Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Dionysius AeropagitaHier IV · pg-scrape-grcMore by Dionysius Aeropagita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
IV.1.1
Τοσαῦτα τῆς ἁγιωτάτης συνάξεώς ἐστι καὶ οὕτω καλὰ τὰ νοητὰ θεάματα τὴν πρὸς τὸ ἓν ἡμῶν, ὡς πολλάκις εἰρήκαμεν, ἱεραρχικῶς ἱερουργοῦντα κοινωνίαν καὶ σύναξιν. Ἀλλ' ἔστι ταύτης ὁμοταγὴς ἑτέρα τελεσιουργία· μύρου τελετὴν αὐτὴν οἱ καθηγεμόνες ἡμῶν ὀνομάζουσιν. Τὰ μέρη τοίνυν αὐτῆς ἐν τάξει κατὰ τὰς ἱερὰς εἰκόνας ἐπισκοπήσαντες, οὕτω πρὸς τὸ ἓν αὐτῆς διὰ τῶν μερῶν ἱεραρχικαῖς θεωρίαις ἀναχθησόμεθα. Μυστήριον τελετῆς μύρου. Κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον αἱ τῶν ἀτελειώτων ἀπολύονται τάξεις προηγησαμένων δηλαδὴ τῆς τε ἱεραρχικῆς ἐπὶ πᾶν τὸ ἱερὸν εὐόσμου περιαγωγῆς καὶ τῆς ψαλμικῆς ἱερολογίας καὶ τῆς τῶν θειοτάτων λογίων ἀναγνώσεως. Eἶτα τὸ μύρον ὁ ἱεράρχης λαβὼν ἐπιτίθησι τῷ θείῳ θυσιαστηρίῳ περικεκαλυμμένον ὑπὸ δυοκαίδεκα πτέρυξιν ἱεραῖς ἀναβοώντων πάντων ἁγιωτάτῃ φωνῇ τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα, καὶ τὴν ἐπ' αὐτῷ τελουμένην εὐχὴν ἀποπληρώσας ἐν ταῖς ἁγιωτάταις τῶν ἀφιερουμένων τελεταῖς αὐτῷ χρῆται πρὸς πᾶσαν σχεδὸν ἱεραρχικὴν τελεσιουργίαν. Θεωρία.
IV.1.2
Ἡ μὲν εἰσαγωγικὴ τῆς τελειωτικῆς ταύτης ἱερουργίας ἀναγωγὴ διὰ τῶν κατὰ τὸ θεῖον μύρον ἱερῶς δρωμένων ἐκεῖνο οἶμαι δηλοῖ· τὸ περικεκαλύφθαι τῶν θείων ἀνδρῶν τὸ κατὰ νοῦν ἱερὸν καὶ εὐῶδες, ἥτις ἐνθέως ἐγκελεύεται τοῖς ἱεροῖς ἀνδράσι μὴ φαινομένας ἔχειν ἐπὶ δόξῃ κενῇ τὰς κατ' ἀρετὴν τοῦ κρυφίου θεοῦ καλὰς καὶ εὐώδεις ἀφομοιώσεις. Ἄχραντοι γάρ εἰσιν αἱ τοῦ θεοῦ κρυφίαι καὶ ὑπὲρ νοῦν εὐώδεις εὐπρέπειαι καὶ νοητῶς ἐμφαίνονται μόνοις τοῖς νοεροῖς