Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De mensuribus et ponderibus Excerptum Graecum 6
Epiphanius6 43 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
De mensuribus et ponderibus (ap. Cosmam) (excerptum Graecum 6)̓ Επιφανίου, ἐπισκόπου Κύπρου, ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίησεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇ πρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα, ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος, τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. 44 Ταῦτα τὰ ἑπτὰ μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ ἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ.

Intertext edge

Open linked passage

Note