Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De ecclesiastica hierarchia
Dionysius AeropagitaHier VI · pg-scrape-grcMore by Dionysius Aeropagita
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita"> —
⋯
More
Original / primary: Pg Scrape Grc
VI.1.1
Aὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις. Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξεων ἑξῆς ἀφηγητέον. Λέγωμεν τοίνυν, ὅτι καθαιρόμεναι μέν εἰσι τάξεις αἱ τῶν ἱερουργιῶν καὶ τελετουργιῶν ἀποδιαστελλόμεναι πληθύες, ὧν ἤδη μνήμην ἐποιησάμεθα, τῆς μὲν ὡς ἔτι πρὸς τῶν λειτουργῶν τοῖς μαιευτικοῖς λογίοις πρὸς ζωτικὴν ἀπότεξιν μορφουμένης τε καὶ διαπλαττομένης, τῆς δὲ ὡς ἔτι πρὸς τὴν ἱερὰν ἧς ἀπέστη ζωῆς, ἀνακικλησκομένης τῇ τῶν ἀγαθῶν λογίων ἐπιστρεπτικῇ διδασκαλίᾳ, τῆς δὲ ὡς ἔτι πρὸς τῶν ἐναντίων πτοιῶν ἀνάνδρως ἐκδειματουμένης καὶ πρὸς τῶν δυναμοποιῶν λογίων ἐπιρρωννυμένης, τῆς δὲ ὡς ἔτι πρὸς τὰς ἱερὰς ἐνεργείας ἐκ τῶν χειρόνων μεταγομένης, τῆς δὲ ὡς μεταχθείσης μὲν οὔπω δὲ τὸ πανάγνως ἀνεπίστροφον ἐν θειοτέραις ἕξεσι καὶ ἀσαλεύτοις ἐσχηκυίας. Aὗται γάρ εἰσιν αἱ καθαιρόμεναι τάξεις ὑπὸ τῆς λειτουργικῆς μαιεύσεως καὶ καθαρτικῆς δυνάμεως. Ταύτας οἱ λειτουργοὶ ταῖς ἱεραῖς αὐτῶν δυνάμεσι τελεσιουργοῦσι πρὸς τὸ τελέως ἐκκαθαρθείσας αὐτὰς εἰς τὴν φωτιστικὴν τῶν φανοτάτων ἱερουργιῶν θεωρίαν τε καὶ κοινωνίαν μεταχθῆναι.
VI.2.1
Μέση δὲ τάξις ἐστὶν ἡ θεωρητικὴ καί τινων ἱερῶν ἀναλόγως ἐν καθαρότητι πάσῃ κοινωνός, ἡ τοῖς ἱερεῦσιν εἰς τὸ φωτίζειν αὐτὴν ἀπονεμηθεῖσα. Καὶ γάρ ἐστιν ὡς οἶμαι δῆλον, ὡς ἡ καθαρθεῖσα πάσης ἀνιέρου κηλίδος καὶ πάναγνον ἐσχηκυῖα τὴν τοῦ οἰκείου νοὸς ἀκίνητον ἵδρυσιν ἐπὶ τὴν θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς μετάγεται καὶ κοινωνεῖ τοῖς κατ' αὐτὴν θειοτάτοις συμβόλοις ἐν ταῖς θεωρίαις αὐτῶν καὶ κοινωνίαις ἁπάσης ἱερᾶς εὐφροσύνης ἀποπληρουμένη καὶ πρὸς τὸν θεῖον τῆς ἐπιστήμης αὐτῶν ἔρωτα ταῖς ἀναγωγικαῖς αὐτῶν δυνάμεσιν ἀναλόγως ἀναπτερουμένη. Ταύτην ἐγώ φημι τὴν τοῦ ἱεροῦ λαοῦ τάξιν ὡς διὰ πάσης ἐληλυθυῖαν καθάρσεως καὶ τῆς ἱερᾶς τῶν φανοτάτων τελετῶν ἐποψίας καὶ κοινωνίας ὡς θεμιτὸν ἠξιωμένην.
