De ecclesiastica hierarchia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/dionysius-aeropagita" aria-label="More works by Dionysius Aeropagita">
—
⋯
Original / primary: Pg Scrape Grc
VII.1.1
Τούτων δὲ διωρισμένων ἀναγκαῖον εἰπεῖν ὡς οἶμαι καὶ τὰ πρὸς ἡμῶν ἱερῶς ἐπὶ τῶν κεκοιμημένων τελούμενα. Καὶ γὰρ οὐδὲ τοῦτο κοινόν ἐστι τοῖς ἱεροῖς τε καὶ ἀνιέροις, ἀλλ' ὥσπερ ἀλλοῖον εἶδός ἐστι τῆς ἑκατέρων ζωῆς, οὕτω καὶ πρὸς θάνατον ἰόντες οἱ μὲν ἱερὰν ἐσχηκότες ζωὴν εἰς τὰς ἀληθεῖς ἐπαγγελίας τῆς θεαρχίας ἀποσκοποῦντες ὡς τὴν ἀλήθειαν αὐτῶν ἐν τῇ κατ' αὐτὴν ἀναστάσει τεθεαμένοι μετὰ βεβαίας καὶ ἀληθοῦς ἐλπίδος ἐν εὐφροσύνῃ θείᾳ πρὸς τὸ τοῦ θανάτου πέρας ἴασιν ὡς ἐπὶ τέλος ἱερῶν ἀγώνων ἐν παντελεῖ καὶ ἀτελευτήτῳ ζωῇ καὶ σωτηρίᾳ τὰ κατ' αὐτοὺς ἔσεσθαι πάντως εἰδότες διὰ τῆς ἐσομένης αὐτῶν ὁλικῆς ἀναστάσεως. Aἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ πρὸς τὴν ἐπὶ τὰ χείρω κατὰ τὸν τῇδε βίον δυνάμεναι καταπίπτειν τροπὴν ἐν τῇ παλιγγενεσίᾳ τὴν ἐπὶ τὸ ἄτρεπτον ἕξουσι θεοειδεστάτην μετάταξιν. Τὰ δὲ καθαρὰ τῶν ἱερῶν ψυχῶν ὁμόζυγα καὶ ὁμοπόρευτα σώματα συναπογραφέντα καὶ συναθλήσαντα κατὰ τοὺς θείους αὐτῶν ἱδρῶτας ἐν τῇ τῶν ψυχῶν ἀτρέπτῳ κατὰ τὴν θείαν ζωὴν ἱδρύσει συναπολήψεται τὴν οἰκείαν ἀνάστασιν. Ἑνωθέντα γὰρ αἷς ἥνωντο κατὰ τὸν τῇδε βίον ἱεραῖς ψυχαῖς, ὡς μέλη Χριστοῦ γεγονότα τὴν θεοειδῆ καὶ ἄφθαρτον ἀθάνατόν τε καὶ μακαρίαν ἀπολήψεται λῆξιν. Ἐν τούτοις μὲν οὖν ἡ τῶν ἱερῶν ἐστι κοίμησις ἐν εὐφροσύνῃ καὶ ἀσαλεύτοις ἐλπίσιν εἰς τὸ τῶν θείων ἀγώνων ἀφικνουμένη πέρας.
