Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De prophetarum vita et obitu
EpiphaniusObit 6 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
καὶ ἐβιάσατο αὐτὸν φαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ. Καὶ ἐξελθόντα αὐτὸν ἐπάταξεν ὁ λέων, καὶ τὴν ὄνον αὐτοῦ οὐκ ἠδίκησε. Καὶ ἐτάφη ἐν Βεθὴρ σύνεγγυς τοῦ ψευδοπροφή- του. Καὶ ὕστερον ἀποθνήσκων ὁ ψευδοπροφήτης, ὥρκισε τοῖς ἱερεῦσιν, ὅτι" 1μετὰ τοῦ Ἰωὰμ τοῦ προφήτου με θάψετε" 2. ὅτι" 1ἠπάτησα αὐτόν. Καὶ ἐν τῇ ἀναστάσει δίκας εἰσπραξόμεθα" 2. Καὶ ἀμφότεροι κεῖνται ἐν ἑνὶ μνημείῳ.
6.2.1
Ἀζαρίας ὁ προφήτης· οὗτος ἦν ἐκ τῆς Συμβαθᾶ. Οὗτός ἐστιν ὁ ἀποστρέψας τὴν αἰχμαλωσίαν Ἰούδα εἰς Ἰσραὴλ διὰ προσευχῶν. Πολλὰ δὲ προφητεύσας περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ· ἐκοιμήθη ἐν τῇ πατρίδι αὐτοῦ.
6.3.1
Ἠλίας ὁ προφήτης. Οὗτος ἦν ἐκ Θεσβῶν [ἐκ γῆς Ἀράβων], ἐκ φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ· ὅτι ἡ Θέσβις δῶμα ἦν τοῖς ἱερεῦσι δεδομένη· καὶ ὅτε ἔτεκεν ἡ μήτηρ αὐτοῦ, εἶδε Σωβὰκ ὁ πατὴρ αὐτοῦ ὀπτασίαν· ὅτι ἄνδρες λευκοφανεῖς αὐτῷ προσηγόρευον· καὶ ὅτε ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν· καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν. Καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἀνήγγειλε τοῖς ἱερεῦσι. Καὶ εἶπεν αὐτῷ ὁ χρηματισμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις τοῦ παιδός σου φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις καὶ κρινεῖ

Intertext edge

Open linked passage

Note