Eumenides
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/esquilo" aria-label="More works by Esquilo">
—
⋯
Original / primary: Textus receptus
1.1
1πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶντὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετομαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳλάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο, Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσινΦοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας. πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγακελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόναἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρέναἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις· Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται· σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρακοίλη, φίλορνις, δαιμόνων ἀναστροφή· Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον· Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτοςκαλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός.
1.2
34Πυθιάςἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν, πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν, τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν· δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆἕδραν ἔχοντα προστρόπαιον, αἵματιστάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφοςἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχοςεὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμέναςδεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖναὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι· ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν· ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματαφέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίαςοὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένοςτρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμωναὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόποςκαὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.
1.3
64Ἀπόλλωνοὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶνἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς· ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυταιθεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε. κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸνσκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός, μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶςβιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόναὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενοςπόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλινἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίουςμύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων· καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας. Ὀρέστηςἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν· ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. Ἀπόλλωνμέμνησο, μὴ φόβος σε νικάτω φρένας. σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμοςπομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸνἱκέτην— σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας— ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.
1.4
94Κλυταιμήστρας Εἴδωλονεὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένηἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανονὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτιἔχω μεγίστην αἰτίαν κείνων ὕπο· παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα, καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸςἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτωνὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. Χορός( μ̔ υγμός.) Κλυταιμήστρας Εἴδωλονμύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω· φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. Χορός( μ̔ υγμός.) Κλυταιμήστρας Εἴδωλονἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος· φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. Χορός( ὡ̓ γμός.) Κλυταιμήστρας Εἴδωλονᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος; τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά; Χορός( ὡ̓ γμός.) Κλυταιμήστρας Εἴδωλονὕπνος πόνος τε κύριοι συνωμόταιδεινῆς δρακαίνης ἐξεκήραναν μένος. Χορός( μ̔ υγμὸς διπλοῦς ὀξύς.) λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.
1.5
131Κλυταιμήστρας Εἴδωλονὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερκύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου. τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος, μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ, ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. Χορόςἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον, ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ.
1.6
143Χορόςἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,— ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,— ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, ἄφερτον κακόν· ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.— ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα.
1.7
149Χορόςἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,— νέος δὲ γραίας δαίμονας καθιππάσω,— τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶτοκεῦσιν πικρόν· τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.— τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν;
1.8
155Χορόςἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸνἔτυψεν δίκαν διφρηλάτουμεσολαβεῖ κέντρῳὑπὸ φρένας, ὑπὸ λοβόν.— πάρεστι μαστίκτορος δαΐου δαμίουβαρὺ τὸ περίβαρυ κρύος ἔχειν.
1.9
162Χορόςτοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν δίκας πλέονφονολιβῆ θρόνονπερὶ πόδα, περὶ κάρα.— πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτωνβλοσυρὸν ἀρόμενον ἄγος ἔχειν.
1.10
169Χορόςἐφεστίῳ δὲ μάντις ὢν μιάσματιμυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος, παρὰ νόμον θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ μοίρας φθίσας.
1.11
174Χορόςκἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται. ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳμιάστορʼ ἐκ γένους πάσεται.
1.12
178Ἀπόλλωνἔξω, κελεύω, τῶνδε δωμάτων τάχοςχωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου. οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοιδίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷπαίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία, λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺνὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετεοἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖςστέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόποςμορφῆς. λέοντος ἄντρον αἱματορρόφουοἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοιςἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν. Χορόςἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ, ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. Ἀπόλλωνπῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου. Χορόςἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. Ἀπόλλωνἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν; Χορόςκἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου. Ἀπόλλωνκαὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους. Χορόςκαὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; Ἀπόλλωνοὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. Χορόςἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. Ἀπόλλωντίς ἥδε τιμή; κόμπασον γέρας καλόν. Χορόςτοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. Ἀπόλλωντί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ; Χορόςοὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος.
1.13
213Ἀπόλλωνἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσωἭρας τελείας καὶ Διὸς πιστώματα. Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμοςὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷςτὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ, οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην, τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά. Χορόςτὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. Ἀπόλλωνσὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου. Χορόςτιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. Ἀπόλλωνοὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν. Χορόςμέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ. ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκαςμέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. Ἀπόλλωνἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλειτοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών. Ὀρέστηςἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασινἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα, ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸςἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. Χορόςεἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. τετραυματισμένον γὰρ ὡς κύων νεβρὸνπρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷσπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, ὑπέρ τε πόντον ἀπτέροις ποτήμασινἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς. καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών. ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.
