Coeforas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/esquilo" aria-label="More works by Esquilo">
—
⋯
Original / primary: Textus receptus
1.1
1Ἑρμῆ χθόνιε, πατρῷʼ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι ξύμμαχός τʼ αἰτουμένῳ· ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι. τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶκλύειν, ἀκοῦσαι⋯⋯⋯ πλόκαμον Ἰνάχῳ θρεπτήριον. τὸν δεύτερον δὲ τόνδε πενθητήριον⋯ οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρονοὐδʼ ἐξέτεινα χεῖρʼ ἐπʼ ἐκφορᾷ νεκροῦ.⋯ τί χρῆμα λεύσσω; τίς ποθʼ ἥδʼ ὁμήγυριςστείχει γυναικῶν φάρεσιν μελαγχίμοιςπρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω; πότερα δόμοισι πῆμα προσκυρεῖ νέον; ἢ πατρὶ τὠμῷ τάσδʼ ἐπεικάσας τύχωχοὰς φερούσας νερτέροις μειλίγματα; οὐδέν ποτʼ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶστείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷπρέπουσαν. ὦ Ζεῦ, δός με τείσασθαι μόρονπατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί. Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶςμάθω γυναικῶν ἥτις ἥδε προστροπή.
1.2
22Χορόςἰαλτὸς ἐκ δόμων ἔβανχοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ. πρέπει παρηὶς φοινίοις ἀμυγμοῖςὄνυχος ἄλοκι νεοτόμῳ· διʼ αἰῶνος δʼ ἰυγμοῖσι βόσκεται κέαρ. λινοφθόροι δʼ ὑφασμάτωνλακίδες ἔφλαδον ὑπʼ ἄλγεσιν, προστέρνῳ στολμῷπέπλων ἀγελάστοιςξυμφοραῖς πεπληγμένων.
1.3
32Χορόςτορὸς δὲ Φοῖβος ὀρθόθριξδόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότονπνέων, ἀωρόνυκτον ἀμβόαμαμυχόθεν ἔλακε περὶ φόβῳ, γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων. κριταί τε τῶνδʼ ὀνειράτωνθεόθεν ἔλακον ὑπέγγυοιμέμφεσθαι τοὺς γᾶςνέρθεν περιθύμωςτοῖς κτανοῦσί τʼ ἐγκοτεῖν.
1.4
42Χορόςτοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν, ἰὼ γαῖα μαῖα, μωμένα μʼ ἰάλλειδύσθεος γυνά. φοβοῦ- μαι δʼ ἔπος τόδʼ ἐκβαλεῖν. τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι; ἰὼ πάνοιζυς ἑστία, ἰὼ κατασκαφαὶ δόμων. ἀνήλιοι βροτοστυγεῖςδνόφοι καλύπτουσι δόμουςδεσποτῶν θανάτοισι.
1.5
55Χορόςσέβας δʼ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶνδιʼ ὤτων φρενός τεδαμίας περαῖνοννῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δʼ εὐτυχεῖν, τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκαςταχεῖα τοὺς μὲν ἐν φάει, τὰ δʼ ἐν μεταιχμίῳ σκότουμένει χρονίζοντας ἄχη βρύει, τοὺς δʼ ἄκραντος ἔχει νύξ.
1.6
66Χορόςδιʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦτίτας φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγὴς δʼ ἄτα διαφέρειτὸν αἴτιον παναρκέτας νόσου βρύειν.
1.7
71Χορόςθιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίωνἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦπροβαίνοντες τὸν χερομυσῆφόνον καθαίροντες ἴθυσαν μάταν.
1.8
75Χορόςἐμοὶ δʼ— ἀνάγκαν γὰρ ἀμφίπτολινθεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκωνπατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπονβίᾳ φρενῶν αἰνέσαιπικρὸν στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτωνματαίοισι δεσποτᾶντύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.
1.9
84Ἠλέκτραδμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶπομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρεινγυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδεστέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετοπατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν, στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλινδικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένεικαὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον.
1.10
106Χορόςαἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸςλέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ἠλέκτραλέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χορόςφθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. Ἠλέκτρατίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χορόςπρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ἠλέκτραἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε; Χορόςαὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι. Ἠλέκτρατίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει; Χορόςμέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως. Ἠλέκτραεὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χορόςτοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη— Ἠλέκτρατί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη. Χορόςἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα— Ἠλέκτραπότερα δικαστὴν ἢ δικηφόρον λέγεις; Χορόςἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ. Ἠλέκτρακαὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χορόςπῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Ἠλέκτρακῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶτοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰςεὐχάς, πατρῴων δωμάτων ἐπισκόπους, καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται, θρέψασά τʼ αὖθις τῶνδε κῦμα λαμβάνει· κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖςλέγω καλοῦσα πατέρʼ, ἐποίκτιρόν τʼ ἐμὲφίλον τʼ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις; πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθαπρὸς τῆς τεκούσης, ἄνδρα δʼ ἀντηλλάξατοΑἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος. κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτωνφεύγων Ὀρέστης ἐστίν, οἱ δʼ ὑπερκόπωςἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα. ἐλθεῖν δʼ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶκατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ· αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺμητρὸς γενέσθαι χεῖρά τʼ εὐσεβεστέραν. ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δʼ ἐναντίοιςλέγω φανῆναί σου, πάτερ, τιμάορον, καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ. ταῦτʼ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς, κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν· ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω, σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ. τοιαῖσδʼ ἐπʼ εὐχαῖς τάσδʼ ἐπισπένδω χοάς. ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος, παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.
1.11
152Χορόςἵετε δάκρυ καναχὲς ὀλόμενονὀλομένῳ δεσπότᾳπρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τʼἀπότροπον ἄγος ἀπεύχετονκεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ- βας ὦ δέσποτʼ, ἐξ ἀμαυρᾶς φρενός. ὀτοτοτοτοτοτοτοῖ, ἴτω τις δορυ- σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων, Σκυθικά τʼ ἐν χεροῖν παλίντονʼἐν ἔργῳ βέλη ʼπιπάλλων Ἄρηςσχέδιά τʼ αὐτόκωπα νωμῶν ξίφη.