VII.2.1
Τῶν δὲ ἀνιέρων οἱ μὲν εἰς ἀνυπαρξίαν ἀλόγως οἴονται χωρεῖν, οἱ δὲ τὴν σωματικὴν εἰσάπαξ ἀπορρήγνυσθαι τῶν οἰκείων ψυχῶν συζυγίαν ὡς ἀνάρμοστον αὐταῖς ἐν θεοειδεῖ ζωῇ καὶ μακαρίαις λήξεσιν οὐκ ἐννοήσαντες οὐδὲ ἱκανῶς ἐν ἐπιστήμῃ θείᾳ μυηθέντες ἀρχθεῖσαν ἤδη τὴν καθ' ἡμᾶς ἐν Χριστῷ θεοειδεστάτην ζωήν. Ἄλλοι δὲ σωμάτων ἄλλων ἀπονέμουσι ταῖς ψυχαῖς συζυγίας ἀδικοῦντες τὸ ἐπ' αὐτοῖς ὡς οἶμαι τὰ συμπονήσαντα ταῖς θείαις ψυχαῖς καὶ τῶν ἱερῶν ἀντιδόσεων οὐκ εὐαγῶς ἀποστεροῦντες τὰ πρὸς τὸ πέρας ἐλθόντα τῶν θειοτάτων δρόμων. Ἄλλοι δὲ οὐκ οἶδ' ὅπως ἐπὶ προσύλους ἐννοίας ἀποκλιθέντες εἰρήκασιν ὁμοειδῆ τοῦ τῇδε βίου τὴν τοῖς ὁσίοις ἐπηγγελμένην ἁγιωτάτην καὶ μακαριστὴν λῆξιν καὶ τροφὰς οἰκείας ἀλλοιωτῷ βίῳ τοῖς ἰσαγγέλοις ἀθεμίτως ἀπέρριψαν. Ἀλλ' οὐκ ἀποπεσεῖταί τίς ποτε τῶν ἱερωτάτων ἀνδρῶν εἰς τὰς τοιάσδε πλανήσεις, ἀλλ' ὅλους αὐτοὺς ἀπολήψεσθαι τὴν Χριστοειδῆ λῆξιν εἰδότες, ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν εἰς ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγενημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι καὶ θείας ἡδονῆς ἀποπληροῦνται τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ' εὖ εἰδότες, ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν. Oἱ δὲ μολυσμῶν ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως αὐτοὶ δὲ ταύτην ἐκ τοῦ οἰκείου νοὸς ὀλεθρίως ἀπορραπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν λογίων ἡ θεία θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίου πρὸς μηδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν.
VII.3.1
Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦνται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας, οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι κατὰ τὴν θείαν οἰκειότητα καὶ ὁμοτροπίαν αὐτόν τε ὅστις ἐστὶ μακαρίζουσι πρὸς τὸ νικηφόρον εὐκταίως ἀφικόμενον τέλος καὶ τῷ τῆς νίκης αἰτίῳ χαριστηρίους ᾠδὰς ἀναπέμπουσι προσέτι καὶ αὐτοὺς ἀφίκεσθαι πρὸς τὴν ὁμοίαν εὐχόμενοι λῆξιν, λαβόντες δὲ αὐτὸν ἐπὶ τὸν ἱεράρχην ἄγουσιν ὡς ἐπὶ στεφάνων ἱερῶν δόσιν. Ὁ δὲ ἀσμένως ὑποδέχεται καὶ τελεῖ τὰ κατὰ θεσμὸν ἱερὸν ἐπὶ τοῖς ὁσίως κεκοιμημένοις τελούμενα. Μυστήριον ἐπὶ τῶν ἱερῶς κεκοιμημένων. Συναγαγὼν ὁ θεῖος ἱεράρχης ἱερὸν χορόν, εἰ μὲν ἱερατικῆς ἐγεγόνει τάξεως ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου κατακλίνας αὐτὸν ἀπάρχεται τῆς πρὸς θεὸν εὐχῆς καὶ εὐχαριστίας. Eἰ δὲ τοῖς εὐαγέσι μοναχοῖς ἢ τῷ ἱερῷ λαῷ κατετέτακτο, παρὰ τὸ τίμιον ἱερατεῖον αὐτὸν κατακλίνει πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως, εἶτα τελεῖ τὴν πρὸς θεὸν εὐχαριστήριον εὐχὴν ὁ ἱεράρχης. Ἑξῆς δὲ οἱ λειτουργοὶ τὰς ἐν τοῖς θείοις λογίοις ἐμφερομένας ἀψευδεῖς ἐπαγγελίας περὶ τῆς ἱερᾶς ἡμῶν ἀναστάσεως ἀναγνόντες ἱερῶς° δουσι τὰς ὁμολόγους καὶ ταὐτοδυνάμους τῶν ψαλμικῶν λογίων ᾠδάς. Eἶτα τῶν λειτουργῶν ὁ πρῶτος ἀπολύει τοὺς κατηχουμένους καὶ ἀνακηρύττει τοὺς ἤδη κεκοιμημένους ἁγίους, μεθ' ὧν ἀξιοῖ τὸν ἄρτι τελειωθέντα τῆς ὁμοταγοῦς ἀναρρήσεως καὶ προτρέπεται πάντας αἰτῆσαι τὴν ἐν Χριστῷ μακαρίαν τελείωσιν. Eἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱεροτάτην ἐπ' αὐτῷ ποιεῖται καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης ἀσπάζεται τὸν κεκοιμημένον καὶ μετ' αὐτὸν οἱ παρόντες ἅπαντες. Ἀσπασαμένων δὲ πάτων ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης καὶ τὴν ὑπὲρ πάντων εὐχὴν ἱερὰν ποιησάμενος ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων. Θεωρία.
