Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Persas
EsquiloPersas 1 · textus-receptusMore by Esquilo
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/esquilo" aria-label="More works by Esquilo"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1Τάδε μὲν Περσῶν τῶν οἰχομένωνἙλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσωνἑδράνων φύλακες, κατὰ πρεσβείανοὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺςΔαρειογενὴςεἵλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳκαὶ πολυχρύσου στρατιᾶς ἤδηκακόμαντις ἄγαν ὀρσολοπεῖταιθυμὸς ἔσωθεν. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴςᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺςἄστυ τὸ Περσῶν ἀφικνεῖται· οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνωνκαὶ τὸ παλαιὸν Κίσσιον ἕρκοςπρολιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων. τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδηνπολέμου στῖφος παρέχοντες· οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένηςκαὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης, ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ὕποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχηνψυχῆς εὐτλήμονι δόξῃ· Ἀρτεμβάρης θʼ ἱππιοχάρμηςκαὶ Μασίστρης, ὅ τε τοξοδάμαςἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ, ἵππων τʼ ἐλατὴρ Σοσθάνης. ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμωνΝεῖλος ἔπεμψεν· Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενής, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχωνμέγας Ἀρσάμης, τάς τʼ ὠγυγίουςΘήβας ἐφέπων Ἀριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέταιδεινοὶ πλῆθός τʼ ἀνάριθμοι.
1.2
41Χορόςἁβροδιαίτων δʼ ἕπεται Λυδῶνὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲςκατέχουσιν ἔθνος, τοὺς ΜητρογαθὴςἈρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχουςπολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται δʼ ἱεροῦ Τμώλου πελάταιζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼἡ πολύχρυσος πάμμικτον ὄχλονπέμπει σύρδην, ναῶν τʼ ἐπόχουςκαὶ τοξουλκῷ λήματι πιστούς· τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσηςἈσίας ἕπεταιδειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδʼ ἄνθος Περσίδος αἴαςοἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτιςθρέψασα πόθῳ στένεται μαλερῷ, τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸντείνοντα χρόνον τρομέονται.
1.3
65Χορόςπεπέρακεν μὲν ὁ περσέπτολις ἤδηβασίλειος στρατὸς εἰς ἀν- τίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθ- μὸν ἀμείψαςἈθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμαζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
1.4
73Χορόςπολυάνδρου δʼ Ἀσίας θούριος ἄρχωνἐπὶ πᾶσαν χθόνα ποιμα- νόριον θεῖον ἐλαύνειδιχόθεν, πεζονόμον τʼ ἔκτε θαλάσσας, ἐχυροῖσι πεποιθὼςστυφελοῖς ἐφέταις, χρυ- σογόνου γενεᾶς ἰσόθεος φώς.
1.5
81Χορόςκυάνεον δʼ ὄμμασι λεύσσωνφονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτας, Σύριόν θʼ ἅρμα διώκων, ἐπάγει δουρικλύτοις ἀν- δράσι τοξόδαμνον Ἄρη.
1.6
87Χορόςδόκιμος δʼ οὔτις ὑποστὰςμεγάλῳ ῥεύματι φωτῶνἐχυροῖς ἕρκεσιν εἴργεινἄμαχον κῦμα θαλάσσας· ἀπρόσοιστος γὰρ ὁ Περσᾶνστρατὸς ἀλκίφρων τε λαός.
1.7
93Χορόςθεόθεν γὰρ κατὰ Μοῖρʼἐκράτησεν τὸ παλαι- όν, ἐπέσκηψε δὲ Πέρσαιςπολέμους πυργοδαΐκτουςδιέπειν ἱππιοχάρμαςτε κλόνουςπόλεών τʼ ἀναστάσεις.
1.8
100Χορόςἔμαθον δʼ εὐρυπόροι- ο θαλάσσας πολιαι- νομένας πνεύματι λάβρῳἐσορᾶν πόντιον ἄλσος, πίσυνοι λεπτοδόμοις πεί- σμασι λα- οπόροις τε μαχαναῖς.