1.12
164Ἠλέκτραἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ· νέου δὲ μύθου τοῦδε κοινωνήσατε· Χορόςλέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ. Ἠλέκτραὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ. Χορόςτίνος ποτʼ ἀνδρός, ἢ βαθυζώνου κόρης; Ἠλέκτραεὐξύμβολον τόδʼ ἐστὶ παντὶ δοξάσαι. Χορόςπῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω. Ἠλέκτραοὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν. Χορόςἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί. Ἠλέκτρακαὶ μὴν ὅδʼ ἐστὶ κάρτʼ ἰδεῖν ὁμόπτερος— Χορόςποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν. Ἠλέκτρααὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν. Χορόςμῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε; Ἠλέκτραμάλιστʼ ἐκείνου βοστρύχοις προσείδεται. Χορόςκαὶ πῶς ἐκεῖνος δεῦρʼ ἐτόλμησεν μολεῖν; Ἠλέκτραἔπεμψε χαίτην κουρίμην χάριν πατρός. Χορόςοὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε, εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί. Ἠλέκτρακἀμοὶ προσέστη καρδίας κλυδώνιονχολῆς, ἐπαίσθην δʼ ὡς διανταίῳ βέλει· ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοισταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος, πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσωἀστῶν τινʼ ἄλλον τῆσδε δεσπόζειν φόβης; ἀλλʼ οὐδὲ μήν νιν ἡ κτανοῦσʼ ἐκείρατο, ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμονφρόνημα παισὶ δύσθεον πεπαμένη. ἐγὼ δʼ ὅπως μὲν ἄντικρυς τάδʼ αἰνέσω, εἶναι τόδʼ ἀγλάισμά μοι τοῦ φιλτάτουβροτῶν Ὀρέστου— σαίνομαι δʼ ὑπʼ ἐλπίδος.
1.13
195Ἠλέκτραφεῦ. εἴθʼ εἶχε φωνὴν εὔφρονʼ ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ʼκινυσσόμην, ἀλλʼ εὖ ʼσαφήνει τόνδʼ ἀποπτύσαι πλόκον, εἴπερ γʼ ἀπʼ ἐχθροῦ κρατὸς ἦν τετμημένος, ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός. ἀλλʼ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα, οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκηνστροβούμεθʼ· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας, σμικροῦ γένοιτʼ ἂν σπέρματος μέγας πυθμήν. καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον, ποδῶν ὅμοιοι τοῖς τʼ ἐμοῖσιν ἐμφερεῖς— καὶ γὰρ δύʼ ἐστὸν τώδε περιγραφὰ ποδοῖν, αὐτοῦ τʼ ἐκείνου καὶ συνεμπόρου τινός. πτέρναι τενόντων θʼ ὑπογραφαὶ μετρούμεναιεἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις. πάρεστι δʼ ὠδὶς καὶ φρενῶν καταφθορά. Ὀρέστηςεὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρουςεὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. Ἠλέκτραἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ; Ὀρέστηςεἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. Ἠλέκτρακαὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν; Ὀρέστηςσύνοιδʼ Ὀρέστην πολλά σʼ ἐκπαγλουμένην. Ἠλέκτρακαὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων; Ὀρέστηςὅδʼ εἰμί· μὴ μάτευʼ ἐμοῦ μᾶλλον φίλον. Ἠλέκτραἀλλʼ ἦ δόλον τινʼ, ὦ ξένʼ, ἀμφί μοι πλέκεις; Ὀρέστηςαὐτὸς καθʼ αὑτοῦ τἄρα μηχανορραφῶ. Ἠλέκτραἀλλʼ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις. Ὀρέστηςκἀν τοῖς ἐμοῖς ἄρʼ, εἴπερ ἔν γε τοῖσι σοῖςἨλέκτραὡς ὄντʼ Ὀρέστην τάδε σʼ ἐγὼ προσεννέπω;
1.14
225Ὀρέστηςαὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ· κουρὰν δʼ ἰδοῦσα τήνδε κηδείου τριχὸςἰχνοσκοποῦσά τʼ ἐν στίβοισι τοῖς ἐμοῖςἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸςσαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. ἰδοῦ δʼ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ ʼκπλαγῇς φρένας· τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. Ἠλέκτραὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμʼ ἀνακτήσῃ πατρός. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχονἐμοί· προσαυδᾶν δʼ ἐστʼ ἀναγκαίως ἔχονπατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπειστέργηθρον· ἡ δὲ πανδίκως ἐχθαίρεται· καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου· πιστὸς δʼ ἀδελφὸς ἦσθʼ, ἐμοὶ σέβας φέρωνμόνος· Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳπάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. ὈρέστηςΖεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ· ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός, θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασινδεινῆς ἐχίδνης. τοὺς δʼ ἀπωρφανισμένουςνῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελεῖςθήραν πατρῴαν προσφέρειν σκηνήμασιν. οὕτω δὲ κἀμὲ τήνδε τʼ, Ἠλέκτραν λέγω, ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγαπατρὸς νεοσσοὺς τούσδʼ ἀποφθείρας πόθενἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας; οὔτʼ αἰετοῦ γένεθλʼ ἀποφθείρας, πάλινπέμπειν ἔχοις ἂν σήματʼ εὐπιθῆ βροτοῖς· οὔτʼ ἀρχικός σοι πᾶς ὅδʼ αὐανθεὶς πυθμὴνβωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. κόμιζʼ, ἀπὸ σμικροῦ δʼ ἂν ἄρειας μέγανδόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.
