De mensuribus et ponderibus Excerptum Graecum 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1.1
Τάλαντον. τοῦτο ρκεʹ λιτρῶν ὑπάρχει, κατὰ δὲ τὰς λεπτότητας ἐν τῷ νομίσματι εἰς λεπτὸν κοπείσας εἰς λεπτὰ διαιρεῖται· ἃ καλεῖται ἀσσάρια· ὃ ἑρμηνεύεται ἐκ τῆς Ἑβραΐδος ἠλαττωμένον. ξʹ δὲ ἀσσάρια ὑπῆρχεν ὁ ἀργυροῦς· δηνάρια δὲ ἦσαν ἐκεῖνα βʹ τὰ ὑπὸ τῆς χήρας εἰς τὸ γαζοφυλάκιον βεβλημένα. ἃ καὶ δύο λεπτὰ ἐκαλεῖτο· τὰ γὰρ ἀσσάρια λεπτεπίλεπτα ἦν.
83.2.1
Κεντινάριον ἀπὸ τοῦ παρὰ Ῥωμαίοις κεντούμ, ὅ ἐστιν ρʹ.
83.3.1
Λίτρα δὲ ἐξ Ἑβραΐδος· λὶ γὰρ λέγεται ἐμοί, τρὰ δὲ τὸ διαφέρει.
83.4.1
Ἡ οὐγκία ἔχει στατῆρας βʹ· ἑβραϊστὶ δὲ λέγεται χουτρά· ἔστι δὲ ὁ στατὴρ Σ μὲν, δύο δὲ δίδραγμα, ἃ καλεῖται ἐπικεφάλαια, κατὰ δὲ Ῥωμαϊκὴν διάλεκτον καπίτιον· καποὺτ γὰρ τὴν κεφαλὴν καλοῦσιν. ἔστι δὲ τὸ δίδραγμον δύο δράγμαι.
83.5.1
Σίκλον ἀπὸ τῆς σεκὲλ Ἑβραΐδος, ὅ ἐστι ῥοπή. ἔχει δὲ δύο τὰ λεπτὰ καλούμενα, ἅ εἰσι δράγμαι δύο.
83.6.1
Δύο δὲ δίδραγμά εἰσι δύο σίκλοι κατὰ τὸ σίκλον τὸ ἅγιον, οἳ ποιοῦσι στατῆρα ἕνα.
83.7.1
Ὁ στατὴρ ἢ ὁλκὴ βʹ διδράγμων ἀποτελεῖ μέτρον.
83.8.1
* καλεῖται δὲ κοδράντης [τὸ σίκλον γάρ, τουτέστιν αʹ Σ ἐξάγιον]· ἑρμηνεύεται δὲ ἐκ τῆς Ἑβραΐδος κοδράντης ἤγουν ἀπόδεσμος.
83.9.1
Αὐτὸ δὲ σίκλον δʹ μὲν τῆς ἐστίν, Σ δὲ τοῦ στατῆρος. δύο δὲ δράχμας ἔχει· ηʹ γὰρ τῆς ἐστὶν ἡ δράγμη. καλεῖται δὲ ἡ δράχμη καὶ ὁλκή.
83.10.1
Ἡ θρὶξ δὲ τοῦ κουρεύματος τοῦ Ἀβεσσαλὼμ ἦν ὁλκῆς σίκλων ρκεʹ· ὅ ἐστιν λαʹ καὶ σίκλου αʹ ἢ βʹ Σ λιτρῶν... καὶ σίκλου ἑνός.
83.11.1
Ὀβολός. τοῦτο ὀγδοόν ἐστι τῆς ἀπὸ σιδήρου πεποιημένον. βέλος δὲ τοῦτο ἦν· πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας διὰ τὸ ἐν πολέμῳ συγκεῖσθαι τὴν ζωὴν αὐτῶν χρείαν εἶχον πρὸς τοὺς ὑπεναντίους, καὶ διὰ τῶν τοιούτων τὰς διοικήσεις ἐποιοῦντο, ἑκάστου εʹ βέλη καὶ ιʹ καὶ ἄρτον ἀγοράζοντος ἤ τι ἄλλο. ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν ὁλκὴν ηʹ τῆς. ἦν δὲ καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπτόμενον νόμισμα, ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ τῆς. τὸ δὲ δίδραγμον κʹ ὀβολοί, ὅ ἐστι δʹ τῆς.
83.12.1
Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυμμένον, ὅθεν παρ' Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ καλεῖται.
83.13.1
Ἔστι δὲ ηʹ τῆς ἡ δράχμη.
83.14.1
Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι μανὴ ὁ ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μʹ στατήρων ἐστί, τουτέστιν κʹ αʹ καὶ διμοίρου. ἡ δὲ Θηβαϊκὴ στατήρων ξʹ, τουτέστι λιτρῶν βʹ Σ.
83.15.1
Πολλοὶ δὲ τύποι ἀργυρίων τοπάλαι, οὓς νουμμοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα.
83.16.1
Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι [καὶ ἀ] στρατιωτικὸν δόμα· μιλίτια γὰρ ἡ στρατεία.
83.17.1
Ὁ φόλλις ρκεʹ ἀργύρια πληροῖ· καλεῖται δὲ παρὰ Ῥωμαίοις θύλακος.
83.18.1
Μάρις μέτρον ἐστὶ Ποντικὸν βʹ ὑδριῶν. ἡ δὲ ὑδρία παρ' αὐτοῖς ιʹ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύπρον κʹ ξεστῶν Ἀλεξανδρινῶν.
83.19.1
Ὁ κύπρος μέτρον ἐστὶ μοδίων βʹ, λέγεται δὲ εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων εʹ. ἡ δὲ χοῖνίξ ἐστι ξεστῶν βʹ· ὡς εἶναι τὸν κύπρον κʹ. ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν ἐστι κδʹ.
83.20.1
Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις ἐτυμολογεῖται παρ' αὐτοῖς ἰσότης ἤγουν ἰσοκανονία. ἔχει δὲ οὐγκίας ιβʹ. παρήχθη δὲ τὸ τῆς ὄνομα ἐξ Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου.
83.21.1
Ἡ δὲ λίτρα ἐστὶ σπηʹ γραμμάτων. ἕκαστον δὲ γράμμα κερατίων ἐστὶν ʹ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ κεραταίας καρποῦ. ὁ δὲ ὀστῶν οὗτος ἂν ᾖ τέλειος, ὁλκὴν ποιεῖ κριθῆς εὐκάρπου ˉβ· ὡς εἶναι τὴν μὲν λίτραν κριθῆς κόκκων γυν ʹ, κερατίων αψκηʹ, γραμμάτων σπηʹ, οὐγκιῶν βʹ. ἡ δὲ οὐγκία ἐστὶ γραμμάτων κδʹ.
83.22.1
Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ Ἑβραίοις εἰς στατῆρας βʹ. ὁ δὲ στατὴρ ἔχει σίκλους βʹ· τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο. τὸ δὲ λεπτὸν ὁλκὴ αʹ ἐστί, ηʹ τῆς.
83.23.1
Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ τῶν βασιλέων ἐν τούτῳ τῷ νομίσματι τὸν κόσμον διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηναρίων ρʹ. ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξʹ.
83.24.1
Ὁ δὲ ἀργυροῦς μανὴ παρ' Ἑβραίοις λέγεται.
83.25.1
Ξέστης Ἑλληνικὸς ἀπὸ τοῦ ξέεσθαι τὰ μεγάλα μέτρα εἰς λεπτότητα.