1.9
107Χορόςδολόμητιν δʼ ἀπάταν θεοῦτίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδὶ πήδη- μα τόδʼ εὐπετῶς ἀνᾴσσων;
1.10
111Χορόςφιλόφρων γὰρ παρασαίνειβροτὸν εἰς ἄρκυας Ἄτα, τόθεν οὐκ ἔστιν ὕπερθέννιν ἄνατον ἐξαλύξαι.
1.11
115Χορόςταῦτά μοι μελαγχίτωνφρὴν ἀμύσσεται φόβῳ, ὀᾶ, Περσικοῦ στρατεύματοςτοῦδε, μὴ πόλις πύθη- ται κένανδρον μέγʼ ἄστυ Σουσίδος,
1.12
120Χορόςκαὶ τὸ Κισσίων πόλισμʼἀντίδουπον ᾄσεται, ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη- θὴς ὅμιλος ἀπύων, βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς.
1.13
126Χορόςπᾶς γὰρ ἱππηλάταςκαὶ πεδοστιβὴς λεὼςσμῆνος ὣς ἐκλέλοιπεν μελισ- σᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψαςἀμφοτέρας ἅλιονπρῶνα κοινὸν αἴας.
1.14
133Χορόςλέκτρα δʼ ἀνδρῶν πόθῳπίμπλαται δακρύμασιν· Περσίδες δʼ ἁβροπενθεῖς ἑκά- στα πόθῳ φιλάνοριτὸν αἰχμάεντα θοῦρον εὐνα- τῆρʼ ἀποπεμψαμέναλείπεται μονόζυξ.
1.15
140Χορόςἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοιστέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλονθώμεθα, χρεία δὲ προσήκει, πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺςΔαρειογενής, τὸ πατρωνύμιον γένος ἡμέτερον· πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορικράνουλόγχης ἰσχὺς κεκράτηκεν. ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖςφάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δʼ ἐμή· προσπίτνω· καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴνπάντας μύθοισι προσαυδᾶν.
1.16
155Χορόςὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι· θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ.
1.17
159Ἄτοσσαταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμουςκαὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶμῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι, μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβεινμήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος· ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγουτοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα· πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. Χορόςεὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαιμήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ· εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
1.18
176Ἄτοσσαπολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασινξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸνἸαόνων γῆν οἴχεται πέρσαι θέλων· ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμηνὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε, ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένουςταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδακλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼνκατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕποζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένωντίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα, ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρουδιασπαράσσει καὶ ξυναρπάζει βίᾳἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταταιΔαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷΞέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
1.19
200καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόουἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶβωμὸν προσέστην, ἀποτρόποισι δαίμοσινθέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάρανΦοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι· μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳπτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρατίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμαςπαρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν, ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸςπράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ, κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
1.20
215Χορόςοὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοιςοὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη, εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν, τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθενκαὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰςΓῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε, σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην, ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος, τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ. ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα. εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. Ἄτοσσαἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴςπαιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν. ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι, πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις, εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω, ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
1.21
232Χορόςτῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων. Ἄτοσσαἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν; Χορόςπᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. Ἄτοσσαὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; Χορόςκαὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά. Ἄτοσσακαὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; Χορόςἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. Ἄτοσσαπότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει; Χορόςοὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. Ἄτοσσατίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ; Χορόςοὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι. Ἄτοσσαπῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; Χορόςὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. Ἄτοσσαδεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. Χορόςἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον. τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν.
1.22
249Ἄγγελοςὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα, ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν, ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺςὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων.
1.23
256Χορόςἄνιʼ ἄνια κακὰνεόκοτα καὶ δάιʼ·. αἰαῖ, διαίνεσθε, Πέρσαι, τόδʼ ἄχος κλύοντες.
1.24
260Ἄγγελοςὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα· αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος.
