Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Dionysius AeropagitaHier III · pg-scrape-grcMore by Dionysius Aeropagita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
III.1.1
Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι· καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶν καθηγεμόνα τελετῶν τελετὴ καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν ἱερογραφικῶς ἐκθέμενον ἐκ τῆς ἐνθέου κατὰ τὰ λόγια καὶ ἱεραρχικῆς ἐπιστήμης ἐπὶ τὴν ἱερὰν αὐτῆς ἀναχθῆναι τῷ θεαρχικῷ πνεύματι θεωρίαν. Καὶ πρῶτόν γε τοῦτο ἱερῶς ἐποπτεύσωμεν, ὅτου δὴ ἕνεκα τὸ κοινὸν καὶ ταῖς ἄλλαις ἱεραρχικαῖς τελεταῖς ἐκκρίτως αὐτῇ παρὰ τὰς λοιπὰς ἀνατέθειται καὶ ἑνιαίως ἀνηγόρευται κοινωνία τε καὶ σύναξις ἑκάστης ἱεροτελεστικῆς πραγματείας καὶ τὰς μεριστὰς ἡμῶν ζωὰς εἰς ἑνοειδῆ θέωσιν συναγούσης καὶ τῇ τῶν διαιρετῶν θεοειδεῖ συμπτύξει τὴν πρὸς τὸ ἓν κοινωνίαν καὶ ἕνωσιν δωρουμένης. Φαμὲν δέ, ὅτι ταῖς τῶν ἄλλων ἱεραρχικῶν συμβόλων μεθέξεσιν ἡ τελείωσις ἐκ τῶν ταύτης θεαρχικῶν καὶ τελειωτικῶν ἔνεστι δωρεῶν. Oὐ γὰρ ἔνεστιν σχεδόν τινα τελεσθῆναι τελετὴν ἱεραρχικὴν μὴ τῆς θειοτάτης εὐχαριστίας ἐν κεφαλαίῳ τῶν καθ' ἕκαστα τελουμένων τὴν ἐπὶ τὸ ἓν τοῦ τελεσθέντος ἱερουργούσης συν αγωγὴν καὶ τῇ θεοπαραδότῳ δωρεᾷ τῶν τελειωτικῶν μυστηρίων τελεσιουργούσης αὐτοῦ τὴν πρὸς θεὸν κοινωνίαν. Eἰ τοίνυν ἑκάστη τῶν ἱεραρχικῶν τελετῶν ἀτελὴς μὲν οὖσα τὴν πρὸς τὸ ἓν ἡμῶν κοινωνίαν καὶ σύναξιν οὐ τελεσιουργήσει καὶ τὸ εἶναι τελετὴ διὰ τὸ ἀτέλεστον ἀφῃρημένη, τὸ δὲ τέλος ἁπάσῃ καὶ τὸ κεφάλαιον ἡ τῶν θεαρχικῶν μυστηρίων τῷ τελουμένῳ μετάδοσις, εἰκότως ἡ ἱεραρχικὴ σύνεσις ἐπωνυμίαν αὐτῇ κυρίαν ἐκ τῆς τῶν πραγμάτων ἀληθείας ἐφεῦρεν. Oὕτω δὴ καὶ τὴν ἱερὰν τῆς θεογενεσίας τελετήν, ἐπειδὴ πρώτου φωτὸς μεταδίδωσι καὶ πασῶν ἐστιν ἀρχὴ τῶν θείων φωταγωγιῶν, ἐκ τοῦ τελουμένου τὴν ἀληθῆ τοῦ φωτίσματος ἐπωνυμίαν ὑμνοῦμεν. Eἰ γὰρ καὶ πᾶσι κοινὸν τοῖς ἱεραρχικοῖς τὸ φωτὸς ἱεροῦ μεταδιδόναι τοῖς τελουμένοις, ἀλλ' αὕτη τὸ πρώτως ἰδεῖν ἐδωρήσατό μοι καὶ διὰ τοῦ ταύτης ἀρχικωτάτου φωτὸς πρὸς τὴν τῶν ἄλλων ἱερῶν ἐποψίαν φωταγωγοῦμαι. Ταῦτα δὲ εἰπόντες ἀνασκεψώμεθα καὶ κατίδωμεν ἱεραρχικῶς τὴν καθ' ἕκαστον ἀκριβῆ τῆς ἁγιωτάτης τελετῆς ἱερουργίαν καὶ θεωρίαν. Μυστήριον συνάξεως εἴτ' οὖν κοινωνίας. Ὁ μὲν ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τοῦ θείου θυσιαστηρίου τελέσας, ἐξ αὐτοῦ τοῦ θυμιᾶν ἀρξάμενος ἐπὶ πᾶσαν ἔρχεται τὴν τοῦ ἱεροῦ χώρου περιοχήν· ἀναλύσας δὲ πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον ἀπάρχεται τῆς ἱερᾶς τῶν ψαλμῶν μελῳδίας συνᾳδούσης αὐτῷ τὴν ψαλμικὴν ἱερολογίαν ἁπάσης τῆς ἐκκλησιαστικῆς διακοσμήσεως. Ἑξῆς δὲ διὰ τῶν λειτουργῶν ἡ τῶν ἁγιογράφων δέλτων ἀνάγνωσις ἀκολούθως γίνεται, καὶ μετὰ ταύτας ἔξω γίνονται τῆς ἱερᾶς περιοχῆς οἱ κατηχούμενοι καὶ πρὸς αὐτοῖς οἱ ἐνεργούμενοι καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἱ τῆς τῶν θείων ἐποψίας καὶ κοινωνίας ἄξιοι. Τῶν λειτουργῶν δὲ οἱ μὲν ἑστᾶσι παρὰ τὰς τοῦ ἱεροῦ πύλας συγκεκλεισμένας, οἱ δὲ ἄλλο τι τῶν τῆς οἰκείας τάξεως ἐνεργοῦσιν, οἱ δὲ τῆς λειτουργικῆς διακοσμήσεως ἔκκριτοι σὺν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ θείου θυσιαστηρίου προτιθέασι τὸν ἱερὸν ἄρτον καὶ «Τὸ τῆς εὐλογίας ποτήριον» προομολογηθείσης ὑπὸ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος τῆς καθολικῆς ὑμνολογίας. Πρὸς οἷς ὁ θεῖος ἱεράρχης εὐχὴν ἱερὰν τελεῖ καὶ τὴν ἁγίαν εἰρήνην ἅπασι διαγγέλλει, καὶ ἀσπασαμένων ἀλλήλους ἁπάντων ἡ μυστικὴ τῶν ἱερῶν πτυχῶν ἀνάρρησις ἐπιτελεῖται· καὶ νιψαμένων τὰς χεῖρας ὕδατι τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ὁ μὲν ἱεράρχης ἐν μέσῳ τοῦ θείου θυσιαστηρίου καθίσταται, περιεστᾶσι δὲ μόνοι μετὰ τῶν ἱερέων οἱ τῶν λειτουργῶν ἔκκριτοι. Καὶ τὰς ἱερὰς θεουργίας ὁ ἱεράρχης ὑμνήσας ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ' ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων, καὶ τὰς δωρεὰς τῶν θεουργιῶν ὑποδείξας εἰς κοινωνίαν αὐτῶν ἱερὰν αὐτός τε ἔρχεται καὶ τοὺς ἄλλους προτρέπεται. Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας εἰς εὐχαριστίαν ἱερὰν καταλήγει τῶν πολλῶν μὲν εἰς μόνα τὰ θεῖα σύμβολα παρακυψάντων, αὐτοῦ δὲ ἀεὶ τῷ θεαρχικῷ πνεύματι πρὸς τὰς ἁγίας τῶν τελουμένων ἀρχὰς ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἱεραρχικῶς ἐν καθαρότητι τῆς θεοειδοῦς ἕξεως ἀναγομένου. Θεωρία.