VI.3.1
Ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστιν ἱερὰ διακόσμησις πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ ὅσης θεμιτὸν αὐτῇ θεωρεῖν ἱερουργίας ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη τὰς ἐποπτευθείσας τῶν κατ' αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελεωτάτην ἀναγομένη τελείωσιν. Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν οἱ μὲν θεραπευτάς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν. Διὸ καὶ τελεστικὴν αὐτοῖς ἐδωρήσατο χάριν ἡ ἱερὰ θεσμοθεσία καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπικλήσεως οὐχ ἱεραρχικῆς (ἐκείνη γὰρ ἐπὶ μόναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν), ἀλλ' ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἱερέων τῇ ἱεραρχικῇ τελετουργίᾳ δευτέρως ἱερουργουμένης. Μυστήριον μοναχικῆς τελειώσεως. Ὁ μὲν ἱερεὺς ἕστηκεν ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου τὴν μοναχικὴν ἐπίκλησιν ἱερολογῶν. Ὁ δὲ τελούμενος ὀπίσω τοῦ ἱερέως ἕστηκεν οὐκ ἄμφω τὼ πόδε κλίνων οὐχ ἕνα τοῖν ποδοῖν οὐκ ἐπὶ κεφαλῆς ἔχων τὰ θεοπαράδοτα λόγια, μόνον δὲ τῷ ἱερεῖ παρεστὼς ἱερολογοῦντι τὴν ἐπ' αὐτῷ μυστικὴν ἐπίκλησιν. Τελέσας δὲ αὐτὴν ὁ ἱερεὺς ἐπὶ τὸν τελούμενον ἐλθὼν ἐπερωτᾷ πρῶτον αὐτόν, εἰ πάσαις ἀποτάσσεται ταῖς διαιρεταῖς οὐ μόνον ζωαῖς ἀλλὰ καὶ φαντασίαις. Eἶτα τὴν τελεωτάτην αὐτῷ ζωὴν ὑφηγεῖται μαρτυρόμενος, ὅτι χρὴ τῆς μέσης αὐτὸν ὑπερανεστηκέναι. Ταῦτα δὲ πάντα τοῦ τελουμένου προσεχῶς ὁμολογήσαντος τῷ σταυροειδεῖ τύπῳ σφραγισάμενος αὐτὸν ὁ ἱερεὺς ἀποκείρει τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν καὶ τὴν ἐσθῆτα πᾶσαν ἀπαμφιέσας ἑτέραν ἀμφιέννυσι καὶ μετὰ τῶν ἄλλων ἱερῶν ἀνδρῶν, ὅσοι πάρεισιν, ἀσπασάμενος αὐτὸν κοινωνὸν ἀποτελεῖ τῶν θεαρχικῶν μυστηρίων. Θεωρία.
VI.1.2
Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δηλοῖ τὴν μοναχικὴν τάξιν οὐκ εἶναι προσαγωγικὴν ἑτέρων, ἀλλ' ἐφ' ἑαυτῆς ἑστῶσαν ἐν μοναδικῇ καὶ ἱερᾷ στάσει ταῖς ἱερατικαῖς ἑπομένην τάξεσι καὶ πρὸς αὐτῶν ὡς ὀπαδὸν ἐπὶ τὴν θείαν τῶν κατ' αὐτὴν ἱερῶν ἐπιστήμην εὐπειθῶς ἀναγομένην.
VI.2.2
Ἡ δὲ τῶν μεριστῶν οὐ μόνον ζωῶν ἀλλὰ μὴν καὶ φαντασιῶν ἀποταγὴ τὴν τελεωτάτην ἐμφαίνει τῶν μοναχῶν φιλοσοφίαν ἐν ἐπιστήμῃ τῶν ἑνοποιῶν ἐντολῶν ἐνεργουμένην. Ἔστι γὰρ ὡς ἔφην οὐ τῆς μέσης τῶν τελουμένων τάξεως, ἀλλὰ τῆς πασῶν ὑψηλοτέρας. Διὸ καὶ πολλὰ τῶν πρὸς τῆς μέσης τάξεως ἀκατακρίτως ἐνεργουμένων ἀπείρηται τρόπῳ παντὶ τοῖς ἑνιαίοις μοναχοῖς ὡς πρὸς τὸ ἓν αὐτῶν ὀφειλόντων ἑνοποιεῖσθαι καὶ πρὸς ἱερὰν μονάδα συνάγεσθαι καὶ πρὸς τὴν ἱερατικὴν ὡς θεμιτὸν ἀπομορφοῦσθαι ζωήν, ὡς τὸ συγγενὲς αὐτῆς ἔχουσιν ἐν πολλοῖς καὶ μᾶλλον αὐτῇ παρὰ τὰς λοιπὰς τῶν τελουμένων τάξεις πλησιάζουσιν.
