταμὸν παραδοξολογουμένων, τῆς τε τούτου πληρώσεως τὰς αἰτίας καὶ τῶν ἱστορικῶν καὶ φιλοσόφων ἀποφάσεις. περὶ τῶν πρώτων γενομένων κατʼ Αἴγυπτον βασιλέων καὶ τῶν κατὰ μέρος αὐτῶν πράξεων. περὶ κατασκευῶν τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις. περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων. περὶ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις. περὶ τῶν νομίμων τῶν περὶ τοὺς τετελευτηκότας παρʼ αἰγυπτίοις γενομένων. περὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.

Intertext edge

Open linked passage

Note