III.1.2
Δεῦρο δὴ οὖν, ὦ παῖ καλέ, μετὰ τὰς εἰκόνας ἐν τάξει καὶ ἱερῶς ἐπὶ τὴν θεοειδῆ τῶν ἀρχετύπων ἀλήθειαν ἐκεῖνο τοῖς ἔτι τελειουμένοις εἰς ἐναρμόνιον αὐτῶν ψυχαγωγίαν εἰπών, ὡς οὐδὲ τῶν συμβόλων ἡ ποικίλη καὶ ἱερὰ σύνθεσις ἀνόνητος αὐτοῖς ὑπάρχει καὶ μέχρι τῶν ἐκτὸς φαινομένη μόνον. Aἱ μὲν γὰρ ἱερώταται τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις διδασκαλίαν αὐτοῖς ἐναρέτου ζωῆς ὑφηγοῦνται καὶ πρό γε τούτου τὴν παντελῆ τῆς φθοροποιοῦ κακίας ἀποκάθαρσιν, ἡ δὲ θειοτάτη τοῦ ἑνὸς καὶ ταὐτοῦ καὶ ἄρτου καὶ ποτηρίου κοινὴ καὶ εἰρηναία μετάδοσις ὁμοτροπίαν αὐτοῖς ἔνθεον ὡς ὁμοτρόφοις νομοθετεῖ καὶ τοῦ θειοτάτου δείπνου καὶ ἀρχισυμβόλου τῶν τελουμένων εἰς μνήμην ἱερὰν ἄγει, καθ' ὃ καὶ αὐτὸς ὁ τῶν συμβόλων δημιουργὸς ἀποκληροῖ δικαιότατα τὸν οὐχ ὁσίως αὐτῷ καὶ ὁμοτρόπως τὰ ἱερὰ συνδειπνήσαντα διδάσκων εὐαγῶς τε ἅμα καὶ θεοπρεπῶς, ὡς ἡ καθ' ἕξιν ἀληθὴς ἐπὶ τὰ θεῖα προσέλευσις τὴν πρὸς τὸ ὅμοιον αὐτῶν κοινωνίαν τοῖς προσιοῦσι χαρίζεται.
III.2.1
Ταῦτα μὲν οὖν ὡς ἔφην ἐπὶ τὰ τῶν ἀδύτων προπύλαια καλῶς διαγεγραμμένα τοῖς ἀτελέσιν ἔτι πρὸς θεωρίαν αὐτάρκη καταλιπόντες εἰσέλθωμεν ἀπὸ τῶν αἰτιατῶν εἰς τὰ αἴτια κατὰ τὴν ἱερὰν ἡμῶν σύναξιν, καὶ τὴν εὐπρεπῆ τῶν νοητῶν Ἰησοῦ φωταγωγοῦντος ὀψόμεθα θεωρίαν τὸ μακάριον ἀποστίλβουσαν ἐμφανῶς τῶν ἀρχετύπων κάλλος. Ἀλλ' ὦ θειοτάτη καὶ ἱερὰ τελετή, τὰ περικείμενά σοι συμβολικῶς ἀμφιέσματα τῶν αἰνιγμάτων ἀποκαλυψαμένη τηλαυγῶς ἡμῖν ἀναδείχθητι καὶ τὰς νοερὰς ἡμῶν ὄψεις ἑνιαίου καὶ ἀπερικαλύπτου φωτὸς ἀποπλήρωσον.
III.3.1
Δεῖ δὴ οὖν ἡμᾶς (ἐντὸς γὰρ εἶναι τῶν πανιέρων οἴομαι) τὸ νοητὸν τοῦ πρώτου τῶν ἀγαλμάτων ἀπογυμνώσαντας εἰς τὸ θεοειδὲς αὐτοῦ κάλλος ἐνατενίσαι καὶ τὸν ἱεράρχην ἐνθέως ἰδεῖν ἀπὸ τοῦ θείου θυσιαστηρίου μέχρι τῶν ἐσχάτων τοῦ ἱεροῦ μετ' εὐοσμίας ἰόντα καὶ πάλιν ἐπ' αὐτῷ τελειωτικῶς ἀποκαθιστάμενον. Ἥ τε γὰρ ὑπὲρ πάντα θεαρχικὴ μακαριότης, εἰ καὶ ἀγαθότητι θείᾳ πρόεισιν εἰς τὴν τῶν μετεχόντων αὐτῆς ἱερῶν κοινωνίαν, ἀλλ' οὐκ ἔξω τῆς κατ' οὐσίαν ἀκινήτου στάσεως καὶ ἱδρύσεως γίνεται, πᾶσι δὲ τοῖς θεοειδέσιν ἀναλόγως ἐλλάμπει περὶ ἑαυτὴν ὄντως οὖσα καὶ τῆς οἰκείας ὅλως οὐ παρακινουμένη ταὐτότητος. Ὡσαύτως ἡ θεία τῆς συνάξεως τελετή, κἂν ἑνιαίαν καὶ ἁπλῆν ἔχουσα καὶ συνεπτυγμένην ἀρχὴν εἰς τὴν ἱερὰν ποικιλίαν τῶν συμβόλων φιλανθρώπως πληθύνηται καὶ μέχρι πάσης χωρῇ τῆς ἱεραρχικῆς εἰκονογραφίας, ἀλλ' ἑνοειδῶς ἐκ τούτων αὖθις εἰς τὴν οἰκείαν μονάδα συνάγεται καὶ ἑνοποιεῖ τοὺς ἐπ' αὐτὴν ἱερῶς ἀναγομένους. Κατὰ τὸν αὐτὸν δὴ θεοειδῆ τρόπον ὁ θεῖος ἱεράρχης, εἰ καὶ τὴν ἑνιαίαν αὐτοῦ τῆς ἱεραρχίας ἐπιστήμην ἀγαθοειδῶς εἰς τοὺς ὑποβεβηκότας κατάγει τοῖς τῶν ἱερῶν αἰνιγμάτων πλήθεσι χρώμενος, ἀλλ' αὖθις ὡς ἀπόλυτος καὶ τοῖς ἥττοσιν ἀκατάσχετος εἰς τὴν οἰκείαν ἀρχὴν ἀμειώτως ἀποκαθίσταται καὶ τὴν εἰς τὸ ἓν ἑαυτοῦ νοερὰν ποιησάμενος εἴσοδον ὁρᾷ καθαρῶς τοὺς τῶν τελουμένων ἑνοειδεῖς λόγους τῆς ἐπὶ τὰ δεύτερα φιλανθρώπου προόδου τὸ πέρας τὴν εἰς τὰ πρῶτα θειοτέραν ἐπιστροφὴν ποιούμενος.