ὁμοειδεῖς ἔχειν ἐθέλουσαι τὰς κατ' ἀρετὴν ἐν ψυχαῖς ἀπαραφθάρτους εἰκόνας. Τὸ γὰρ τῆς θεοειδοῦς ἀρετῆς ἀπαράγραπτον εὖ μεμιμημένον ἄγαλμα πρὸς ἐκεῖνο τὸ νοητὸν καὶ εὐῶδες ἀφορῶν κάλλος οὕτως ἑαυτὸ τυποῖ καὶ διαπλάττει πρὸς τὸ κάλλιστον μίμημα. Καὶ καθάπερ ἐπὶ τῶν αἰσθητῶν εἰκόνων εἰ πρὸς τὸ ἀρχέτυπον εἶδος ὁ γραφεὺς ἀκλινῶς εἰσορᾷ πρὸς μηδὲν ἄλλο τῶν ὁρατῶν ἀνθελκόμενος ἢ κατά τι μεριζόμενος αὐτὸν ἐκεῖνον ὅστις ἐστὶ τὸν γραφόμενον εἰ θέμις εἰπεῖν διπλασιάσει καὶ δείξει τὸν ἑκάτερον ἐν ἑκατέρῳ παρὰ τὸ τῆς οὐσίας διάφορον, οὕτω τοῖς φιλοκάλοις ἐν νῷ γραφεῦσιν ἡ πρὸς τὸ εὐῶδες καὶ κρύφιον κάλλος ἀτενὴς καὶ ἀπαρέγκλιτος θεωρία τὸ ἀπλανὲς δωρήσεται καὶ θεοειδέστατον ἴνδαλμα. Eἰκότως οὖν πρὸς τὴν ὑπερουσίως εὐώδη καὶ νοητὴν εὐπρέπειαν οἱ θεῖοι γραφεῖς τὸ νοερὸν ἑαυτῶν ἀμεταστρέπτως εἰδοποιοῦντες οὐδεμίαν δρῶσι τῶν ἐν αὐτοῖς θεομιμήτων ἀρετῶν «Eἰς τὸ θεαθῆναι» κατὰ τὸ λόγιον «τοῖς ἀνθρώποις», ἀλλ' ἱερῶς ἐποπτεύουσιν ὡς ἐν εἰκόνι τῷ θείῳ μύρῳ τὰ τῆς ἐκκλησίας ἱερώτατα περικεκαλυμμένα. Διὸ καὶ αὐτοὶ τὸ κατ' ἀρετὴν ἱερὸν καὶ θεοειδέστατον εἴσω τοῦ θεομιμήτου καὶ θεογράπτου νοὸς ἱερῶς περικαλύπτοντες πρὸς μόνην ἀποβλέπουσι τὴν ἀρχέτυπον νόησιν. Oὐδὲ γὰρ ἀθέατοι μόνον εἰσὶ τοῖς ἀνομοίοις, ἀλλ' οὐδ' αὐτοὶ πρὸς τὴν ἐκείνων καθέλκονται θέαν. Ὅθεν ἑαυτοῖς ἀκολούθως οὐδὲ τῶν δοκούντων εἰκῆ καλῶν καὶ δικαίων ἀλλὰ τῶν ὄντως ὄντων ἐρῶσιν οὐδὲ πρὸς δόξαν ὁρῶσι τὴν ὑπὸ πλήθους ἀλόγως μακαριζομένην, ἀλλὰ τὸ καλὸν ἢ χεῖρον ἐφ' ἑαυτοῦ θεομιμήτως κρίνοντες ἀγάλματα θεῖα τῆς θεαρχικωτάτης εἰσὶν εὐωδίας, ἥτις ἐφ' ἑαυτῆς τὸ ἀληθῶς εὐῶδες ἔχουσα πρὸς τὸ τοῖς πολλοῖς ἀνομοίως δοκοῦν οὐκ ἐπιστρέφεται ταῖς ἀληθέσιν αὐτῆς εἰκόσιν ἐντυποῦσα τὸ ἀνυπόκριτον.