VII.1.2
Ταῦτα μὲν εἴπερ ἴδοιεν ἢ ἀκούσαιεν οἱ ἀνίεροι πρὸς ἡμῶν τελούμενα, πλατὺ γελάσουσιν ὡς οἶμαι καὶ τῆς πλανήσεως ἡμᾶς ἐλεήσουσιν. Oὐ δεῖ δὲ πρὸς τοῦτο θαυμάζειν. Ἐὰν γὰρ μὴ πιστεύσωσιν, ὡς τὰ λόγιά φησιν, οὐδὲ μὴ συνήσουσιν. Ἡμεῖς δὲ τὰ νοητὰ τῶν τελουμένων ἐποπτεύσαντες Ἰησοῦ φωταγωγοῦντος εἴπωμεν, ὡς οὐκ ἀλόγως ὁ ἱεράρχης ἐπὶ τὸν ὁμοταγῆ χῶρον εἰσάγει καὶ ἐπιτίθησι τὸν κεκοιμημένον. Ἐμφαίνει γὰρ ἱερῶς, ὡς κατ' ἐκείνας ἔσονται πάντες ἐν τῇ παλιγγενεσίᾳ τὰς ἀποκληρώσεις, καθ' ἃς ἐνθάδε τὴν οἰκείαν ζωὴν ἀπεκλήρωσαν. Oἷον εἰ θεοειδῆ τις ἔσχεν ἐνθάδε καὶ ἱερωτάτην ζωήν, ὡς ἀνδρὶ τὸ θεομίμητον ἐφικτόν, ἐν θείαις ἔσται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μακαρίαις λήξεσιν· εἰ δὲ τῆς κατ' ἄκρον θεοειδοῦς ὑφειμένην ἱερὰν δὲ ὅμως, ὁμοειδεῖς καὶ οὗτος ἀπολήψεται τὰς ἱερὰς ἀμοιβάς. Ὑπὲρ ταύτης τῆς θείας δικαιοσύνης ὁ ἱεράρχης εὐχαριστήσας εὐχὴν ἱερὰν ποιεῖται καὶ τὴν σεβασμίαν ὑμνεῖ θεαρχίαν ὡς καθαιρετικὴν τοῦ κατὰ πάντων ἡμῶν ἀδίκου καὶ τυραννικοῦ κράτους, μεταγωγὸν δὲ ἡμῶν ἐπὶ τὰ οἰκεῖα δικαιότατα κρίματα.
VII.2.2
Aἱ δὲ τῶν θεαρχικῶν ἐπαγγελιῶν ᾠδαὶ καὶ ἀναγνώσεις ἐκφαντορικαὶ μέν εἰσι τῶν μακαριωτάτων λήξεων, εἰς ἃς οἱ θείαν ἐσχηκότες τελείωσιν αἰωνίως καταταχθήσονται, τοῦ δὲ κοιμηθέντος ἱερῶς ἀποδεκτικαί, τῶν ἔτι δὲ ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν.