III.4.1
Ἡ δὲ τῶν ψαλμῶν ἱερολογία συνουσιωμένη πᾶσι σχεδὸν τοῖς ἱεραρχικοῖς μυστηρίοις οὐκ ἤμελλεν ἀπηρτῆσθαι τοῦ πάντων ἱεραρχικωτάτου. Πᾶσα μὲν γὰρ ἱερὰ καὶ ἁγιόγραφος δέλτος ἢ τὴν ἐκ θεοῦ τῶν ὄντων γενητὴν ὕπαρξίν τε καὶ διακόσμησιν ἢ τὴν νομικὴν ἱεραρχίαν καὶ πολιτείαν ἢ τῶν τοῦ θείου λαοῦ κληροδοσιῶν διανεμήσεις καὶ κατασχέσεις ἢ κριτῶν ἱερῶν ἢ βασιλέων σοφῶν ἢ ἱερέων ἐνθέων σύνεσιν ἢ παλαιῶν ἀνδρῶν ἐν ποικιλίᾳ καὶ πλήθει τῶν ἀνιώντων ἀκατάσειστον ἐν καρτερίᾳ φιλοσοφίαν ἢ τῶν πρακτέων σοφὰς ὑποθήκας ἢ θείων ἐρώτων° σματα καὶ ἐνθέους εἰκόνας ἢ τῶν ἐσομένων τὰς ὑποφητικὰς προαναρρή σεις ἢ τὰς ἀνδρικὰς Ἰησοῦ θεουργίας ἢ τὰς τῶν αὐτοῦ μαθητῶν θεοπαραδότους καὶ θεομιμήτους πολιτείας καὶ ἱερὰς διδασκαλίας ἢ τὴν κρυφίαν καὶ μυστικὴν ἐποψίαν τοῦ τῶν μαθητῶν ἀγαπητοῦ καὶ θεσπεσίου ἢ τὴν ὑπερκόσμιον Ἰησοῦ θεολογίαν τοῖς πρὸς θέωσιν ἐπιτηδείοις ὑφηγήσατο καὶ ταῖς ἱεραῖς τῶν τελετῶν καὶ θεοειδέσιν ἀναγωγαῖς συνερρίζωσεν, ἡ δὲ τῶν θείων ᾠδῶν ἱερογραφία σκοπὸν ἔχουσα τὰς θεολογίας τε καὶ θεουργίας ἁπάσας ὑμνῆσαι καὶ τὰς τῶν θείων ἀνδρῶν ἱερολογίας τε καὶ ἱερουργίας αἰνέσαι καθολικὴν ποιεῖται τῶν θείων ᾠδὴν καὶ ἀφήγησιν πρὸς πάσης ἱεραρχικῆς τελετῆς ὑποδοχὴν καὶ μετάδοσιν ἕξιν οἰκείαν ἐμποιοῦσα τοῖς ἐνθέως αὐτὴν ἱερολογοῦσιν.
III.5.1
Ὅταν οὖν ἡ περιεκτικὴ τῶν πανιέρων ὑμνολογία τὰς ψυχικὰς ἡμῶν ἕξεις ἐναρμονίως διαθῇ πρὸς τὰ μικρὸν ὕστερον ἱερουργηθησόμενα καὶ τῇ τῶν θείων ᾠδῶν ὁμοφωνίᾳ τὴν πρὸς τὰ θεῖα καὶ ἑαυτοὺς καὶ ἀλλήλους ὁμοφροσύνην ὡς μιᾷ καὶ ὁμολόγῳ τῶν ἱερῶν χορείᾳ νομοθετήσῃ, τὰ συντετμημένα καὶ συνεσκιασμένα μᾶλλον ἐν τῇ νοερᾷ τῶν ψαλμῶν ἱερολογίᾳ διὰ πλειόνων καὶ σαφεστέρων εἰκόνων καὶ ἀναρρήσεων εὐρύνεται ταῖς ἱερωτάταις τῶν ἁγιογράφων συντάξεων ἀναγνώσεσιν. Ἐν ταύταις ὁ βλέπων ἱερῶς ὄψεται τὴν ἑνοειδῆ καὶ μίαν ἔμπνευσιν ὡς ὑφ' ἑνὸς τοῦ θεαρχικοῦ πνεύματος κεκινημένην. Ὅθεν εἰ κότως ἐν κόσμῳ μετὰ τὴν ἀρχαιοτέραν παράδοσιν ἡ καινὴ διαθήκη κηρύσσεται τῆς ἐνθέου καὶ ἱεραρχικῆς τάξεως ἐκεῖνο οἶμαι δηλούσης, ὡς ἡ μὲν ἔφη τὰς ἐσομένας Ἰησοῦ θεουργίας ἡ δὲ ἐτέλεσε, καὶ ὡς ἐκείνη μὲν ἐν εἰκόσι τὴν ἀλήθειαν ἔγραψεν, αὕτη δὲ παροῦσαν ὑπέδειξεν. Τῶν γὰρ ἐκείνης προαναρρήσεων ἡ κατὰ ταύτην τελεσιουργία τὴν ἀλήθειαν ἐπιστώσατο, καὶ ἔστι τῆς θεολογίας ἡ θεουργία συγκεφαλαίωσις.
