Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
I.1.1
/= ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ΔIOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ ΠEΡI ΤHΣ EΚΚΛHΣIAΣΤIΚHΣ IEΡAΡΧIAΣ=/
I.1.2
Ὅτι μὲν ἡ καθ' ἡμᾶς ἱεραρχία, παίδων ἱερῶν ἱερώτατε, τῆς ἐνθέου καὶ θείας ἐστὶ καὶ θεουργικῆς ἐπιστήμης καὶ ἐνεργείας καὶ τελειώσεως, ἐκ τῶν ὑπερκοσμίων καὶ ἱερωτάτων ἡμᾶς ἀποδεῖξαι λογίων χρὴ τοῖς τῆς ἱερᾶς μυσταγωγίας τὴν τελετὴν ἐξ ἱεραρχικῶν μυστηρίων καὶ παραδόσεων τετελεσμένοις. Ἀλλ' ὅρα, ὅπως οὐκ ἐξορχήσῃ τὰ ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δὲ καὶ τὰ τοῦ κρυφίου θεοῦ ταῖς νοεραῖς καὶ ἀοράτοις γνώσεσι τιμήσεις ἀμέθεκτα μὲν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν, ἱεροῖς δὲ μόνοις τῶν ἱερῶν μεθ' ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν. Oὕτω γάρ, ὡς ἡ θεολογία τοῖς θιασώταις ἡμῖν παραδέδωκε, καὶ αὐτὸς Ἰησοῦς, ὁ θεαρχικώτατος νοῦς καὶ ὑπερούσιος, ἡ πάσης ἱεραρχίας ἁγιαστείας τε καὶ θεουργίας ἀρχὴ καὶ οὐσία καὶ θεαρχικωτάτη δύναμις, ταῖς τε μακαρίαις καὶ ἡμῶν κρείττοσιν οὐσίαις ἐμφανέστερον ἅμα καὶ νοερώτερον ἐλλάμπει καὶ πρὸς τὸ οἰκεῖον αὐτὰς ἀφομοιοῖ κατὰ δύναμιν φῶς ἡμῶν τε τῷ πρὸς αὐτὸν ἀνατεινομένῳ καὶ ἡμᾶς ἀνατείνοντι τῶν καλῶν ἔρωτι συμπτύσσει τὰς πολλὰς ἑτερότητας καὶ εἰς ἑνοειδῆ καὶ θείαν ἀποτελειώσας ζωὴν ἕξιν τε καὶ ἐνέργειαν ἱεροπρεπῆ δωρεῖται τῆς θείας ἱερωσύνης τὴν δύναμιν, ἐξ ἧς ἐπὶ τὴν ἁγίαν ἐρχόμενοι τῆς ἱερατείας ἐνέργειαν ἐγγύτεροι μὲν αὐτοὶ γινόμεθα τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν τῇ κατὰ δύναμιν ἀφομοιώσει τοῦ μονίμου τε καὶ ἀνεξαλλάκτου τῆς αὐτῶν ἱερᾶς ἱδρύσεως καὶ ταύτῃ πρὸς τὴν μακαρίαν Ἰησοῦ καὶ θεαρχικὴν αὐγὴν ἀναβλέψαντες ὅσα τε ἰδεῖν ἐφικτὸν ἐποπτεύσαντες ἱερῶς καὶ τῆς τῶν θεαμάτων γνώσεως ἐλλαμφθέντες τὴν μυστικὴν ἐπιστήμην ἀφιερώμενοι καὶ ἀφιερωταὶ φωτοειδεῖς καὶ θεουργικοὶ τετελεσμένοι καὶ τελεσιουργοὶ γενέσθαι δυνησόμεθα.
