Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
V.1.1
Aὕτη μὲν ἡ θειοτάτη τοῦ μύρου τελετουργία. Καιρὸς δ' ἂν εἴη μετὰ τὰς θείας ἱερουργίας αὐτὰς ἐκθέσθαι τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας καὶ τελειώσεις καὶ τὴν ὑπ' αὐτὰς τριάδα τῶν ὑποβεβηκυιῶν τάξεων, ὅπως ἂν ἀποδειχθείη τῆς καθ' ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις τὸ μὲν ἄτακτον καὶ ἀκόσμητον καὶ συμπεφορημένον ἀμιγῶς ἀποδιαστέλλουσα καὶ ἀποκληροῦσα, τὸ κόσμιον δὲ καὶ τεταγμένον καὶ εὐσταθὲς ἐν ταῖς κατ' αὐτὴν ἀναφαίνουσα τῶν ἱερῶν τάξεων ἀναλογίαις. Καὶ τὴν μὲν ἁπάσης ἱεραρχίας τριαδικὴν διαίρεσιν ἐν ταῖς ἤδη παρ' ἡμῶν ὑμνημέναις ἱεραρχίαις ὡς οἶμαι καλῶς ἐξεθέμεθα φήσαντες, ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, πᾶσαν ἱεραρχικὴν πραγματείαν εἰς τὰς ὁσιωτάτας τελετὰς διαιρεῖσθαι καὶ τοὺς ἐνθέους αὐτῶν ἐπιστήμονας καὶ μύστας καὶ τοὺς ὑπ' αὐτῶν ἱερῶς τελουμένους.
V.2.1
Oὐκοῦν ἡ μὲν ἁγιωτάτη τῶν ὑπερουρανίων οὐσιῶν ἱεραρχία τελετὴν μὲν ἔχει τὴν κατὰ δύναμιν οἰκείαν θεοῦ καὶ τῶν θείων ἀϋλοτάτην νόησιν καὶ τὴν τοῦ θεοειδοῦς ὁλόκληρον καὶ ὡς ἐφικτὸν θεομίμητον ἕξιν, φωταγωγοὺς δὲ καὶ πρὸς τὴν ἱερὰν ταύτην τελείωσιν ἡγεμόνας τὰς περὶ θεὸν πρωτίστας οὐσίας. Aὗται γὰρ εἰς τὰς ὑποβεβηκυίας ἱερὰς τάξεις ἀγαθοειδῶς καὶ ἀναλόγως διαπορθμεύουσι τὰς δωρουμένας αὐταῖς ἀεὶ θεουργικὰς γνώσεις ὑπὸ τῆς αὐτοτελοῦς καὶ σοφοποιοῦ τῶν θείων νοῶν θεαρχίας. Aἱ δὲ τῶν πρώτων οὐσιῶν ὑφειμέναι διακοσμήσεις ὡς δι' ἐκείνων ἱερῶς ἀναγόμεναι πρὸς τὴν θεουργὸν τῆς θεαρχίας ἔλλαμψιν αἱ τελούμεναι τάξεις εἰσί τε καὶ ἀληθῶς ὀνομάζονται. Μετ' ἐκείνην δὲ τὴν οὐρανίαν καὶ ὑπερκόσμιον ἱεραρχίαν εἰς τὰ καθ' ἡμᾶς ἀγαθουργικῶς ἡ θεαρχία τὰς ἱερωτάτας αὐτῆς δωρεὰς προφέρουσα νηπίοις μὲν οὖσι κατὰ τὸ λόγιον ἐδωρήσατο τὴν κατὰ νόμον ἱεραρχίαν ἀμυδραῖς τῶν ἀληθῶν εἰκόσι καὶ πορρωτάτοις τῶν ἀρχετύπων ἀπεικονίσμασι καὶ δυσθεωρήτοις αἰνίγμασι καὶ τύποις οὐκ εὐδιάκριτον ἔχουσι τὴν ἐγκεκαλυμμένην αὐτοῖς θεωρίαν ἀνάλογον φῶς ὡς ἀσθενέσιν ὄψεσιν ἀβλαβῶς ἐπιλάμψασα. Ταύτῃ δὲ τῇ κατὰ νόμον ἱεραρχίᾳ τελετὴ μὲν ἡ πρὸς τὴν πνευματικὴν λατρείαν ἀναγωγή, χειραγωγοὶ δὲ πρὸς ταύτην οἱ τὴν ἁγίαν ἐκείνην σκηνὴν ὑπὸ Μωϋσέως ἱερῶς μυηθέντες τοῦ πρώτου τῶν κατὰ νόμον ἱεραρχῶν μύστου καὶ ἡγεμόνος, πρὸς ἣν ἱερὰν σκηνὴν εἰσαγωγικῶς ἱερογραφῶν τὴν κατὰ νόμον ἱεραρχίαν εἰκόνα τύπου