VII.3.2
Σκόπει δέ, ὅτι νῦν οὐ πᾶσαι κατὰ τὸ σύνηθες αἱ καθαιρόμεναι τάξεις ἀπολύονται, μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι. Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱερῶς τελουμένων ἐποπτεύειν αὐτῇ θεμιτὸν ὡς οὐδὲ τῆς τῶν ἱερῶν ὀπτικῆς δυνάμεως μετασχούσῃ διὰ τῆς ἀρχιφώτου καὶ φωτοδότιδος θεογενεσίας· αἱ δὲ λοιπαὶ τῶν καθαιρομένων τάξεις ἐν μυήσει μὲν ἤδη γεγόνασιν ἱερᾶς παραδόσεως, ἀνοήτως δὲ πρὸς τὰ χείρω παλινδρομήσασαι δέον ἐπὶ τὰ πρόσω τὴν οἰκείαν ἀναγωγὴν ἀποτελειῶσαι τῶν θεαρχικῶν μὲν ὡς ἐν συμβόλοις ἱεροῖς ἐποψιῶν καὶ κοινωνιῶν εὐλόγως ἀποδιαστέλλονται (βλαβήσονται γὰρ ἀνιέρως αὐτῶν μετέχουσαι καὶ πρὸς πλείονα τῶν θείων καὶ ἑαυτῶν ἐλεύσονται περιφρόνησιν), οὐκ ἀπεικότως δὲ πάρεισιν ἐπὶ τοῖς νῦν τελουμένοις ἐναργῶς ἐκδιδασκόμεναι καὶ ὁρῶσαι τὴν τοῦ καθ' ἡμᾶς ἀδειλίαν θανάτου καὶ τὰ τῶν ἁγίων γέρα πρὸς τῶν ἀληθῶν λογίων ὑμνούμενα καὶ τὰς ἠπειλημένας ἔσεσθαι τοῖς κατ' αὐτὰς ἀνιέροις ἀτελευτήτους ἀνίας. Ἔσται γὰρ αὐταῖς ἴσως ὄφελος ὁρώσαις τὸν ἱερῶς τετελειωμένον ὑπὸ τῆς λειτουργικῆς ἀναρρήσεως ὡς κοινωνὸν ὄντως ὄντα τῶν ἀπ' αἰῶνος ἁγίων ἱερῶς ἀνακηρυττόμενον. Καὶ τάχα καὶ αὐταὶ πρὸς τὴν ὁμοίαν ἔφεσιν ἥξουσι καὶ πρὸς τῆς λειτουργικῆς ἐπιστήμης ἐκδιδαχθήσονται μακαρίαν ἀληθῶς εἶναι ἐν Χριστῷ τελείωσιν.
VII.4.1
«Eἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται, καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται καὶ ἑξῆς οἱ παρόντες ἅπαντες»· ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται πάντα μὲν ἀφεῖναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐτὸν ἐν φωτὶ καὶ χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τόπῳ, οὗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
VII.5.1
Ταῦτα μὲν οὖν ὡς οἶμαι δῆλα τὰ τῶν ἁγίων μακαριώτατα γέρα. Τὶ γὰρ ἂν γένοιτο τῆς παντελῶς ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόρροπον; Eἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι τῆς πραγματικῆς αὐτῶν ἀληθείας ἀποδεούσας ἔχουσι τὰς ὀνομασίας. Ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οἰητέον ὅτι «Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». Κόλποι δέ εἰσιν ὡς οἶμαι τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων ἁπάντων αἱ θειόταται καὶ μακαρισταὶ λήξεις αἱ τοὺς θεοειδεῖς ὑποδεχόμεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν.
VII.6.1
Φαίης δ' ἂν ἴσως ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι παρ' ἡμῶν, ἀπορεῖν δὲ ὅτου ἕνεκα τῆς θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται τῶν ἡμαρτημένων αἰτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ καὶ φανοτάτην ἀποκλήρωσιν. Eἰ γὰρ ἀμοιβὰς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἑτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὐχῆς ἐφ' ἑτέραν λῆξιν μεταταχθήσεται παρὰ τὴν ἀξίαν αὐτοῦ καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν; Ἐγὼ δὲ, ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα τοῖς λογίοις ἀκολουθῶν. Ἀπέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ καὶ «Κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν». Ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μήτι γε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδάσκουσιν ἀληθεῖς παραδόσεις. Ἢ τὶ πρὸς τοῦ Σαμουὴλ ἀπώνατο; τί δὲ τὸν τῶν Ἑβραίων λαὸν ὤνησεν ἡ προφητικὴ προσευχή; Καὶ γὰρ ὡς εἴ τις ἡλίου τὰ οἰκεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι τὰς οἰκείας ὄψεις ἐξαφανίζων, οὕτω πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας ὁ τὰς τῶν ἁγίων ἐξαιτῶν προσευχὰς καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων ἀπροσεξίᾳ τῶν θείων δώρων καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει. Φημὶ δὲ τοῖς λογίοις ἑπόμενος, ὡς ὠφέλιμοι πάμπαν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ κατὰ τόνδε τὸν τρόπον· εἴ τις ἱερῶν ἐφιέμενος δώρων καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ συνικέτην, ὠφεληθήσεται πάντως ἐκ τούτου τὴν πάσας ὑπερκειμένην ὠφέλειαν. Ἐπιτεύξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποδεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος τῆς τε οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης καὶ τῆς ἐπὶ τοῖς ὁσίοις αἰδοῦς καὶ τῆς τῶν αἰτηθεισῶν ἱερῶν αἰτήσεων ἐπαινετῆς ἐφέσεως καὶ καταλλήλου καὶ θεοειδοῦς ἕξεως. Ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτῃ δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι. Ταύτην οὖν εἴ τις ἀτιμάσειε τὴν ἱερὰν εὐκοσμίαν καὶ πρὸς ἀθλίαν οἴησιν ἐληλυθὼς ἱκανὸν ἑαυτὸν οἰηθείη πρὸς θεαρχικὴν ὁμιλίαν καὶ τῶν ὁσίων ὑπερφρονήσοι καὶ μὴν εἰ τὰς αἰτήσεις ἀναξίας θεοῦ καὶ μὴ ἱερὰς αἰτήσοι καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, ἀποτεύξεται δι' ἑαυτὸν τῆς ἀνεπιστήμονος αἰτήσεως. Περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἣν ὁ ἱεράρχης ἐπεύχεται τῷ κεκοιμημένῳ, τὴν εἰς ἡμᾶς ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον.
