Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Testimonia ex divinis et sacris scripturis
EpiphaniusScri 94 · pg-scrape-grcMore by Epiphanius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
94.1.1
ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται– Δαυιδ ἐν τῷ ε ψαλμῷ λέγει· Κρινεῖ Κύριος τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
94.2.1
Καὶ Ιωηλ λέγει· Ἐγὼ ἥξω πάντα τὰ ἔθνη καὶ διακριθήσομαι πρὸς αὐτούς. Καὶ ἔσται ἔμπροσθεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· καὶ τὰ ὀπίσω αὐτοῦ πεδίον ἀφανισμοῦ.
94.3.1
Καὶ πάλιν λέγει· Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί.
94.4.1
Καὶ πάλιν λέγει· Ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ.
94.5.1
Καὶ Δανιηλ λέγει· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος.
94.6.1
Καὶ Δαυιδ ἐν τῷ β ψαλμῷ λέγει· Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
94.7.1
Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ οε ψαλμῷ λέγει· Γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστήναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς· ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.

Intertext edge

Open linked passage

Note