δειχθέντος αὐτῷ κατὰ τὸ Σίναιον ὄρος ἐκάλει πάντα τὰ κατὰ τὸν νόμον ἱερουργούμενα, τελούμενοι δὲ οἱ πρὸς τῶν νομικῶν συμβόλων ἀναλόγως ἐπὶ τελεωτέραν μύησιν ἀναγόμενοι. Τὴν τελεωτέραν δὲ μύησιν ἡ θεολογία τὴν καθ' ἡμᾶς ἱεραρχίαν φησὶν ἀποπλήρωσιν αὐτὴν ἐκείνης ἀποκαλοῦσα καὶ ἱερὰν λῆξιν. Ἔστι δὲ καὶ οὐρανία καὶ νομικὴ κοινωνικῶς τῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβανομένη, τῇ μὲν κοινωνοῦσα ταῖς νοεραῖς θεωρίαις, τῇ δὲ ὅτι καὶ συμβόλοις αἰσθητοῖς ποικίλλεται καὶ δι' αὐτῶν ἱερῶς ἐπὶ τὸ θεῖον ἀνάγεται. Τὸ τρισσὸν δὲ ὡσαύτως ἔχει τῆς ἱεραρχικῆς διαιρέσεως εἰς τὰς ἁγιωτάτας τῶν τελετῶν ἱερουργίας διαιρουμένη καὶ τοὺς θεοειδεῖς τῶν ἱερῶν ὑπηρέτας καὶ τοὺς ὑπ' αὐτῶν ἀναλόγως ἐπὶ τὰ ἱερὰ προσαγομένους. Ἑκάστη δὲ τῶν τριῶν τῆς καθ' ἡμᾶς ἱεραρχίας διαιρέσεων ἀκολούθως τῇ νομικῇ καὶ τῇ θειοτέρᾳ τῶν καθ' ἡμᾶς ἱεραρχίᾳ πρώτη καὶ μέση καὶ τελευταία τάττεται δυνάμει τῆς τε ἱεροπρεποῦς ἀναλογίας προμηθουμένη καὶ τῆς ἁπάντων εὐκόσμου καὶ κατὰ τάξιν ἐναρμονίου καὶ συνδετικῆς κοινωνίας.
V.3.1
Ἡ μὲν οὖν ἁγιωτάτη τῶν τελετῶν ἱερουργία πρώτην μὲν ἔχει θεοειδῆ δύναμιν τὴν ἱερὰν τῶν ἀτελέστων κάθαρσιν, μέσην δὲ τὴν τῶν καθαρθέντων φωτιστικὴν μύησιν, ἐσχάτην δὲ καὶ τῶν προτέρων συγκεφαλαιωτικὴν τὴν τῶν μυηθέντων ἐν ἐπιστήμῃ τῶν οἰκείων μυήσεων τελείωσιν. Ἡ δὲ τῶν ἱερουργῶν διακόσμησις ἐν μὲν τῇ δυνάμει τῇ πρώτῃ διὰ τῶν τελετῶν ἀποκαθαίρει τοὺς ἀτελέστους, ἐν τῇ μέσῃ δὲ φωταγωγεῖ τοὺς καθαρθέντας, ἐν ἐσχάτῃ δὲ καὶ ἀκροτάτῃ τῶν ἱερουργῶν δυνάμεων ἀποτελειοῖ τοὺς τῷ θείῳ φωτὶ κεκοινωνηκότας ἐν ταῖς τῶν θεωρηθεισῶν ἐλλάμψεων ἐπιστημονικαῖς τελειώσεσιν. Ἡ δὲ τῶν τελουμένων δύναμις ἡ πρώτη μέν ἐστιν ἡ καθαιρομένη, μέση δὲ μετὰ τὴν κάθαρσιν ἡ φωτιζομένη καί τινων ἱερῶν θεωρητική, τελευταία δὲ καὶ θειοτέρα τῶν ἄλλων ἡ τῶν ἱερῶν φωτισμῶν ὧν ἐγεγόνει θεωρός, ἐλλαμπομένη τὴν τελειωτικὴν ἐπιστήμην. Τῆς μὲν οὖν ἁγίας τῶν τελετῶν ἱερουργίας ἡ τρισσὴ δύναμις ὕμνηται τῆς μὲν ἱερᾶς θεογενεσίας ἐκ τῶν λογίων ἀποδειχθείσης καθάρσεως καὶ φωτιστικῆς ἐλλάμψεως, τῆς συνάξεως δὲ καὶ τῆς τοῦ μύρου τελετῆς τελειωτικῆς τῶν θεουργιῶν γνώσεως καὶ ἐπιστήμης, δι' ἧς ἱερῶς ἡ πρὸς τὴν θεαρχίαν ἑνοποιὸς ἀναγωγὴ καὶ μακαριωτάτη κοινωνία τελεσιουργεῖται. Νῦν δὲ τὴν ἱερατικὴν διακόσμησιν ἑξῆς ἀφηγητέον εἰς καθαρτικὴν καὶ φωτιστικὴν καὶ τελειωτικὴν εὐταξίαν διαιρουμένην.