1.25
262Χορόςἦ μακροβίοτοςὅδε γέ τις αἰὼν ἐφάνθηγεραιοῖς, ἀκούειντόδε πῆμʼ ἄελπτον.
1.26
266Ἄγγελοςκαὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων, Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά.
1.27
268Χορόςὀτοτοτοῖ, μάταντὰ πολλὰ βέλεα παμμιγῆγᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ- αν ἐφʼ Ἑλλάδα χώραν.
1.28
272Ἄγγελοςπλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένωνΣαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος.
1.29
274Χορόςὀτοτοτοῖ, φίλωνἁλίδονα μέλεα πολυβαφῆκατθανόντα λέγεις φέρε- σθαι πλάγκτʼ ἐν διπλάκεσσιν.
1.30
278Ἄγγελοςοὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτοστρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς
1.31
280Χορόςἴυζʼ ἄποτμον Πέρσαιςδυσαιανῆ βοὰνδᾴοις, ὡς πάντα παγκάκωςἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος.
1.32
284Ἄγγελοςὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν. φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος.
1.33
286Χορόςστυγναί γʼ Ἀθᾶναι δᾴοις· μεμνῆσθαί τοι πάραὡς πολλὰς Περσίδων μάτανἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους.
1.34
290Ἄτοσσασιγῶ πάλαι δύστηνος ἐκπεπληγμένηκακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰτὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη. ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρεινθεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθοςλέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως. τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεντῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών; ἌγγελοςΞέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἄτοσσαἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγακαὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. ἌγγελοςἈρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺςστύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸςπήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴςθαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος, οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμοναδινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα· πηγαῖς τε Νείλου γειτονῶν ΑἰγυπτίουἈρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτοςΦαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρρὰν ζαπληθῆ δάσκιον γενειάδαἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυνωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσιπένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος, Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶνταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς· Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνονἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο. τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι. πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά.
1.35
331Ἄτοσσααἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν· πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματιμάχην συνάψαι ναΐοισιν ἐμβολαῖς; Ἄγγελοςπλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρονναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦνὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκαναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος· Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦνὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχειἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν, τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς. Ἄτοσσαἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις; Ἄγγελοςἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. Ἄτοσσαἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν;
1.36
353Ἄγγελοςἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦφανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασινναῶν ἐπανθορόντες ἄλλος ἄλλοσεδρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλονἝλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόναλήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶνἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ· ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός· οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶδεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρτροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτοκαὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης· τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς· πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος, καὶ πάννυχοι δὴ διάπλοον καθίστασανναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸςκρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· ἐπεί γε μέντοι λευκόπωλος ἡμέραπᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάραμολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμαἀντηλάλαξε νησιώτιδος πέτραςἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆνγνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇπαιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
1.37
395Ἄγγελοςσάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέραςἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλοςἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύεινπολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε, ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲπαῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη, θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθοςὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή. εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλονἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼςκόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ. τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶνἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν, αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοιςπαίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον, Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνωςκύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲσκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον, φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλονἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίωνἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦκωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο. κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματαστοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷπλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
1.38
433Ἄτοσσααἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγαΠέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. Ἄγγελοςεὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν· τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθουςὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. Ἄτοσσακαὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη; λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. ἌγγελοςΠερσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ. Ἄτοσσαοἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι; Ἄγγελοςνῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων, βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχοροςΠὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶνφθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο, κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸςναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φράξαντες εὐχάλκοις δέμαςὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲκυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖνὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶνπέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄποθώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν· τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθουπαίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἕως ἁπάντων ἐξαπέφθειραν βίον. Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοιπρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
1.39
472Ἄτοσσαὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶνΠέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίανκλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσανοὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶντοσόνδε πλῆθος πημάτων ἐπέσπασεν. σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον, ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
1.40
480Ἄγγελοςναῶν γε ταγοὶ τῶν λελειμμένων σύδηνκατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν· στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶδιώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνοςδίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶδιεκπερῶμεν ἔς τε Φωκέων χθόνακαὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗΣπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ· κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδονκαὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένουςβορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνονδίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε. Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνωνχώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον, Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος, Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸςχειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶνῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τιςτὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετολιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατοστρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον· χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλοςμέσον πόρον διῆκε, θερμαίνων φλογί. πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοιὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ, ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλινΠερσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγωνκακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
1.41
515Χορόςὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺςποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει. Ἄτοσσαοἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ· ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε. ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτιςὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματαἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,— ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις, ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοιςπιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα· καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ, παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
1.42
532Χορόςὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶντῶν μεγαλαύχων καὶ πολυάνδρωνστρατιὰν ὀλέσαςἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνωνπένθει δνοφερῷ κατέκρυψας· πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτραςκατερεικόμεναιδιαμυδαλέοις δάκρυσι κόλπουςτέγγουσʼ, ἄλγους μετέχουσαι. αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶνποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορεστοτάτοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένωναἴρω δοκίμως πολυπενθῆ.
