Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Dionysius AeropagitaHier II · pg-scrape-grcMore by Dionysius Aeropagita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
II.1.1
Eἴρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ' ἡμᾶς ἱεραρχίας σκοπός· ἡ πρὸς θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις. Ταύτης δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα. «Τηρήσει» γάρ φησιν «ὁ ἀγαπῶν με τὸν λόγον μου, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Τίς οὖν ἐστιν ἀρχὴ τῆς τῶν σεπτοτάτων ἐντολῶν ἱερουργίας, ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας λήξεως ἀναγωγὴν ἡμῶν ὁδοποίησις; Ἡ τῆς ἱερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις. Ὡς γὰρ ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη κίνησις ἡ ἀγάπησίς ἐστι τοῦ θεοῦ, τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν ἱερουργίαν τῶν θείων ἐντολῶν ἀρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως ἡμᾶς ἀρρητοτάτη δημιουργία. Eἰ γὰρ τὸ εἶναι θείως ἐστὶν ἡ θεία γέννησις, οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς. Ἢ οὐχὶ καὶ ἡμῖν (ἀνθρωπίνως φαμὲν) ὑπάρξαι δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ' ἡμᾶς ὡς τοῦ μηδαμῶς ὄντος οὐδὲ κίνησιν [ἀλλ' οὐδὲ ὕπαρξιν] ἔχοντος, τοῦ δέ που ὄντος ἐκεῖνα μόνον ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν; Ἀλλὰ τοῦτο μὲν ὡς οἶμαι σαφές. Ἑξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεύσωμεν σύμβολα. Καί μοι μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν ἰέτω. Καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς ἐγχειρεῖν ἀβλαβές, εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία τὸν μὲν Ὀζίαν, ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη, τὸν Κορὲ δέ, ὅτι τοῖς ὑπὲρ αὐτὸν ἱεροῖς, τὸν δὲ Ναδάβ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἀπεχρήσατο. Μυστήριον φωτίσματος.
II.1.2
Ὁ μὲν ἱεράρχης ἑκάστοτε τῇ πρὸς θεὸν ἀφομοιώσει «πάντας ἀνθρώπους» ἐθέλων «σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» ἀνακηρύττει πᾶσι τὰ ὄντως εὐαγγέλια· θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οἰκείας ὄντα καὶ φυσικῆς ἀγαθότητος αὐτὸν ὡς ἡμᾶς ἀφικέσθαι διὰ φιλανθρωπίαν ἀξιώσαντα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἑνωθέντα κατὰ τὴν αὐτῶν πρὸς θέωσιν ἐπιτηδειότητα. «Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν.»
II.2.1
Ὁ δὲ τούτων ἀγαπήσας τῶν ὄντως ὑπερκοσμίων τὴν ἱερὰν μετουσίαν ἐλθὼν ἐπί τινα τῶν μεμυημένων πείθει μὲν αὐτὸν ἡγήσασθαι τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλλεται τοῖς παραδοθησομένοις καὶ ἀξιοῖ τῆς τε προσαγωγῆς αὐτοῦ καὶ συμπάσης τῆς ἐπὶ τὸ ἑξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι. Τὸν δὲ τῆς μὲν ἐκείνου σωτηρίας ἱερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματος ὕψος ἀντιμετροῦντα τὸ ἀνθρώπινον φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται· τελευτῶν δὲ ὅμως ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε καὶ πα ραλαβὼν αὐτὸν ἄγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυμον.
II.3.1
Ὁ δὲ μετ' εὐφροσύνης ὡς τὸ ἐπ' ὤμων πρόβατον εἰσδεξάμενος τοῖν ἀνδροῖν ἐσέφθη μὲν πρῶτα διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς προσκυνήσεως τὴν μίαν ἀγαθοεργέτιν ἀρχήν, ὑφ' ἧς τὰ καλούμενα καλεῖται καὶ τὰ σωζόμενα σώζεται.