1.15
264Χορόςὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, σιγᾶθʼ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, γλώσσης χάριν δὲ πάντʼ ἀπαγγείλῃ τάδεπρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμʼ ἐγώ ποτεθανόντας ἐν κηκῖδι πισσήρει φλογός. Ὀρέστηςοὔτοι προδώσει Λοξίου μεγασθενὴςχρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρουςἄτας ὑφʼ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους· τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, ἀποχρημάτοισι ζημίαις ταυρούμενον· αὐτὸν δʼ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδετείσειν μʼ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματαβροτοῖς πιφαύσκων εἶπε, τὰς δʼ αἰνῶν νόσους, σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοιςλειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν· λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ· ἄλλας τʼ ἐφώνει προσβολάς Ἐρινύωνἐκ τῶν πατρῴων αἱμάτων τελουμένας· τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλοςἐκ προστροπαίων ἐν γένει πεπτωκότων, καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβοςὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντʼ ὀφρὺνκινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεωςχαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέροςεἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τʼ ἀπείργειν οὐχ ὁρωμένην πατρὸςμῆνιν· δέχεσθαι δʼ οὔτε συλλύειν τινά. πάντων δʼ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳκακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ. τοιοῖσδε χρησμοῖς ἆρα χρὴ πεποιθέναι; κεἰ μὴ πέποιθα, τοὔργον ἔστʼ ἐργαστέον. πολλοὶ γὰρ εἰς ἓν συμπίτνουσιν ἵμεροι, θεοῦ τʼ ἐφετμαὶ καὶ πατρὸς πένθος μέγα, καὶ πρὸς πιέζει χρημάτων ἀχηνία, τὸ μὴ πολίτας εὐκλεεστάτους βροτῶν, Τροίας ἀναστατῆρας εὐδόξῳ φρενί, δυοῖν γυναικοῖν ὧδʼ ὑπηκόους πέλειν. θήλεια γὰρ φρήν· εἰ δὲ μή, τάχʼ εἴσεται.
1.16
306Χορόςἀλλʼ ὦ μεγάλαι Μοῖραι, Διόθεντῇδε τελευτᾶν, τὸ δίκαιον μεταβαίνει. ἀντὶ μὲν ἐχθρᾶς γλώσσης ἐχθρὰγλῶσσα τελείσθω· τοὐφειλόμενονπράσσουσα Δίκη μέγʼ ἀυτεῖ· ἀντὶ δὲ πληγῆς φονίας φονίανπληγὴν τινέτω. δράσαντι παθεῖν, τριγέρων μῦθος τάδε φωνεῖ.
1.17
315Ὀρέστηςὦ πάτερ αἰνόπατερ, τί σοιφάμενος ἢ τί ῥέξαςτύχοιμʼ ἂν ἕκαθεν οὐρίσας, ἔνθα σʼ ἔχουσιν εὐναί, σκότῳ φάος ἀντίμοι- ρον; χάριτες δʼ ὁμοίωςκέκληνται γόος εὐκλεὴςπροσθοδόμοις Ἀτρείδαις.
1.18
323Χορόςτέκνον, φρόνημα τοῦθανόντος οὐ δαμάζειπυρὸς ἡ μαλερὰ γνάθος, φαίνει δʼ ὕστερον ὀργάς· ὀτοτύζεται δʼ ὁ θνῄσκων, ἀναφαίνεται δʼ ὁ βλάπτων. πατέρων τε καὶ τεκόντωνγόος ἔνδικος ματεύειτὸ πᾶν ἀμφιλαφής ταραχθείς.
1.19
332Ἠλέκτρακλῦθὶ νυν, ὦ πάτερ, ἐν μέρειπολυδάκρυτα πένθη. δίπαις τοί σʼ ἐπιτύμβιοςθρῆνος ἀναστενάζει. τάφος δʼ ἱκέτας δέδεκταιφυγάδας θʼ ὁμοίως. τί τῶνδʼ εὖ, τί δʼ ἄτερ κακῶν; οὐκ ἀτρίακτος ἄτα;
1.20
340Χορόςἀλλʼ ἔτʼ ἂν ἐκ τῶνδε θεὸς χρῄζωνθείη κελάδους εὐφθογγοτέρους· ἀντὶ δὲ θρήνων ἐπιτυμβιδίωνπαιὰν μελάθροις ἐν βασιλείοιςνεοκρᾶτα φίλον κομίσειεν.
1.21
345Ὀρέστηςεἰ γὰρ ὑπʼ Ἰλίῳπρός τινος Λυκίων, πάτερ, δορίτμητος κατηναρίσθης· λιπὼν ἂν εὔκλειαν ἐν δόμοισιτέκνων τʼ ἐν κελεύθοιςἐπιστρεπτὸν αἰῶκτίσας πολύχωστον ἂν εἶχεςτάφον διαποντίου γᾶςδώμασιν εὐφόρητον,
1.22
354Χορόςφίλος φίλοισι τοῖςἐκεῖ καλῶς θανοῦσινκατὰ χθονὸς ἐμπρέπωνσεμνότιμος ἀνάκτωρ, πρόπολός τε τῶν μεγίστωνχθονίων ἐκεῖ τυράννων· βασιλεὺς γὰρ ἦσθʼ, ὄφρʼ ἔζης, μόριμον λάχος πιπλάντωνχεροῖν πεισίβροτόν τε βάκτρον.
1.23
363Ἠλέκτραμηδʼ ὑπὸ Τρωίαςτείχεσι φθίμενος, πάτερ, μετʼ ἄλλῳ δουρικμῆτι λαῷπαρὰ Σκαμάνδρου πόρον τεθάφθαι. πάρος δʼ οἱ κτανόντεςνιν οὕτως δαμῆναιφίλοις, θανατηφόρον αἶσανπρόσω τινὰ πυνθάνεσθαιτῶνδε πόνων ἄπειρον.
1.24
372Χορόςταῦτα μέν, ὦ παῖ, κρείσσονα χρυσοῦ, μεγάλης δὲ τύχης καὶ ὑπερβορέουμείζονα φωνεῖς· δύνασαι γάρ. ἀλλὰ διπλῆς γὰρ τῆσδε μαράγνηςδοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶκατὰ γῆς ἤδη, τῶν δὲ κρατούντωνχέρες οὐχ ὅσιαι στυγερῶν τούτων· παισὶ δὲ μᾶλλον γεγένηται.