IV.2.1
Φέρε δὴ λοιπὸν ἐπειδὴ τὴν ἐκτὸς εὐπρέπειαν ἐθεασάμεθα τῆς ὅλης καλῆς ἱερουργίας, εἰς τὸ θειότερον αὐτῆς ἀποβλέψωμεν κάλλος, αὐτὴν ἐφ' ἑαυτῆς ἀποκαλυψαμένην τὰ παραπετάσματα, θεώμενοι τὴν μακαρίαν ἀποστίλβουσαν ἐμφανῶς αἴγλην καὶ τῆς ἀπερικαλύπτου τοῖς νοεροῖς ἀποπληροῦσαν ἡμᾶς εὐωδίας. Oὐδὲ γὰρ ἡ φαινομένη τοῦ μύρου τελεσιουργία τοῖς περὶ τὸν ἱεράρχην ἐστὶν ἀκοινώνητος ἢ ἀθέατος, ἀλλὰ τοὐναντίον ἄχρις αὐτῶν διήκουσα καὶ ἱστῶσα τὴν ὑπὲρ τοὺς πολλοὺς θεωρίαν ὑπ' αὐτῶν ἱερῶς περικαλύπτεται καὶ τῆς πληθύος ἱεραρχικῶς ἀποδιαστέλλεται. Τοῖς γὰρ ἐνθέοις ἀνδράσιν ἡ τῶν πανιέρων ἀκτὶς ὡς συγγενέσι τοῦ νοητοῦ φωτὸς καθαρῶς καὶ ἀμέσως ἐλλάμπουσα καὶ τὰς νοερὰς αὐτῶν ἀντιλήψεις ἀπερικαλύπτως εὐωδιάζουσα πρὸς τὸ ὑφειμένον οὐκέτι ὁμοίως πρόεισιν, ἀλλ' ὑπ' αὐτῶν ὡς κρυφίων τοῦ νοητοῦ θεωρῶν ἀνεκπομπεύτως εἰς τὸ τοῖς ἀνομοίοις ἄχραντον ὑπὸ πτερωτοῖς αἰνίγμασι συγκαλύπτεται, δι' ὧν ἱερῶν αἰνιγμάτων αἱ τῶν ὑποβεβηκότων εὔκοσμοι τάξεις ἀνάγονται πρὸς τὴν κατ' αὐτὰς ἱερὰν ἀναλογίαν.
IV.3.1
Ἔστι δὴ οὖν ὅπερ ἔφην ἡ νῦν ὑμνουμένη παρ' ἡμῶν ἱερὰ τελετουργία τῆς τελειωτικῆς τῶν ἱεραρχικῶν τάξεως καὶ δυνάμεως. Διὸ καὶ ταύτην οἱ θεῖοι καθηγεμόνες ἡμῶν ὡς ὁμοταγῆ καὶ ταὐτουργὸν τῷ τῆς συνάξεως ἱερῷ τελεστηρίῳ ταῖς αὐταῖς εἰκόσιν ὡς τὰ πολλὰ καὶ μυστικαῖς διακοσμήσεσι καὶ ἱερολογίαις διετάξαντο. Καὶ τὸν μὲν ἱεράρχην ὡσαύτως ὄψει τὴν ἀπὸ τοῦ θειοτέρου τόπου καλὴν εὐωδίαν εἰς τὰ ἑξῆς ἱερὰ προφέροντα καὶ τῇ πρὸς τὸ ταὐτὸν ἀναλύσει διδάσκοντα τῶν θείων τὴν μετουσίαν ἐν ἅπασι μὲν γίνεσθαι κατ' ἀξίαν τοῖς ἱεροῖς, ἀμείωτον δὲ εἶναι καὶ ἀκίνητον πάντῃ καὶ εἴσω τῆς κατὰ θείαν ἵδρυσιν ἰδιότητος ἀπαραλλάκτως ἑστηκυῖαν. Ἐπίσης δὲ πάλιν αἱ τῶν λογίων ᾠδαὶ καὶ ἀναγνώσεις τοὺς μὲν ἀτελέστους μαιεύονται πρὸς ζωηφόρον υἱοθεσίαν, ἐπιστροφὴν δὲ ἱερὰν ποιοῦνται τῶν ἐναγῶς ἐνεργουμένων, ἀφαιροῦσι δὲ τὴν ἐναντίαν πτοίαν καὶ θέλξιν ἐκ τῶν ἀνάνδρως ἐνεργουμένων τὸ τῆς θεοειδοῦς ἕξεως καὶ δυνάμεως ἀκρότατον ἀναλόγως αὐτοῖς ὑποδεικνῦσαι, καθ' ἣν ἐκδειματώσουσι μᾶλλον αὐτοὶ τὰς ἐναντίας δυνάμεις καὶ τῆς ἑτέρων ἰατρείας προστήσονται τὸ θεομιμήτως ἀκίνητον μὲν ἐκ τῶν οἰκείων καλῶν πρὸς δὲ τὰς ἐναντίας πτοίας δραστήριον οὐκ ἔχοντες μόνον ἀλλὰ καὶ δωρούμενοι, τοῖς δὲ εἰς νοῦν ἱερὸν ἐκ τῶν χειρόνων μεταφοιτήσασιν ἕξιν ἱερὰν ἐντίθενται πρὸς τὸ μὴ αὖθις ὑπὸ κακίας ἁλῶναι, τοὺς δὲ πρὸς τὸ εἶναι πανάγνους ἐνδεεῖς τελέως ἀποκαθαίρουσιν, τοὺς δὲ ἱεροὺς ἄγουσιν ἐπὶ τὰς θείας εἰκόνας καὶ ἐποψίας αὐτῶν καὶ κοινωνίας, ἑστιῶσι δὲ τοὺς πανιέρους ἐν μακαρίοις καὶ νοητοῖς θεάμασιν ἀποπληροῦσαι τὸ ἑνοειδὲς αὐτῶν τοῦ ἑνὸς καὶ ἑνοποιοῦσαι.