II.4.1
Eἶτα πᾶσαν ἱερὰν διακόσμησιν ἐπὶ συνεργίᾳ μὲν καὶ συνεορτάσει τῆς τἀνδρὸς σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας πληρώμασιν ἱερολογεῖ καὶ μετὰ τοῦτο τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν πρὸς τὸν ἄνδρα παρόντα πρόεισι καὶ πυνθάνεται παρ' αὐτοῦ τί βουλόμενος ἥκοι.
II.5.1
Τοῦ δὲ θεοφιλῶς αἰτιασαμένου κατὰ τὴν τοῦ ἀναδόχου παράδοσιν τὴν ἀθεότητα τὴν ἀγνωσίαν τοῦ ὄντως καλοῦ τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς αὐτοῦ μεσιτείας θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι θεῷ, καὶ τὴν ἔνθεον αὐτῷ πολιτείαν ὑφηγησάμενος καὶ προσερωτήσας, εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὴν χεῖρα καὶ σφραγισάμενος ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν ἄνδρα καὶ τὸν ἀνάδοχον.
II.6.1
Τῶν δὲ ἀπογραψαμένων εὐχὴν ἱερὰν ποιεῖται, καὶ ταύτην ἁπάσης αὐτῷ τῆς ἐκκλησίας συμπληρωσάσης ὑπολύει μὲν αὐτὸν καὶ ἀπαμφιέννυσι διὰ τῶν λειτουργῶν. Eἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα καὶ τὰς χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν ἐμφυσῆσαι μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ καὶ προσέτι τὰ τῆς ἀποταγῆς ὁμολογῆσαι, καὶ τρὶς αὐτῷ τὴν ἀποταγὴν αρτυρόμενος ὁμολογήσαντα τρὶς τοῦτο μετάγει πρὸς ἕω καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα καὶ τὰς χεῖρας ἀνατείναντα κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς θεοπαραδότοις ἱερολογίαις.
II.7.1
Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος μαρτύρεται πάλιν αὐτῷ τρὶς τὴν ολογίαν, καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογήσαντος ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ. Καὶ τελείως ἀπαμφιεσάντων αὐτὸν τῶν λειτουργῶν κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον ἔλαιον, ὁ δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος τὸ λοιπὸν τοῖς ἱερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας ἔρχεται καὶ τὸ ταύτης ὕδωρ ἱεραῖς ἐπικλήσεσι καθαγιάσας καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ καὶ ταῖς τοῦ μύρου πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος κελεύει τὸν ἄνδρα προσκομισθῆναι. Καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν τε καὶ τὸν ἀνάδοχον ἀνακηρύξαντος ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος ἄγεται πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα χειραγωγούμενος, ὁ δὲ ἱεράρχης ἄνωθεν ἑστηκὼς ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἱεράρχου κατὰ τὸ ὕδωρ τὸ ὄνομα τοῦ τελουμένου τῶν ἱερέων, τρὶς μὲν αὐτὸν [ὁ ἱεράρχης] βαπτίζει ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν· καὶ παραλαβόντες αὐτὸν οἱ ἱερεῖς ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ ἡγεμόνι καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον ἐπὶ τὸν ἱεράρχην αὖθις ἄγουσιν. Ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν ἄνδρα σφραγισάμενος μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας.
II.8.1
Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν ὡς κατὰ μηδένα καιρὸν ἢ τρόπον ἐπ' ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ' ἀπὸ θείων εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ πνεύματι μεταταττόμενος. Θεωρία.
II.1.3
Aὕτη μὴν ὡς ἐν συμβόλοις ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας οὐδὲν ἀπρεπὲς ἢ ἀνίερον οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ' ἀξιοθέου θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις ἐνεικονιζόμενα. Τί γὰρ ἂν φανείη διαμαρτάνουσα καὶ τοῦ θειοτέρου λόγου τῶν τελουμένων σεσιγημένου πειθοῖ καὶ θεορρημοσύνῃ τὴν τοῦ προσιόντος εὐζωΐαν ἱερῶς διαπραγματευομένη καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι' ἐναρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν τῇ δι' ὕδατος φυσικῇ καθάρσει σωματικώτερον αὐτῷ διαγγέλλουσα; Ταύτῃ δ' οὖν, εἰ καὶ μηδέν τι θειότερον εἶχεν ἡ τῶν τελουμένων συμβολικὴ παράδοσις, οὐκ ἀνίερος ἦν ὡς οἶμαι διδασκαλίαν μὲν εὐθέτου ζωῆς εἰσηγουμένη, τὴν παντελῆ δὲ τῆς ἐν κακίᾳ πολιτείας ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη.