1.14
254Χορόςὅρα ὅρα μάλʼ αὖ, λεύσσετε πάντα, μὴλάθῃ φύγδα βὰςὁ ματροφόνος ἀτίτας. ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχωνπερὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότουὑπόδικος θέλει γενέσθαι χρεῶν. τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶδυσαγκόμιστον, παπαῖ, τὸ διερὸν πέδοι χύμενον οἴχεται. ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖνἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦφεροίμαν βοσκὰν πώματος δυσπότου· καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω, ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας. ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶνἢ θεὸν ἢ ξένοντινʼ ἀσεβῶν ἢ τοκέας φίλους, ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια. μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶνἔνερθε χθονός, δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί.
1.15
276Ὀρέστηςἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαιπολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκησιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματιφωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει· ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦΦοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ. καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶχώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶμολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸςαὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼνπιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκαθρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι— κλύει δὲ καὶ πρόσωθεν ὢν θεός— ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος.
1.16
299Χορόςοὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένοςῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένονἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων, σκιάν. οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους, ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν.
1.17
307Χορόςἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶμοῦσαν στυγερὰνἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπουςὡς ἐπινωμᾷ στάσις ἁμά. εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι· τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼοὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν, ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ· ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρχεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσινπαραγιγνόμεναι πράκτορες αἵματοςαὐτῷ τελέως ἐφάνημεν.
1.18
321Χορόςμᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερΝύξ, ἀλαοῖσι καὶ δεδορκόσινποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ- νίς μʼ ἄτιμον τίθησιντόνδʼ ἀφαιρούμενοςπτῶκα, ματρῷον ἅ- γνισμα κύριον φόνου.
1.19
328Χορόςἐπὶ δὲ τῷ τεθυμένῳτόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς.
1.20
334Χορόςτοῦτο γὰρ λάχος διανταίαΜοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν, θνατῶν τοῖσιν αὐτουργίαιξυμπέσωσιν μάταιοι, τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂνγᾶν ὑπέλθῃ· θανὼν δʼοὐκ ἄγαν ἐλεύθερος.
1.21
341Χορόςἐπὶ δὲ τῷ τεθυμένῳτόδε μέλος, παρακοπά, παραφορὰ φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς.
1.22
347Χορόςγιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη· ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστίσυνδαίτωρ μετάκοινος· παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην
1.23
354Χορόςδωμάτων γὰρ εἱλόμανἀνατροπάς, ὅταν Ἄρηςτιθασὸς ὢν φίλον ἕλῃ. ἐπὶ τὸν ὧδʼ ἱέμεναικρατερὸν ὄνθʼ ὅμως ἀμαυ- ροῦμεν ὑφʼ αἵματος νέου.
1.24
360Χορόςσπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας, θεῶν δʼ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν, μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν· Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχαςἇς ἀπηξιώσατο.
1.25
354aΧορόςδωμάτων γὰρ εἱλόμανἀνατροπάς, ὅταν Ἄρηςτιθασὸς ὢν φίλον ἕλῃ. ἐπὶ τὸν ὧδʼ ἱέμεναικρατερὸν ὄνθʼ ὅμως ἀμαυ- ροῦμεν ὑφʼ αἵματος νέου.
1.26
368Χορόςδόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶτακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοιἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη- σμοῖς τʼ ἐπιφθόνοις ποδός.
1.27
372Χορόςμάλα γὰρ οὖν ἁλομέναἀνέκαθεν βαρυπεσῆκαταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοιςκῶλα, δύσφορον ἄταν.
1.28
377Χορόςπίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ· τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ- ται πολύστονος φάτις.
1.29
372aΧορόςμάλα γὰρ οὖν ἁλομέναἀνέκαθεν βαρυπεσῆκαταφέρω ποδὸς ἀκμάν, σφαλερὰ καὶ τανυδρόμοιςκῶλα, δύσφορον ἄταν.
1.30
381Χορόςμένει γάρ. εὐμήχανοίτε καὶ τέλειοι, κακῶντε μνήμονες σεμναὶκαὶ δυσπαρήγοροι βροτοῖς, ἄτιμʼ ἀτίετα διόμεναιλάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳλάμπᾳ, δυσοδοπαίπαλαδερκομένοισι καὶ δυσομμάτοις ὁμῶς.