I.2.1
Τίς μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶ καὶ ἀρχαγγέλων ἱεραρχία καὶ τῶν ὑπερκοσμίων ἀρχῶν τε καὶ ἐξουσιῶν καὶ δυνάμεων κυριοτήτων τε καὶ θείων θρόνων ἢ τῶν ὁμοταγῶν τοῖς θρόνοις οὐσιῶν, ἃς ἡ θεολογία προσεχῶς καὶ ἀεὶ περὶ θεόν τε εἶναι καὶ μετὰ θεοῦ παραδίδωσι Χερουβὶμ αὐτὰς Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὀνομάζουσα, ταῖς τῶν διακόσμων αὐτῶν καὶ ἱεραρχιῶν ἁγίαις τάξεσι καὶ διαιρέσεσι περιτυγχάνων εὑρήσεις, ἐν τούτοις ἡμῶν οὐκ ἐπαξίως μὲν ὡς ἐφικτὸν δὲ καὶ ὡς ἡ θεολογία τῶν ἱερωτάτων γραφῶν ὑφηγήσατο, τὴν κατ' αὐτοὺς ἱεραρχίαν ἀνυμνηκότων. Τοσοῦτον δὲ ὅμως εἰπεῖν ἀναγκαῖον, ὡς ἐκείνη τε καὶ πᾶσα καὶ ἡ νῦν ὑμνουμένη παρ' ἡμῶν ἱεραρχία μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ πάσης τῆς ἱεραρχικῆς πραγματείας τὴν δύναμιν, αὐτόν τε τὸν ἱεράρχην, ὡς ἡ κατ' αὐτὸν οὐσία καὶ ἀναλογία καὶ τάξις ἔχει, τελεσθῆναι κατὰ τὰ θεῖα καὶ θεωθῆναι καὶ τοῖς ὑποβεβηκόσι μεταδοῦναι κατ' ἀξίαν ἑκάστῳ τῆς ἐγγενομένης αὐτῷ θεόθεν ἱερᾶς θεώσεως τούς τε ὑποβεβηκότας ἕπεσθαι μὲν τοῖς κρείττοσιν, ἀνατείνειν δὲ τοὺς ἥττους ἐπὶ τὰ πρόσω, τοὺς δὲ καὶ προϊέναι καὶ ὡς δυνατὸν ἑτέροις ἡγεῖσθαι, καὶ διὰ ταύτης τῆς ἐνθέου καὶ ἱεραρχικῆς ἁρμονίας τοῦ ὄντως ὄντος καλοῦ καὶ σοφοῦ καὶ ἀγαθοῦ μετέχειν ἕκαστον ὅση δύναμις. Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ' αὐτὰς ἱεραρχία, τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα [θεόν τε καὶ θείαν ἀρετήν]. Aἱ μὲν ὡς νόες νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας ὡς δυνατὸν ἀναγόμεθα θεωρίας, ἀληθῶς τε εἰπεῖν ἓν μέν ἐστιν οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ' ἀξίαν τὴν ἀποκλήρωσιν. Ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ διεξοδικώτερον εἴρηται, νῦν δὲ τὴν καθ' ἡμᾶς ἱεραρχίαν ἀρχήν τε αὐτῆς καὶ οὐσίαν ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος.
I.3.1
Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερᾶς παραδόσεως ὁ πᾶς τῶν ὑποκειμένων ἱερῶν λόγος, ἡ καθολικωτάτη τῶν τῆσδε τυχὸν ἱεραρχίας ἢ τῆσδε ἱερῶν συγκεφαλαίωσις. Ἡ καθ' ἡμᾶς οὖν ἱεραρχία λέγεται καὶ ἔστιν ἡ περιεκτικὴ τῶν κατ' αὐτὴν ἁπάντων ἱερῶν πραγματεία, καθ' ἣν ὁ θεῖος ἱεράρχης τελούμενος ἁπάντων ἕξει τῶν κατ' αὐτὸν ἱερωτάτων τὴν μέθεξιν ὡς ἱεραρχίας ἐπώνυμος. Ὡς γὰρ ἱεραρχίαν ὁ φήσας ἁπάντων ὁμοῦ συλλήβδην ἔφη τῶν ἱερῶν τὴν διακόσμησιν, οὕτως ἱεράρχην ὁ λέγων δηλοῖ τὸν ἔνθεόν τε καὶ θεῖον ἄνδρα τὸν πάσης ἱερᾶς ἐπιστήμονα γνώσεως, ἐν ᾧ καὶ καθαρῶς ἡ κατ' αὐτὸν ἱεραρχία πᾶσα τελεῖται καὶ γινώσκεται. Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς ζωῆς ἡ οὐσία τῆς ἀγαθότητος ἡ μία τῶν ὄντων αἰτία, τριάς, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοῖς οὖσι δι' ἀγαθότητα. Ταύτῃ δὲ τῇ πάντων ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτον αὐτῇ δὲ ἐπιστητὸν θέλημα μέν ἐστιν ἡ λογικὴ σωτηρία τῶν καθ' ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν· ἡ δὲ οὐχ ἑτέρως γενέσθαι δύναται μὴ θεουμένων τῶν σωζομένων· ἡ δὲ θέωσίς ἐστιν ἡ πρὸς θεὸν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ἁπάσῃ δὲ τοῦτο κοινὸν ἱεραρχίᾳ τὸ πέρας· ἡ πρὸς θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις ἐνθέως τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παντελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις, αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτὸν ἡ τῆς ἐποψίας ἑστίασις τρέφουσα νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον.
