Prometeo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/esquilo" aria-label="More works by Esquilo">
—
⋯
Original / primary: Textus receptus
1.1
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰςἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραιςὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαιἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας, θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοιἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην, ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδαστέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου. ἭφαιστοςΚράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸςἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι· ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸνδῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ. πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν· ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ. τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ, ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασιπροσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶνὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶχροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοιἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος, πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν· ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦτρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω. τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλονβροτοῖσι τιμὰς ὤπασας πέρα δίκης. ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτρανὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ· πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖςφθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες. ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
1.2
36Κράτοςεἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην; τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας; Ἥφαιστοςτὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία. Κράτοςσύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγωνοἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον; Ἥφαιστοςαἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. Κράτοςἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲτὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. Ἥφαιστοςὦ πολλὰ μισηθεῖσα χειρωναξία. Κράτοςτί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳτῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. Ἥφαιστοςἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. Κράτοςἅπαντʼ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν· ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. Ἥφαιστοςἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω. Κράτοςοὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν, ὡς μή σʼ ἐλινύοντα προσδερχθῇ πατήρ; Ἥφαιστοςκαὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα. Κράτοςβαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένειῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. Ἥφαιστοςπεραίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε. Κράτοςἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. Ἥφαιστοςἄραρεν ἥδε γʼ ὠλένη δυσεκλύτως.
1.3
61Κράτοςκαὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵναμάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος. Ἥφαιστοςπλὴν τοῦδʼ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. Κράτοςἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθονστέρνων διαμπὰξ πασσάλευʼ ἐρρωμένως. Ἥφαιστοςαἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων. Κράτοςσὺ δʼ αὖ κατοκνεῖς τῶν Διός τʼ ἐχθρῶν ὕπερστένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. Ἥφαιστοςὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. Κράτοςὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. ἀλλʼ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. Ἥφαιστοςδρᾶν ταῦτʼ ἀνάγκη, μηδὲν ἐγκέλευʼ ἄγαν. Κράτοςἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. Ἥφαιστοςκαὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. Κράτοςἐρρωμένως νῦν θεῖνε διατόρους πέδας· ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς. Ἥφαιστοςὅμοια μορφῇ γλῶσσά σου γηρύεται. Κράτοςσὺ μαλθακίζου, τὴν δʼ ἐμὴν αὐθαδίανὀργῆς τε τραχύτητα μὴ ʼπίπλησσέ μοι. Ἥφαιστοςστείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει. Κράτοςἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρασυλῶν ἐφημέροισι προστίθει. τί σοιοἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων; ψευδωνύμως σε δαίμονες Προμηθέακαλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.
1.4
88Προμηθεύςὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί, ποταμῶν τε πηγαί, ποντίων τε κυμάτωνἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ, καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ. ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθʼ οἵαις αἰκείαισινδιακναιόμενος τὸν μυριετῆ
1.5
95Προμηθεύςχρόνον ἀθλεύσω. τοιόνδʼ ὁ νέος ταγὸς μακάρωνἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενονπῆμα στενάχω, πῇ ποτε μόχθωνχρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.
1.6
101Προμηθεύςκαίτοι τί φημι; πάντα προυξεπίσταμαισκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιονπῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴαἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτιτὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος. ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχαςοἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέραπορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας. ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸςπηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνηςπάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνωὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
1.7
114Προμηθεύςἆ ἆ ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής, θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη; ἵκετο τερμόνιον ἐπὶ πάγονπόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεόντὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
1.8
121Προμηθεύςδιʼ ἀπεχθείας ἐλθόνθʼ ὁπόσοιτὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν, διὰ τὴν λίαν φιλότητα βροτῶν. φεῦ φεῦ, τί ποτʼ αὖ κινάθισμα κλύωπέλας οἰωνῶν; αἰθὴρ δʼ ἐλαφραῖςπτερύγων ῥιπαῖς ὑποσυρίζει. πᾶν μοι φοβερὸν τὸ προσέρπον.
1.9
128Χορόςμηδὲν φοβηθῇς· φιλίαγὰρ ἅδε τάξις πτερύγωνθοαῖς ἁμίλλαις προσέβατόνδε πάγον, πατρῴαςμόγις παρειποῦσα φρένας. κραιπνοφόροι δέ μʼ ἔπεμψαν αὖραι· κτύπου γὰρ ἀχὼ χάλυβοςδιῇξεν ἄντρων μυχόν, ἐκδʼ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ· σύθην δʼ ἀπέδιλος ὄχῳ πτερωτῷ.
