Index apostolorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
112.1.1
θʹ. Ἰάκωβος ὁ ἐπικληθεὶς Θαδδαῖος, ἀδελφὸς τοῦ κυρίου γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ' αὐτῶν βληθεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως. Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ ἐν Βρεττανίᾳ ὑπ' αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θάπτεται ἐκεῖ.
112.2.1
Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Μεσοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου καὶ ἐπὶ Αὐγάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.