III.6.1
Τούτων οἱ μὲν ἀπερισάλπιγκτοι καθόλου τῶν ἱερῶν τελετῶν οὐδὲ τὰς εἰκόνας ὁρῶσιν ἀναιδῶς ἀπειπάμενοι τὴν σωτηριώδη τῆς θεογενεσίας μύησιν καὶ τοῖς λογίοις ὀλεθρίως ἀντιφθεγξάμενοι τὸ «Ὁδούς σου εἰδέναι οὐ βούλομαι»· τοὺς δὲ κατηχουμένους ἐνεργουμένους τε καὶ τοὺς ἐν μετανοίᾳ ὄντας ὁ τῆς ἁγίας ἱεραρχίας θεσμὸς ἐφίησι μὲν ἐπακοῦσαι τῆς ψαλμικῆς ἱερολογίας καὶ τῆς ἐνθέου τῶν πανιέρων γραφῶν ἀναγνώσεως, εἰς δὲ τὰς ἑξῆς ἱερουργίας καὶ θεωρίας οὐ συγκαλεῖται τούτους, ἀλλὰ τοὺς τελείους τῶν τελεσιουργῶν ὀφθαλμούς. Ἔστι γὰρ ἡ θεοειδὴς ἱεραρχία δικαιοσύνης ἱερᾶς ἀνάπλεως καὶ τὸ κατ' ἀξίαν ἑκάστῳ σωτηρίως ἀπονέμει, τὴν ἐναρμόνιον ἑκάστου τῶν θείων μέθεξιν ἐν συμμετρίᾳ καὶ ἀναλογίᾳ κατὰ καιρὸν ἱερῶς δωρουμένη. Ἡ μὲν οὖν ἐσχάτη τοῖς κατηχουμένοις ἀπονενέμηται τάξις. Eἰσὶ γὰρ ἀμέθεκτοι καὶ ἀμύητοι παντὸς ἱεραρχικοῦ τελεστηρίου μηδὲ τὴν κατὰ θείαν ἀπότεξιν ἔνθεον ἐσχηκότες ὕπαρξιν, ἀλλ' ἔτι πρὸς τῶν πατρικῶν λογίων μαιευόμενοι καὶ ζωοποιοῖς μορφώμασι διαπλαττόμενοι πρὸς τὴν ἐκ θεογενεσίας ἀρχίζωον καὶ ἀρχίφωτον καὶ μακαρίαν προαγωγήν. Ὥσπερ οὖν εἰ ἀτέλεστα καὶ ἀμόρφωτα προεκπέσοι τὰ κατὰ σάρκα βρέφη τῆς οἰκείας μαιεύσεως, ὡς ἀμβλωθρίδια καὶ ἐκτρώματα τὴν ἀγέννητον καὶ ἄζωον καὶ ἀφώτιστον ἐπὶ γῆς ἀπόπτωσιν ἕξει καὶ οὐκ ἄν τις εὐφρονῶν εἴποι πρὸς τὸ φαινόμενον ἀποσκοπῶν ἐπὶ τὸ φῶς αὐτὰ προαχθῆναι τοῦ κατὰ γαστέρα σκότους ἀπαλλαγέντα (φαίη γὰρ ἂν ἡ τῶν σωμάτων ἐπιστημονικὴ πρόστασις ἰατρικὴ τὸ φῶς ἐνεργεῖν εἰς τὰ δεκτικὰ τοῦ φωτός), οὕτω καὶ τῶν ἱερῶν ἡ πάνσοφος ἐπιστήμη πρῶτα μὲν αὐτοὺς τῇ τῶν μορφωτικῶν καὶ ζωοποιῶν λογίων εἰσαγωγικῇ τροφῇ μαιεύεται, τελεσφορήσασα δὲ τὴν πρὸς θεογενεσίαν αὐτῶν ὑπόστασιν ἐνδίδωσι σωτηρίως αὐτοῖς ἐν τάξει τὴν πρὸς τὰ φωτοειδῆ καὶ τελεσιουργὰ κοινωνίαν. Νῦν δὲ ὡς ἀτελέστων ἀποδιαστέλλει τὰ τέλεια τῆς τε εὐκοσμίας τῶν ἱερῶν προμηθουμένη καὶ τῆς τῶν κατηχουμένων ἐν θεοειδεῖ τῶν ἱεραρχικῶν τάξει μαιεύσεως καὶ ζωῆς.
III.7.1
Ἡ δὲ τῶν ἐνεργουμένων πληθὺς ἀνίερος μὲν καὶ αὐτή, δευτέρα δὲ πρὸς τὸ ἄνω τῆς τῶν κατηχουμένων ἐστὶν ἐσχατιᾶς. Oὐδὲ γὰρ ἴσον ὡς οἶμαι τοῦ παντελῶς ἀμυήτου καὶ τῶν θείων τελετῶν ἄκρως ἀκοινωνήτου τὸ μετουσίαν τινὰ τῶν ἱερωτάτων ἐσχηκὸς τελεστηρίων, ἔτι δὲ ταῖς ἐναντίαις ἢ θέλξεσιν ἢ ταραχαῖς ἐνησχημένον. Ἀλλὰ καὶ πρὸς αὐτοὺς ἡ τῶν πανιέρων θέα καὶ κοινωνία συστέλλεται, καὶ μάλα γε εἰκότως. Eἰ γάρ ἐστιν ἀληθές, ὡς ὁ καθόλου θεῖος ἀνὴρ ὁ τῶν θείων ἄξιος κοινωνὸς ὁ πρὸς τὸ τοῦ κατ' αὐτὸν θεοειδοῦς ἄκρον ἐν παντελέσι καὶ τελειωτικαῖς θεώσεσιν ἀνηγμένος οὐδὲ τὰ σαρκὸς ἐνεργήσει παρὰ τὰ κατὰ φύσιν ἀναγκαιότατα καὶ τοῦτο εἰ τύχοι παρέργως, ναὸς δὲ ἅμα καὶ ὀπαδὸς ἐν τῇ κατ' αὐτὸν ἀκροτάτῃ θεώσει τοῦ θεαρχικοῦ πνεύματος ἔσται τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύων, οὐκ ἂν ὁ τοιοῦτός ποτε πρὸς τῶν ἐναντίων ἐνεργηθείη φαντασιῶν ἢ δειμάτων, γελάσεται δὲ αὐτὰ καὶ προσιόντα καταπαλαίσει καὶ ἐκδιώξεται καὶ δράσει μᾶλλον ἢ πείσεται καὶ πρὸς τῷ τῆς οἰκείας ἕξεως ἀπαθεῖ καὶ ἀνενδότῳ καὶ ἑτέροις ἰατρὸς ὀφθήσεται τῶν τοιούτων ἐνεργημάτων. Oἶμαι δὲ ἐγὼ πρὸς τούτῳ, μᾶλλον δὲ οἶδα σαφῶς, ὡς ἡ τῶν ἱεραρχικῶν ἀμιγεστάτη διάκρισις πρὸ τούτων οἶδεν ἐνεργουμένους ἐναγεστάτην ἐνέργειαν, ὅσοι τῆς θεοειδοῦς ἀποστάντες ζωῆς ὁμόφρονές τε καὶ ὁμότροποι τοῖς ὀλεθρίοις γίνονται δαίμοσι τὰ μὲν ὄντως ὄντα καὶ ἀθανάτως κτητὰ καὶ αἰωνίως ἡδέα δι' ἐσχάτην καὶ ἑαυτοῖς ὀλέθριον ἀνοησίαν