V.4.1
Θεσμὸς μὲν οὗτός ἐστι τῆς θεαρχίας ὁ πανίερος τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θειότατον αὐτῆς ἀνάγεσθαι φέγγος. Ἢ οὐχὶ καὶ τὰς αἰσθητὰς τῶν στοιχείων οὐσίας ὁρῶμεν εἰς τὰ μᾶλλον αὐταῖς συγγενέστερα πρῶτον ἰούσας καὶ δι' ἐκείνων ἐφ' ἕτερα τὴν οἰκείαν διϊείσας ἐνέργειαν; Eἰκότως οὖν ἡ πάσης ἀοράτου καὶ ὁρατῆς εὐκοσμίας ἀρχὴ καὶ ἵδρυσις εἰς τοὺς θεοειδεστέρους πρώτως ἐνδίδωσι τὰς θεουργικὰς ἀκτῖνας ἰέναι καὶ δι' ἐκείνων ὡς διειδεστέρων νοῶν καὶ πρὸς μετοχὴν φωτὸς καὶ μετάδοσιν οἰκείως ἐχόντων εἰς τοὺς ὑφειμένους ἀναλόγως αὐτοῖς ἐλλάμπει καὶ ἐπιφαίνεται. Τούτων οὖν ἐστι τῶν πρώτως θεοπτικῶν τὸ τοῖς δευτέροις ἀφθόνως ἐν συμμετρίᾳ τῇ κατ' αὐτοὺς ὑποδεῖξαι τὰ πρὸς αὐτῶν ἱερῶς ἐποπτευθέντα θεῖα θεάματα, καὶ τὸ μυῆσαι τὰ ἱεραρχικὰ τῶν μετ' ἐπιστήμης τελειωτικῆς τὰ θεῖα τῆς κατ' αὐτοὺς ἱεραρχίας ἅπαντα καλῶς μυηθέντων καὶ τὴν τελεσιουργὸν τοῦ μυῆσαι δύναμιν προσειληφότων, καὶ τὸ μεταδοῦναι κατ' ἀξίαν τὰ ἱερὰ τῶν ἐπιστημονικῶς καὶ ὁλοκλήρως μετασχόντων τῆς ἱερατικῆς τελειώσεως.
V.5.1
Oὐκοῦν ἡ θεία τῶν ἱεραρχῶν τάξις πρώτη μέν ἐστι τῶν θεοπτικῶν τάξεων, ἀκροτάτη δὲ καὶ ἐσχάτη πάλιν ἡ αὐτή. Καὶ γὰρ εἰς αὐτὴν ἀποτελευτᾷ καὶ ἀποπληροῦται πᾶσα τῆς καθ' ἡμᾶς ἱεραρχίας ἡ διακόσμησις. Ὡς γὰρ ἅπασαν ἱεραρχίαν ὁρῶμεν εἰς τὸν Ἰησοῦν ἀποπεραιουμένην, οὕτως ἑκάστην εἰς τὸν οἰκεῖον ἔνθεον ἱεράρχην. Ἡ δὲ τῆς ἱεραρχικῆς τάξεως δύναμις ἐν πάσαις χωρεῖ ταῖς ἱεραῖς ὁλότησι καὶ διὰ πασῶν τῶν ἱερῶν τάξεων ἐνεργεῖ τὰ τῆς οἰκείας ἱεραρχίας μυστήρια. Ἐκκρίτως δὲ αὐτῇ παρὰ τὰς λοιπὰς τάξεις εἰς αὐτουργίαν ὁ θεῖος θεσμὸς ἀπονενέμηκε τὰς θειοτέρας ἱερουργίας· αὗται δέ εἰσιν αἱ τελεσιουργοὶ τῆς θεαρχικῆς δυνάμεως εἰκόνες ἀποτελειοῦσαι πάντα τὰ θειότατα σύμβολα καὶ πάσας τὰς ἱερὰς διακοσμήσεις. Eἰ γὰρ καὶ πρὸς τῶν ἱερέων τελοῦνταί τινα τῶν σεβασμίων συμβόλων, ἀλλ' οὔποτε τὴν ἱερὰν θεογενεσίαν ὁ ἱερεὺς ἐνεργήσει τοῦ θειοτάτου μύρου χωρὶς οὐδὲ τὰ τῆς θείας κοινωνίας τελέσει μυστήρια μὴ τῷ θειοτάτῳ θυσιαστηρίῳ τῶν κοινωνικῶν ἐπιτεθέντων συμβόλων. Ἀλλ' οὐδ' αὐτὸς ἱερεὺς ἔσται μὴ πρὸς τῶν ἱεραρχικῶν τελειώσεων εἰς τοῦτο κεκληρωμένος. Ὅθεν ἡ θεία θεσμοθεσία τὴν τῶν ἱερατικῶν τάξεων ἁγιαστείαν καὶ τὴν τοῦ θείου μύρου τελείωσιν καὶ τὴν ἱερὰν τοῦ θυσιαστηρίου τελετουργίαν ταῖς τῶν ἐνθέων ἱεραρχῶν τελεσιουργοῖς δυνάμεσιν ἑνιαίως ἀπεκλήρωσεν.
