Tractatus contra eos qui imagines faciunt
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/epiphanius" aria-label="More works by Epiphanius">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
οτι δή, φασί, τὰς εἰκόνας τῶν ἁγίων ποιοῦμεν εἰς μνημόσυνον καὶ τιμὴν αὐτῶν. 3 ψευδωνύμους 4 πόθεν δὲ αὐτῷ ἐπὶ τῆς τοῦ ἀρχαγγέλλου γραφῆς οστεα καὶ νεῦρα ἐνηρμοσμένα κατάδηλα ἐγένετο, τῆς ἐκείνου ην λέγειν συνέσεως. 5 οἱ νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀποστόλους, μαθέτωσαν οτι ἀντὶ τοῦ τιμᾶν, πλέον αὐτοὺς ἀτιμάζουσιν. Παῦλος γὰρ τὸν ψευδώνυμον ἱερέα ἐνυβρίσας τοῖχον κεκονιαμένον ἀπεφήνατο. 6 «οιδαμεν γάρ», φησὶν̓ Ιωάννης, «οτι οταν φανερωθῇ, ομοιοι αὐτῷ ἐσόμεθα», καὶ Παῦλος τοὺς ἁγίους «συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ» ἐκήρυξεν· πῶς ουν τοὺς ἐν δόξῃ μέλλοντας φαιδρύνεσθαι ἁγίους ἐν ἀδόξῳ καὶ νεκρῷ καὶ ἀλάλῳ θέλεις ὁρᾶν, τοῦ κυρίου λέγοντος περὶ αὐτῶν· «εσονται γάρ, φησίν, ὡς αγγελοι θεοῦ». 7 πῶς δὲ καὶ ἀγγέλους πνεύματα ὑπάρχοντας καὶ ἀεὶ ζῶντας ἐν νεκροῖς γράφων προσκυνεῖς, τοῦ προφήτου λέγοντος «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοῦς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον»; 8 λέγω δὲ ο τι οὐδὲ αὐτοὶ θέλουσι προσκυνεῖσθαι.