ἀποστρεφόμενοι, τὴν πρόσυλον δὲ καὶ πολυπαθεστάτην ἀλλοίωσιν καὶ τὰς ὀλλυμένας καὶ φθοροποιοὺς ἡδονὰς καὶ τὴν ἀβέβαιον ἐν τοῖς ἀλλοτρίοις οὐκ οὖσαν ἀλλὰ δοκοῦσαν εὐπάθειαν ἐπιθυμοῦντες καὶ ἐνεργοῦντες. Πρῶτοι δ' οὖν οὗτοι καὶ κυριώτερον ἐκείνων ὑπὸ τῆς τοῦ λειτουργοῦ διακριτικῆς φωνῆς ἀφοριζέσθωσαν. Oὐ γὰρ θεμιτὸν αὐτοῖς ἑτέρου τινὸς ἱεροῦ μετασχεῖν ἢ τῆς τῶν λογίων ἐπιστρεπτικῆς ἐπὶ τὰ κρείττω διδασκαλίας. Eἰ γὰρ ἡ τῶν θείων ὑπερκόσμιος ἱερουργία καὶ τοὺς ἐν μετανοίᾳ καίτοι πρὸς αὐτὴν ἤδη γεγονότας ἀποκρύπτεται τὸ μὴ παντελῶς ἱερώτατον οὐ προσιεμένη, προσφωνεῖ δὲ καὶ τοῦτο πανάγνως ὅτι «Καὶ τοῖς κατά τι πρὸς τὸ τοῦ θεοειδοῦς ἄκρον ἀτελῶς ἐξασθενοῦσιν ἀθέατός εἰμι καὶ ἀκοινώνητος» (ἀποσοβεῖ γὰρ ἡ κατὰ πᾶν ἀμιγεστάτη φωνὴ καὶ τοὺς μὴ δυναμένους συνδεθῆναι τοῖς τῶν θειοτάτων ἀξίως κοινωνοῖς), πολλῷ γε μᾶλλον ἡ τῶν ἐμπαθῶς ἐνεργουμένων πληθὺς ἀνίερος ἔσται καὶ πάσης ἀλλοτρία τῆς τῶν ἱερῶν ἐποψίας καὶ κοινωνίας. Ἐπεὶ δὲ τοῦ θείου γεγόνασιν ἔξω ναοῦ καὶ τῆς ὑπερκειμένης αὐτοὺς ἱερουργίας οἱ τῶν τελετῶν ἀμύητοι καὶ ἀτέλεστοι καὶ πρὸς αὐτοῖς οἱ τῆς ἱερᾶς ἀποστάται ζωῆς ἑπομένως τε τούτοις οἱ πρὸς τὰ τῶν ἐναντίων δείματά τε καὶ φάσματα δι' ἀνανδρίαν εὐπαθεῖς ὡς οὐκ ἀφικόμενοι διὰ τῆς πρὸς τὰ θεῖα συντόνου καὶ ἀνενδότου συννεύσεως ἐπὶ τὸ τῆς θεοειδοῦς ἕξεως ἀκίνητον καὶ δραστήριον, εἶτα πρὸς αὐτοῖς οἱ τῆς ἐναντίας μὲν ἀποστάντες ζωῆς, οὔπω δὲ καὶ τῶν φαντασιῶν αὐτῆς ἕξει καὶ ἔρωτι θείῳ καὶ ἀμιγεῖ καθαρθέντες καὶ μετ' αὐτοὺς οἱ μὴ καθάπαξ ἑνοειδεῖς καὶ νομικῶς εἰπεῖν ἄμωμοι καὶ ἀλώβητοι παντελῶς, τότε οἱ πανίεροι τῶν πανιέρων ἱερουργοὶ καὶ φιλοθεάμονες τὴν ἁγιωτάτην τελετὴν ἁγιοπρεπῶς ἐπο πτεύοντες ὑμνοῦσιν ὑμνολογίᾳ καθολικῇ τὴν ἀγαθουργὸν καὶ ἀγαθοδότιν ἀρχήν, ὑφ' ἧς αἱ σωτηριώδεις ἡμῖν ἀνεδείχθησαν τελεταὶ τὴν ἱερὰν τῶν τελουμένων θέωσιν ἱερουργοῦσαι. Τὸν ὕμνον δὲ τοῦτον οἱ μὲν ὁμολογίαν καλοῦσιν, οἱ δὲ τῆς θρησκείας τὸ σύμβολον, ἄλλοι δὲ ὡς οἶμαι θειότερον ἱεραρχικὴν εὐχαριστίαν ὡς περιεκτικὴν τῶν εἰς ἡμᾶς θεόθεν ἀφικομένων ἱερῶν δώρων. Δοκεῖ γάρ μοι τῶν ὑμνουμένων ἁπασῶν θεουργιῶν ἡ πραγματεία περὶ ἡμᾶς γεγονέναι τὴν μὲν οὐσίαν ἡμῶν καὶ ζωὴν ἀγαθοειδῶς ὑποστήσασα καὶ ἀρχετύποις κάλλεσι τὸ θεοειδὲς ἡμῶν μορφώσασα καὶ θειοτέρας ἕξεως καὶ ἀναγωγῆς ἐν μετουσίᾳ καταστήσασα, κατιδοῦσα δὲ τὴν ἐξ ἀπροσεξίας ἐγγενομένην ἡμῖν ἐρημίαν τῶν θείων δωρεῶν ἐπισκευαστοῖς ἡμᾶς ἀγαθοῖς εἰς τὸ ἀρχαῖον ἀνακαλέσασθαι καὶ τῇ παντελεῖ τῶν ἡμετέρων προσλήψει τὴν τελεωτάτην τῶν οἰκείων μετάδοσιν ἀγαθουργῆσαι καὶ ταύτῃ κοινωνίαν ἡμῖν θεοῦ καὶ τῶν θείων δωρήσασθαι.
III.8.1
Oὕτω δὲ τῆς θεαρχικῆς φιλανθρωπίας ἱερῶς ὑμνηθείσης ἐγκεκαλυμμένος μὲν ὁ θεῖος ἄρτος προτίθεται καὶ «τὸ τῆς εὐλογίας ποτήριον», ὁ δὲ θειότατος ἀσπασμὸς ἱερουργεῖται καὶ τῶν ἁγιογράφων πτυχῶν ἡ μυστικὴ καὶ ὑπερκόσμιος ἀνάρρησις. Oὐ γὰρ ἔνεστι πρὸς τὸ ἓν συνάγεσθαι καὶ τῆς τοῦ ἑνὸς μετέχειν εἰρηναίας ἑνώσεως τοὺς πρὸς ἑαυτοὺς διῃρημένους. Eἰ γὰρ ὑπὸ τῆς τοῦ ἑνὸς θεωρίας καὶ γνώσεως ἐλλαμπόμενοι πρὸς τὴν ἑνοειδῆ καὶ θείαν συναγωγὴν ἑνοποιηθῶμεν, οὐκ ἂν ἐπὶ τὰς μεριστὰς ἀνασχοίμεθα καταπίπτειν ἐπιθυμίας, ἐξ ὧν αἱ πρόσυλοι δημιουργοῦνται καὶ ἐμπαθεῖς πρὸς τὸ κατὰ φύσιν ὁμοειδὲς ἀπέχθειαι. Ταύτην οὖν ὡς οἶμαι τὴν ἑνοειδῆ καὶ ἀδιαίρετον ζωὴν ἡ τῆς εἰρήνης ἱερουργία νομοθετεῖ τῷ ὁμοίῳ τὸ ὅμοιον ἐνιδρύουσα καὶ τῶν μεριστῶν ἀποδιαστέλλουσα τὰ θεῖα καὶ ἑνιαῖα θεάματα.