VI.3.2
Ἡ δὲ τοῦ σταυροειδοῦς τύπου σφραγίς, ὡς ἤδη παρ' ἡμῶν εἴρηται, δηλοῖ τὴν πασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν. Ἡ δὲ τῶν τριχῶν ἀπόκαρσις ἐμφαίνει τὴν καθαρὰν καὶ ἀσχημάτιστον ζωὴν οὐκ ἐπιπλάστοις σχήμασι τὸ κατὰ νοῦν δυσειδὲς ἐπιθετικῶς καλλωπίζουσαν, ἀλλ' αὐτὴν ἐφ' ἑαυτῆς οὐκ ἀνθρωπικοῖς κάλλεσιν ἀλλ' ἑνιαίοις καὶ μοναχικοῖς εἰς τὸ θεοειδέστατον ἀναγομένην.
VI.4.1
Ἡ δὲ τῆς προτέρας ἐσθῆτος ἀποβολὴ καὶ τῆς ἑτέρας λῆψις τὴν ἀπὸ μέσης ἱερᾶς ζωῆς ἐπὶ τὴν τελεωτέραν μετάταξιν ἐμφαίνει, καθάπερ ἐπὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τῆς ἐσθῆτος ἄμειψις ἐδήλου τὴν ἀπὸ καθαιρουμένης ζωῆς εἰς θεωρητικὴν καὶ φωτιστικὴν ἕξιν ἀναγωγήν. Eἰ δὲ καὶ νῦν ὁ ἱερεύς τε καὶ πάντες ὅσοι πάρεισιν ἱεροὶ τὸν τετελεσμένον ἀσπάζονται, τὴν ἱερὰν τῶν θεοειδῶν ἐννόησον κοινωνίαν ἀγαπητικῶς ἐν εὐφροσύνῃ θείᾳ συνηδομένων ἀλλήλοις.
VI.5.1
Ἐν τέλει δὲ πάντων ὁ ἱερεὺς ἐπὶ τὴν θεαρχικὴν κοινωνίαν καλεῖ τὸν τετελεσμένον ἐμφαίνων ἱερῶς, ὡς ὁ τελεσθεὶς εἴπερ ἀληθῶς ἐπὶ τὴν μοναχικὴν ἀφίκετο καὶ ἑνιαίαν ἀγωγήν, οὐ θεωρητικὸς μόνον ἔσται τῶν κατ' αὐτὸν ἱερῶν οὐδὲ κατὰ μέσην τάξιν ἐπὶ τὴν κοινωνίαν ἥξει τῶν ἱερωτάτων συμβόλων, ἀλλὰ μετὰ θείας τῶν ὑπ' αὐτοῦ μετεχομένων ἱερῶν γνώσεως ἑτέρῳ τρόπῳ παρὰ τὸν ἱερὸν λαὸν ἐπὶ τὴν μετάληψιν ἥξει τῆς θεαρχικῆς κοινωνίας. Διὸ καὶ ταῖς ἱερατικαῖς τάξεσιν ἐν ταῖς ἱεροτελεστικαῖς αὐτῶν ἁγιαστείαις ἐν τέλει τῶν ἱερωτάτων αὐτῶν ἀφιερώσεων ἡ τῆς ἁγιωτάτης εὐχαριστίας κοινωνία μεταδίδοται πρὸς τοῦ τελέσαντος αὐτὰς ἱεράρχου οὐ μόνον, ὅτι τῶν θεαρχικῶν μυστηρίων ἡ μετάληψις ἑκάστης ἱεραρχικῆς μεθέξεώς ἐστι τὸ κεφάλαιον, ἀλλ' ὅτι καὶ αὐτῆς τῆς κοινωνικῆς καὶ θειοτάτης δωρεᾶς ἀναλόγως αὐταῖς καθ' ἑκάστην αἱ ἱεραὶ πᾶσαι τάξεις μετέχουσι πρὸς τὴν οἰκείαν αὐτῶν τῆς θεώσεως ἀναγωγὴν καὶ τελείωσιν. Συνῆκται τοίνυν ἡμῖν, ὡς αἱ μὲν ἁγίαι τελεταὶ κάθαρσίς εἰσι καὶ φωτισμὸς καὶ τελείωσις, οἱ δὲ λειτουργοὶ καθαρτικὴ τάξις, οἱ δὲ ἱερεῖς φωτιστική, τελεστικὴ δὲ οἱ θεοειδεῖς ἱεράρχαι, καθαιρομένη δὲ τάξις ἡ τῆς ἱερᾶς ἐποψίας καὶ κοινωνίας ἀμέτοχος ὡς ἔτι καθαιρομένη, θεωρητικὴ δὲ τάξις ὁ ἱερὸς λαός, τετελεσμένη δὲ τάξις ἡ τῶν ἑνιαίων μοναχῶν. Oὕτω γὰρ ἡ καθ' ἡμᾶς ἱεραρχία ταῖς θεοπαραδότοις τάξεσιν ἱερῶς εὐθετουμένη ταῖς οὐρανίαις ἱεραρχίαις ὁμοειδής ἐστι τοὺς θεομιμήτους αὐτῆς ὡς ἐν ἄνδρασιν ἀποσώζουσα καὶ θεοειδεῖς χαρακτῆρας.