1.43
548Χορόςνῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼἈσιὰς ἐκκενουμένα. Ξέρξης μὲν ἄγαγεν, ποποῖ, Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ, Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνωςβαρίδεσσι ποντίαις. τίπτε Δαρεῖος μὲν οὕ- τω τότʼ ἀβλαβὴς ἐπῆντόξαρχος πολιήταις, Σουσίδαις φίλος ἄκτωρ;
1.44
558Χορόςπεζούς τε γὰρ καὶ θαλασσίουςλινόπτεροι κυανώπιδεςνᾶες μὲν ἄγαγον, ποποῖ, νᾶες δʼ ἀπώλεσαν, τοτοῖ, νᾶες πανωλέθροισιν ἐμβολαῖς, αἵ τʼ Ἰαόνων χέρες. τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼαὐτὸν εἰσακούομενΘρῄκης ἂμ πεδιήρειςδυσχίμους τε κελεύθους.
1.45
568Χορόςτοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ, λειφθέντες πρὸς ἀνάγκας, ἠέ, ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, σύρονται· στένε καὶ δακνά- ζου, βαρὺ δʼ ἀμβόασονοὐράνιʼ ἄχη, ὀᾶ· τεῖνε δὲ δυσβάυκτονβοᾶτιν τάλαιναν αὐδάν.
1.46
576Χορόςγναπτόμενοι δὲ δίνᾳ, φεῦ, σκύλλονται πρὸς ἀναύδων, ἠέ, παίδων τᾶς ἀμιάντου, ὀᾶ. πενθεῖ δʼ ἄνδρα δόμος στερη- θείς τοκέες τʼ ἄπαιδεςδαιμόνιʼ ἄχη, ὀᾶ, δυρόμενοι γέροντεςτὸ πᾶν δὴ κλύουσιν ἄλγος.
1.47
584Χορόςτοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴνοὐκέτι περσονομοῦνται, οὐδʼ ἔτι δασμοφοροῦσινδεσποσύνοισιν ἀνάγκαις, οὐδʼ ἐς γᾶν προπίτνοντεςἅζονται· βασιλείαγὰρ διόλωλεν ἰσχύς.
1.48
591Χορόςοὐδʼ ἔτι γλῶσσα βροτοῖσινἐν φυλακαῖς· λέλυται γὰρλαὸς ἐλεύθερα βάζειν, ὡς ἐλύθη ζυγὸν ἀλκᾶς. αἱμαχθεῖσα δʼ ἄρουρανΑἴαντος περικλύστανᾶσος ἔχει τὰ Περσᾶν.