III.9.1
Τῶν δὲ ἱερῶν πτυχῶν ἡ μετὰ τὴν εἰρήνην ἀνάρρησις ἀνακηρύττει τοὺς ὁσίως βεβιωκότας καὶ πρὸς ἐναρέτου ζωῆς τελείωσιν ἀμεταστάτως ἀφικομένους ἡμᾶς μὲν ἐπὶ τὴν δι' ὁμοιότητος αὐτῶν μακαριστήν ἕξιν καὶ θεοειδῆ λῆξιν προτρέπουσα καὶ χειραγωγοῦσα, τοὺς δὲ ὡς ζῶντας ἀνακηρύττουσα καὶ ὡς ἡ θεολογία φησὶν οὐ νεκρωθέντας, ἀλλ' εἰς θειοτάτην ζωὴν ἐκ θανάτου μεταφοιτήσαντας. Σκόπει δέ, ὅτι καὶ μνημοσύνοις ἱεροῖς ἀνατέθεινται τῆς θείας μνήμης οὐκ ἀνθρωπικῶς ἐν τῇ τοῦ μνημονικοῦ φαντασίᾳ δηλουμένης, ἀλλ' ὡς ἄν τις φαίη θεοπρεπῶς κατὰ τὴν ἐν θεῷ τῶν τετελεσμένων θεοειδῶν τιμίαν καὶ ἀμετάστατον γνῶσιν. «Ἔγνω» γὰρ ἔφη τὰ λόγια «τοὺς ὄντας αὐτοῦ» καὶ «Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ» (τοῦ θανάτου τῶν ὁσίων ἀντὶ τῆς ἐν ὁσιότητι τελειώσεως εἰρημένου). Καὶ τοῦτο δὲ ἱερῶς ἐννόησον, ὡς ἐπιτεθέντων τῷ θείῳ θυσιαστηρίῳ τῶν σεβασμίων συμβόλων, δι' ὧν ὁ Χριστὸς σημαίνεται καὶ μετέχεται, πάρεστιν ἀδιαστάτως ἡ τῶν ἁγίων ἀπογραφὴ τὸ συνεζευγμένον αὐτῶν ἀδιαιρέτως ἐμφαίνουσα τῆς πρὸς αὐτὸν ὑπερκοσμίου καὶ ἱερᾶς ἑνώσεως.
III.10.1
Τούτων δέ, καθ' ὃν εἴρηται θεσμόν, ἱερουργηθέντων ἑστὼς ἐπίπροσθεν τῶν ἁγιωτάτων συμβόλων ὕδατι τὰς χεῖρας ὁ ἱεράρχης νίπτεται μετὰ τοῦ σεμνοῦ τῶν ἱερέων τάγματος. Ὅτι μὲν οὖν, ὡς τὰ λόγιά φησιν, ὁ λελουμένος οὐ δεῖταί τινος ἑτέρας εἰ μὴ τῆς τῶν ἄκρων εἴτ' οὖν ἐσχάτων ἑαυτοῦ νίψεως δι' ἧς ἀκροτάτης καθάρσεως ἐν πανάγνῳ τοῦ θεοειδοῦς ἕξει καὶ πρὸς τὰ δεύτερα προϊὼν ἀγαθοειδῶς ἄσχετος ἔσται καὶ ἀπόλυτος ὡς καθάπαξ ἑνοειδής, καὶ πρὸς τὸ ἓν αὖθις ἑνιαίως ἐπιστρεφόμενος ἄχραντον ποιήσεται καὶ ἀκηλίδωτον τὴν ἐπιστροφὴν ὡς τοῦ θεοειδοῦς ἀποσώζων τὸ πλῆρες καὶ ὁλόκληρον, ὁ μὲν ἱερὸς λουτήρ, ὡς εἰρήκαμεν, ἐν τῇ κατὰ νόμον ἦν ἱεραρχίᾳ, νῦν δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἡ τῶν χειρῶν ἀποκάθαρσις αὐτὸν ὑπαινίσσεται. Τοὺς γὰρ ἐπὶ τὴν παναγεστάτην ἰόντας ἱερουργίαν ἀποκεκαθάρθαι δεῖ καὶ τὰς ἐσχάτας τῆς ψυχῆς φαντασίας καὶ δι' ὁμοιότητος αὐτῇ κατὰ τὸ δυνατὸν προσιέναι. Φανοτέρας γὰρ οὕτω τὰς θεοφανείας περιαυγασθήσονται τῶν ὑπερκοσμίων μαρμαρυγῶν εἰς τὴν τῶν ὁμοειδῶν ἐσόπτρων ἀγλαΐαν ὁλικώτερον καὶ διαυγέστερον ἐφιέντων διϊέναι τὴν οἰκείαν αἴγλην. Ἡ δὲ τοῦ ἱεράρχου καὶ τῶν ἱερέων ἄχρι τῶν ἄκρων εἴτ' οὖν ἐσχάτων ἀπόνιψις ἐπίπροσθεν γίνεται τῶν ἁγιωτάτων συμβόλων ὡς ἐπὶ Χριστοῦ τοῦ πάσας ἐφορῶντος ἡμῶν τὰς κρυφιωτάτας ἐννοίας καὶ τῆς ἀκροτάτης καθάρσεως ἐν τοῖς αὐτοῦ πανεπισκόποις ἀκριβασμοῖς καὶ ταῖς δικαιοτάτοις καὶ ἀδεκάστοις κρίσεσιν ὁριζομένης. Oὕτω τοῖς θείοις ὁ ἱεράρχης ἑνοῦται καὶ τὰς ἱερὰς θεουργίας ὑμνήσας ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ' ὄψιν ἄγει τὰ ὑμνημένα.