I.4.1
Λέγωμεν τοίνυν ὡς ἡ θεαρχικὴ μακαριότης ἡ φύσει θεότης ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις, ἀγαθότητι θείᾳ τὴν ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν οὐσιῶν ἐδωρήσατο, καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν ἀϋλότερόν τε καὶ νοερώτερον (οὐ γὰρ ἔξωθεν αὐτὰς ὁ θεὸς ἐπὶ τὰ θεῖα κινεῖ, νοητῶς δὲ καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ ἀΰλῳ τὴν θειοτάτην βούλησιν), ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως τε καὶ συνεπτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων ὡς ἡμῖν ἐφικτὸν ἐν ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται. Oὐσία γὰρ τῆς καθ' ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια. Σεπτότατα δὲ λόγια ταῦτά φαμεν, ὅσα πρὸς τῶν ἐνθέων ἡμῶν ἱεροτελεστῶν ἐν ἁγιογράφοις ἡμῖν καὶ θεολογικαῖς δεδώρηται δέλτοις καὶ μὴν ὅσα πρὸς τῶν αὐτῶν ἱερῶν ἀνδρῶν ἀϋλοτέρᾳ μυήσει καὶ γείτονί πως ἤδη τῆς οὐρανίας ἱεραρχίας ἐκ νοὸς εἰς νοῦν διὰ μέσου λόγου σωματικοῦ μὲν ἀϋλοτέρου δὲ ὅμως, γραφῆς ἐκτὸς οἱ καθηγεμόνες ἡμῶν ἐμυήθησαν, οὐδὲ ταῦτα τῶν ἐνθέων ἱεραρχῶν εἰς τὸ τῆς ἱερουργίας κοινὸν ἀπαρακαλύπτοις νοήσεσιν ἀλλ' ἐν συμβόλοις ἱεροῖς παραδεδωκότων. Ἔστι γὰρ οὐ πᾶς ἱερὸς οὐδὲ πάντων, ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις.
I.5.1
Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ' ἡμᾶς ἱεραρχίας καθηγεμόνες ἐκ τῆς ὑπερουσίου θεαρχίας αὐτοί τε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἀγαθότητος ἀπεσταλμένοι καὶ αὐτοὶ [δὲ] ἀφθόνως ἐρῶντες ὡς θεῖοι τῆς τῶν μετ' αὐτοὺς ἀναγωγῆς καὶ θεώσεως αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια καὶ ποικιλίᾳ καὶ πλήθει τὸ συνεπτυγμένον καὶ ἐν ἀνθρωπίνοις τε τὰ θεῖα καὶ ἐν ἐνύλοις τὰ ἄϋλα καὶ τοῖς καθ' ἡμᾶς τὰ ὑπερούσια ταῖς ἐγγράφοις τε αὐτῶν καὶ ἀγράφοις μυήσεσι κατὰ τοὺς ἱεροὺς ἡμῖν παρέδοσαν θεσμούς, οὐ τῶν ἀνιέρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβόλων ἅπτεσθαι θεμιτόν, ἀλλ' ὅτι καὶ συμβολική τίς ἐστιν ὅπερ ἔφην ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ' ἡμᾶς ἱεραρχία δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγήν. Ἀνακεκαλυμμένοι δὲ ὅμως εἰσὶν οἱ τῶν συμβόλων λόγοι τοῖς θείοις ἱεροτελεσταῖς, οὓς οὐ θεμιτὸν ἐξάγειν εἰς τοὺς ἔτι τελειουμένους εἰδότας, ὡς οἱ τῶν ἱερῶν θεοπαραδότως νομοθέται ταῖς τῶν διακόσμων εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσι καὶ ταῖς τοῦ ἑκάστῳ κατ' ἀξίαν προσ» κοντος ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι τὴν ἱεραρχίαν διετάξαντο. Διὸ καὶ ταῖς σαῖς ἱεραῖς ὁμολογίαις πεισθεὶς (ἀναμνῆσαι γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσεις ὁμολογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς τελειωτικοῖς ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου.

Intertext edge

Open linked passage

Note