1.10
136Προμηθεύςαἰαῖ αἰαῖ, τῆς πολυτέκνου Τηθύος ἔκγονα, τοῦ περὶ πᾶσάν θʼ εἱλισσομένουχθόνʼ ἀκοιμήτῳ ῥεύματι παῖδεςπατρὸς, Ὠκεανοῦ, δέρχθητʼ, ἐσίδεσθʼ οἵῳ δεσμῷ, προσπορπατὸς τῆσδε φάραγγοςσκοπέλοις ἐν ἄκροιςφρουρὰν ἄζηλον ὀχήσω.
1.11
144Χορόςλεύσσω, Προμηθεῦ· φοβερὰδʼ ἐμοῖσιν ὄσσοις ὀμίχλαπροσῇξε πλήρης δακρύωνσὸν δέμας εἰσιδούσᾳπέτραις προσαυαινόμενονταῖσδʼ ἀδαμαντοδέτοισι λύμαις. νέοι γὰρ οἰακονόμοικρατοῦσʼ, Ὀλύμπου· νεοχμοῖςδὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει. τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
1.12
152Προμηθεύςεἰ γάρ μʼ ὑπὸ γῆν νέρθεν θʼ Ἅιδουτοῦ νεκροδέγμονος εἰς ἀπέρατονΤάρταρον ἧκεν, δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας, ὡς μήτε θεὸς μήτε τις ἄλλοςτοῖσδʼ ἐπεγήθει. νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλαςἐχθροῖς ἐπίχαρτα πέπονθα.
1.13
160Χορόςτίς ὧδε τλησικάρδιοςθεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ; τίς οὐ ξυνασχαλᾷ κακοῖςτεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶθέμενος ἄγναμπτον νόονδάμναται Οὐρανίανγένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶτὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
1.14
168Προμηθεύςἦ μὴν ἔτʼ ἐμοῦ, καίπερ κρατεραῖςἐν γυιοπέδαις αἰκιζομένου, χρείαν ἕξει μακάρων πρύτανις, δεῖξαι τὸ νέον βούλευμʼ ὑφʼ ὅτουσκῆπτρον τιμάς τʼ ἀποσυλᾶται. καί μʼ οὔτι μελιγλώσσοις πειθοῦςἐπαοιδαῖσιν θέλξει, στερεάς τʼοὔποτʼ ἀπειλὰς πτήξας τόδʼ ἐγὼκαταμηνύσω, πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃποινάς τε τίνειντῆσδʼ αἰκείας ἐθελήσῃ.
1.15
180Χορόςσὺ μὲν θρασύς τε καὶ πικραῖςδύαισιν οὐδὲν ἐπιχαλᾷς, ἄγαν δʼ ἐλευθεροστομεῖς. ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος· δέδια δʼ ἀμφὶ σαῖς τύχαις, πᾷ ποτε τῶνδε πόνωνχρή σε τέρμα κέλ- σαντʼ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρἀπαράμυθον ἔχει Κρόνου παῖς.
1.16
189Προμηθεύςοἶδʼ ὅτι τραχὺς καὶ παρʼ ἑαυτῷτὸ δίκαιον ἔχων Ζεύς. ἀλλʼ ἔμπας ὀίωμαλακογνώμωνἔσται ποθʼ, ὅταν ταύτῃ ῥαισθῇ· τὴν δʼ ἀτέραμνον στορέσας ὀργὴνεἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητασπεύδων σπεύδοντί ποθʼ ἥξει.