1.31
389Χορόςτίς οὖν τάδʼ οὐχ ἅζεταίτε καὶ δέδοικεν βροτῶν, ἐμοῦ κλύων θεσμὸντὸν μοιρόκραντον ἐκ θεῶνδοθέντα τέλεον; ἔτι δέ μοιμένει γέρας παλαιόν, οὐδʼ ἀτιμίαςκύρω, καίπερ ὑπὸ χθόνατάξιν ἔχουσα καὶ δυσήλιον κνέφας.
1.32
397Ἀθηνᾶπρόσωθεν ἐξήκουσα κληδόνος βοὴνἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις· ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος. πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχονκαινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸςταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα. τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω· βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ, ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμέναςοὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν. λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶςπρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις. Χορόςπεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα. Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Ἀθηνᾶγένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους. Χορόςτιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα. Ἀθηνᾶμάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. Χορόςβροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. Ἀθηνᾶκαὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς; Χορόςὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Ἀθηνᾶἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς; Χορόςφονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Ἀθηνᾶἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον; Χορόςποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν; Ἀθηνᾶδυοῖν παρόντοιν ἥμισυς λόγου πάρα. Χορόςἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι. Ἀθηνᾶκλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. Χορόςπῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ. Ἀθηνᾶὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. Χορόςἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην. Ἀθηνᾶἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος; Χορόςπῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων.
1.33
436Ἀθηνᾶτί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰςτὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον· εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδεἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλαςσεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος. τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. Ὀρέστηςἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτωντῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσοςπρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίουσφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθαοἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα. Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς, Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλινἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼνεἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴμήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασινκρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην· πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω.
1.34
470Ἀθηνᾶτὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδεβροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμιςφόνου διαιρεῖν ὀξυμηνίτου δίκας· ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖςἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις· οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει. αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτωνπέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένεινπέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε, φόνων δικαστὰς ὁρκίους αἱρουμένηθεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήριακαλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα· κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλταταἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως, ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν.
1.35
490Χορόςνῦν καταστροφαὶ νέωνθεσμίων, εἰ κρατή- σει δίκα τε καὶ βλάβατοῦδε ματροκτόνου. πάντας ἤδη τόδʼ ἔργον εὐχερεί- ᾳ συναρμόσει βροτούς· πολλὰ δʼ ἔτυμα παιδότρωταπάθεα προσμένει τοκεῦ- σιν μεταῦθις ἐν χρόνῳ.
1.36
499Χορόςοὐδὲ γὰρ βροτοσκόπωνμαινάδων τῶνδʼ ἐφέρ- ψει κότος τις ἐργμάτων— πάντʼ ἐφήσω μόρον. πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω- νῶν τὰ τῶν πέλας κακά, λῆξιν ὑπόδοσίν τε μόχθων· ἄκεά τʼ οὐ βέβαια τλά- μων δέ τις μάταν παρηγορεῖ.
1.37
508Χορόςμηδέ τις κικλῃσκέτωξυμφορᾷ τετυμμένος, τοῦτʼ ἔπος θροούμενος, ὦ δίκα, ὦ θρόνοι τʼ Ἐρινύων. ταῦτά τις τάχʼ ἂν πατὴρἢ τεκοῦσα νεοπαθὴςοἶκτον οἰκτίσαιτʼ, ἐπει- δὴ πίτνει δόμος δίκας.
1.38
517Χορόςἔσθʼ ὅπου τὸ δεινὸν εὖ, καὶ φρενῶν ἐπίσκοπονδεῖ μένειν καθήμενον. ξυμφέρεισωφρονεῖν ὑπὸ στένει. τίς δὲ μηδὲν ἐν δέεικαρδίαν ἂν ἀνατρέφωνἢ πόλις βροτός θʼ ὁμοί- ως ἔτʼ ἂν σέβοι δίκαν;
1.39
526Χορόςμήτʼ ἀνάρχετον βίονμήτε δεσποτούμενοναἰνέσῃς. παντὶ μέσῳ τὸ κράτοςθεὸς ὤπασεν, ἄλλʼἄλλᾳ δʼ ἐφορεύει. ξύμμετρον δʼ ἔπος λέγω, δυσσεβίας μὲν ὕβριςτέκος ὡς ἐτύμως· ἐκ δʼ ὑγιεί- ας φρενῶν ὁ πάμφιλοςκαὶ πολύευκτος ὄλβος.
1.40
538Χορόςἐς τὸ πᾶν δέ σοι λέγω, βωμὸν αἴδεσαι Δίκας· μηδέ νινκέρδος ἰδὼν ἀθέῳποδὶ λὰξ ἀτίσῃς· ποινὰ γὰρ ἐπέσται. κύριον μένει τέλος. πρὸς τάδε τις τοκέωνσέβας εὖ προτίωνκαὶ ξενοτί- μους δόμων ἐπιστροφὰςαἰδόμενός τις ἔστω.
