De mensuribus et ponderibus Excerptum Graecum 4
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1.1
Περὶ κόρου, ὃς καὶ χὸρ λέγεται. Ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραΐδος διαλέκτου, ὃς καλεῖται χόρ· εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ τῆς τοῦ βουνοῦ ὑποθέσεως· χορίον γὰρ λέγεται βουνός· βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι καμήλου.
85.2.1
Περὶ τοῦ λεκὲθ ἢ θεκέλ. Λεκέθ, ὡς ἐν τῷ Ὡσηὲ τῷ προφήτῃ εἴρηται ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ κριθῆς. ἐν ἀντιστροφῇ δὲ γομὸρ κριθῶν τὸ αὐτὸ μέν ἐστι, πεντεκαίδεκα δὲ μόδιοι σημαίνονται. λεκὲθ δὲ ἀπὸ τῆς τῶν Ἑβραίων φωνῆς εἴρηται, ὅ ἐστιν ἔπαρμα ἀπὸ τοῦ δύνασθαι νεανίαν ἐπάραντα ιεʹ μοδίους σίτου ἢ κριθῆς καὶ ἐπιτιθέναι τῷ ὄνῳ. τὸ δ' αὐτὸ καὶ γομὸρ καλεῖται· ἔστι γὰρ τὸ μέγα, ὅπερ ἐκ τῆς Ἑβραΐδος διαλέκτου γομὸρ καλεῖται. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων δώδεκα.
85.3.1
Περὶ βάδου ἢ βάτου. Βάδον καλεῖται ὑγρὸν ξεστῶν πεντήκοντα, καὶ αὐτὸ ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου παρηγμένον, συνωνύμως τῷ ἐλαιοτριβίῳ καλουμένῳ βήθ· βάδα γὰρ ἑρμηνεύεται ἐλαιοτριβίον· ἔστι δὲ ξεστῶν πεντήκοντα· τὸ δὲ μέτρον ἐστὶ τοῦ ἐλαίου ἐργασίου.
85.4.1
Περὶ μνασίδος ἢ μεδίμνου. Μνασὶς καὶ μέδιμνος, οἶμαι, ἐκ Ῥωμαϊκῆς γλώσσης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μνασὶς τοίνυν παρὰ Κυπρίοις μετρηταῖον καὶ παρ' ἄλλοις ἔθνεσι. εἰσὶ δὲ δέκα μόδιοι σίτου ἢ κριθῆς.
85.5.1
Περὶ μέτρων καὶ σταθμῶν. Σάτον δέ ἐστι μόδιος κουμουλάτος· καὶ διὰ τὸ ὑπέρχυμα καλεῖται σάτον.
85.6.1
Τάλαντον λίτρα λεπτὴ ἐλέγετο. λεπτὰ δὲ ἐκαλοῦντο τὰ ἀσσάρια, ἤγουν τὰ δέκα νουμμία· ἑξήκοντα δὲ ἀσσαρίων ὑπῆρχε τότε τὸ δηνάριον, τουτέστι τὸ κεράτιον. ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἄργυρος.† ἀργύρου δὲ ἀπ' ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. τάλαντον δὲ κατὰ λιτρισμὸν ρκεʹ λίτραι εἰσί. τάλαντον δὲ πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον.
85.7.1
Ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν, χωροῦν ἐλαίου λίτραν μίαν. ἀλάβαστρον δὲ λέγεται ἀλιπαρεὶ κομιζόμενον διὰ τὸ εὔθρυπτον.
85.8.1
Δραχμὴ δὲ οὐγγίας ηʹ· καλεῖται δὲ καὶ ὁλκή· ἔχει δὲ γράμματα τρία. ὁ ὀβολὸς ἔχει γράμματα αʹ# 25. καὶ τὸ ἥμισυ τῆς δραχμῆς ὁ κύαθος ὀγγίαι βʹ.