1.25
380Ὀρέστηςτοῦτο διαμπερὲς οὖςἵκεθʼ ἅπερ τι βέλος. Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπωνὑστερόποινον ἄτανβροτῶν τλάμονι καὶ πανούργῳχειρὶ— τοκεῦσι δʼ ὅμως τελεῖται.
1.26
386Χορόςἐφυμνῆσαι γένοιτό μοι πυκά- εντʼ ὀλολυγμὸν ἀνδρὸςθεινομένου, γυναικός τʼὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπαςποτᾶται; πάροιθεν δὲ πρῴραςδριμὺς ἄηται κραδίαςθυμὸς ἔγκοτον στύγος.
1.27
394Ἠλέκτρακαί πότʼ ἂν ἀμφιθαλὴςΖεὺς ἐπὶ χεῖρα βάλοι, φεῦ φεῦ, κάρανα δαΐξας; πιστὰ γένοιτο χώρᾳ. δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ. κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
1.28
400Χορόςἀλλὰ νόμος μὲν φονίας σταγόναςχυμένας ἐς πέδον ἄλλο προσαιτεῖναἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺνπαρὰ τῶν πρότερον φθιμένων ἄτηνἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
1.29
405Ὀρέστηςπόποι δὴ νερτέρων τυραννίδες, ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων, ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνωςἔχοντα καὶ δωμάτωνἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
1.30
410Χορόςπέπαλται δαὖτὲ μοι φίλον κέαρτόνδε κλύουσαν οἶκτονκαὶ τότε μὲν δύσελπις, σπλάγχνα δέ μοι κελαινοῦ- ται πρὸς ἔπος κλυούσᾳ. ὅταν δʼ αὖτʼ ἐπʼ ἀλκῆς ἐπάρῃ μʼἐλπὶς, ἀπέστασεν ἄχοςπροσφανεῖσά μοι καλῶς.
1.31
418Ἠλέκτρατί δʼ ἂν φάντες τύχοιμεν ἢ τά περπάθομεν ἄχεα πρός γε τῶν τεκομένων; πάρεστι σαίνειν, τὰ δʼ οὔτι θέλγεται. λύκος γὰρ ὥστʼ ὠμόφρωνἄσαντος ἐκ ματρός ἐστι θυμός.
1.32
423Χορόςἔκοψα κομμὸν Ἄριον ἔν τε Κισσίαςνόμοις ἰηλεμιστρίας, ἀπριγδόπληκτα πολυπλάνητα δʼ ἦν ἰδεῖνἐπασσυτεροτριβῆ τὰ χερὸς ὀρέγματαἄνωθεν ἀνέκαθεν, κτύπῳ δʼ ἐπερρόθεικροτητὸν ἀμὸν καὶ πανάθλιον κάρα.
1.33
429Ἠλέκτραἰὼ ἰὼ δαΐαπάντολμε μᾶτερ, δαΐαις ἐν ἐκφοραῖςἄνευ πολιτᾶν ἄνακτʼ, ἄνευ δὲ πενθημάτωνἔτλας ἀνοίμωκτον ἄνδρα θάψαι.
1.34
434Ὀρέστηςτὸ πᾶν ἀτίμως ἔλεξας, οἴμοι. πατρὸς δʼ ἀτίμωσιν ἆρα τείσειἕκατι μὲν δαιμόνων, ἕκατι δʼ ἀμᾶν χερῶν; ἔπειτʼ ἐγὼ νοσφίσας ὀλοίμαν.
1.35
439Χορόςἐμασχαλίσθη δέ γʼ, ὡς τόδʼ εἰδῇς· ἔπρασσε δʼ, ᾇπέρ νιν ὧδε θάπτει, μόρον κτίσαι μωμέναἄφερτον αἰῶνι σῷ. κλύεις πατρῴους δύας ἀτίμους.
1.36
445Ἠλέκτραλέγεις πατρῷον μόρον· ἐγὼ δʼ ἀπεστάτουνἄτιμος, οὐδὲν ἀξία· μυχῷ δʼ ἄφερκτος πολυσινοῦς κυνὸς δίκανἑτοιμότερα γέλωτος ἀνέφερον λίβη, χέουσα πολύδακρυν γόον κεκρυμμένα. τοιαῦτʼ ἀκούων ἐν φρεσὶν γράφου.
1.37
451Χορόςδιʼ ὤτων δὲ συν- τέτραινε μῦθον ἡσύχῳ φρενῶν βάσει. τὰ μὲν γὰρ οὕτως ἔχει, τὰ δʼ αὐτὸς ὄργα μαθεῖν. πρέπει δʼ ἀκάμπτῳ μένει καθήκειν.
1.38
456Ὀρέστηςσὲ τοι λέγω, ξυγγενοῦ, πάτερ, φίλοις. Ἠλέκτραἐγὼ δʼ ἐπιφθέγγομαι κεκλαυμένα. Χορόςστάσις δὲ πάγκοινος ἅδʼ ἐπιρροθεῖ· ἄκουσον ἐς φάος μολών, ξὺν δὲ γενοῦ πρὸς ἐχθρούς.
1.39
461ὈρέστηςἌρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα. Ἠλέκτραἰὼ θεοί, κραίνετʼ ἐνδίκως δίκας. Χορόςτρόμος μʼ ὑφέρπει κλύουσαν εὐγμάτων. τὸ μόρσιμον μένει πάλαι, εὐχομένοις δʼ ἂν ἔλθοι.
1.40
466Χορόςὦ πόνος ἐγγενὴςκαὶ παράμουσος Ἄταςαἱματόεσσα πλαγά. ἰὼ δύστονʼ ἄφερτα κήδη· ἰὼ δυσκατάπαυστον ἄλγος.
1.41
471Χορόςδώμασιν ἔμμοτοντῶνδʼ ἄκος, οὐδʼ ἀπʼ ἄλλωνἔκτοθεν, ἀλλʼ ἀπʼ αὐτῶν, διʼ ὠμὰν ἔριν αἱματηράν. θεῶν τῶν κατὰ γᾶς ὅδʼ ὕμνος.