1.49
598Ἄτοσσαφίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ, ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδωνκακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ· ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναιτὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέαἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτωνχλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλινἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰςφέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια, βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα, τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, ἀκήρατόν τε μητρὸς ἀγρίας ἄποποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε· τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίονξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα, ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρωνὕμνους ἐπευφημεῖτε, τόν τε δαίμοναΔαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼτιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
1.50
623Χορόςβασίλεια γύναι, πρέσβος Πέρσαις, σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς, ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθαφθιμένων πομποὺςεὔφρονας εἶναι κατὰ γαίας. ἀλλά, χθόνιοι δαίμονες ἁγνοί, Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων, πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς· εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον, μόνος ἂν θνητῶν πέρας εἴποι.
1.51
633Χορόςἦ ῥʼ ἀίει μου μακαρίταςἰσοδαίμων βασιλεὺςβάρβαρʼ ἀσαφηνῆἱέντος τὰ παναίολʼ αἰ- ανῆ δύσθροα βάγματʼ, ἢπαντάλανʼ ἄχη διαβοάσω; νέρθεν ἆρα κλύει μου;
1.52
640Χορόςἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοιχθονίων ἁγεμόνεςδαίμονα μεγαυχῆἰόντʼ αἰνέσατʼ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν· πέμπετε δʼ ἄνω οἷον οὔπωΠερσὶς αἶʼ ἐκάλυψεν.
1.53
647Χορόςἦ φίλος ἁνήρ, φίλος ὄχθος· φίλα γὰρ κέκευθεν ἤθη. Ἀιδωνεὺς δʼ ἀναπομ- πὸς ἀνείης, Ἀιδωνεύς, θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
1.54
652Χορόςοὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυπολεμοφθόροισιν ἄταις, θεομήστωρ δʼ ἐκικλή- σκετο Πέρσαις, θεομήστωρ δʼἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
1.55
657Χορόςβαλήν, ἀρχαῖος βαλήν, ἴθι, ἱκοῦ· ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου, κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, βασιλείου τιάραςφάλαρον πιφαύσκων. βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
1.56
664Χορόςὅπως αἰανῆ κλύῃςνέα τʼ ἄχη, δέσποτα δεσπότου φάνηθι. Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται· νεολαία γὰρ ἤδηκατὰ πᾶσʼ ὄλωλεν. βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
1.57
673Χορόςαἰαῖ αἰαῖ· ὦ πολύκλαυτε φίλοισι θανών, τί τάδε δυνάτα δυνάταπερὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια; πᾶσαι γᾷ τᾷδʼἐξέφθινται τρίσκαλμοινᾶες ἄναες ἄναες.
1.58
681Εἴδωλον Δαρείουὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆςΠέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον; στένει, κέκοπται, καὶ χαράσσεται πέδον. λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλαςταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφουκαὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοιςοἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον, ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶλαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου. τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·
1.59
694Χορόςσέβομαι μὲν προσιδέσθαι, σέβομαι δʼ ἀντία λέξαισέθεν ἀρχαίῳ περὶ τάρβει.
1.60
697Δαρεῖοςἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγωνεἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
1.61
700Χορόςδίεμαι μὲν χαρίσασθαι, δίεμαι δʼ ἀντία φάσθαι, λέξας δύσλεκτα φίλοισιν.
1.62
703Δαρεῖοςἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι, κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοιλέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰγίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω. Ἄτοσσαὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢνβίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος. πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ. διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.
1.63
715Δαρεῖοςτίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει; Ἄτοσσαοὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός. Δαρεῖοςτίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον. Ἄτοσσαθούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. Δαρεῖοςπεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας; Ἄτοσσαἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. Δαρεῖοςπῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν; Ἄτοσσαμηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον. Δαρεῖοςκαὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν· Ἄτοσσαὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. Δαρεῖοςφεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. Ἄτοσσαὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν. Δαρεῖοςκαὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε; Ἄτοσσαναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν. Δαρεῖοςὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί; Ἄτοσσαπρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. Δαρεῖοςὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. ἌτοσσαΒακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων. Δαρεῖοςὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν. Ἄτοσσαμονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα— Δαρεῖοςπῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; Ἄτοσσαἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. Δαρεῖοςκαὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον; Ἄτοσσαναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.