IV.4.1
Τί δέ; Oὐχὶ καὶ τὰς μὴ πάντῃ καθαρὰς ὧν ἤδη μνήμην ἐποιησάμεθα, τάξεις ἀμιγῶς ἀπολύει κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον ἡ παροῦσα νῦν ἱερὰ τελετουργία, μόνοις ἐν εἰκόσιν ὁρωμένη τοῖς ἱεροῖς καὶ πρὸς μόνων ἀμέσως τῶν πανιέρων ἱεραρχικαῖς ἀναγωγαῖς ἐποπτευομένη καὶ ἱερουργουμένη; Ταῦτα μὲν οὖν ἤδη πολλάκις ἡμῖν εἰρημένα περιττόν ἐστιν ὡς οἶμαι τοῖς αὐτοῖς ἐπανακυκλεῖν λόγοις καὶ μὴ πρὸς τὰ ἑξῆς μεταβῆναι τὸν ἱεράρχην ἐνθέως ὁρῶντας ὑπὸ δυοκαίδεκα πτέρυξι περικεκαλυμμένον ἔχοντα τὸ θεῖον μύρον καὶ τὴν παναγεστάτην ἐπ' αὐτῷ τελείωσιν ἱερουργοῦντα. Λέγωμεν τοίνυν, ὡς ἡ τοῦ μύρου σύνθεσις συναγωγή τίς ἐστιν εὐπνόων ὑλῶν ἐν ἑαυτῇ πλουσίως ἔχουσα ποιότητας εὐόσμους, ἧς οἱ μετασχόντες εὐωδιάζονται κατὰ τὴν ἀναλογίαν τοῦ ποσοῦ τῆς ἐγγενομένης αὐτοῖς τοῦ εὐώδους μεθέξεως. Πεπείσμεθα δὲ εἶναι τὸν θεαρχικώτατον Ἰησοῦν ὑπερουσίως εὐώδη νοηταῖς διαδόσεσι τὸ νοερὸν ἡμῶν ἀποπληροῦντα θείας ἡδονῆς. Eἰ γὰρ ἡ τῶν αἰσθητῶν εὐωδῶν ἀντίληψις εὐπαθεῖν ποιεῖ καὶ τρέφει σὺν ἡδονῇ πολλῇ τὸ τῶν ὀσφραντῶν ἡμῶν διακριτικὸν εἴπερ ἀβλαβές τε εἴη καὶ πρὸς τὸ εὐῶδες ἐν συμμετρίᾳ κατάλληλον, ἀναλόγως ἄν τις φαίη καὶ τὰς νοερὰς ἡμῶν δυνάμεις πρὸς τὴν ἐπὶ τὸ χεῖρον ὕφεσιν ἀπαραφθάρτως διακειμένας ἐν τῇ τοῦ ἐν ἡμῖν κριτικοῦ φυσικῇ· ώσει κατὰ τὰ θεουργικὰ μέτρα καὶ τὴν κατάλληλον τοῦ νοὸς πρὸς τὸ θεῖον ἐπιστροφὴν ἐν ἀντιλήψει τῆς θεαρχικῆς εὐωδίας γίνεσθαι καὶ εὐπαθείας ἱερᾶς πληροῦσθαι καὶ θειοτάτης τροφῆς. Oὐκοῦν ἡ τοῦ μύρου συμβολικὴ σύνθεσις ὡς ἐν μορφώσει τῶν ἀμορφώτων αὐτὸν ἡμῖν ὑπογράφει τὸν Ἰησοῦν πηγαῖον ὄντα τῶν θείων εὐωδῶν ἀντιλήψεων ὄλβον ἀναλογίαις θεαρχικαῖς εἰς τὰ θεοειδέστατα τῶν νοερῶν ἀναδιδόντα τοὺς θειοτάτους ἀτμούς, ἐφ' οἷς οἱ νόες εὐπαθῶς ἡδόμενοι καὶ τῶν ἱερῶν ἀντιλήψεων ἀποπληρούμενοι τροφῇ νοητῇ χρῶνται τῇ πρὸς τὸ νοερὸν αὐτῶν εἰσδύσει τῶν κατὰ θείαν μέθεξιν εὐωδῶν διαδόσεων.