1.42
476Χορόςἀλλὰ κλύοντες, μάκαρες χθόνιοι, τῆσδε κατευχῆς πέμπετʼ ἀρωγὴνπαισὶν προφρόνως ἐπὶ νίκῃ.
1.43
479Ὀρέστηςπάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών, αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων. Ἠλέκτρακἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω, φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ φθόρον. Ὀρέστηςοὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶνκτιζοίατʼ· εἰ δὲ μή, παρʼ εὐδείπνοις ἔσῃἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. Ἠλέκτρακἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίαςοἴσω πατρῴων ἐκ δόμων γαμηλίους· πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. Ὀρέστηςὦ Γαῖʼ, ἄνες μοι πατέρʼ ἐποπτεῦσαι μάχην. Ἠλέκτραὦ Περσέφασσα, δὸς δʼ ἔτʼ εὔμορφον κράτος. Ὀρέστηςμέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ. Ἠλέκτραμέμνησο δʼ ἀμφίβληστρον ὡς ἐκαίνισαν. Ὀρέστηςπέδαις δʼ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ. Ἠλέκτρααἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. Ὀρέστηςἆρʼ ἐξεγείρῃ τοῖσδʼ ὀνείδεσιν, πάτερ; Ἠλέκτραἆρʼ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα; Ὀρέστηςἤτοι δίκην ἴαλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, εἴπερ κρατηθείς γʼ ἀντινικῆσαι θέλεις. Ἠλέκτρακαὶ τῆσδʼ ἄκουσον λοισθίου βοῆς, πάτερ, ἰδὼν νεοσσοὺς τούσδʼ ἐφημένους τάφῳ· οἴκτιρε θῆλυν ἄρσενός θʼ ὁμοῦ γόνον, καὶ μὴ ʼξαλείψῃς σπέρμα Πελοπιδῶν τόδεοὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών· παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοιθανόντι· φελλοὶ δʼ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. ἄκουʼ, ὑπὲρ σοῦ τοιάδʼ ἔστʼ ὀδύρματα. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον.
1.44
510Χορόςκαὶ μὴν ἀμεμφῆ τόνδʼ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης. τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. Ὀρέστηςἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγουμεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος; θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάριςἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε. τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας. τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματοςἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος. θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε. Χορόςοἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτωνκαὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένηχοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. Ὀρέστηςἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι; Χορόςτεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει. Ὀρέστηςκαὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος; Χορόςἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην. Ὀρέστηςτίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος; Χορόςαὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι. Ὀρέστηςκαὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους; Χορόςὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. Ὀρέστηςοὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει. Χορόςἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν· πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων.
1.45
540Ὀρέστηςἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳτοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον. κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶοὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο, καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον, θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα, ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει, δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼκτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. Χορόςτερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι. γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις, τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων. Ὀρέστηςἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω, αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιονδόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳθανόντες, καὶ Λοξίας ἐφήμισεν, ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν. ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλαςΠυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶδέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς· μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰδόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν· τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεταιΑἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών; εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶνκἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμαἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ, πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸνθήσω, ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένηἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς, ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε· ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω, ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
1.46
585Χορόςπολλὰ μὲν γᾶ τρέφειδεινὰ καὶ δειμάτων ἄχη, πόντιαί τʼ ἀγκάλαι κνωδάλωνἀνταίων βρύουσι· πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοιλαμπάδες πεδάοροι, πτανά τε καὶ πεδοβά- μονα κἀνεμοέντʼ ἂναἰγίδων φράσαι κότον.
1.47
594Χορόςἀλλʼ ὑπέρτολμον ἀν- δρὸς φρόνημα τίς λέγοικαὶ γυναικῶν φρεσὶν τλαμόνων καὶπαντόλμους ἔρωταςἄταισι συννόμους βροτῶν; ξυζύγους δʼ ὁμαυλίαςθηλυκρατὴς ἀπέρω- τος ἔρως παρανικᾷκνωδάλων τε καὶ βροτῶν.
1.48
602Χορόςἴστω δʼ, ὅστις οὐχ ὑπόπτεροςφροντίσιν, δαεὶςτὰν ἁ παιδολυ- μὰς τάλαινα Θεστιὰς μήσατοπυρδαῆτιν πρόνοιαν, καταίθουσα παιδὸς δαφοινὸνδαλὸν ἥλικʼ, ἐπεὶ μολὼνματρόθεν κελάδησε, ξύμμετρόν τε διαὶ βίουμοιρόκραντον ἐς ἆμαρ.
1.49
612Χορόςἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖνφοινίαν κόραν, ἅτʼ ἐχθρῶν ὑπαὶφῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖςχρυσοκμήτοισιν ὅρμοιςπιθήσασα δώροισι Μίνω, Νῖσον ἀθανάτας τριχὸςνοσφίσασʼ ἀπροβούλωςπνέονθʼ ἁ κυνόφρων ὕπνῳ. κιγχάνει δέ μιν Ἑρμῆς.
1.50
623Χορόςἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχωνπόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή- λευμʼ ἀπεύχετον δόμοιςγυναικοβούλους τε μήτιδας φρενῶνἐπʼ ἀνδρὶ τευχεσφόρῳ, ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι. τίω δʼ ἀθέρμαντον ἑστίαν δόμωνγυναικείαν τʼ ἄτολμον αἰχμάν.
1.51
631Χορόςκακῶν δὲ πρεσβεύεται τὸ Λήμνιονλόγῳ· γοᾶται δὲ δὴ πάθος κατά- πτυστον· ᾔκασεν δέ τιςτὸ δεινὸν αὖ Λημνίοισι πήμασιν. θεοστυγήτῳ δʼ ἄχειβροτῶν ἀτιμωθὲν οἴχεται γένος. σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς. τί τῶνδʼ οὐκ ἐνδίκως ἀγείρω;
1.52
639Χορόςτὸ δʼ ἄγχι πλευμόνων ξίφοςδιανταίαν ὀξυπευκὲς οὐτᾷδιαὶ Δίκας. τὸ μὴ θέμις γὰρ οὖνλὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸςσέβας παρεκβάντος οὐ θεμιστῶς.