V.6.1
Ἔστιν οὖν ἡ ἱεραρχικὴ τάξις ἡ τῆς τελειωτικῆς δυνάμεως ἀναπεπλησμένη τὰ τελεσιουργὰ τῆς ἱεραρχίας ἐκκρίτως τελετουργοῦσα καὶ τὰς ἐπιστήμας τῶν ἱερῶν ἐκφαντορικῶς μυοῦσα καὶ ἐκδιδάσκουσα τὰς ἀναλόγους αὐτῶν καὶ ἱερὰς ἕξεις τε καὶ δυνάμεις. Ἡ δὲ τῶν ἱερέων φωταγωγικὴ τάξις ἐπὶ τὰς θείας τῶν τελετῶν ἐποψίας χειραγωγεῖ τοὺς τελουμένους ὑπὸ τῇ τῶν ἐνθέων ἱεραρχῶν τάξει καὶ μετ' αὐτῆς ἱερουργοῦσα τὰς οἰκείας ἱερουργίας, ἐν οἷς μὲν αὐτὴ δρᾷ τὰς θεουργίας ὑποδεικνῦσα διὰ τῶν ἱερωτάτων συμβόλων καὶ θεωρητικοὺς τοὺς προσιόντας ἀποτελοῦσα καὶ τῶν ὁσίων τελετῶν κοινωνούς, εἰς τὸν ἱεράρχην δὲ ἀναπέμπουσα τοὺς τῆς ἐπιστήμης τῶν θεωρηθεισῶν ἱερουργιῶν ἐφιεμένους. Ἡ δὲ τῶν λειτουργῶν τάξις ἡ καθαρτικὴ καὶ τῶν ἀνομοίων διακριτικὴ πρὸ τῆς ἐπὶ τὰς τῶν ἱερέων ἱερουργίας προσαγωγῆς ἀποκαθαίρει τοὺς προσιόντας ἀμιγεῖς αὐτοὺς ἀποτελοῦσα τῶν ἐναντίων καὶ πρὸς ἱερουργικὴν ἐποψίαν καὶ κοινωνίαν ἐπιτηδείους. Ὅθεν ἐπὶ τῆς ἱερᾶς θεογενεσίας οἱ λειτουργοὶ τὸν προσιόντα τῆς παλαιᾶς ἀπογυμνοῦσιν ἐσθῆτος, ἔτι μὴν καὶ ὑπολύουσι καὶ πρὸς δυσμὰς εἰς ἀποταγὴν ἱστῶσι καὶ αὖθις πρὸς ἕω μετάγουσι [τῆς καθαρτικῆς γάρ εἰσι τάξεως καὶ δυνάμεως] ἀποβάλλειν ὁλικῶς ἐγκελευόμενοι τοῖς προσιοῦσι τὰς τῆς προτέρας ζωῆς ἀμφιάσεις καὶ τὸ τοῦ προτέρου βίου σκοτεινὸν ὑποδεικνύντες καὶ ἐκδιδάσκοντες αὐτοὺς ἀποταξαμένους τοῖς ἀλαμπέσιν ἐπὶ τὰ φωτιστικὰ μεταταχθῆναι. Καθαρτικὴ τοίνυν ἐστὶν ἡ λειτουργικὴ διακόσμησις ἐπὶ τὰς φανὰς τῶν ἱερέων ἱερουργίας ἀνάγουσα τοὺς κεκαθαρμένους καὶ τοὺς ἀτελέστους ἀποκαθαίρουσα καὶ μαιευομένη ταῖς καθαρτικαῖς τῶν λογίων ἐλλάμψει καὶ διδασκαλίαις καὶ προσέτι τοὺς ἀν ιέρους τῶν ἱερῶν ἀμιγῶς ἀποδιαστέλλουσα. Διὸ καὶ ταῖς ἱεραῖς αὐτὴν ἐφίστησι πύλαις ἡ ἱεραρχικὴ θεσμοθεσία τὴν πρὸς τὰ ἱερὰ τῶν προσιόντων εἴσοδον ἐν ταῖς παντελέσι καθάρσεσιν αἰνισσομένη καὶ τὴν ἐπὶ τὰς ἱερὰς αὐτῶν ἐποψίας καὶ κοινωνίας προσαγωγὴν ταῖς καθαρτικαῖς δυνάμεσιν ἐγχειρίζουσα καὶ διὰ τούτων αὐτοὺς ἀκηλιδώτους εἰσδεχομένη.