1.17
196Χορόςπάντʼ ἐκκάλυψον καὶ γέγωνʼ ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπʼ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται· δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. Προμηθεύςἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστʼ ἤρξαντο δαίμονες χόλουστάσις τʼ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλινσπεύδοντες, ὡς Ζεὺς μήποτʼ ἄρξειεν θεῶν, ἐνταῦθʼ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖνΤιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰςἀτιμάσαντες καρτεροῖς φρονήμασινᾤοντʼ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν· ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις, καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον ᾗ κραίνοιτο προυτεθεσπίκει, ὡς οὐ κατʼ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόνχρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. τοιαῦτʼ ἐμοῦ λόγοισιν ἐξηγουμένουοὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότεἐφαίνετʼ εἶναι προσλαβόντα μητέραἑκόνθʼ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴςκευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνοναὐτοῖσι συμμάχοισι. τοιάδʼ ἐξ ἐμοῦὁ τῶν θεῶν τύραννος ὠφελημένοςκακαῖσι ποιναῖς ταῖσδὲ μʼ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδινόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι. ὃ δʼ οὖν ἐρωτᾶτʼ, αἰτίαν καθʼ ἥντινααἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ. ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνονκαθέζετʼ, εὐθὺς δαίμοσιν νέμει γέραἄλλοισιν ἄλλα καὶ διεστοιχίζετοἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγονοὐκ ἔσχεν οὐδένʼ, ἀλλʼ ἀιστώσας γένοςτὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον. καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ. ἐγὼ δʼ ἐτόλμησʼ· ἐξελυσάμην βροτοὺςτὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι, πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν· θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖνοὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶςὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
1.18
244Χορόςσιδηρόφρων τε κἀκ πέτρας εἰργασμένοςὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷμόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδεἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ. Προμηθεύςκαὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ. Χορόςμή πού τι προύβης τῶνδε καὶ περαιτέρω; Προμηθεύςθνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον. Χορόςτὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου; Προμηθεύςτυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα. Χορόςμέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς. Προμηθεύςπρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα. Χορόςκαὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι; Προμηθεύςἀφʼ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας. Χορόςτοιοῖσδε δή σε Ζεὺς ἐπʼ αἰτιάμασιν— Προμηθεύςαἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν. Χορόςοὐδʼ ἔστιν ἄθλου τέρμα σοι προκείμενον; Προμηθεύςοὐκ ἄλλο γʼ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ. Χορόςδόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτιἥμαρτες; ὡς δʼ ἥμαρτες οὔτʼ ἐμοὶ λέγεινκαθʼ ἡδονὴν σοί τʼ ἄλγος. ἀλλὰ ταῦτα μὲνμεθῶμεν, ἄθλου δʼ ἔκλυσιν ζήτει τινά.
1.19
265Προμηθεύςἐλαφρὸν ὅστις πημάτων ἔξω πόδαἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶςπράσσοντʼ· ἐγὼ δὲ ταῦθʼ ἅπαντʼ ἠπιστάμην. ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι· θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους. οὐ μήν τι ποιναῖς γʼ ᾠόμην τοίαισί μεκατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις, τυχόντʼ ἐρήμου τοῦδʼ ἀγείτονος πάγου. καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθʼ ἄχη, πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχαςἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν. πίθεσθέ μοι πίθεσθε, συμπονήσατετῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένηπρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.
1.20
279Χορόςοὐκ ἀκούσαις ἐπεθώυξαςτοῦτο, Προμηθεῦ. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτονθᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸνπόρον οἰωνῶν, ὀκριοέσσῃχθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνουςχρῄζω διὰ παντὸς ἀκοῦσαι. Ὠκεανόςἥκω δολιχῆς τέρμα κελεύθουδιαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδʼ οἰωνὸνγνώμῃ στομίων ἄτερ εὐθύνων· ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτωςἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳμείζονα μοῖραν νείμαιμʼ ἢ σοί. γνώσῃ δὲ τάδʼ ὡς ἔτυμʼ, οὐδὲ μάτηνχαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρσήμαινʼ ὅ τι χρή σοι συμπράσσειν· οὐ γάρ ποτʼ ἐρεῖς ὡς Ὠκεανοῦφίλος ἐστὶ βεβαιότερός σοι.
1.21
300Προμηθεύςἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶνἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼνἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆαὐτόκτιτʼ ἄντρα, τὴν σιδηρομήτοραἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχαςἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς; δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἵαις ὑπʼ αὐτοῦ πημοναῖσι κάμπτομαι. Ὠκεανόςὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοιθέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπουςνέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δʼ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγουςῥίψεις, τάχʼ ἄν σου καὶ μακρὰν ἀνωτέρωθακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλονπαρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλʼ, ὦ ταλαίπωρʼ, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖʼ ἴσως σοι φαίνομαι λέγειν τάδε· τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρουγλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δʼ οὐδέπω ταπεινὸς οὐδʼ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δʼ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳπρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτιτραχὺς μόναρχος οὐδʼ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαιἐὰν δύνωμαι τῶνδέ σʼ ἐκλῦσαι πόνων. σὺ δʼ ἡσύχαζε μηδʼ ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθʼ ἀκριβῶς ὢν περισσόφρων ὅτιγλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
1.22
332Προμηθεύςζηλῶ σʼ ὁθούνεκʼ ἐκτὸς αἰτίας κυρεῖςτούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί. καὶ νῦν ἔασον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής. πάπταινε δʼ αὐτὸς μή τι πημανθῇς ὁδῷ. Ὠκεανόςπολλῷ γʼ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυςἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶδώσειν Δίʼ, ὥστε τῶνδέ σʼ ἐκλῦσαι πόνων.