VI.6.1
Ἀλλ' ἐρεῖς, ὅτι ταῖς οὐρανίαις ἱεραρχίαις ἐλλείπουσι πάντως αἱ καθαιρόμεναι τάξεις. Oὐ γὰρ θεμιτὸν οὐδὲ ἀληθὲς εἰπεῖν, ὡς ἔστι τις οὐρανία διακόσμησις ἐναγής. Ἐγὼ δέ, ὅτι μὲν ἀλώβητοι παντελῶς εἰσι καὶ τὸ πάναγνον ὑπερκοσμίως ἔχουσιν, ὁμολογήσαιμι πάντως, εἰ μὴ παντελῶς ἀποπέσοιμι τοῦ ἱερωτάτου νοός. Eἰ γάρ τις αὐτῶν ὑπὸ κακίας ἑάλω, τῆς μὲν οὐρανίας καὶ ἀμιγοῦς ἀποπεπτώκει τῶν θείων νοῶν ἁρμονίας, εἰς τὴν ἀλαμπῆ δὲ τῶν ἀποστατικῶν πληθύων ἐφέρετο πτῶσιν. Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων ἔλλαμψις ἐπὶ τελεωτέραν αὐτὰς ἐπιστήμην ἄγουσα τῶν θεαρχικῶν γνώσεων καὶ τῆς ἀγνοίας, ὧν οὔπω τὴν ἐπιστήμην εἶχον, ἀποκαθαίρουσα διὰ τῶν πρώτων καὶ θειοτέρων οὐσιῶν ἀναγομένας εἰς τὰς ὑπερτέρας τῶν θεοπτιῶν καὶ φανοτέρας μαρμαρυγάς. Oὕτω καὶ φωτιζόμεναι τάξεις εἰσὶ καὶ τελούμεναι καὶ καθαρτικαὶ καὶ φωτιστικαὶ καὶ τελεστικαὶ κατὰ τὴν οὐρανίαν ἱεραρχίαν ὡς τῶν ὑπερτάτων καὶ θειοτέρων οὐσιῶν τὰς ὑφειμένας ἱερὰς καὶ οὐρανίας διακοσμήσεις ἀγνοίας μὲν ἁπάσης ἀποκαθαιρουσῶν ἐν τάξεσι καὶ ἀναλογίαις τῶν οὐρανιῶν ἱεραρχιῶν, πληρουσῶν δὲ αὐτὰς τῶν θειοτάτων ἐλλάμψεων καὶ τελειουσῶν ἐν τῇ παναγεστάτῃ τῶν θεαρχικῶν νοήσεων ἐπιστήμῃ. Καὶ γὰρ ἤδη πρὸς ἡμῶν εἴρηται καὶ τοῖς λογίοις θειωδῶς διηγόρευται τὸ μὴ ταὐτὰς εἶναι πάσας τὰς οὐρανίας διακοσμήσεις ἐν πάσαις ταῖς ἱεραῖς τῶν θεοπτικῶν ἐλλάμψεων ἐπιστήμαις, ἀλλ' ἐκ θεοῦ μὲν ἀμέσως τὰς πρώτας, δι' ἐκείνων δὲ πάλιν ἐκ θεοῦ τὰς ὑφειμένας ἀναλόγως αὐταῖς ἐλλάμπεσθαι τὰς φανοτάτας τῆς θεαρχικῆς ἀκτῖνος αὐγάς.

Intertext edge

Open linked passage

Note