1.64
739Δαρεῖοςφεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸνΖεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ πουδιὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς· ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται. νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις. παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει· ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασινἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ· καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοιςπεριβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ, θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ, καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶνεἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνοςοὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή. Ἄτοσσαταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεταιθούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοιςπλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕποἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν. τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶντήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.
1.65
759Δαρεῖοςτοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένονμέγιστον, ἀείμνηστον, οἷον οὐδέπωτόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν, ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφουταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν· φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν. τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις· Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳθρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳἈρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος. ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης. κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον, κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ, κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες, ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.
1.66
787Χορόςτί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφειςλόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτιπράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; Δαρεῖοςεἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον, μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. Χορόςπῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; Δαρεῖοςκτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. Χορόςἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. Δαρεῖοςἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποιςστρατὸς κυρήσει νοστίμου σωτηρίας. Χορόςπῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρωνπερᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο;
1.67
800Δαρεῖοςπαῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶνχρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμέναβλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ. κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦλείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖςἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτηᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματαπρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσοναπάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶνκρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴςπρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶνὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυνἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμιαμέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τιςὑπερφρονήσας τὸν παρόντα δαίμοναἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγανφρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον, πινύσκετʼ εὐλόγοισι νουθετήμασιν, λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει. σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴςλαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρκακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματιστημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις· μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται. ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμωςψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν, ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
1.68
843Χορόςἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτιἤλγησʼ ἀκούσας βαρβάροισι πήματα. Ἄτοσσαὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματιἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμωνὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν.
1.69
852Χορόςὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, εὖθʼ ὁ γηραιὸςπανταρκὴς ἀκάκαςἄμαχος βασιλεὺςἰσόθεος Δαρεῖος ἆρχε χώρας.
1.70
858Χορόςπρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- φαινόμεθʼ, ἠδὲ νομίσματα πύργιναπάντʼ ἐπηύθυνε, νόστοι δʼ ἐκ πολέμωνἀπόνους ἀπαθεῖςἀνέρας εὖ πράσσοντας ἆγον οἴκους.
1.71
864Χορόςὅσσας δʼ εἷλε πόλεις πόρονοὐ διαβὰς Ἅλυος ποταμοῖο, οὐδʼ ἀφʼ ἑστίας συθείς, οἷαι Στρυμονίου πελά- γους Ἀχελωίδες εἰσὶ πάροικοιΘρῃκίων ἐπαύλων,
1.72
871Χορόςλίμνας τʼ ἔκτοθεν αἳ κατὰχέρσον ἐληλαμέναι πέρι πύργοντοῦδʼ ἄνακτος ἄιον, Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺνεὐχόμεναι, μυχία τε Προποντίς, καὶ στόμωμα Πόντου·
1.73
879Χορόςνᾶσοί θʼ αἳ κατὰ πρῶνʼἅλιον περίκλυστοιτᾷδε γᾷ προσήμεναιοἵα Λέσβος ἐλαι- όφυτός τε Σάμος, Χίοςἠδὲ Πάρος, Νάξος, Μύκο- νος, Τήνῳ τε συνάπτουσʼἈνδρος ἀγχιγείτων,
1.74
888Χορόςκαὶ τὰς ἀγχιάλουςἐκράτυνε μεσάκτους, Λῆμνον, Ἰκάρου θʼ ἕδος, καὶ Ῥόδον ἠδὲ ΚνίδονΚυπρίας τε πόλεις, Πάφον, ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδʼαἰτία στεναγμῶν.
1.75
898Χορόςκαὶ τὰς εὐκτεάνους κατὰκλῆρον Ἰαόνιον πολυάνδρουςἙλλάνων ἐκράτει σφετέραις φρεσίν. ἀκάματον δὲ παρῆν σθένοςἀνδρῶν τευχηστήρωνπαμμίκτων τʼ ἐπικούρων. νῦν δʼ οὐκ ἀμφιλόγωςθεότρεπτα τάδʼ αὖφέρομεν πολέμοισιδμαθέντες μεγάλωςπλαγαῖσι ποντίαισιν.