V.7.1
Δέδεικται τοίνυν ἡ μὲν τῶν ἱεραρχῶν τάξις τελειωτικὴ καὶ τελεσιουργός, ἡ δὲ τῶν ἱερέων φωτιστικὴ καὶ φωταγωγός, ἡ δὲ τῶν λειτουργῶν καθαρτικὴ καὶ διακριτική, δηλαδὴ τῆς ἱεραρχικῆς τάξεως οὐ τελεσιουργεῖν μόνον, ἀλλὰ καὶ φωτίζειν ἅμα καὶ καθαίρειν ἐπισταμένης καὶ τῆς τῶν ἱερέων δυνάμεως ἐχούσης ἐν ἑαυτῇ μετὰ τῆς φωτιστικῆς καὶ τὴν καθαρτικὴν ἐπιστήμην. Aἱ μὲν γὰρ ἥττους ἐπὶ τὰ κρείττω μεταπηδᾶν ἀδυνατοῦσιν– πρὸς τῷ μηδὲ θεμιτὸν αὐταῖς εἶναι πρὸς τοιαύτην ἐγχειρεῖν ἀλαζονείαν–, αἱ δὲ θειότεραι δυνάμεις μετὰ τῶν οἰκείων καὶ τὰς ὑφειμένας τῆς αὐτῶν τελειότητος ἱερὰς ἐπιστήμας γινώσκουσιν. Ὅμως ἐπειδὴ θείων εἰσὶν ἐνεργειῶν εἰκόνες αἱ ἱερατικαὶ διακοσμήσεις τῆς εὐκόσμου καὶ ἀσυγχύτου τῶν θείων ἐνεργειῶν τάξεως ἐν ἑαυταῖς δεικνῦσαι τὰς τεταγμένας ἐλλάμψεις, εἰς πρώτας καὶ μέσας καὶ τελευταίας ἱερὰς ἐνεργείας καὶ τάξεις ἐν διακρίσεσιν ἱεραρχικαῖς ἐτάχθησαν ἐμφαίνουσαι καθάπερ ἔφην ἐν ἑαυταῖς τῶν θείων ἐνεργειῶν τὸ τεταγμένον καὶ ἀσύμφυρτον. Ἐπειδὴ γὰρ ἡ θεαρχία τοὺς ἐν οἷς ἂν ἐγγένηται, νόας ἀποκαθαίρει πρῶτον, εἶτα φωτίζει καὶ φωτισθέντας ἀποτελειοῖ πρὸς θεοειδῆ τελεσιουργίαν, εἰκότως ἡ ἱεραρχικὴ τῶν θείων εἰκὼν εἰς διακεκριμένας ἑαυτὴν διαιρεῖ τάξεις τε καὶ δυνάμεις ἐναργῶς ὑποδεικνῦσα τὰς θεαρχικὰς ἐνεργείας ἐν παναγεστάταις καὶ ἀμιγέσι τάξεσιν εὐσταθῶς καὶ ἀσυγχύτως ἑστηκυίας. Ἀλλ' ἐπειδὴ τὰς ἱερατικὰς τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνεργείας εἰρήκαμεν ὡς ἡμῖν ἐφικτόν, καὶ τὰς ἱερωτάτας αὐτῶν, ὡς οἷοί τέ ἐσμεν, ἐποπτεύσωμεν τελειώσεις. Μυστήριον ἱερατικῶν τελειώσεων. Ὁ μὲν ἱεράρχης ἐπὶ τὴν ἱεραρχικὴν τελείωσιν προσαγόμενος ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια καὶ τὴν ἱεραρχικὴν χεῖρα καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς παναγεστάταις ἐπικλήσεσιν ἀποτελειοῦται. Ὁ δὲ ἱερεὺς ἄμφω τὼ πόδε κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν ἱεραρχικὴν δεξιὰν καὶ τούτῳ τῷ τρόπῳ πρὸς τοῦ τελοῦντος αὐτὸν ἱεράρχου ταῖς ἱεροποιοῖς πικλήσεσιν ἁγιάζεται. Ὁ δὲ λειτουργὸς ἕνα τοῖν ποδοῖν κλίνας ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου ἐπὶ κεφαλῆς ἔχει τὴν τοῦ τελοῦντος αὐτὸν ἱεράρχου δεξιὰν τελειούμενος ὑπ' αὐτοῦ ταῖς τῶν λειτουργῶν τελεστικαῖς ἐπικλήσεσιν. Ἑκάστῳ δὲ αὐτῶν ἡ σταυροειδὴς ἐνσημαίνεται πρὸς τοῦ τελοῦντος ἱεράρχου σφραγὶς καὶ καθ' ἕκαστον ἀνάρρησις ἱερὰ γίνεται καὶ τελειωτικὸς ἀσπασμὸς ἀσπαζομένου παντὸς ἱερατικοῦ παρόντος ἀνδρὸς καὶ τοῦ τελέσαντος ἱεράρχου τὸν πρός τι τῶν εἰρημένων ἱερατικῶν ταγμάτων ἀποτελεσθέντα. Θεωρία.