1.41
550Χορόςἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢνοὐκ ἄνολβος ἔσται· πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο. τὸν ἀντίτολμον δέ φαμι παρβάτανἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκαςβιαίως ξὺν χρόνῳ καθήσεινλαῖφος, ὅταν λάβῃ πόνοςθραυομένας κεραίας.
1.42
558Χορόςκαλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳδυσπαλεῖ τε δίνᾳ· γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ, τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοιςδύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν· διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβονἕρματι προσβαλὼν δίκαςὤλετʼ ἄκλαυτος, αἶστος.
1.43
566Ἀθηνᾶκήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, ἥ τʼ οὖν διάτορος Τυρσηνικὴσάλπιγξ, βροτείου πνεύματος πληρουμένη, ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. πληρουμένου γὰρ τοῦδε βουλευτηρίουσιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺςπόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνονκαὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. Χορόςἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει. τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. Ἀπόλλωνκαὶ μαρτυρήσων ἦλθον— ἔστι γὰρ νόμῳἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιοςἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος— καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχωτῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγεὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην. Ἀθηνᾶὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην· ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγωνγένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χοροςπολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείςτὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστηςἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει. Χορόςἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστηςοὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. Χορόςεἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες. Ὀρέστηςλέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. Χορόςπρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν; Ὀρέστηςτοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. Χορόςὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; Ὀρέστηςκαὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. Χορόςἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα. Ὀρέστηςπέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ. Χορόςνεκροῖσί νυν πέπισθι μητέρα κτανών. Ὀρέστηςδυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. Χορόςπῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. Ὀρέστηςἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν. Χορόςτοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ. Ὀρέστηςτί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; Χορόςοὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. Ὀρέστηςἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;
1.44
607Χορόςπῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον; Ὀρέστηςἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα. ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶδοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω. Ἀπόλλωνλέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγανθεσμὸν δικαίως,— μάντις ὢν δʼ οὐ ψεύσομαι. οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν, βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός· ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. ΧορόςΖεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνονπράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; Ἀπόλλωνοὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖνδιοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοιςτόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος, ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοιψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας γάρ νιν ἠμποληκότατὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη, δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματιφᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονικόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόροςτοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν. ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς, ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην.
1.45
640Χορόςπατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον. πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι. Ἀπόλλωνὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκοςκαὶ κάρτα πολλὴ μηχανὴ λυτήριος· ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνιςἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις. τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴροὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτωστρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. Χορόςπῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα· τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοιἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός; ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; Ἀπόλλωνκαὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ. οὔκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνουτοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου. τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένηἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός. τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλαςμάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη, ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός. ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι, τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον, ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνουκαὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά, καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοιστέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους.
1.46
674Ἀθηνᾶἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρεινψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων; Χορόςἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. Ἀθηνᾶτί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ, ἄμομφος ὦ; Ἀπόλλωνἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. Ἀθηνᾶκλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς, πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷαἰεὶ δικαστῶν τοῦτο βουλευτήριον. πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδρανσκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνονστρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιντήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε, Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμοςπέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβαςἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖνσχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς, αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμουςκακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρλαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν. τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενονἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβαςἔρυμά τε χώρας καὶ πόλεως σωτήριονἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει, οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις. κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσινἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴκαὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκηναἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος.
1.47
711Χορόςκαὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸςξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. Ἀπόλλωνκἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸςταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι. Χορόςἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις, μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων. Ἀπόλλωνἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτωνπρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; Χορόςλέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκηςβαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν. Ἀπόλλωνἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροιςθεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ. Χορόςτοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. Ἀπόλλωνοὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν, ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι; Χορόςσύ τοι παλαιὰς διανομὰς καταφθίσαςοἴνῳ παρηπάτησας ἀρχαίας θεάς. Ἀπόλλωνσύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλοςἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. Χορόςἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω, ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. Ἀθηνᾶἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην. ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι. μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο, τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός. οὕτω γυναικὸς οὐ προτιμήσω μόρονἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους, ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος.