IV.5.1
Ἔστι δὲ ὡς οἶμαι δῆλον, ὅτι ταῖς ὑπὲρ ἡμᾶς οὐσίαις ὡς θειοτέραις ἡ τῆς πηγαίας εὐωδίας ἀνάδοσις ἐγγυτέρα πώς ἐστιν καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, εἰς τὸ διειδέστατον αὐτῶν καὶ εὐεκτικὸν τῆς κατὰ νοῦν ἀντιληπτικῆς δυνάμεως ἀφθόνως ὑπερβλύζουσα καὶ πολυπλασίως εἰσδυομένη, πρὸς δὲ τὰ τῶν νοερῶν ὑφειμένα καὶ μὴ ὡσαύτως δεκτικὰ τὴν ὑπερτάτην ἀχράντως ἀποκρύψασα θέαν καὶ μέθεξιν ἀναλόγοις τῶν μετεχόντων ἀτμοῖς ἐν συμμετρίᾳ θεαρχικῇ διαδίδοται. Τῶν ὑπὲρ ἡμᾶς οὖν ἁγίων οὐσιῶν ἡ τόσον ὑπερκειμένη τῶν Σεραφὶμ τάξις ἐν τῇ τῶν πτερῶν δυοκαιδεκάδι σημαίνεται περὶ τὸν Ἰησοῦν ἑστῶσα καὶ ἱδρυ μένη τοῖς μακαριωτάτοις αὐτοῦ θεάμασιν ὡς θεμιτὸν ἐπιβάλλουσα καὶ τῆς νοητῆς διαδόσεως ἱερῶς ἐν πανάγνοις ὑποδοχαῖς ἀποπληρουμένη καὶ τὴν πολυύμνητον αἰσθητῶς εἰπεῖν ἀσιγήτοις στόμασιν ἀνακράζουσα θεολογίαν. Ἡ γὰρ ἱερὰ τῶν ὑπερκοσμίων νοῶν γνῶσις ἀκάματός τέ ἐστιν καὶ ἀκατάληκτον ἔχει τὸν θεῖον ἔρωτα κακίας τε ἅμα πάσης ὑπερκεῖται καὶ λήθης, ὅθεν ὡς οἶμαι τὸ τῆς ἀσιγήτου κραυγῆς ὑπαινίσσεται τὴν αἰώνιον αὐτῶν καὶ ἀμετάστατον ἐν συντονίᾳ πάσῃ καὶ εὐχαριστίᾳ τῶν θείων ἐπιστήμην καὶ νόησιν.
IV.6.1
Τὰς μὲν οὖν ἀσωμάτους τῶν Σεραφὶμ ἰδιότητας ἐν τοῖς λογίοις αἰσθηταῖς εἰκόσι τῶν νοητῶν ἐκφαντορικαῖς ἱερῶς ἀναγεγραμμένας ἐν τοῖς διακόσμοις τῶν ὑπερουρανίων ἱεραρχιῶν ὡς οἶμαι καλῶς ἐθεασάμεθα καὶ τοῖς σοῖς νοεροῖς ὀφθαλμοῖς ὑπεδείξαμεν. Ὅμως, ἐπειδὴ [καὶ νῦν] οἱ τὸν ἱεράρχην ἱερῶς περιεστῶτες αὐτὴν ἡμῖν ἐκείνην ἀποτυποῦσι τὴν ὑπερτάτην διακόσμησιν, ἐν ἐπιτομῇ καὶ νῦν ἀϋλοτάταις ὄψεσι τὴν θεοειδεστάτην αὐτῶν ἀγλαΐαν ὀψόμεθα.