III.11.1
Τίνας μὲν οὖν εἶναι τὰς εἰς ἡμᾶς θεουργίας φαμέν, ἑξῆς ἀφηγητέον ὅση δύναμις. Oὐ γὰρ ἁπάσας ὑμνεῖν ἱκανὸς ἐγὼ μήτι γε σαφῶς εἰδέναι καὶ ἑτέρους μυσταγωγεῖν. Ὅσα δὲ πρὸς τῶν ἐνθέων ἱεραρχῶν ἀκολούθως τοῖς λογίοις ὑμνεῖται καὶ ἱερουργεῖται, ταῦτα ὡς ἡμῖν ἐφικτὸν ἐροῦμεν τὴν ἱεραρχικὴν ἐπίπνοιαν ἀρωγὸν ἐπικαλεσάμενοι. Τὴν ἀνθρωπείαν φύσιν ἀρχῆθεν ἀπὸ τῶν θείων ἀγαθῶν ἀνοήτως ἐξολισθήσασαν ἡ πολυπαθεστάτη ζωὴ διαδέχεται καὶ τὸ τοῦ φθοροποιοῦ θανάτου πέρας. Ἀκολούθως γὰρ ἡ τῆς ὄντως ἀγαθότητος ὀλέθριος ἀποστασία καὶ τῆς ἱερᾶς ἐν παραδείσῳ θεσμοθεσίας ὑπερβασία τὸν ἐξοιστρήσαντα τοῦ ζωοποιοῦ ζυγοῦ ταῖς θελκτικαῖς τοῦ ἐναντίου καὶ δυσμενέσιν ἀπάταις, τοῖς ἐναντίοις τῶν θείων ἀγαθῶν, οἰκείαις· οπαῖς παραδέδωκεν. Ἔνθεν ἐλεεινῶς ἀντὶ μὲν αἰωνίου τὸ θνητὸν ἀντηλλάξατο, τὴν δὲ οἰκείαν ἀρχὴν ἐν φθαρτικαῖς ἐσχηκυῖα γενέσεσιν ἐπὶ τὸ τῆς ἀρχῆς κατάλληλον εἰκότως ἤγετο πέρας, ἀλλὰ καὶ τῆς θείας καὶ ἀναγωγοῦ ζωῆς ἐθελουσίως ἀποπεσοῦσα πρὸς τὴν ἐναντίαν ἐσχατιὰν ἠνέχθη, τὴν πολυπαθεστάτην ἀλλοίωσιν. Πλανωμένη δὲ καὶ τῆς εὐθείας ὁδοῦ τῆς ἐπὶ τὸν ὄντως ὄντα θεὸν ἐκτετραμμένη καὶ ταῖς ὀλεθρίαις καὶ κακεργέτισιν ὑποταττομένη πληθύσιν ἐλάνθανεν οὐ θεοὺς οὐδὲ φίλους ἀλλὰ δυσμενεῖς θεραπεύουσα. Τῶν δὲ ἀφειδῶς αὐτῇ κατὰ τὸ οἰκεῖον ἀνηλεὲς ἀποκεχρημένων εἰς ἀνυπαρξίας οἰκτρῶς ἐμπεπτώκει καὶ ἀπωλείας κίνδυνον. Ἡ δὲ τῆς θεαρχικῆς ἀγαθότητος ἀπειροτάτη φιλανθρωπία καὶ τὴν αὐτουργὸν ἡμῶν ἀγαθοπρεπῶς οὐκ ἀπηνήνατο πρόνοιαν, ἀλλ' ἐν ἀληθεῖ μεθέξει τῶν καθ' ἡμᾶς γενομένη πάντων ἀναμαρτήτως καὶ πρὸς τὸ ταπεινὸν ἡμῶν ἑνοποιηθεῖσα μετὰ τῆς τῶν οἰκείων ἀσυγχύτου καὶ ἀλωβήτου παντελῶς ἕξεως τὴν πρὸς αὐτὴν ἡμῖν κοινωνίαν ὡς ὁμογενέσι λοιπὸν ἐδωρήσατο καὶ τῶν οἰκείων ἀνέδειξε μετόχους καλῶν, τῆς μὲν ἀποστατικῆς πληθύος, ὡς ἡ κρυφία παράδοσις ἔχει, τὸ καθ' ἡμῶν καταλύσασα κράτος οὐ κατὰ δύναμιν ὡς ὑπερισχύουσα, κατὰ δὲ τὸ μυστικῶς ἡμῖν παραδοθὲν λόγιον ἐν κρίσει καὶ δικαιοσύνῃ, τὰ καθ' ἡμᾶς δὲ πρὸς τοὐναντίον ἅπαν ἀγαθουργῶς μετασκευάσασα· τὸ μὲν γὰρ κατὰ νοῦν ἡμῶν ἀλαμπὲς ἐνέπλησεν ὀλβίου καὶ θειοτάτου φωτὸς καὶ τοῖς θεοειδέσιν ἐκόσμησε τὸ ἀνείδεον κάλλεσι, τὸ δὲ τῆς ψυχῆς οἰκητήριον ἐν παντελεῖ σωτηρίᾳ τῆς ὅσον οὔπω καταπεσούσης ἡμῶν οὐσίας ἐναγεστάτων παθῶν καὶ φθοροποιῶν μολυσμῶν ἠλευθέρωσεν ἀναγωγὴν ἡμῖν ὑπερκόσμιον ὑποδείξασα καὶ πολιτείαν ἔνθεον ἐν ταῖς πρὸς αὐτὴν ἡμῶν ἱεραῖς κατὰ τὸ δυνατὸν ἀφομοιώσεσιν.
III.12.1
Τὸ θεομίμητον δὲ πῶς ἂν ἡμῖν ἑτέρως ἐγγένοιτο μὴ τῆς τῶν ἱερωτάτων θεουργιῶν μνήμης ἀνανεουμένης ἀεὶ ταῖς ἱεραρχικαῖς ἱερολογίαις τε καὶ ἱερουργίαις; Τοῦτο ποιοῦμεν ὡς τὰ λόγιά φησιν εἰς τὴν αὐτῆς ἀνάμνησιν. Ἔνθεν ὁ θεῖος ἱεράρχης ἐπὶ τοῦ θείου θυσιαστηρίου καταστὰς ὑμνεῖ τὰς εἰρημένας ἱερὰς θεουργίας Ἰησοῦ τῆς θειοτάτης ἡμῶν προνοίας, ἃς ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν εὐδοκίᾳ τοῦ παναγεστάτου πατρὸς ἐν πνεύματι ἁγίῳ κατὰ τὸ λόγιον ἐτελείωσεν. Ὑμνήσας δὲ καὶ τὴν σεβασμίαν αὐτῶν καὶ νοητὴν θεωρίαν ἐν νοεροῖς ὀφθαλμοῖς ἐποπτεύσας ἐπὶ τὴν συμβολικὴν αὐτῶν ἱερουργίαν ἔρχεται καὶ τοῦτο θεοπαραδότως· ὅθεν εὐλαβῶς τε ἅμα καὶ ἱεραρχικῶς μετὰ τοὺς ἱεροὺς τῶν θεουργιῶν ὕμνους ὑπὲρ τῆς ὑπὲρ αὐτὸν ἱερουργίας ἀπολογεῖται πρότερον ἱερῶς πρὸς αὐτὸν ἀναβοῶν· Σὺ εἶπας «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν». Eἶτα τῆς θεομιμήτου ταύτης ἱερουργίας ἄξιος αἰτήσας γενέσθαι καὶ τῇ πρὸς αὐτὸν Χριστὸν ἀφομοιώσει τὰ θεῖα τελέσαι καὶ διαδοῦναι πανάγνως καὶ τοὺς τῶν ἱερῶν μεθέξοντας ἱεροπρεπῶς μετα σχεῖν ἱερουργεῖ τὰ θειότατα καὶ ὑπ' ὄψιν ἄγει τὰ ὑμνημένα διὰ τῶν ἱερῶς προκειμένων συμβόλων. Τὸν γὰρ ἐγκεκαλυμμένον καὶ ἀδιαίρετον ἄρτον ἀνακαλύψας καὶ εἰς πολλὰ διελὼν καὶ τὸ ἑνιαῖον τοῦ ποτηρίου πᾶσι καταμερίσας συμβολικῶς τὴν ἑνότητα πληθύνει καὶ διανέμει παναγεστάτην ἐν τούτοις ἱερουργίαν τελῶν. Τὸ γὰρ ἓν καὶ ἁπλοῦν καὶ κρύφιον Ἰησοῦ τοῦ θεαρχικωτάτου λόγου τῇ καθ' ἡμᾶς ἐνανθρωπήσει πρὸς τὸ σύνθετόν τε καὶ ὁρατὸν ἀναλλοιώτως ἀγαθότητι καὶ φιλανθρωπίᾳ προελήλυθε καὶ τὴν πρὸς αὐτὸν ἡμῶν ἑνοποιὸν κοινωνίαν ἀγαθουργῶς διεπραγματεύσατο τὰ καθ' ἡμᾶς ταπεινὰ τοῖς θειοτάτοις αὐτοῦ κατ' ἄκρον ἑνώσας, εἴπερ καὶ ἡμεῖς ὡς μέλη σώματι συναρμολογηθῶμεν αὐτῷ κατὰ τὸ ταὐτὸν τῆς ἀλωβήτου καὶ θείας ζωῆς καὶ μὴ τοῖς φθοροποιοῖς πάθεσι κατανεκρωθέντες ἀνάρμοστοι καὶ ἀκόλλητοι καὶ ἀσύζωοι γενώ μεθα πρὸς τὰ θεῖα μέλη καὶ ὑγιέστατα. Χρὴ γὰρ ἡμᾶς, εἰ τῆς πρὸς αὐτὸν ἐφιέμεθα κοινωνίας, εἰς τὴν θειοτάτην αὐτοῦ κατὰ σάρκα ζωὴν ἀποσκοπεῦσαι καὶ τῇ πρὸς αὐτὴν ἀφομοιώσει τῆς ἱερᾶς ἀναμαρτησίας εἰς τὴν θεοειδῆ καὶ ἀλώβητον ἕξιν ἀναδραμεῖν. Oὕτω γὰρ ἐναρμονίως ἡμῖν τὴν πρὸς τὸ ὅμοιον κοινωνίαν δωρήσεται.