V.1.2
Κοινὰ μέν ἐστι τοῖς ἱεράρχαις τε καὶ ἱερεῦσι καὶ λειτουργοῖς ἐν ταῖς ἱερατικαῖς αὐτῶν τελειώσεσιν ἡ πρὸς τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις, ἡ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις, ἡ σταυροειδὴς σφραγίς, ἡ ἀνάρρησις, ὁ τελειωτικὸς ἀσπασμός· ἐξαιρετὰ δὲ καὶ ἔκκριτα τοῖς ἱεράρχαις μὲν ἡ τῶν λογίων ἐπὶ κεφαλῆς ἐπίθεσις οὐκ ἐχόντων τοῦτο τῶν ὑφειμένων ταγμάτων, τοῖς δὲ ἱερεῦσιν ἡ ἀμφοῖν τοῖν ποδοῖν κλίσις οὐκ ἐχούσης τοῦτο τῆς τῶν λειτουργῶν τελειώσεως. Oἱ γὰρ λειτουργοὶ καθὼς εἴρηται τὸν ἕνα κλίνουσι τοῖν ποδοῖν μόνον.
V.2.2
Ἡ μὲν οὖν ἐπὶ τὸ θεῖον θυσιαστήριον προσαγωγὴ καὶ ὑπόπτωσις αἰνίσσεται πᾶσι τοῖς ἱερατικῶς τελουμένοις ὑποτιθέναι καθόλου τῷ τελετάρχῃ θεῷ τὴν οἰκείαν ζωὴν καὶ τὴν ἑαυτῶν νοερὰν ὁλότητα πάναγνον αὐτῷ καὶ καθιερωμένην προσαγαγεῖν ὁμοειδῆ καὶ ὡς δυνατὸν ἀξίαν οὖσαν τοῦ θεαρχικοῦ καὶ παναγεστάτου καὶ ἱεροῦ θυσιαστηρίου τοῦ καθιεροῦντος ἱερατικῶς τοὺς θεοειδεῖς νόας.
V.3.2
Ἡ δὲ τῆς ἱεραρχικῆς χειρὸς ἐπίθεσις ὁμοῦ μὲν ἐμφαίνει τὴν τελεταρχικὴν σκέπην, ὑφ' ἧς ὡς παῖδες ἱεροὶ περιέπονται πατρικῶς αὐτοῖς μὲν ἕξιν καὶ δύναμιν ἱερατικὴν δωρουμένης, τὰς ἐναντίας δὲ αὐτῶν δυνάμεις ἀπορραπιζούσης. Διδάσκει δὲ ἅμα καὶ πάσας τελεῖν τὰς ἱερατικὰς ἐνεργείας ὡς ὑπὸ θεῷ πράττοντας τοὺς τελεσθέντας καὶ τῶν οἰκείων ἐνεργειῶν αὐτὸν ἔχοντας ἐν παντὶ καθηγεμόνα.
V.4.2
Ἡ σταυροειδὴς δὲ σφραγὶς τὴν ἁπασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν καὶ τὴν θεομίμητον ζωὴν ἀφορῶσαν ἀκλινῶς εἰς τὴν ἀνδρικὴν Ἰησοῦ θειοτάτην ζωὴν ἄχρι σταυροῦ καὶ θανάτου μετὰ θεαρχικῆς ἀναμαρτησίας ἐληλυθότος καὶ τοὺς οὕτω ζῶντας ὡς ὁμοειδεῖς ἐνσημαίνοντος τῇ σταυροειδεῖ τῆς οἰκείας ἀναμαρτησίας εἰκόνι.