IV.7.1
Τὸ μὲν οὖν ἀπειροπρόσωπον αὐτῶν καὶ πολύπουν ἐκφαντορικόν ἐστιν ὡς οἶμαι τῆς πολυθεάμονος αὐτῶν εἰς τὰς θειοτάτας ἐλλάμψεις ἰδιότητος καὶ τῆς ἀεικινήτου καὶ πολυπόρου τῶν θείων ἀγαθῶν νοήσεως· τὴν δὲ τῶν πτερῶν ὡς τὰ λόγιά φησιν ἑξαπλῆν θέσιν οὐκ ἀριθμὸν ἱερὸν ἐμφαίνειν οἴομαι κατὰ τὸ δόξαν ἑτέροις, ἀλλ' ὅτι τῆς περὶ θεὸν ὑπερτάτης οὐσίας καὶ τάξεως ἀναγωγικὰ καὶ ἀπόλυτα παντελῶς ἐστι καὶ ὑπερκόσμια τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν νοερῶν αὐτῆς καὶ θεοειδῶν δυνάμεων. Ὅθεν ἡ τῶν λογίων ἱερωτάτη σοφία τὴν τῶν πτερῶν διάπλασιν ἱερογραφοῦσα περὶ τὰ πρόσωπα καὶ τὰ μέσα καὶ τοὺς πόδας αὐτῶν ἐντίθησι τὰ πτερὰ τὸ καθόλου πτερωτὸν αὐτῶν αἰνισσομένη καὶ παντοδαπὸν τῆς ἐπὶ τὸ ὄντως ὂν ἀναγωγικῆς δυνάμεως.
IV.8.1
Eἰ δὲ τὰ πρόσωπα καὶ τοὺς πόδας καλύπτουσι καὶ μόνοις πέτανται μέσοις πτεροῖς, ἐννόησον ἱερῶς ὅτι τοσοῦτον ἐξῃρημένη τῶν ὑπερτάτων οὐσιῶν ἡ τάξις εὐλαβής ἐστι περὶ τὰ τῶν νοήσεων αὐτῆς ὑψηλότερα καὶ βαθύτερα καὶ μέσοις πτεροῖς ἐν συμμετρίᾳ πρὸς θεοπτίαν ἀνάγεται τοῖς θείοις ζυγοῖς ὑποτιθεῖσα τὴν οἰκείαν ζωὴν καὶ πρὸς αὐτῶν ἱερῶς εὐθετουμένη πρὸς τὴν ἑαυτῆς ἐπιγνωμοσύνην.