1.53
646ΧορόςΔίκας δʼ ἐρείδεται πυθμήν· προχαλκεύει δʼ Αἶσα φασγανουργός· τέκνον δʼ ἐπεισφέρει δόμοισιναἱμάτων παλαιτέρων τίνειν μύσοςχρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.
1.54
653Ὀρέστηςπαῖ παῖ, θύρας ἄκουσον ἑρκείας κτύπον. τίς ἔνδον, ὦ παῖ, παῖ, μάλʼ αὖθις, ἐν δόμοις; τρίτον τόδʼ ἐκπέραμα δωμάτων καλῶ, εἴπερ φιλόξενʼ ἐστὶν Αἰγίσθου διαί. Οἰκέτηςεἶεν, ἀκούω· ποδαπὸς ὁ ξένος; πόθεν; Ὀρέστηςἄγγελλε τοῖσι κυρίοισι δωμάτων, πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους. τάχυνε δʼ, ὡς καὶ νυκτὸς ἅρμʼ ἐπείγεταισκοτεινόν, ὥρα δʼ ἐμπόρους καθιέναιἄγκυραν ἐν δόμοισι πανδόκοις ξένων. ἐξελθέτω τις δωμάτων τελεσφόροςγυνὴ τόπαρχος, ἄνδρα δʼ εὐπρεπέστερον· αἰδὼς γὰρ ἐν λεχθεῖσιν οὐκ ἐπαργέμουςλόγους τίθησιν· εἶπε θαρσήσας ἀνὴρπρὸς ἄνδρα κἀσήμηνεν ἐμφανὲς τέκμαρ. Κλυταιμνήστραξένοι, λέγοιτʼ ἂν εἴ τι δεῖ· πάρεστι γὰρὁποῖά περ δόμοισι τοῖσδʼ ἐπεικότα, καὶ θερμὰ λουτρὰ καὶ πόνων θελκτηρίαστρωμνή, δικαίων τʼ ὀμμάτων παρουσία. εἰ δʼ ἄλλο πρᾶξαι δεῖ τι βουλιώτερον, ἀνδρῶν τόδʼ ἐστὶν ἔργον, οἷς κοινώσομενὈρέστηςξένος μέν εἰμι Δαυλιεὺς ἐκ Φωκέων· στείχοντα δʼ αὐτόφορτον οἰκείᾳ σαγῇεἰς Ἄργος, ὥσπερ δεῦρʼ ἀπεζύγην πόδα, ἀγνὼς πρὸς ἀγνῶτʼ εἶπε συμβαλὼν ἀνήρ, ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν, Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις, πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένοςτεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ. εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων, εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον, θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν. νῦν γὰρ λέβητος χαλκέου πλευρώματασποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου. τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνωτοῖς κυρίοισι καὶ προσήκουσιν λέγωνοὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
1.55
691Κλυταιμνήστραοἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά, ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενατόξοις πρόσωθεν εὐσκόποις χειρουμένη, φίλων ἀποψιλοῖς με τὴν παναθλίαν. καὶ νῦν Ὀρέστης— ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,— νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆςἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε. Ὀρέστηςἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσινκεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελονγνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρξένου ξένοισίν ἐστιν εὐμενέστερον; πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν, τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, καταινέσαντα καὶ κατεξενωμένον. Κλυταιμνήστραοὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν, οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος. ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν. ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένουςμακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα. ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων, ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον· κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα. αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτωνκοινώσομέν τε κοὐ σπανίζοντες φίλωνβουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι.
1.56
719Χορόςεἶεν, φίλιαι δμωίδες οἴκων, πότε δὴ στομάτωνδείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ; ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴχώματος, ἣ νῦν ἐπὶ ναυάρχῳσώματι κεῖσαι τῷ βασιλείῳ, νῦν ἐπάκουσον, νῦν ἐπάρηξον· νῦν γὰρ ἀκμάζει Πειθὼ δολίανξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆνκαὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαιξιφοδηλήτοισιν ἀγῶσιν.
1.57
730Χορόςἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην. ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας; λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος; ΤροφόςΑἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖνὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερονἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτινἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέταςθετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλωνκεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶςκείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον, εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ· ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμέναἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοιςτυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα. ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην· τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά· φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτωνκαὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶτλάσῃ·— τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸντρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός· οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις, εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρίαἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων. τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι, ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια, γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίαςἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί· τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι. στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριονοἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
1.58
766Χορόςπῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον; Τροφόςἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον. Χορόςεἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. Τροφόςἄγειν κελεύει δορυφόρους ὀπάονας. Χορόςμή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει· ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ, ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. Τροφόςἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις; Χορόςἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. Τροφόςκαὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων. Χορόςοὔπω· κακός γε μάντις ἂν γνοίη τάδε. Τροφόςτί φής; ἔχεις τι τῶν λελεγμένων δίχα; Χορόςἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα. μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. Τροφόςἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.
1.59
783Χορόςνῦν παραιτουμένᾳ μοι, πάτερΖεῦ θεῶν Ὀλυμπίων, δὸς τύχας τυχεῖν δόμου κυρίωςτὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν. διὰ δίκας πᾶν ἔποςἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
1.60
789Χορόςἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶντὸν ἔσωθεν μελάθρων, Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας, δίδυμα καὶ τριπλᾶπαλίμποινα θέλων ἀμείψει.
