De mensuribus et ponderibus Excerptum Graecum 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
82.1.1
Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν· εἶθ' ἑξῆς εἰς τὰ ἐπίλοιπα, καθὼς ὑπευχόμεθα, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτως κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις.
82.2.1
Μέτρον οὖν ἐστι κόρος, κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάθων ἐλαίου τοσαῦτα ποιήσαντα.
82.3.1
Ὀνόματα γάρ εἰσι μέτρων τάδε· λεθέκ, γόμορ, βάθος, σάτον, μόδιος, κάβος, χοῖνιξ, ὑφή [σεμιδάλεως], δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαβιθά, ἴν, χοῦς, στάμνος χρυσῆ ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον.
82.4.1
Εἴληπται τοίνυν ὁ κόρος ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου, ὃς καλεῖται χόρ. εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ τοῦ βουνοῦ ὑποθέσεως. χορία γὰρ καλεῖται βουνός. βουνισθέντες δὲ καὶ οἱ τριάκοντα μόδιοι ποιοῦσι φορτίον καμήλου.
82.5.1
Λεθὲκ δὲ ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται, ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν. ἐν ἀντιγράφοις δὲ γόμορ κριθῶν τὸ αὐτό ἐστι. δέκα γὰρ καὶ πέντε μόδιοι σημαίνονται οὗτοι. λεθὲκ δὲ κατὰ τὴν τῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸ τοῦ δύνασθαι τῷ νεανίᾳ ἐπαρθῆναι τοὺς δέκα πέντε μοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ.
82.6.1
Τὸ δὲ αὐτὸ καὶ τὸ γόμορ καλεῖται. δύο δέ εἰσι γόμορ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστι τῷ λεθὲκ δέκα πέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μικρὸν δώδεκα. Βάθος. καὶ τοῦτο ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου παρῆκται συνωνύμως τῷ ἐλαιοτριβείῳ κα λούμενον βίθ. βάθος γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον, ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆς τοῦ ἐλαιοτριβείου ἐργασίας.
82.7.1
Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς Ῥωμαϊκῆς γλώσσης παρήχθησαν. τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μανασὴς τοίνυν παρὰ Κυπρίοις μετρεῖται καὶ παρ' ἄλλοις ἔθνεσιν. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰ ξεστῶν παρὰ Κυπρίοις μόδιον. μέδιμνος δὲ παρ' αὐτοῖς τοῖς Κυπρίοις διάφορος. τὸν γὰρ μέδιμνον Σαλαμίνιοι εἴτουν Κωνστάντιοι ἐκ πέντε μοδίων ἔχουσι, Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἡμίσεος μοδίων αὐτὸν μετροῦσιν.
82.8.1
Σάτον καλεῖται ἐξ αὐτῆς τῆς Ἑβραΐδος διαληφθέν, θηλυκῶς δὲ ἐκφωνούμενον. ἐν δὲ τῇ Ἑλληνίδι οὐδετέρως· σάτον γὰρ λέγεται καὶ οὐχὶ σάτος. ἔστι δὲ μόδιος ὑπέργομος ὥστε πληροῦσθαι μὲν τὸν μόδιον, δεῖν δὲ ἔτι ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. κέκληται δὲ σάτα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνούμενον λῆψις καὶ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξει τινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν.
82.9.1
Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείας ὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρχον· οὐχ ἁπλῶς δὲ οὐδ' ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴν ἀκρίβειαν. ὁ γὰρ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁ νόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον ἐμετρήθη. τὸ δὲ ἅγιον μέτρον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ κβʹ ἔργα, ἃ ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς ἑβδομάδος.
82.10.1
Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκόμενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τε τοῖς εἴκοσι δύο ἔργοις οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς κοσμοποιίας, καὶ ἐν εἴκοσι δύο γενεαῖς ἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραήλ, καὶ ἐν τοῖς εἴκοσι δύο στοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦ θαῦ, καὶ ἐν τοῖς κβʹ βιβλίοις ἀπὸ τῆς Γενέσεως ἄχρι τῆς Ἐσθήρ, μέτρον ἡμῖν* ἐγεννήθησαν κβʹ ξεστῶν, ὃ καλεῖται παρ' Ἑβραίοις μόδη, παρ' Ἕλλησι δὲ μόδια διὰ τὴν τρανότητα. παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν, ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. καλεῖται δὲ καὶ γνώμων.
82.11.1
Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστίν, ἤγουν τὸ τέταρτον μοδίου.
82.12.1
Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου.
82.13.1
Δρὰξ ἀλεύρου. τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον.
82.14.1
Ἀρτάβη. τοῦτο τὸ μέτρον παρ' Αἰγυπτίοις ἐκλήθη. ἔστι δὲ ἑβδομήκοντα δύο ξεστῶν. ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη. ἑβδομήκοντα δύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν. ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν. τὸ δ' αὐτὸ τὸ μέτρον καὶ ὁ μετρητὴς ἔχει κατὰ τὸ μέτρον τὸ ἅγιον.
82.15.1
Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει.
82.16.1
Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξέσται καὶ πέμπτον.
82.17.1
Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἀποτίθεσθαι τοὺς χονδρίτας. ἔστι δὲ εἶδος ἄρτου εἰς δύο τεμνομένου.
82.18.1
Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ.