II.2.2
Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος ὡς θέμις ἀποδιαστέλλουσα καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσι τὴν ἐναρμόνιον ἀναγωγήν, ἡμεῖς δὲ ἀναβάσεσιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων ἀρχὰς ἀναβλέψαντες καὶ ταύτας ἱερῶς μυηθέντες ἐπιγνωσόμεθα, τίνων εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα καὶ τίνων ἀφανῶν αἱ εἰκόνες. Ἔστι γάρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαφῶς διηγόρευται, τὰ μὲν αἰσθητῶς ἱερὰ τῶν νοητῶν ἀπεικονίσματα καὶ ἐπ' αὐτὰ χειραγωγία καὶ ὁδός, τὰ δὲ νοητὰ τῶν κατ' αἴσθησιν ἱεραρχικῶν ἀρχὴ καὶ ἐπιστήμη.
II.3.2
Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις. Eἰτ' οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος αὐτεξουσιότης κακίας ἔρωτι συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ ἀποστάντος ἀλλ' ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς· εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ' αὐτὴν ὄψιν αὐγὰς ἀντωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν, αὐτὴ δὲ τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι' ἑαυτὴν ἀποτεύξεται. Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου. Πρὸς ταύτην ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν τὰς φωτοειδεῖς αὐτοῦ τῆς ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν καὶ τὸν προσιόντα φωτίσαι θεομιμήτως ἑτοιμότατος ὢν οὐ φθόνῳ οὐδὲ ἀνιέρῳ τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ' ἐνθέως ἀεὶ τοῖς προσιοῦσι ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει καὶ ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἱερὰ συμμετρίας.
II.4.2
Ἀλλ' εἴπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ' ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνατρέχων ἐν ἀρχῇ μέν, ὅστις ποτέ ἐστιν, αὐτὸς ὄψεται καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον. Ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας τῶν ἀλαμπῶν μὲν ἀποφοιτήσει τῆς ἀγνωσίας μυχῶν, τῆς θεοῦ δὲ τελεωτάτης ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι' ἐκείνων ἐπὶ τὰ πρώτιστα καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀναχθήσεται. Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσιόντος αἰδὼς καὶ τῶν καθ' ἑαυτὸν ἐπιγνωμοσύνη τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα. Τὸν δ' οὕτως ἀναγόμενον ἡ θεία μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται καὶ τοῦ οἰκείου φωτὸς ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως, ὧν ἐστι σύμβολον ἱερὸν ἡ τοῦ ἱεράρχου τῷ προσιόντι δωρουμένη σφραγὶς καὶ τῶν ἱερέων ἡ σωτηριώδης ἀπογραφὴ τοῖς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα καὶ μνημοσύνοις ἱεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς ζωοποιοῦ πρὸς ἀλήθειαν πορείας τὸν μὲν ἐραστὴν ἀληθῆ καὶ συνοπαδὸν ἡγεμόνος ἐνθέου, τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπομένου χειραγωγόν.