VII.7.1
Ὁ θεῖος ἱεράρχης ἐκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησιν, τῶν θεαρχικῶν δικαιωμάτων. «Ἄγγελος» γὰρ «κυρίου παντοκράτορος θεοῦ ἐστιν.» Μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ' ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδίδοται παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ ἀνθρωπίνης ἀσθενείας κηλῖδας, ἐπείπερ «οὐδείς», ὡς τὰ λόγιά φησιν, «καθαρὸς ἀπὸ ῥύπου». Ταῦτα μὲν οὖν ὁ ἱεράρχης οἶδεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων, αἰτεῖ δὲ αὐτὰ γενέσθαι καὶ δωρηθῆναι τοῖς ὁσίως βιώσασι τὰς ἱερὰς ἀντιδόσεις ἅμα μὲν ἐπὶ τὸ θεομίμητον ἀγαθοειδῶς ἐκτυπούμενος καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας, ἅμα δὲ καὶ τὰς ἀψευδεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων, ὅτι τὰ παρ' αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις. Oὐ γὰρ ἂν ὁ ἱεράρχης ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑποφήτης ἐξῄτει ποτὲ τὰ μὴ τῷ θεῷ προσφιλέστατα καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα. Διὸ τοῖς ἀνιέροις οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις, οὐ μόνον ὅτι τῆς ὑποφητικῆς ἐν τούτῳ παρατραπήσεται τάξεως καί τι τῶν ἱεραρχικῶν αὐθάδως τολμήσει μὴ πρὸς τοῦ τελετάρχου κεκινημένος, ἀλλ' ὅτι καὶ τῆς ἐναγοῦς εὐχῆς ἀποτεύξεται πρὸς τοῦ δικαίου λογίου καὶ αὐτὸς οὐκ ἀπεικότως ἀκούων «Aἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε». Oὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖ τὰ θειωδῶς ἐπηγγελμένα καὶ φίλα θεῷ καὶ πάντως δωρηθησόμενα καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἕξεως ἐπιδεικνὺς τῷ φιλαγαθῷ θεῷ καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δῶρα. Oὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιωμάτων οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας εὐφήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ' ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους θεῷ κατ' ἀξίαν ἀφοριζόντων. «Λάβετε» γάρ φησι «πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Καὶ τῷ τὰς θείας ἀποκαλύψεις τοῦ παναγεστάτου πατρὸς ἐλλαμπομένῳ τὰ λόγιά φησιν «Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς» ὡς ἐκείνου καὶ παντὸς τοῦ κατ' αὐτὸν ἱεράρχου κατὰ τὰς ἐν αὐτῷ γινομένας τῶν πατρικῶν δικαιωμάτων ἀποκαλύψεις ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τοὺς θεοφιλεῖς προσιεμένου καὶ τοὺς ἀθέους ἀποκληροῦντος. Καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγιά φησιν, οὐκ αὐτοκινήτως οὐδὲ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων ἀλλ' ὑπὸ θεοῦ νοητῶς αὐτὸν τὰ οἰκεῖα μυήσαντος ἀπεφθέγξατο. Τοὺς μὲν οὗν ἐνθέους ἱεράρχας οὕτω τοῖς ἀφορισμοῖς καὶ πάσαις ταῖς ἱεραρχικαῖς δυνάμεσι χρηστέον, ὅπως ἂν ἡ τελετάρχις αὐτοὺς θεαρχία κινήσοι, τοὺς δὲ ἄλλους οὕτω τοῖς ἱεράρχαις, ἐν οἷς ἂν δρῶσιν ἱεραρχικῶς, προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις. «Ὁ ἀθετῶν» γὰρ «ὑμᾶς» φησιν «ἐμὲ ἀθετεῖ.»