82.19.1
Τὸ σάτον ν ʹ ξεστῶν ὑπάρχει.
82.20.1
Ἀλάβαστρον μύρου βικίον μέν ἐστιν ὑέλινον χωροῦν λίτραν ἐλαίου. τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον.
82.21.1
Καμψάκης ὕδατος ιβʹ ξεστῶν ὕδατός ἐστι τὸ μέτρον. ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς καμψάκης τεσσάρων ἐστὶ ξεστῶν.
82.22.1
Ἔστι τι μέτρον κοτύλη. ἥμισυ ξέστου ὑπάρχει. κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι.
82.23.1
Κύαθός ἐστιν ἕκτον ξέστου. μεθεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ γραφή· τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἠθμοὺς καλοῦμεν. τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότεροι κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι.
82.24.1
Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει.
82.25.1
Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ.
82.26.1
Ἀπόρρυμα δὲ παρὰ μόνοις Θηβαίοις μετρεῖται. ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ.
82.27.1
Σαβιθά. τοῦτο Συριακόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα. παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ.
82.28.1
Ἴν. τὸ ἲν μέγα ξεστῶν ἐστι ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. καλούμενον ἅγιον
82.29.1
Χοῦς ἐστι ξεστῶν ηʹ. τὸ δὲ ξεστῶν ʹ, ὅ ἐστι δωδέκατον μετρήτου.
82.30.1
Μάρης μέτρον ἐστὶ παρὰ τοῖς Ποντικοῖς δύο ὑδριῶν. ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν· ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν.
82.31.1
Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ' αὐτοῖς χοινίκων πέντε. ὁ δὲ χοῖνιξ παρ' αὐτοῖς ξεστῶν ἐστι πέντε· ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν κδʹ.
82.32.1
Κόλλαθόν ἐστι παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. ἔστι δὲ ξεστῶν κεʹ.
82.33.1
Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ καὶ αὐτὸ παρ' Ἑβραίοις ἐκφωνούμενον. τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον.
82.34.1
Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμούμενον μέτρον. κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει.
82.35.1
† Ἓξ λεπτὰ ταλάντου ἑπτὰ ἀσσάρια. τὰ δὲ ἑπτὰ λεπτὰ τῶν ἀσσαρίων ρʹ ὑπάρχει δηνάρια†.
82.36.1
Ὁ ἀργυροῦς δὲ ἐτυπώθη ἀπ' ἀρχῆς τὸ νόμισμα. ἐκ δὲ τῶν Ἀσσυρίων τοῦτο ἐτυπώθη. φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι.
82.37.1
Τοῦ δὲ ταλάντου τὸ ρκεʹ λίτρα μία. ἡ δὲ λίτρα δέκα δύο οὐγγιῶν ὑπάρχει.
82.38.1
Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο.
82.39.1
Ὁ δὲ στατὴρ ἥμισυ μὲν οὐγγίας, ἔχων δύο δίδραγμα.
82.40.1
Περὶ σίκλου. Σίκλον ὃ λέγεται καὶ κοδράντης τέταρτον μέν ἐστι τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. τῆς γὰρ οὐγγίας ηʹ ἦν ἡ δραγμή.
82.41.1
Ἐκαλεῖτο δὲ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ σταθμοῦ τῷ σίκλῳ τῷ σταθμίζοντι κατὰ καιρὸν τὴν τρίχα τοῦ Ἀβεσαλώμ, ὅτε ἐκουρεύετο, ὁλκὴν ἔχουσα ρκεʹ σίκλων, ὅ ἐστιν οὐγγία σίκλου ἑνὸς προσγινομένου λίτραι δύο ἥμισυ.
82.42.1
Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις τετύπωτο. μέρος δὲ εἶχε καὶ οὗτος ηʹ τῆς οὐγγίας, οὐκ ἐξ ἀργύρου πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν τῆς οὐγγίας. λέγει γὰρ ἐν τῷ Λευιτικῷ· τὸ δὲ δίδραχμον εἴκοσι ὀβολοί. ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον, ἤδη ἐδιδάξαμεν.
82.43.1
Χαλκοῖ. τούτους οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀργύρια δέ ἐστι τετυπωμένα δύο. καὶ παρὰ Ἀλεξανδρεῦσι τὰ ἀργύρια καλοῦνται χάλκινα. ἔστι δὲ ὁ χαλκοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή.
82.44.1
Μνᾶ, ἥτις τῇ Ἑβραΐδι μάνη καλεῖται. ἡ δὲ Ἰταλικὴ μνᾶ τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου.
82.45.1
Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γεγόνασι.
82.46.1
Τὸ δὲ νουμίον τετύπωται ἀπὸ τοῦ Νουμᾶ τινος βασιλέως τῶν Ῥωμαίων.
82.47.1
Δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν ὃ οἱ Ῥωμαῖοι μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν δόμα.
82.48.1
Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν, ὅπερ ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμε νος. ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέντος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο ἤγουν ἀδόκιμος.
82.49.1
Φόλλις ὃ καὶ βαλάντιον καλεῖται. διπλοῦν δέ ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ δηνάρια. καὶ φόλλις δύο λεπτὰ κατὰ τὸν δηναρισμόν, ἀλλ' οὐ κατὰ τὸν ἀργυρισμόν.