1.48
744Ὀρέστηςὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται; Χορόςὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε; Ὀρέστηςνῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν. Χορόςἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. Ἀπόλλωνπεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει. γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα, βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία. Ἀθηνᾶἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην· ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. Ὀρέστηςὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους. γαίας πατρῴας ἐστερημένον σύ τοικατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ, Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασινοἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίουἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτουσωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρονσῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷτὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνονὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸςἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ. αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότετοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματαἀμηχάνοισι πράξομεν δυσπραξίαις, ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρουςτιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος· ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδοςτιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, σωτήριόν τε καὶ δορὸς νικηφόρον.
1.49
778Χορόςἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμουςκαθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτοςἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆμεθεῖσα καρδίας, σταλαγμὸν χθονὶἄφορον· ἐκ δὲ τοῦλειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενοςβροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι πολίταις. δύσοισθʼ ἅπαθον. ἰὼ μεγάλα τοὶ κόραι δυστυχεῖςΝυκτὸς ἀτιμοπενθεῖς.
1.50
793Ἀθηνᾶἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκηἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν· ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇβαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαντεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα, βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαιἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸςλιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραιςἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας.
1.51
808Χορόςἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμουςκαθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτοςἐν γᾷ τᾷδε, φεῦ, ἰὸν ἰὸν ἀντιπενθῆμεθεῖσα καρδίας, σταλαγμὸν χθονὶἄφορον· ἐκ δὲ τοῦλειχὴν ἄφυλλος, ἄτεκνος, ἰὼ δίκα, πέδον ἐπισύμενοςβροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. στενάζω· τί ῥέξω; γελῶμαι πολίταις· δύσοισθʼ ἅπαθον. ἰὼ μεγάλα τοι κόραι δυστυχεῖςΝυκτὸς ἀτιμοπενθεῖς.
1.52
823Ἀθηνᾶοὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγανθεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν; καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος· ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶγλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί, καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶςκοίμα κελαινοῦ κύματος πικρὸν μένοςὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνιαθύη πρὸ παίδων καὶ γαμηλίου τέλουςἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον.
1.53
837Χορόςἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, φεῦ, ἀτίετον μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἶ οἶ δᾶ, φεῦ. τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς; θυμὸν ἄιε, μᾶτερΝύξ· ἀπὸ γάρ με τι- μᾶν δαναιᾶν θεῶνδυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
1.54
848Ἀθηνᾶὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα· φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόναγῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε. οὑπιρρέων γὰρ τιμιώτερος χρόνοςἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίανἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέωςτεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων, ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν. σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃςμήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβαςνέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων, ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρηἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχηντοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένηνχώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
1.55
870Χορόςἐμὲ παθεῖν τάδε, φεῦ, ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, φεῦ, ἀτίετον μύσος. πνέω τοι μένος ἅπαντά τε κότον. οἶ οἶ δᾶ, φεῦ. τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς; θυμὸν ἄιε, μᾶτερΝύξ· ἀπὸ γάρ με τι- μᾶν δαναιᾶν θεῶνδυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι.
1.56
881Ἀθηνᾶοὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦθεὸς παλαιὰ καὶ πολισσούχων βροτῶνἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου. ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας; γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλειμῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ. ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸςεἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ. Χορόςἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν; Ἀθηνᾶπάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ. Χορόςκαὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει; Ἀθηνᾶὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν. Χορόςσὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον; Ἀθηνᾶτῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. Χορόςκαί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου; Ἀθηνᾶἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. Χορόςθέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου. Ἀθηνᾶτοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους. Χορόςτί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί; Ἀθηνᾶὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσουἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματαεὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα· καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτονἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις. στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος. τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼπρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐτήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
1.57
916Χορόςδέξομαι Παλλάδος ξυνοικίαν, οὐδʼ ἀτιμάσω πόλιν, τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τεφρούριον θεῶν νέμει, ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· ᾇτʼ ἐγὼ κατεύχομαιθεσπίσασα πρευμενῶςἐπισσύτους βίου τύχας ὀνησίμουςγαίας ἐξαμβρῦσαιφαιδρὸν ἁλίου σέλας.
1.58
927Ἀθηνᾶτάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταιςπράσσω, μεγάλας καὶ δυσαρέστουςδαίμονας αὐτοῦ κατανασσαμένη. πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπουςἔλαχον διέπειν. ὁ δὲ μὴ κύρσας βαρεῶν τούτωνοὐκ οἶδεν ὅθεν πληγαὶ βιότου. τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νινπρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθροςκαὶ μέγα φωνοῦντʼἐχθραῖς ὀργαῖς ἀμαθύνει.