VII.8.1
Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα. Τελέσας γὰρ αὐτὴν ὁ ἱεράρχης αὐτός τε ἀσπάζεται τὸν κεκοιμημένον καὶ ἑξῆς οἱ παρόντες ἅπαντες. Ἡδὺς γάρ ἐστι καὶ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν ζωὴν τετελειωμένος. Μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης. Μέμνησο δέ, ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις ἱεροῦ συμβόλου δωρεῖται τῷ τελουμένῳ μετὰ τὴν ὁλικὴν τῆς προτέρας ἐσθῆτος ἀπαμφίεσιν τὸ τῆς χρίσεως ἔλαιον. Ἐν τέλει δὲ νῦν ἁπάντων ἐπὶ τῷ κεκοιμημένῳ τὸ ἔλαιον ἐπιχέεται. Καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρῖσις ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν τελούμενον, νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλήσαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον.
VII.9.1
Ταῦτα τελέσας ὁ ἱεράρχης ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων. Eἰ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν θεοφιλῆ ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶτας. Ἔνθεν ἡ θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις ὡς ὁμοπορεύτου καὶ συμμετόχου τῆς ὁσίας ἢ τῆς ἐναντίας ζωῆς. Διὸ καὶ τῶν ἱερῶν ἡ θεία θεσμοθεσία τὰς θεαρχικὰς κοινωνίας ἀμφοῖν δωρεῖται, τῇ ψυχῇ μὲν ἐν καθαρᾷ θεωρίᾳ καὶ ἐπιστήμῃ τῶν τελουμένων, τῷ σώματι δὲ κατὰ τὸ θειότατον ὡς ἐν εἰκόνι μύρον καὶ τὰ τῆς θεαρχικῆς κοινωνίας ἱερώτατα σύμβολα, τὸν ὅλον ἄνθρωπον ἁγιάζουσα καὶ τὴν ὁλικὴν αὐτοῦ σωτηρίαν ἱερουργοῦσα καὶ τελεωτάτην αὐτοῦ τὴν ἀνάστασιν ἔσεσθαι διαγγέλλουσα ταῖς καθολικαῖς ἁγιστείαις.
VII.10.1
Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν οὐδὲ τὸ μυστικὸν αὐτῶν ἢ τὰς ἐπ' αὐταῖς ἐνεργουμένας ἐκ θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἐξάγειν, ἀλλ' ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν καὶ πρὸς θειοτέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείας ἱεραῖς ἀποτελεσθεὶς ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὑπερτάτην αὐτῶν ἐπιστήμην.