V.5.2
τὴν ἱερὰν δὲ τῶν τελειώσεων καὶ τῶν τελουμένων ἀνάρρησιν ὁ ἱεράρχης ἀναβοᾷ τοῦ μυστηρίου δηλοῦντος, ὡς ὁ φιλόθεος ἱεροτελεστὴς ἐκφαντορικός ἐστι τῆς θεαρχικῆς ἐκλογῆς οὐκ αὐτὸς ἰδίᾳ χάριτι τοὺς τελουμένους ἐπὶ τὴν ἱερατικὴν ἄγων τελείωσιν, ἀλλ' ὑπὸ θεοῦ κινούμενος εἰς πάσας τὰς ἱεραρχικὰς ἁγιαστείας. Oὕτω Μωσῆς ὁ νομικὸς ἱεροτελεστὴς οὐδὲ ἀδελφὸν ὄντα τὸν Ἀαρὼν εἰς ἱερα τικὴν τελείωσιν ἄγει καὶ φιλόθεον αὐτὸν εἶναι καὶ ἱερατικὸν οἰόμενος, ἄχρις οὗ θεόθεν εἰς τοῦτο κινηθεὶς ὑπὸ τελετάρχῃ θεῷ τὴν ἱερατικὴν τελείωσιν ἱεραρχικῶς ἐτελεσιούργησεν. Ἀλλὰ καὶ ὁ θεαρχικὸς ἡμῶν καὶ πρῶτος ἱεροτελεστὴς (ἐγεγόνει γὰρ καὶ τοῦτο δι' ἡμᾶς ὁ φιλανθρωπότατος Ἰησοῦς) «οὐχ ἑαυτὸν ἐδόξασεν», ὡς τὰ λόγιά φησιν, «ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκή. Διὸ καὶ αὐτὸς ἐπὶ τὴν ἱερατικὴν τελείωσιν ἄγων τοὺς μαθητὰς καίπερ ὑπάρχων ὡς θεὸς τελετάρχης ὅμως ἐπὶ τὸν παναγέστατον αὐτοῦ πατέρα καὶ τὸ θεαρχικὸν πνεῦμα τὴν τελεταρχικὴν ἀνατίθησιν ἱεραρχικῶς τελεσιουργίαν παραγγέλλων τοῖς μαθηταῖς, ὡς τὰ λόγιά φησιν· «Ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ μου, ὅτι ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.» Καὶ μὴν καὶ αὐτὸς ὁ τῶν μαθητῶν κορυφαῖος μετὰ τῆς ὁμοταγοῦς αὐτῷ καὶ ἱεραρχικῆς δεκάδος εἰς τὴν τοῦ δυοκαιδεκάτου τῶν μαθητῶν ἐληλυθὼς ἱερατικὴν τελείωσιν ἐπὶ τῇ θεαρχίᾳ τὴν ἐκλογὴν εὐλαβῶς καταλέλοιπεν «Ἀνάδειξον» φήσας «ὃν ἐξελέξω» καὶ τὸν ὑπὸ τοῦ θείου κλήρου θειωδῶς ἀναδεδειγμένον εἰς τὸν τῆς ἁγίας δυοκαιδεκάδος ἱεραρχικὸν ἀριθμὸν εἰσ εδέξατο. Περὶ δὲ τοῦ θείου κλήρου τοῦ τῷ Ματθίᾳ θειωδῶς ἐπιπεσόντος ἕτεροι μὲν ἄλλα εἰρήκασιν οὐκ εὐαγῶς ὡς οἶμαι, τὴν ἐμὴν δὲ καὶ αὐτὸς ἔννοιαν ἐρῶ. Δοκεῖ γάρ μοι τὰ λόγια κλῆρον ὀνομάσαι θεαρχικόν τι δῶρον ὑποδηλοῦν ἐκείνῳ τῷ ἱεραρχικῷ χορῷ τὸν ὑπὸ τῆς θείας ἐκλογῆς ἀναδεδειγμένον, πλήν γε ὅτι τὸν θεῖον ἱεράρχην οὐκ αὐτοκινήτως χρὴ τὰς ἱερατικὰς ποιεῖσθαι τελεσιουργίας, ἀλλ' ὑπὸ θεῷ κινοῦντι ταύτας ἱεραρχικῶς καὶ οὐρανίως τελεσιουργεῖν.
V.6.2
Ὁ δὲ πρὸς τῷ τέλει τῆς ἱερατικῆς τελειώσεως ἀσπασμὸς ἱερὰν ἔμφασιν ἔχει. Πάντες γὰρ ὅσοι πάρεισι τῶν ἱερατικῶν ὄντες τάξεων, ἀλλὰ καὶ αὐτὸς ὁ τελέσας ἱεράρχης ἀσπάζονται τὸν τετελεσμένον. Ὅταν γὰρ ἱερατικαῖς ἕξεσι καὶ δυνάμεσι καὶ θείᾳ κλήσει καὶ ἁγιαστείᾳ πρὸς ἱερατικὴν τελεσιουργίαν ἀφίκηται νοῦς ἱερός, ἐραστός ἐστι ταῖς ὁμοταγέσι καὶ ἱερωτάταις τάξεσιν εἰς τὸ θεοειδέστατον ἀνηγμένος κάλλος ἐρῶν τῶν ὁμοειδῶν νοῶν καὶ πρὸς αὐτῶν ἱερῶς ἀντερώμενος. Ἔνθεν ὁ πρὸς ἀλλήλους ἱερατικὸς ἀσπασμὸς ἱερουργεῖται τὴν τῶν ὁμοειδῶν νοῶν ἱερὰν κοινωνίαν ὑποδηλῶν καὶ τὴν ἐπ' ἀλλήλοις ἐραστὴν εὐφροσύνην ὡς ὁλοκλήρως ἀποσώζουσιν ἱερατικῇ μορφώσει τὸ θεοειδέστατον κάλλος.