1.23
343Προμηθεύςτὰ μὲν σʼ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ· προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρμηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶνἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων· ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκαθέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαιτείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπουςἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸςὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτοραἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέραςἑκατογκάρανον πρὸς βίαν χειρούμενονΤυφῶνα θοῦρον· πᾶσιν ὅς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον· ἐξ ὀμμάτων δʼ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδʼ ἐκπέρσων βίᾳ· ἀλλʼ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρωνκομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶςἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμαςκεῖται στενωποῦ πλησίον θαλασσίουἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο· κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖἭφαιστος· ἔνθεν ἐκραγήσονταί ποτεποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοιςτῆς καλλικάρπου Σικελίας λευροὺς γύας· τοιόνδε Τυφὼς ἐξαναζέσει χόλονθερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλουχρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι· ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
1.24
379Ὠκεανόςοὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτιὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι; Προμηθεύςἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρκαὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. Ὠκεανόςἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίναὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με. Προμηθεύςμόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν. Ὠκεανόςἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶκέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. Προμηθεύςἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε. Ὠκεανόςσαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. Προμηθεύςμὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. Ὠκεανόςἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας; Προμηθεύςτούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ. Ὠκεανόςἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. Προμηθεύςστέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. Ὠκεανόςὁρμωμένῳ μοι τόνδʼ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖςτετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂνσταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
1.25
399Χορόςστένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ· δακρυσίστακτα δʼ ἀπʼ ὄσσωνῥαδινὰν λειβομένα ῥέος παρειὰννοτίοις ἔτεγξα παγαῖς· ἀμέγαρτα γὰρ τάδε Ζεὺςἰδίοις νόμοις κρατύνωνὑπερήφανον θεοῖς τοῖςπάρος ἐνδείκνυσιν αἰχμάν.
1.26
407Χορόςπρόπασα δʼ ἤδη στονόεν λέλακε χώρα, μεγαλοσχήμονά ἀρχαι- οπρεπῆ στένουσι τὰν σὰνξυνομαιμόνων τε τιμάν, ὁπόσοι τʼ ἔποικον ἁγνᾶςἈσίας ἕδος νέμονται, μεγαλοστόνοισι σοῖς πή- μασι συγκάμνουσι θνατοί.
1.27
415ΧορόςΚολχίδος τε γᾶς ἔνοικοιπαρθένοι, μάχας ἄτρεστοι, καὶ Σκύθης ὅμιλος, οἳ γᾶςἔσχατον τόπον ἀμφὶ Μαι- ῶτιν ἔχουσι λίμναν,
1.28
420ΧορόςἈραβίας τʼ ἄρειον ἄνθος, ὑψίκρημνον οἳ πόλισμαΚαυκάσου πέλας νέμονται, δάιος στρατός, ὀξυπρῴ- ροισι βρέμων ἐν αἰχμαῖς.
1.29
425Χορόςμόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοιςδαμέντʼ ἀδαμαντοδέτοιςΤιτᾶνα λύμαις εἰσιδόμαν, θεόν, Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν, ὃς οὐράνιόν τε πόλοννώτοις στέγων ὑποστενάζει. Χορόςβοᾷ δὲ πόντιος κλύδωνξυμπίτνων, στένει βυθός, κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς, παγαί θʼ ἁγνορύτων ποταμῶνστένουσιν ἄλγος οἰκτρόν.
