Tractatus contra eos qui imagines faciunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
περὶ δὲ τῶν ἀγγέλων οἱ πατέρες οἱ ἐν Λαοδικείᾳ συνελθόντες– πάντως γὰρ οτι διὰ τοιαύτην ὑπόθεσιν συνήχθησαν– λέγουσιν· «ει τις ἐγκαταλείπει τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀγγέλους ὀνομάζει, ἀνάθεμα εστω· οτι ἐγκατέλιπε τὸν κύριον ἡμῶν̓ Ιησοῦν Χριστὸν καὶ εἰδωλολατρείᾳ προσελήλυθε». 12 πῶς τὸν ἀκατάληπτον καὶ ἀνεκδιήγητον καὶ ἀπερινόητον ἀπερίγραφόν τε γράφειν λέγει τις, ον οὐκ ι σχυσε Μωυσῆς ἀτενίσαι; 13 φασίν τινες οτι ἐπειδὴ τέλειος ανθρωπος ἐγένετο ἐκ Μαρίας τῆς ἀειπαρθένου, διὰ τοῦτο ανθρωπον αὐτὸν ποιοῦμεν. 14 καὶ διὰ τοῦτο ἐνηνθρώπησεν, ινα τὸν ἀκατάληπτον δι' ου τὰ πάντα ἐγένετο, διὰ χειρῶν σου γράψαι δυνηθῇς; 15 οὐκοῦν οὐκ εστιν ομοιος τοῦ πατρὸς οὐδὲ ζωοποιεῖ τοὺς νεκρούς; 16 ποῦ σοι διέταξε ταῦτα ἐλθὼν ἐπὶ γῆς, ποιῆσαι ομοιον αὐτῷ καὶ προσκυνεῖν καὶ ὁρᾶν; 17 αυ τη ἡ διάταξις τοῦ πονηροῦ ἐστιν, ινα καταφρονήσῃς θεοῦ. 18 ὁ θεὸς γὰρ ἐν πάσῃ τῇ παλαιᾷ καὶ καινῇ ταῦτα ἀναιρεῖ, ἀκριβῶς λέγων· «κύριον τὸν θεὸν προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».