1.61
794Χορόςἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ- νιν ζυγέντʼ ἐν ἅρμασινπημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶςμέτρον κτίσον σῳζόμενον ῥυθμὸντοῦτʼ ἰδεῖν διὰ πέδονἀνομένων βημάτων ὄρεγμα;
1.62
800Χορόςοἵ τʼ ἔσω δωμάτωνπλουτογαθῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί· ἄγετε τῶν πάλαι πεπραγμένωνλύσασθʼ αἷμα προσφάτοις δίκαις. γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.
1.63
806Χορόςτὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίωνστόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός, καί νιν ἐλευθερίας φῶςλαμπρὸν ἰδεῖν φιλίοιςὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας.
1.64
811Χορόςξυλλάβοι δʼ ἐνδίκωςπαῖς ὁ Μαίας, ἐπεὶ φορώτατοςπρᾶξιν οὐρίαν θέλων· πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά. ἄσκοπον δʼ ἔπος λέγωννύκτα πρό τʼ ὀμμάτων σκότον φέρει, καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος.
1.65
819Χορόςκαὶ τότʼ ἤδη κλυτὸνδωμάτων λυτήριον, θῆλυν οὐριοστάταν οὐδʼὀξύκρεκτον γοα- τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ· ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ- τα δʼ ἀποστατεῖ φίλων.
1.66
827Χορόςσὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, ἐπαΰσας πατρὸς αὐδὰνθροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰνκαὶ πέραινʼ ἀνεπίμομφον ἄταν.
1.67
831ΧορόςΠερσέως τʼ ἐν φρεσὶνκαρδίαν ἀνασχεθών, τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν, τοῖς τʼ ἄνωθεν πρόπρασ- σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθενφόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼἐξαπολλύων μόρου.
1.68
838Αἴγισθοςἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰςξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοιςγένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳτῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω; ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοιπεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην; τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί; Χορόςἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένωνἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένοςὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. Αἴγισθοςἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον, εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών, εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών. οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην.
1.69
855ΧορόςΖεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαιτάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ, ὑπὸ δʼ εὐνοίαςπῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαιπειραὶ κοπάνων ἀνδροδαΐκτωνἢ πάνυ θήσειν Ἀγαμεμνονίωνοἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳδαίων ἀρχάς τε πολισσονόμουςπατέρων θʼ ἕξει μέγαν ὄλβον. τοιάνδε πάλην μόνος ὢν ἔφεδροςδισσοῖς μέλλει θεῖος Ὀρέστηςἅψειν. εἴη δʼ ἐπὶ νίκῃ.
1.70
869Αἴγισθοςἒ ἔ, ὀτοτοτοῖ. Χορόςἔα ἔα μάλα· πῶς ἔχει; πῶς κέκρανται δόμοις; ἀποσταθῶμεν πράγματος τελουμένου, ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶνεἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος.
1.71
875Οἰκέτηςοἴμοι, πανοίμοι δεσπότου πεπληγμένου· οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατεὅπως τάχιστα, καὶ γυναικείους πύλαςμοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ; ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτηνἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ; ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλαςαὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος. Κλυταιμνήστρατί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις; Οἰκέτηςτὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. Κλυταιμνήστραοἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων. δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν. δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος· εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα· ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ. Ὀρέστηςσὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει. Κλυταιμνήστραοἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία. Ὀρέστηςφιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳκείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε. Κλυταιμνήστραἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον, μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμαοὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. ὈρέστηςΠυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;
1.72
900Πυλάδηςποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματατὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα; ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. Ὀρέστηςκρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός· τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖςτὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς. Κλυταιμνήστραἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω. Ὀρέστηςπατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί; Κλυταιμνήστραἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. Ὀρέστηςκαὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον. Κλυταιμνήστραοὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον; Ὀρέστηςτεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές. Κλυταιμνήστραοὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους. Ὀρέστηςαἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. Κλυταιμνήστραποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην; Ὀρέστηςαἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς. Κλυταιμνήστραμὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. Ὀρέστηςμὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη. Κλυταιμνήστραἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. Ὀρέστηςτρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω. Κλυταιμνήστρακτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα. Ὀρέστηςσύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. Κλυταιμνήστραὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας. Ὀρέστηςτὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε; Κλυταιμνήστραἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. Ὀρέστηςπατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον. Κλυταιμνήστραοἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην. Ὀρέστηςἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. Χορόςστένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισετλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα, ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
1.73
935Χορόςἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, βαρύδικος ποινά· ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονοςδιπλοῦς λέων, διπλοῦς Ἄρης. ἔλασε δʼ ἐς τὸ πᾶνὁ πυθόχρηστος φυγὰςθεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
1.74
942Χορόςἐπολολύξατʼ ὦ δεσποσύνων δόμωνἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶςὑπαὶ δυοῖν μιαστόροιν, δυσοίμου τύχας.
1.75
946Χορόςἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχαςδολιόφρων ποινά· ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμοςΔιὸς κόρα— Δίκαν δέ νινπροσαγορεύομεν βροτοὶ τυχόντες καλῶς— ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον.
1.76
942aΧορόςἐπολολύξατʼ ὦ δεσποσύνων δόμωνἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶςὑπαὶ δυοῖν μιαστόροιν, δυσοίμου τύχας.
1.77
953Χορόςτά περ ὁ Λοξίας ὁ Παρνασσίαςμέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία- ξεν ἀδόλως δόλοιςβλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται. κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴὑπουργεῖν κακοῖς. ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν.
1.78
961Χορόςπάρα τε φῶς ἰδεῖνμέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνονχαμαιπετεῖς ἔκεισθʼ ἀεί.
1.79
966Χορόςτάχα δὲ παντελὴς χρόνος ἀμείψεταιπρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίαςπᾶν ἐλαθῇ μύσοςκαθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶνἰδεῖν ἀκοῦσαι πρευμενεῖςμετοίκοις δόμων πεσοῦνται πάλιν.
1.80
972Χορόςπάρα τε φῶς ἰδεῖνμέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνονχαμαιπετεῖς ἔκεισθʼ ἀεί.