VII.11.1
Τὸ δὲ καὶ παῖδας οὔπω τὰ θεῖα συνιέναι δυναμένους τῆς ἱερᾶς μετόχους γίνεσθαι θεογενεσίας καὶ τῶν ἱερωτάτων τῆς θεαρχικῆς κοινωνίας συμβόλων δοκεῖ μὲν ὡς φῂς τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεία καὶ τοῖς μὴ νοοῦσιν εἰκῆ παραδιδόασι τὰς ἱερὰς παραδόσεις, καὶ τὸ ἔτι γελοιότερον· ὡς ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασι καὶ τὰς ἱερὰς ὁμολογίας. Δεῖ δὲ τὴν σὴν ἱεραρχικὴν σύνεσιν μὴ χαλεπαίνειν ἐπὶ τοῖς πεπλανημένοις, ἀλλ' εὐλαβῶς τε ἅμα καὶ τῆς αὐτῶν φωταγωγίας χάριν ἀγαπητικῶς ἀπολογεῖσθαι πρὸς τὰς ὑπ' αὐτῶν προφερομένας ἐνστάσεις προστιθέντα καὶ τοῦτο κατὰ θεσμὸν ἱερόν, ὡς οὐκ ἐν τῇ καθ' ἡμᾶς γνώσει πάντα τὰ θεῖα περιγράφεται, πολλὰ δὲ τῶν ὑφ' ἡμῶν ἀγνοουμένων αἰτίας ἔχει θεοπρεπεῖς ἡμῖν μὲν ἠγνοημένας, ἐπιστητὰς δὲ ταῖς ἡμῶν κρείττοσι τάξεσιν. Πολλὰ δὲ καὶ τὰς ὑπερτάτας οὐσίας λέληθε καὶ πρὸς μόνης ἀκριβῶς ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας. Πλήν γε ὅτι καὶ περὶ τούτου ταῦτά φαμεν, ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὶ πρὸς τῆς ἀρχαίας μυηθέντες παραδόσεως εἰς ἡμᾶς προήγαγον. Φασὶ γάρ, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ βρέφη πρὸς ἕξιν ἱερὰν ἥξουσιν πάσης ἀποτελούμενα πλάνης καὶ ἀνιέρου ζωῆς ἀπείρατα. Τοῦτο τοῖς θείοις ἡμῶν καθηγεμόσιν εἰς νοῦν ἐληλυθὸς ἔδοξεν εἰσδέχεσθαι τὰ βρέφη κατὰ τόνδε τὸν ἱερὸν τρόπον, ὥστε τοὺς φυσικοὺς τοῦ προσαγομένου παιδὸς γονέας παραδιδόναι τὸν παῖδά τινι τῶν μεμυημένων ἀγαθῷ τὰ θεῖα παιδαγωγῷ καὶ τὸ λοιπὸν ὑπ' αὐτῷ τὸν παῖδα τελεῖν ὡς ὑπὸ θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ. Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας οὐχ, ὡς ἂν ἐκεῖνοι γελῶντες φαῖεν, ἄλλον ἀντ' ἄλλου τὰ θεῖα μυῶν. Oὐδὲ γὰρ τοῦτό φησιν ὡς «Ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς ἢ ἱερὰς ὁμολογίας ποιοῦμαι» ἀλλ' ὅτι «Ὁ παῖς ἀποτάσσεται καὶ συντάσσεται», τοῦτ' ἐστιν «Ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα ταῖς ἐμαῖς ἐνθέοις ἀναγωγαῖς ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας». Oὐδὲν οὖν ὡς οἷμαι τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων ἕξιν αὐτῷ τῶν θείων ἐμποιοῦντα καὶ φυλάττοντα τῶν ἐναντίων ἀπείρατον. Μεταδίδωσι δὲ τῷ παιδὶ ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν αὐτοῖς ἀνατραφείη καὶ μηδὲ σχοίη ζωὴν ἑτέραν εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γινομένην ἕξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν ἀναγομένην τε ἱεροπρεπῶς ὑπὸ τοῦ θεοειδοῦς ἀναδόχου. Τοσαῦτα, ὦ παῖ, καὶ οὕτω καλὰ τῆς καθ' ἡμᾶς ἱεραρχίας ὦπταί μοι τὰ ἑνοειδῆ θεάματα. Πρὸς ἄλλων δὲ ἴσως ὀπτικωτέρων νοῶν οὐ ταῦτα μόνον ἐθεωρήθη, φανερώτερα δὲ πολλῷ καὶ θεοειδέστερα. Καὶ σοὶ δὲ ὡς οἶμαι πάντως ἐλλάμψει τηλαυγέστερα κάλλη καὶ θειότερα τοῖς εἰρημένοις ἐπαναβαθμοῖς χρωμένῳ πρὸς ὑπερτέραν ἀκτῖνα. Μετάδος οὖν, ὦ φίλε, καὶ αὐτὸς ἐμοὶ τελεωτέρας ἐλλάμψεως καὶ δεῖξον ἐμοῖς ὀφθαλμοῖς, ἅπερ ἂν ἰδεῖν δυνηθείης εὐπρεπέστερα κάλλη καὶ ἑνοειδέστερα. Θαρρῶ γάρ, ὅτι τοῖς εἰρημένοις ἐγὼ τοὺς ἐναποκειμένους ἐν σοὶ τοῦ θείου πυρὸς ἀνασκαλεύσω σπινθῆρας.