1.30
436Προμηθεύςμή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳσιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ, ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρατίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν; ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂνὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματαἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶνἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους. λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων, ἀλλʼ ὧν δέδωκʼ εὔνοιαν ἐξηγούμενος· οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην, κλύοντες οὐκ ἤκουον, ἀλλʼ ὀνειράτωνἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίονἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖςδόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν· κατώρυχες δʼ ἔναιον ὥστʼ ἀήσυροιμύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις. ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαροὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμουθέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶνἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις. καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων, ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις, μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην. κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλαζεύγλαισι δουλεύοντα σάγμασὶν θʼ, ὅπωςθνητοῖς μεγίστων διάδοχοι μοχθημάτωνγένοινθʼ, ὑφʼ ἅρμα τʼ ἤγαγον φιληνίουςἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς. θαλασσόπλαγκτα δʼ οὔτις ἄλλος ἀντʼ ἐμοῦλινόπτερʼ ηὗρε ναυτίλων ὀχήματα. τοιαῦτα μηχανήματʼ ἐξευρὼν τάλαςβροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμʼ ὅτῳτῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
1.31
472Χορόςπέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶνπλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσονπεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχειςεὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος. Προμηθεύςτὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον, οἵας τέχνας τε καὶ πόρους ἐμησάμην. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι, οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον, οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκωνχρείᾳ κατεσκέλλοντο, πρίν γʼ ἐγώ σφισινἔδειξα κράσεις ἠπίων ἀκεσμάτων, αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους. τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα, κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτουςἐγνώρισʼ αὐτοῖς ἐνοδίους τε συμβόλους· γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶςδιώρισʼ, οἵτινές τε δεξιοὶ φύσινεὐωνύμους τε, καὶ δίαιταν ἥντιναἔχουσʼ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνεςἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι· σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίναἔχουσʼ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴνχολή, λοβοῦ τε ποικίλην εὐμορφίαν. κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰνὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνηνὥδωσα θνητούς, καὶ φλογωπὰ σήματαἐξωμμάτωσα, πρόσθεν ὄντʼ ἐπάργεμα. τοιαῦτα μὲν δὴ ταῦτʼ· ἔνερθε δὲ χθονὸςκεκρυμμένʼ, ἀνθρώποισιν ὠφελήματα, χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίςφήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ; οὐδείς, σάφʼ οἶδα, μὴ μάτην φλύσαι θέλων. βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε, πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
1.32
507Χορόςμή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα, σαυτοῦ δʼ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼεὔελπίς εἰμι τῶνδέ σʼ ἐκ δεσμῶν ἔτιλυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός. Προμηθεύςοὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόροςκρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖςδύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω· τέχνη δʼ ἀνάγκης ἀσθενεστέρα μακρῷ. Χορόςτίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος; ΠρομηθεύςΜοῖραι τρίμορφοι μνήμονές τʼ ἘρινύεςΧορόςτούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος; Προμηθεύςοὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην. Χορόςτί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν; Προμηθεύςτοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει. Χορόςἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις. Προμηθεύςἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶςκαιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέοςὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼδεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
1.33
526Χορόςμηδάμʼ ὁ πάντα νέμωνθεῖτʼ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς, μηδʼ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομέναβουφόνοις παρʼ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον, μηδʼ ἀλίτοιμι λόγοις· ἀλλά μοι τόδʼ ἐμμένοι καὶ μήποτʼ ἐκτακείη·
1.34
537Χορόςἁδύ τι θαρσαλέαιςτὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖςθυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ- σω δέ σε δερκομέναμυρίοις μόχθοις διακναιόμενον. Ζῆνα γὰρ οὐ τρομέωνἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
1.35
545Χορόςφέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος· εἰπὲ ποῦ τίς ἀλκά; τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθηςὀλιγοδρανίαν ἄκικυν, ἰσόνειρον, ᾇ τὸ φωτῶνἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτετὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
1.36
552Χορόςἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο- ὰς τύχας, Προμηθεῦ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτατόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰκαὶ λέχος σὸν ὑμεναίουνἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοιςἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
1.37
561Ἰώτίς γῆ; τί γένος; τίνα φῶ λεύσσειντόνδε χαλινοῖς ἐν πετρίνοισινχειμαζόμενον; τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι.
1.38
566Ἰώἆ ἆ, ἒ ἔ, χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαιτὸν μυριωπὸν εἰσορῶσα βούταν. ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. ἀλλʼ, ἐμὲ τὰν τάλαινανἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷτε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
1.39
575Ἰώὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξἀχέτας ὑπνοδόταν νόμον· ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη- λέπλαγκτοι πλάναι; τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐνπημοναῖσιν; ἓ ἕ, οἰστρηλάτῳ δὲ δείματιδειλαίαν παράκοπον ὧδε τείρεις; πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃςεὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναιγεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπαπημονὰς ἀλύξω. κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
1.40
589Προμηθεύςπῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμουςἭρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
1.41
593Ἰώπόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις; εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν; τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼἔτυμα προσθροεῖς; θεόσυτόν τε νόσον ὠνόμασας, ἃμαραίνει με χρίουσα κέντροις, ἰώ, φοιταλέοισιν ἓ ἕ· σκιρτημάτων δὲ νήστισιναἰκείαις λαβρόσυτος ἦλθον, Ἥραςἐπικότοισι μήδεσι δαμεῖσα. δυσ- δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ, οἷʼ ἐγὼ μογοῦσιν; ἀλλά μοι τορῶςτέκμηρον ὅ τι μʼ ἐπαμμένειπαθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου, δεῖξον, εἴπερ οἶσθα· θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ.