III.13.1
Ταῦτα τοῖς ἱερῶς δρωμένοις ὁ ἱεράρχης ἐμφαίνει τὰ μὲν ἐγκεκαλυμμένα δῶρα πρὸς τὸ ἐμφανὲς ἄγων τὸ δὲ ἑνιαῖον αὐτῶν εἰς πολλὰ διαιρῶν καὶ τῇ τῶν διανεμομένων πρὸς τὰ ἐν οἷς γίνεται κατ' ἄκρον ἑνώσει κοινωνοὺς αὐτῶν ἀποτελῶν τοὺς μετέχοντας. Διαγράφει γὰρ ἐν τούτοις αἰσθητῶς ὑπ' ὄψιν ἄγων Ἰησοῦν τὸν Χριστὸν τὴν νοητὴν ἡμῶν ὡς ἐν εἰκόσι ζωὴν ἐκ τοῦ κατὰ τὸ θεῖον κρυφίου τῇ παντελεῖ καὶ ἀσυγχύτῳ καθ' ἡμᾶς ἐνανθρωπήσει φιλανθρώπως ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν ἑαυτοῦ καὶ τῶν οἰκείων ἀγαθῶν καλοῦντα τὸ ἀνθρώπειον φῦλον, εἴπερ ἑνωθῶμεν αὐτοῦ τῇ θειοτάτῃ ζωῇ τῇ πρὸς αὐτὴν ἡμῶν κατὰ δύναμιν ἀφομοιώσει καὶ ταύτῃ πρὸς ἀλήθειαν κοινωνοὶ θεοῦ καὶ τῶν θείων ἀποτελεσθησόμεθα.
III.14.1
Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας εἰς εὐχαριστίαν ἱερὰν καταλήγει μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας ἱεροῦ πληρώματος. Ἡ μετοχὴ γὰρ τῆς μεταδόσεως ἡγεῖται καὶ τῆς μυστικῆς διανεμήσεως ἡ τῶν μυστηρίων μετάληψις. Aὕτη γὰρ ἡ καθολικὴ τῶν θείων εὐκοσμία καὶ τάξις· πρῶτον ἐν μετουσίᾳ γενέσθαι καὶ ἀποπληρώσει τὸν ἱερὸν καθηγεμόνα τῶν δι' αὐτοῦ θεόθεν ἑτέροις δωρηθησομένων οὕτω τε καὶ ἄλλοις μεταδοῦναι. Διὸ καὶ ταῖς ἐνθέοις διδασκαλίαις οἱ τολμηρῶς ἀποκεχρημένοι πρὸ τῆς κατ' αὐτὰς πολιτείας καὶ ἕξεως ἀνίεροι καὶ ἔκφυλοι πάντῃ τῆς ἱερᾶς εἰσι θεσμοθεσίας. Ὡς γὰρ ἐπὶ τῶν ἡλιακῶν μαρμαρυγῶν αἱ λεπτότεραι καὶ διειδέστεραι τῶν οὐσιῶν πρῶται τῆς εἰσρεούσης αἴγλης ἀποπληρούμεναι τὸ κατὰ πᾶν ἑαυτῶν ὑπερχεόμενον φῶς εἰς τὰς μετ' αὐτὰς ἡλιοειδῶς ἐποχετεύουσιν, οὕτω καὶ θείου παντὸς οὐ τολμητέον ἑτέροις ἡγήσασθαι τὸν μὴ κατὰ πᾶσαν ἕξιν αὐτοῦ γεγονότα θεοειδέστατον καὶ πρὸς τῆς θείας ἐπιπνοίας καὶ κρίσεως ἁρμοστὴν ἀναδεδειγμένον.
III.15.1
Ἐν τούτοις ἡ πᾶσα τῶν ἱερῶν διακόσμησις ἱεραρχικῶς συναχθεῖσα καὶ τοῖς θειοτάτοις κοινωνήσασα μετ' εὐχαριστίας ἱερᾶς καταλήγει τὰς τῶν θεουργιῶν ἀναλόγως ἐπιγνοῦσα καὶ ὑμνήσασα χάριτας. Ὥστε οἱ τῶν θείων ἀμέτοχοι καὶ ἀγνῶτες οὐκ ἂν εἰς εὐχαριστίαν ἀφίκοιντο καίτοι κατ' οἰκείαν φύσιν ἀξίων οὐσῶν εὐχαριστεῖσθαι τῶν θειοτάτων δωρεῶν. Ἀλλ' ὅπερ ἔφην, οὐδὲ προσβλέψαι ποτὲ τοῖς θείοις δώροις ἐκ τῆς ἐπὶ τὰ χείρω νεύσεως ἐθελήσαντες ἀχάριστοι πρὸς τὰς ἀπείρους τῶν θεουργιῶν διαμεμενήκασι χάριτας. «Γεύσασθε» δέ φησι τὰ λόγια «καὶ ἴδετε». Τῇ γὰρ ἱερᾷ τῶν θείων μυήσει τὰς μεγαλοδώρους αὐτῶν οἱ μυούμενοι χάριτας ἐπιγνώσονται καὶ τὸ θειότατον αὐτῶν ὕψος καὶ μέγεθος ἐν τῇ μεθέξει πανιέρως ἐποπτεύοντες τὰς ὑπερουρανίας εὐχαρίστως ὑμνήσουσι τῆς θεαρχίας ἀγαθουργίας.

Intertext edge

Open linked passage

Note