1.76
909Ξέρξηςἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίραςτῆσδε κυρήσας ἀτεκμαρτοτάτης, ὡς ὠμοφρόνως δαίμων ἐνέβηΠερσῶν γενεᾷ· τί πάθω τλήμων; λέλυται γὰρ ἐμοὶ γυίων ῥώμητήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν. εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶντῶν οἰχομένωνθανάτου κατὰ μοῖρα καλύψαι. Χορόςὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆςκαὶ περσονόμου τιμῆς μεγάλης, κόσμου τʼ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρεν. γᾶ δʼ αἰάζει τὰν ἐγγαίανἥβαν Ξέρξᾳ κταμέναν Ἅιδουσάκτορι Περσᾶν. ᾁδοβάται γὰρπολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ ταρφύς τιςμυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς. Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶςἐπὶ γόνυ κέκλιται.
1.77
932Ξέρξηςὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸςμέλεος γέννᾳ γᾷ τε πατρῴᾳκακὸν ἄρʼ ἐγενόμαν. Χορόςπρόσφθογγόν σοι νόστου τὰνκακοφάτιδα βοάν, κακομέλετον ἰὰνΜαριανδυνοῦ θρηνητῆροςπέμψω πέμψω, πολύδακρυν ἰαχάν.
1.78
941Ξέρξηςἵετʼ αἰανῆ καὶ πάνδυρτονδύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖμετάτροπος ἐπʼ ἐμοί. Χορόςἥσω τοι τὰν πάνδυρτον, σὰ πάθη τε σέβωνἁλίτυπά τε βάρη, πόλεως γέννας πενθητῆρος· κλάγξω κλάγξωδὲ γόον ἀρίδακρυν.
1.79
950ΞέρξηςἸάνων γὰρ ἀπηύρα, Ἰάνων ναύφρακτοςἌρης ἑτεραλκὴςνυχίαν πλάκα κερσάμενοςδυσδαίμονά τʼ ἀκτάν. Χορόςοἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.— ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δέ σοι παραστάται, οἷος ἦν Φαρανδάκης, Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ- γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼἈγβάτανα λιπών;
1.80
962Ξέρξηςὀλοοὺς ἀπέλειπονΤυρίας ἐκ ναὸςἔρροντας ἐπʼ ἀκταῖςΣαλαμινιάσι στυφελοῦθείνοντας ἐπʼ ἀκτᾶς. Χορόςοἰοιοῖ, βόα· ποῦ σοι ΦαρνοῦχοςἈριόμαρδός τʼ ἀγαθός, ποῦ δὲ Σευάλκης ἄναξ, ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, Θάρυβις, καὶ Μασίστρας, Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας; τάδε σʼ ἐπανερόμαν.
1.81
974Ξέρξηςἰὼ ἰώ μοί μοιτὰς ὠγυγίους κατιδόντεςστυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ. Χορόςἦ καὶ τὸν Περσᾶν αὐτοῦτὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸνμυρία μυρία πεμπαστὰνΒατανώχου παῖδʼ Ἄλπιστον⋯ τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τʼ Οἰβάρηνἔλιπες ἔλιπες; ὢ ὢ ὢ δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
1.82
988Ξέρξηςἰὼ ἰὼ δῆταἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκειςκινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων. βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. Χορόςκαὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸνΞάνθιν ἄρειόν τʼ Ἀγχάρην, Δίαιξίν τʼ ἠδʼ Ἀρσάκηνἱππιάνακτας, Κηγδαδάταν καὶ ΛυθίμνανΤόλμον τʼ αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖςτροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους.
1.83
1002Ξέρξηςβεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. Χορόςβεβᾶσιν, οἴ, νώνυμοι. Ξέρξηςἰὴ ἰή, ἰὼ ἰώ. Χορόςἰὼ ἰώ, δαίμονες, ἔθεθʼ ἄελπτον κακὸνδιαπρέπον, οἷον δέδορκεν Ἄτα.