II.5.2
Ἀλλ' οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν οὐδὲ τὸν κοινωνίαν τινὰ πρὸς τὸ ἓν ἐσχηκότα μεριστὰς ἔχειν ζωάς, εἰ τῆς τοῦ ἑνὸς ἀντέχεται βεβαίας μεθέξεως, ἀλλ' ἄσχετον εἶναι καὶ ἀκατάτακτον ἐν πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν. Ὅπερ ἡ τῶν συμβόλων παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον ἵστησι πρὸς δυσμὰς ἀφορῶντα καὶ τῇ τῶν χειρῶν ἀπώσει τὰς τῆς ἀλαμποῦς κακίας ἀναινόμενον κοινωνίας καὶ τὴν ἐγγενομένην αὐτῷ τῆς ἀνομοιότητος ἕξιν ὥσπερ ἐκπνέοντα καὶ τὰς ὁλικὰς ὁμολογή σαντα πρὸς τὸ τοῦ θεοειδοῦς ἐναντίον ἀποταγάς. Oὕτω παντελῶς ἄσχετον αὐτὸν καὶ ἀκοινώνητον γεγονότα πρὸς ἕω μετάγει τὴν ἐν τῷ θείῳ φωτὶ στάσιν τε καὶ ἀνάνευσιν ἔσεσθαι καθαρῶς ἐν τῇ παντελεῖ τῆς κακίας ἀποφοιτήσει διαγγέλλουσα καὶ τὰς ἱερὰς αὐτοῦ τῆς πρὸς τὸ ἓν ὁλικῆς συννεύσεως ὁμολογίας ἑνοειδοῦς γενομένου φιλαλήθως ἀποδεχομένη. Ἀλλ' ἔστι που δῆλον ὡς οἶμαι τοῖς τῶν ἱεραρχικῶν ἐπιστήμοσιν, ὅτι ταῖς διηνεκέσιν ἐν συντονίᾳ πρὸς τὸ ἓν ἀνατάσεσι καὶ ταῖς τῶν ἐναντίων ὁλικαῖς νεκρώσεσι καὶ ἀνυπαρξίαις τὸ ἀναλλοίωτον ἴσχει τὰ νοερὰ τῆς θεοειδοῦς ἕξεως. Oὐ γὰρ ἀναχωρῆσαι χρὴ μόνον ἀπὸ κακίας ἁπάσης, ἀλλὰ καὶ ἀρρενωπῶς ἀμάλθακτον εἶναι καὶ ἀφόβητον ἀεὶ πρὸς τὴν ἐπ' αὐτὴν ὀλέθριον ὕφεσιν οὐδὲ τοῦ ἱεροῦ τῆς ἀληθείας ἔρωτος ἐν καταλήξει ποτὲ γενέσθαι, προσεχῶς δὲ καὶ αἰωνίως ἐπ' αὐτὴν ὅση δύναμις ἀνατείνεσθαι τὴν ἐπὶ τὰ τελεώτερα τῆς θεαρχίας ἀναγωγὴν ἱερῶς ἀεὶ δια πραγματευόμενον.
II.6.2
Ὁρᾷς δὲ τὰς τούτων ἀκριβεῖς εἰκόνας ἐν τοῖς ἱεραρχικῶς τελουμένοις. Ὁ μὲν γὰρ θεοειδὴς ἱεράρχης ἀπάρχεται τῆς ἱερᾶς ἀλοιφῆς, οἱ δὲ ἱερεῖς ὑπ' αὐτῷ ελοῦσι τὴν τῆς χρίσεως ἱερουργίαν ἐπὶ τοὺς ἱεροὺς ἐν τύπῳ τὸν τελούμενον ἀγῶνας ἐκκαλούμενοι, καθ' οὓς ὑπ' ἀθλοθέτῃ Χριστῷ γινόμενος, ἐπειδὴ ὡς θεός ἐστι τῆς ἀθλοθεσίας δημιουργός, ὡς σοφὸς δὲ τοὺς νόμους αὐτῆς τέθεικεν, εἰργάσατο δὲ ὡς καλὸς εὐπρεπῆ τοῖς νικῶσι τὰ ἔπαθλα, καὶ τὸ ἔτι θειότερον· ἐπείπερ ὡς ἀγαθὸς ἐν τοῖς ἀθληταῖς ἐγεγόνει μετ' αὐτῶν ἱερῶς ὑπὲρ τῆς αὐτῶν ἐλευθερίας καὶ νίκης πρὸς τὸ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀγωνιζόμενος κράτος, τοῖς μὲν ἀγῶσιν ὡς θείοις ὁ τελούμενος ἐπιβήσεται χαίρων, ἐμμενεῖ δὲ ταῖς τοῦ σοφοῦ νομοθεσίαις καὶ κατ' αὐτὰς ἀπαραβάτως ἀγωνιεῖται πρὸς τὴν τῶν καλῶν ἐπάθλων ἐλπίδα βεβαίως ἔχων ὑπ' ἀγαθῷ τῆς ἀθλοθεσίας κυρίῳ καὶ ἡγεμόνι ταττόμενος, ἐπιβὰς δὲ τοῖς θείοις ἴχνεσι τοῦ ἀθλητῶν πρώτου δι' ἀγαθότητα ταῖς θεομιμήτοις ἀθλήσεσι τὰς πρὸς θέωσιν ἐναντίας αὐτῷ καταπαλαίσας ἐνεργείας τε καὶ ὑπάρξεις συναποθνήσκει Χριστῷ μυστικῶς εἰπεῖν τῇ ἁμαρτίᾳ κατὰ τὸ βάπτισμα.