V.7.2
Ταῦτα μὲν οὖν ὡς ἔφην ἐστὶ τὰ κοινὰ τῆς ὅλης ἱερατικῆς τελειώσεως. Ὁ δὲ ἱεράρχης ἔκκριτον ἔχει τὴν τῶν λογίων ἐπὶ κεφαλῆς ἱερωτάτην ἐπίθεσιν. Ἐπειδὴ γὰρ ἡ τελειωτικὴ τῆς πάσης ἱερατείας δύναμις καὶ ἐπιστήμη τοῖς ἐνθέοις ἱεράρχαις ὑπὸ τῆς θεαρχικῆς δωρεῖται καὶ τελεταρχικῆς ἀγαθότητος, εἰκότως ἐπὶ τῶν ἱεραρχικῶν κεφαλῶν ἐπιτίθεται τὰ θεοπαράδοτα λόγια τὰ περιεκτικῶς καὶ ἐπιστημόνως ἐκφαντορικὰ πάσης θεολογίας θεουργίας θεοφανείας ἱερολογίας ἱερουργίας, ἑνὶ λόγῳ πάντων τῶν θείων καὶ ἱερῶν ἔργων τε καὶ λόγων τῶν ὑπὸ τῆς ἀγαθουργοῦ θεαρχίας τῇ καθ' ἡμᾶς ἱεραρχίᾳ δεδωρημένων, ὡς τοῦ θεοειδοῦς ἱεράρχου πάσης μὲν ἱεραρχικῆς δυνάμεως ὁλοκλήρως μεθέξοντος, πασῶν δὲ τῶν ἱεραρχικῶν ἱερολογιῶν τε καὶ ἱερουργιῶν τὴν ἀληθῆ καὶ θεοπαράδοτον ἐπιστήμην οὐκ ἐλλαμφθησομένου μόνον ἀλλὰ καὶ ἑτέροις ἀναλογίαις ἱεραρχικαῖς μεταδώσοντος καὶ τελεσιουργήσοντος ἐν θειοτάταις γνώσεσι καὶ ἀκροτάταις ἀναγωγαῖς ἱεραρχικῶς ἅπαντα τὰ τῆς ὅλης ἱεραρχίας τελεστικώτατα. Τοῖς δὲ ἱερεῦσι τοῖν δυοῖν ποδοῖν ἡ κλίσις ἔκκριτόν ἐστι παρὰ τὴν λειτουργικὴν διακόσμησιν ὡς τὸν ἕνα κλινούσης ἐκείνης καὶ τούτῳ τῷ ἱεραρχικῷ σχήματι τελειουμένης.
V.8.1
Ἡ μὲν οὖν κλίσις ἐμφαίνει τὴν ὑποκειμένην προσαγωγὴν τοῦ προσάγοντος ὑποτιθέντος θεῷ τὸ ἱερῶς προσαγόμενον. Ἐπειδὴ δὲ ὡς πολλάκις εἰρήκαμεν αἱ τρεῖς τῶν ἱεροτελεστῶν διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυνάμεων ἐφεστᾶσι ταῖς τρισὶ τῶν τελουμένων τάξεσι καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγήν, εἰκότως ἡ λειτουργικὴ τάξις ὡς μόνον καθαρτικὴ τὴν μίαν ἱερουργεῖ τῶν καθαιρομένων προσαγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ὑπερκοσμίως ἱερουμένων, οἱ δὲ ἱερεῖς ἄμφω τὼ πόδε κλίνουσι ὡς τῶν ὑπ' αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνον κεκαθαρμένων, ἀλλὰ καὶ ταῖς φανοτάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρμένης ζωῆς εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων, ὁ δὲ ἱεράρχης ἄμφω τὼ πόδε κλίνων ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια τοὺς ὑπὸ τῆς λειτουργικῆς δυνάμεως ἐκκεκαθαρμένους καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ' αὐτῶν ἱερῶν ἀνάλογον αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων καὶ δι' αὐτῆς ἀποτελειῶν τοὺς προσαγομένους εἰς τὴν κατ' αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν.

Intertext edge

Open linked passage

Note