1.81
973Ὀρέστηςἴδεσθε χώρας τὴν διπλῆν τυραννίδαπατροκτόνους τε δωμάτων πορθήτορας. σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι, φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθηπάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι. ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶκαὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει. ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν, τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί, πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα. ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸνστέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ, οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδεἭλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς, ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ, ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόροντὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον· ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην· ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος, ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος, φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν, τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυσήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένοντόλμης ἕκατι κἀκδίκου φρονήματος. τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν; ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτονδροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν, ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ, ξένων ἀπαιόλημα κἀργυροστερῆβίον νομίζων, τῷδέ τʼ ἂν δολώματιπολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα. τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴγένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις.
1.82
1007Χορόςαἰαῖ αἰαῖ μελέων ἔργων· στυγερῷ θανάτῳ διεπράχθης. ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ.
1.83
1010Ὀρέστηςἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοιφᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος. φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται, πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος. νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών, πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε. ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν, ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα.
1.84
1018Χορόςοὔτις μερόπων ἀσινὴς βίοτονδιὰ παντὸς ἀπήμονʼ ἀμείψει. ἒ ἔ, μόχθος δʼ ὁ μὲν αὐτίχʼ, ὁ δʼ ἥξει.
1.85
1021Ὀρέστηςἀλλʼ, ὡς ἂν εἰδῆτʼ, οὐ γὰρ οἶδʼ ὅπη τελεῖ, ὥσπερ ξὺν ἵπποις ἡνιοστροφῶ δρόμουἐξωτέρω· φέρουσι γὰρ νικώμενονφρένες δύσαρκτοι· πρὸς δὲ καρδίᾳ φόβοςᾄδειν ἕτοιμος ἠδʼ ὑπορχεῖσθαι κότῳ. ἕως δʼ ἔτʼ ἔμφρων εἰμί, κηρύσσω φίλοιςκτανεῖν τέ φημι μητέρʼ οὐκ ἄνευ δίκης, πατροκτόνον μίασμα καὶ θεῶν στύγος. καὶ φίλτρα τόλμης τῆσδε πλειστηρίζομαιτὸν πυθόμαντιν Λοξίαν, χρήσαντʼ ἐμοὶπράξαντι μὲν ταῦτʼ ἐκτὸς αἰτίας κακῆςεἶναι, παρέντα δʼ— οὐκ ἐρῶ τὴν ζημίαν· τόξῳ γὰρ οὔτις πημάτων ἐφίξεται. καὶ νῦν ὁρᾶτέ μʼ, ὡς παρεσκευασμένοςξὺν τῷδε θαλλῷ καὶ στέφει προσίξομαιμεσόμφαλόν θʼ ἵδρυμα, Λοξίου πέδον, πυρός τε φέγγος ἄφθιτον κεκλημένον, φεύγων τόδʼ αἷμα κοινόν· οὐδʼ ἐφʼ ἑστίανἄλλην τραπέσθαι Λοξίας ἐφίετο. καὶ μαρτυρεῖν μὲν ὡς ἐπορσύνθη κακὰτάδʼ ἐν χρόνῳ μοι πάντας Ἀργείους λέγω· ἐγὼ δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενος, ζῶν καὶ τεθνηκὼς τάσδε κληδόνας λιπών. Χορόςἀλλʼ εὖ γʼ ἔπραξας, μηδʼ ἐπιζευχθῇς στόμαφήμῃ πονηρᾷ μηδʼ ἐπιγλωσσῶ κακά, ἐλευθερώσας πᾶσαν Ἀργείων πόλιν, δυοῖν δρακόντοιν εὐπετῶς τεμὼν κάρα. Ὀρέστηςἆ, ἆ. δμωαὶ γυναῖκες, αἵδε Γοργόνων δίκηνφαιοχίτωνες καὶ πεπλεκτανημέναιπυκνοῖς δράκουσιν· οὐκέτʼ ἂν μείναιμʼ ἐγώ.
1.86
1051Χορόςτίνες σε δόξαι, φίλτατʼ ἀνθρώπων πατρί, στροβοῦσιν; ἴσχε, μὴ φόβου νικῶ πολύ. Ὀρέστηςοὐκ εἰσὶ δόξαι τῶνδε πημάτων ἐμοί· σαφῶς γὰρ αἵδε μητρὸς ἔγκοτοι κύνες. Χορόςποταίνιον γὰρ αἷμά σοι χεροῖν ἔτι· ἐκ τῶνδέ τοι ταραγμὸς ἐς φρένας πίτνει. Ὀρέστηςἄναξ Ἄπολλον, αἵδε πληθύουσι δή, κἀξ ὀμμάτων στάζουσιν αἷμα δυσφιλές. Χορόςεἷς σοὶ καθαρμός· Λοξίας δὲ προσθιγὼνἐλεύθερόν σε τῶνδε πημάτων κτίσει. Ὀρέστηςὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδʼ, ἐγὼ δʼ ὁρῶ· ἐλαύνομαι δὲ κοὐκέτʼ ἂν μείναιμʼ ἐγὼ. Χορόςἀλλʼ εὐτυχοίης, καί σʼ ἐποπτεύων πρόφρωνθεὸς φυλάσσοι καιρίοισι συμφοραῖς.
1.87
1065Χορόςὅδε τοι μελάθροις τοῖς βασιλείοιςτρίτος αὖ χειμὼνπνεύσας γονίας ἐτελέσθη. παιδοβόροι μὲν πρῶτον ὑπῆρξανμόχθοι τάλανές τε Θυέστου· δεύτερον ἀνδρὸς βασίλεια πάθη· λουτροδάικτος δʼ ὤλετʼ Ἀχαιῶνπολέμαρχος ἀνήρ· νῦν δʼ αὖ τρίτος ἦλθέ ποθεν σωτήρ, ἢ μόρον εἴπω; ποῖ δῆτα κρανεῖ, ποῖ καταλήξειμετακοιμισθὲν μένος ἄτης;