De mensuribus et ponderibus Excerptum Graecum 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1.1
Κόρος μόδιοι λʹ· παρ' Ἑβραίοις δὲ χὸρ λέγεται.
84.2.1
Λεθὲκ μόδιοι ιεʹ.
84.3.1
Γόμορ ὁμοίως μόδιοι ιεʹ.
84.4.1
Βάτον μέτρον ξεστῶν νʹ.
84.5.1
Μνασὶς δέκα μόδιοι σίτου ἢ κριθῆς εἴληπται ἐκ τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον.
84.6.1
Μέδιμνος· Σαλαμινοὶ μοδίους εʹ, Σικελοὶ δὲ δʹΣ.
84.7.1
Σάτον μόδιον κουμουλάτον· παρ' Ἑβραίοις θηλυκῶς, παρ' Ἕλλησι δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παρ' Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δʹ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαώ, ἤγουν λῆψις ἢ ἄρσις· μόδιον παρ' Ἑβραίοις ξεστῶν κβʹ.
84.8.1
Κάβος πῇ μὲν τὸ δʹ τοῦ μοδίου, πῇ δὲ τὸ εʹ, πῇ δὲ τὸ ʹ· καβὰ δέ ἐστιν ἑβραϊστὶ τὸ ἔτεμεν, ὡς διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη. παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα.
84.9.1
Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραΐδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δ ηʹ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παρ' αὐτῶν ξεστῶν ιζʹ καὶ† ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραΐδος λέγεται ὀφεί, ὅ ἐστι τῶν βʹ δρακῶν τῆς χειρὸς τὸ μέτρον.
84.10.1
Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός.
84.11.1
Ἀρτάβη παρ' Ἑβραίοις ξεστῶν οβʹ. ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβʹ ἐστὶ ξεστῶν· καὶ τὸ μέτρον τὸ ἅγιον, ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γεννήματος· ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παρ' Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συγκείμενον.
84.12.1
Μέτρα γʹ τὸ μικρὸν γομόρ, ὅ ἐστι ξεστῶν ʹ· ὥστε εἶναι τὸ ιʹ τῆς ἀρτάβης.
84.13.1
Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα ἕκαστον γομὸρ ἐχώρει. τὸ δὲ γομὸρ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης· ὃ γίνεται ζʹ ξέσται καὶ εʹ· ὥστε εἶναι τὸ αὐτὸ μέτρον τοῦ γομόρ. τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν βʹ· καὶ γίνονται ιεʹ. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει τὸν τρόπον.