1.84
1008Ξέρξηςπεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ· Χορόςπεπλήγμεθʼ· εὔδηλα γάρ· Ξέρξηςνέᾳ νέᾳ δύᾳ δύᾳ. Χορόςκύρσαντες οὐκ εὐτυχῶςἸάνων ναυβατᾶν. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
1.85
1014Ξέρξηςπῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ- τον τάλας πέπληγμαι. Χορόςτί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. Ξέρξηςὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; Χορόςὁρῶ ὁρῶ. Ξέρξηςτόνδε τʼ ὀιστοδέγμονα— Χορόςτί τόδε λέγεις σεσωσμένον; Ξέρξηςθησαυρὸν βελέεσσιν; Χορόςβαιά γʼ ὡς ἀπὸ πολλῶν. Ξέρξηςἐσπανίσμεθʼ ἀρωγῶν. ΧορόςἸάνων λαὸς οὐ φυγαίχμας.
1.86
1026Ξέρξηςἀγανόρειος· κατεῖ- δον δὲ πῆμʼ ἄελπτον. Χορόςτραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; Ξέρξηςπέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ. Χορόςπαπαῖ παπαῖ. Ξέρξηςκαὶ πλέον ἢ παπαῖ μὲν οὖν. Χορόςδίδυμα γάρ ἐστι καὶ τριπλᾶ— Ξέρξηςλυπρά, χάρματα δʼ ἐχθροῖς. Χορόςκαὶ σθένος γʼ ἐκολούσθη— Ξέρξηςγυμνός εἰμι προπομπῶν. Χορόςφίλων ἄταισι ποντίαισιν·
1.87
1038Ξέρξηςδίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι. Χορόςαἰαῖ αἰαῖ, δύα δύα. Ξέρξηςβόα νυν ἀντίδουπά μοι. Χορόςδόσιν κακὰν κακῶν κακοῖς. Ξέρξηςἴυζε μέλος ὁμοῦ τιθείς. Χορόςὀτοτοτοτοῖ. βαρεῖά γʼ ἅδε συμφορά. οἲ μάλα καὶ τόδʼ ἀλγῶ.
1.88
1046Ξέρξηςἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν. Χορόςδιαίνομαι γοεδνὸς ὤν. Ξέρξηςβόα νυν ἀντίδουπά μοι. Χορόςμέλειν πάρεστι, δέσποτα. Ξέρξηςἐπορθίαζέ νυν γόοις. Χορόςὀτοτοτοτοῖ. μέλαινα δʼ ἀμμεμείξεται, οἴ, στονόεσσα πλαγά.
1.89
1054Ξέρξηςκαὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον. Χορόςἄνιʼ ἄνια. Ξέρξηςκαί μοι γενείου πέρθε λευκήρη τρίχα. Χορόςἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. Ξέρξηςἀύτει δʼ ὀξύ. Χορόςκαὶ τάδʼ ἔρξω.
1.90
1060Ξέρξηςπέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. Χορόςἄνιʼ ἄνια. Ξέρξηςκαὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν. Χορόςἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. Ξέρξηςδιαίνου δʼ ὄσσε. Χορόςτέγγομαί τοι.
1.91
1066Ξέρξηςβόα νυν ἀντίδουπά μοι. Χορόςοἰοῖ οἰοῖ. Ξέρξηςαἰακτὸς ἐς δόμους κίε. Χορόςἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. Ξέρξηςἰωὰ δὴ κατʼ ἄστυ. Χορόςἰωὰ δῆτα, ναὶ ναί. Ξέρξηςγοᾶσθʼ ἁβροβάται. Χορόςἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. Ξέρξηςἰὴ ἰὴ τρισκάλμοισιν, ἰὴ ἰή, βάρισιν ὀλόμενοι. Χορόςπέμψω τοί σε δυσθρόοις γόοις.

Intertext edge

Open linked passage

Note