IV.9.1
Τὸ δὲ τοῖς λογίοις εἰρημένον ὡς «Ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον» ἐκεῖνο οἶμαι δηλοῦν ὅτι τῶν θεοπτικῶν αὐτῶν νοήσεων ἀλλήλοις ἀφθόνως μεταδιδόασιν. Καὶ τοῦτο δὲ ἱερᾶς ἀξιώσωμεν μνήμης ὡς ἡ τῶν λογίων Ἑβραία φωνὴ κατ' ἐμφατικὴν ἐπωνυμίαν καλεῖ τὰς ἁγιωτάτας τῶν Σεραφὶμ οὐσίας ἐκ τοῦ κατὰ θείαν καὶ ἀεικίνητον ζωὴν διαπύρου καὶ ὑπερζέοντος. Eἴπερ οὖν, ὡς οἱ τὰ Ἑβραίων ἀφερμηνεύσαντές φασιν, οἱ θειότατοι Σεραφὶμ ἐμπρησταὶ καὶ θερμαίνοντες ὑπὸ τῆς θεολογίας ὠνομάσθησαν ἐκφαντορικῷ τῆς οὐσιώδους αὐτῶν ἕξεως ὀνόματι, τοῦ θείου μύρου κατὰ συμβολικὴν εἰκονογραφίαν ἀνακινητικὰς ἔχουσι δυνάμεις εἰς ἔκφανσιν αὐτὸ καὶ δραστικωτέρων ἀτμῶν διάδοσιν ἐκκαλουμένας. Ἡ γὰρ ὑπὲρ νοῦν εὐώδης οὐσία πρὸς τῶν διαπύρων καὶ καθαρωτάτων νοῶν εἰς ἔκφανσιν ἀνακινεῖσθαι φιλεῖ καὶ τὰς θειοτάτας αὐτῆς ἐπιπνοίας ἐν πανολβίαις διαδόσεσι δωρεῖται τοῖς οὕτως αὐτὴν ὑπερκοσμίως ἐκκαλουμένοις. Oὐκοῦν ἡ θειοτάτη τῶν ὑπερουρανίων οὐσιῶν τάξις οὐκ ἠγνόηκε τὸν θεαρχικώτατον Ἰησοῦν εἰς τὸ ἁγιάζεσθαι κατεληλυθότα, νοεῖ δὲ αὐτὸν ἱερῶς ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὸν ὑφέντα διὰ θείαν καὶ ἄρρητον ἀγαθότητα, καὶ πρὸς τοῦ πατρὸς ἑαυτοῦ τε καὶ τοῦ πνεύματος ἀνθρωποπρεπῶς ἁγιαζόμενον ὁρῶσα τὴν οἰκείαν οἶδεν ἀρχήν, ἐν οἷς ἂν θεαρχικῶς δρᾷ, τὸ κατ' οὐσίαν ἀναλλοίωτον ἔχουσαν. Ὅθεν ἡ τῶν ἱερῶν συμβόλων παράδοσις ἁγιαζομένῳ τῷ θείῳ μύρῳ τοὺς Σεραφὶμ περιίστησιν ἀπαράλλακτον εἰδυῖα καὶ διαγράφουσα τὸν Χριστὸν ἐν τῇ καθ' ἡμᾶς ὁλικῇ πρὸς ἀλήθειαν ἐνανθρωπήσει. Καὶ προσέτι τὸ θειότερον, ὅτι τῷ θείῳ μύρῳ χρῆται πρὸς παντὸς ἱεροῦ τελεσιουργίαν ἐναργῶς ὑποδεικνῦσα κατὰ τὸ λόγιον ἁγιάζοντα τὸν ἁγιαζόμενον ὡς ἀεὶ ταὐτὸν ὄντα ἑαυτῷ κατὰ πᾶσαν τὴν θεαρχικὴν ἀγαθουργίαν. Διὸ καὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τελεσιουργὸς δωρεὰ καὶ χάρις ἐν ταῖς τοῦ μύρου τελεῖται θειοτάταις τελειώσεσιν. Ὅθεν ὡς οἶμαι καὶ τῷ καθαρτικῷ βαπτιστηρίῳ τὸ μύρον ἐν σταυροειδέσι βολαῖς ἐπιχέων ὁ ἱεράρχης ὑπ' ὄψιν ἄγει τοῖς θεωρητικοῖς ὀφθαλμοῖς ἄχρις καὶ αὐτοῦ θανάτου διὰ σταυροῦ τὸν Ἰησοῦν ὑπὲρ τῆς ἡμῶν θεογενεσίας καταδυόμενον αὐτῇ τῇ θείᾳ καὶ ἀκρατήτῳ καθόδῳ τοὺς εἰς τὸν θάνατον αὐτοῦ κατὰ τὸ κρύφιον λόγιον βαπτιζομένους ἐκ τῆς τοῦ θοροποιοῦ θανάτου παλαιᾶς καταπόσεως ἀγαθοπρεπῶς ἀνασπῶντα καὶ ἀνακαινίζοντα πρὸς ἔνθεον καὶ αἰώνιον ὕπαρξιν.