II.7.2
Καί μοι συνετῶς ἐννόει τὰ ἱερὰ μεθ' ὅσης οἰκειότητος ἔχει τὰ σύμβολα. Καὶ γὰρ ἐπειδὴ θάνατός ἐστιν ἐφ' ἡμῶν οὐ τῆς οὐσίας ἀνυπαρξία κατὰ τὸ δόξαν ἑτέροις ἀλλ' ἡ τῶν ἡνωμένων διάκρισις εἰς τὸ ἡμῖν ἀφανὲς ἄγουσα τὴν ψυχὴν μὲν ὡς ἐν στερήσει σώματος ἀειδῆ γινομένην, τὸ σῶμα δὲ ὡς ἐν γῇ καλυπτόμενον ἢ καθ' ἑτέραν τινὰ τῶν σωματοειδῶν ἀλλοιώσεων ἐκ τῆς κατ' ἄνθρωπον ἰδέας ἀφανιζόμενον, οἰκείως ἡ δι' ὕδατος ὁλικὴ κάλυψις εἰς τὴν τοῦ θανάτου καὶ τοῦ τῆς ταφῆς ἀειδοῦς εἰκόνα παρείληπται. Τὸν οὖν ἱερῶς βαπτιζόμενον ἡ συμβολικὴ διδασκαλία μυσταγωγεῖ ταῖς ἐν τῷ ὕδατι τρισὶ καταδύσεσι τὸν θεαρχικὸν τῆς τριημερονύκτου ταφῆς Ἰησοῦ τοῦ ζωοδότου μιμεῖσθαι θάνατον ὡς ἐφικτὸν ἀνδράσι τὸ θεομίμητον, ἐν ᾧ κατὰ τὴν τοῦ λογίου μυστηριώδη καὶ κρυφίαν παράδοσιν οὐδὲν εὕρηκεν ὁ τοῦ κόσμου ἄρχων.
II.8.2
Ἑξῆς δὲ φωτοειδεῖς ἐσθῆτας ἐπιβάλλουσι τῷ τελουμένῳ. Τῇ γὰρ ἀνδρικῇ καὶ θεοειδεῖ τῶν ἐναντίων ἀπαθείᾳ καὶ τῇ πρὸς τὸ ἓν ἐν συντονίᾳ συννεύσει τὸ ἄκοσμον κοσμεῖται καὶ τὸ ἀνείδεον εἰδοποιεῖται τῇ φωτοειδεῖ καθόλου ζωῇ λαμπρυνόμενον. Ἡ δὲ τοῦ μύρου τελειωτικὴ χρῖσις εὐώδη ποιεῖ τὸν τετελεσμένον. Ἡ γὰρ ἱερὰ τῆς θεογενεσίας τελείωσις ἑνοῖ τὰ τελεσθέντα τῷ θεαρχικῷ πνεύματι. Τὴν δὲ νοητῶς εὐωδοποιὸν καὶ τελεσιουργὸν ἐπιφοίτησιν ἀρρητοτάτην οὖσαν ἐπιγνῶναι νοερῶς παρίημι τοῖς ἠξιωμένοις τῆς κατὰ νοῦν τοῦ θείου πνεύματος ἱερᾶς καὶ θεουργοῦ κοινωνίας. Ἐν τέλει δὲ πάντων ὁ ἱεράρχης ἐπὶ τὴν ἱερωτάτην εὐχαριστίαν καλεῖ τὸν τετελεσμένον καὶ τῆς τῶν τελεστικῶν μυστηρίων αὐτῷ μεταδίδωσι κοινωνίας.

Intertext edge

Open linked passage

Note