1.59
938Χορόςδενδροπήμων δὲ μὴ πνέοι βλάβα, τὰν ἐμὰν χάριν λέγω· φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸμὴ περᾶν ὅρον τόπων, μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος, μῆλά τʼ εὐθενοῦντα γᾶξὺν διπλοῖσιν ἐμβρύοιςτρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼπλουτόχθων ἑρμαίανδαιμόνων δόσιν τίοι.
1.60
949Ἀθηνᾶἦ τάδʼ ἀκούετε, πόλεως φρούριον, οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναταιπότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοιςτοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπωνφανερῶς τελέως διαπράσσουσιν, τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύωνβίον ἀμβλωπὸν παρέχουσαι.
1.61
956Χορόςἀνδροκμῆτας δʼ ἀώρ- ους ἀπεννέπω τύχας, νεανίδων τʼ ἐπηράτωνἀνδροτυχεῖς βιότουςδότε, κύριʼ ἔχοντες, θεαί τʼ ὦ Μοῖραιματροκασιγνῆται, δαίμονες ὀρθονόμοι, παντὶ δόμῳ μετάκοινοι, παντὶ χρόνῳ δʼ ἐπιβριθεῖςἐνδίκοις ὁμιλίαις, πάντᾳ τιμιώταται θεῶν.
1.62
968Ἀθηνᾶτάδε τοι χώρᾳ τἠμῇ προφρόνωςἐπικραινομένωνγάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς, ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷπρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας· ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος· νικᾷ δʼ ἀγαθῶνἔρις ἡμετέρα διὰ παντός.
1.63
976Χορόςτὰν δʼ ἄπληστον κακῶνμήποτʼ ἐν πόλει στάσιντᾷδʼ ἐπεύχομαι βρέμειν. μηδὲ πιοῦσα κόνιςμέλαν αἷμα πολιτᾶνδιʼ ὀργὰν ποινᾶςἀντιφόνους ἄταςἁρπαλίσαι πόλεως. χάρματα δʼ ἀντιδιδοῖενκοινοφιλεῖ διανοίᾳ, καὶ στυγεῖν μιᾷ φρενί· πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος.
1.64
988Ἀθηνᾶἆρα φρονοῦσιν γλώσσης ἀγαθῆςὁδὸν εὑρίσκειν; ἐκ τῶν φοβερῶν τῶνδε προσώπωνμέγα κέρδος ὁρῶ τοῖσδε πολίταις· τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶμέγα τιμῶντες καὶ γῆν καὶ πόλινὀρθοδίκαιονπρέψετε πάντως διάγοντες.
1.65
996Χορόςχαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου. χαίρετʼ ἀστικὸς λεώς, ἴκταρ ἥμενοι Διός, παρθένου φίλας φίλοισωφρονοῦντες ἐν χρόνῳ. Παλλάδος δʼ ὑπὸ πτεροῖςὄντας ἅζεται πατήρ.
1.66
1003Ἀθηνᾶχαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴστείχειν θαλάμους ἀποδείξουσανπρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶνκατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸνχώρας κατέχειν, τὸ δὲ κερδαλέονπέμπειν πόλεως ἐπὶ νίκῃ. ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοιπαῖδες Κραναοῦ, ταῖσδε μετοίκοις. εἴη δʼ ἀγαθῶνἀγαθὴ διάνοια πολίταις.
1.67
1014Χορόςχαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω, πάντες οἱ κατὰ πτόλιν, δαίμονές τε καὶ βροτοί, Παλλάδος πόλιν νέμον- τες· μετοικίαν δʼ ἐμὴνεὖ σέβοντες οὔτι μέμ- ψεσθε συμφορὰς βίου.
1.68
1021Ἀθηνᾶαἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτωνπέμψω τε φέγγει λαμπάδων σελασφόρωνεἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπουςξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέταςτοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸςΘησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς λόχοςπαίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων. φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασιτιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸςτὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ.
1.69
1032Προπομποίβᾶτε δόμῳ, μεγάλαι φιλότιμοιΝυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ,
1.70
1035Προπομποίεὐφαμεῖτε δέ, χωρῖται, γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, καὶ τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι, εὐφαμεῖτε δὲ πανδαμεί.
1.71
1040Προπομποίἵλαοι δὲ καὶ σύμφρονες γᾷδεῦρʼ ἴτε, σεμναί, ξὺν πυριδάπτῳλαμπάδι τερπόμεναι καθʼ ὁδόν. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.
1.72
1044Προπομποίσπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκωνΠαλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπταςοὕτω Μοῖρά τε συγκατέβα. ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.