IV.11.1
Ἀλλὰ μὴν καὶ αὐτῷ τῷ τελεσθέντι τὴν ἱερωτάτην τῆς θεογενεσίας τελετὴν τὴν τοῦ θεαρχικοῦ πνεύματος ἐπιφοίτησιν ἡ τοῦ μύρου δωρεῖται τελειωτικὴ χρῖσις ὑποτυπούσης ὡς οἶμαι τῆς ἱερᾶς τῶν συμβόλων εἰκονογραφίας ὑπ' αὐτοῦ τοῦ δι' ἡμᾶς ἀνθρωποπρεπῶς τῷ θεαρχικῷ πνεύματι καθαγιασθέντος ἀναλλοιώτῳ τῆς οὐσιώδους θεότητος ἕξει τὸ θειότατον πνεῦμα χορηγούμενον.
IV.12.1
Καὶ τοῦτο δὲ ἱεραρχικῶς ἐννόησον, ὅτι καὶ τοῦ θείου θυσιαστηρίου τὴν ἱερὰν τελείωσιν ἡ τῶν ἁγιωτάτων τελετῶν θεσμοθεσία ταῖς τοῦ ἱερωτάτου μύρου τελετουργεῖ παναγέσιν ἐπιχύσεσιν. Ἔστι δὲ ὑπερουράνιος καὶ ὑπερούσιος ἡ θεουργία, πάσης τῆς θεουργικῆς ἡμῶν ἁγιαστείας ἀρχὴ καὶ οὐσία καὶ τελεσιουργὸς δύναμις. Eἰ γάρ ἐστι τὸ θειότατον ἡμῶν θυσιαστήριον Ἰησοῦς, ἡ θεαρχικὴ τῶν θείων νοῶν ἀφιέρωσις, ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι τὴν προσαγωγὴν ἔχομεν, ὑπερκοσμίοις ὀφθαλμοῖς ἐποπτεύσωμεν αὐτὸ τὸ θειότατον θυσιαστήριον, ἐν ᾧ τὰ τελούμενα τελεῖται καὶ ἁγιάζεται, πρὸς αὐτοῦ τοῦ θειοτάτου μύρου τελούμενον. Ἁγιάζει γὰρ ὑπὲρ ἡμῶν ἑαυτὸν ὁ παναγιώτατος Ἰησοῦς καὶ πάσης ἡμᾶς ἁγιαστείας ἀποπληροῖ τῶν ἐπ' αὐτῷ τελουμένων οἰκονομικῶς εἰς ἡμᾶς ὡς θεογεννήτους λοιπὸν ἀγαθουργικῶς διαβαινόντων. Ὅθεν ὡς οἶμαι κατὰ νοῦν ἱεραρχικὸν θεοπαραδότως οἱ θεῖοι τῆς καθ' ἡμᾶς ἱεραρχίας καθηγεμόνες τὴν πάνσεμνον ταύτην ἱερουργίαν μύρου τελετὴν ἐκ τοῦ τελουμένου πραγματικῶς ὀνο μάζουσιν, ὡς ἄν τις φαίη θεοῦ τελετήν, ἑκατέρῳ νῷ τὴν θείαν αὐτῆς τελετουργίαν ὑμνοῦντες. Ἔστι γὰρ αὐτοῦ τελετὴ καὶ τὸ δι' ἡμᾶς ἀνθρωποπρεπῶς ἁγιάζεσθαι καὶ τὸ θεουργικῶς ἅπαντα τελεῖν καὶ ἁγιάζειν τὰ τελούμενα. Τὸ δὲ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημά φασιν οἱ τὰ Ἑβραίων εἰδότες τὸ αἶνος θεοῦ δηλοῦν ἢ τὸ «Aἰνεῖτε τὸν κύριον». Ἁπάσης οὖν ἱερᾶς θεοφανείας καὶ θεουργίας ἐν τῇ ποικίλῃ συνθέσει τῶν ἱεραρχικῶν συμβόλων ἱερογραφουμένης οὐκ ἀνάρμοστόν ἐστι μεμνῆσθαι τῆς θεοκινήτου τῶν προφητῶν ὑμνολογίας. Διδάσκει γὰρ εὐαγῶς τε ἅμα καὶ ἱεροπρεπῶς αἴνων ἱερῶν ἀξίας εἶναι τὰς θεαρχικὰς ἀγαθουργίας.

Intertext edge

Open linked passage

Note