1.42
609Προμηθεύςλέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα. Ἰώὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; Προμηθεύςἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. Ἰώοὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί; Προμηθεύςλέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου. Ἰώσήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν. Προμηθεύςβούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. Ἰώποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; Προμηθεύςτοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον. Ἰώκαὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνηςδεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. Προμηθεύςτὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. Ἰώμήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν. Προμηθεύςἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος. Ἰώτί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; Προμηθεύςφθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας. Ἰώμή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ. Προμηθεύςἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή. Χορόςμήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον, αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας· τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα. Προμηθεύςσὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν, ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχαςἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυπρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
1.43
640Ἰώοὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή, σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετεπεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαιθεόσσυτον χειμῶνα καὶ διαφθορὰνμορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο. αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναιἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουνλείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη, τί παρθενεύει δαρόν, ἐξόν σοι γάμουτυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλειπρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπρινθέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχοςτὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺνλειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός, ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου. τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασισυνειχόμην δύστηνος, ἔστε δὴ πατρὶἔτλην γεγωνεῖν νυκτίφοιτʼ ὀνείρατα. ὁ δʼ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺςθεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴδρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμουςχρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους. τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳσαφῶς ἐπισκήπτουσα καὶ μυθουμένηἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις· κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖνκεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασινἐξήλασέν με κἀπέκλῃσε δωμάτωνἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νινΔιὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοιἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳμύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματιᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέοςΛέρνης τε κρήνην· βουκόλος δὲ γηγενὴςἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖςὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόροςτοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼμάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τιλοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσαςξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰραἴσχιστον εἶναί φημι συνθέτους λόγους.
1.44
687Χορόςἔα ἔα, ἄπεχε, φεῦ· οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένουςμολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν, οὐδʼ ὧδε δυσθέατα καὶ δύσοισταπήματα, λύματα, δείματα ἀμ- φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν. ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
1.45
696Προμηθεύςπρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. Χορόςλέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺτὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς. Προμηθεύςτὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρακούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετετὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθητλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγουςθυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰςστρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας· Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγαςπεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοιςἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι· οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδαςχρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονεςοἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶνὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένοςκροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴκορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴνβῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸνἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτεκατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνατραχεῖα πόντου Σαλμυδησσία γνάθοςἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν· αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως. ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαιςΚιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴλιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγαςτῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμοςκεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδονἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶςβίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸςχρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας. πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμωνμνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.
1.46
742Ἰώἰώ μοί μοι, ἒ ἔ. Προμηθεύςσὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί πουδράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά; Χορόςἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; Προμηθεύςδυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. Ἰώτί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχειἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνωνἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖνἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. Προμηθεύςἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον· αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή· νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενονμόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. Ἰώἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; Προμηθεύςἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν. Ἰώπῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; Προμηθεύςὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. Ἰώπρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; Προμηθεύςπρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. Ἰώποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. Προμηθεύςγαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ. Ἰώθέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. Προμηθεύςτί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. Ἰώἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; Προμηθεύςἣ τέξεταί γε παῖδα φέρτερον πατρός. Ἰώοὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης; Προμηθεύςοὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς. Ἰώτίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός; Προμηθεύςτῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών. Ἰώπῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν; Προμηθεύςτρίτος γε γένναν πρὸς δέκʼ ἄλλαισιν γοναῖς. Ἰώἥδʼ οὐκέτʼ εὐξύμβλητος ἡ χρησμῳδία. Προμηθεύςκαὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. Ἰώμή μοι προτείνων κέρδος εἶτʼ ἀποστέρει. Προμηθεύςδυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. Ἰώποίοιν; πρόδειξον, αἵρεσίν τʼ ἐμοὶ δίδου.
1.47
780Προμηθεύςδίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοιφράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ. Χορόςτούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάρινθέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου· καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ. Προμηθεύςἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαιτὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε. σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον, πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς⋯ πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃπρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνααἱ Φορκίδες ναίουσι δηναιαὶ κόραιτρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι, μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεταιἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ. πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω· ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν· ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύναςγρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸνἈριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτονοἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου· τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆνἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίουναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃκαταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄποἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόναΝειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.
1.48
819Χορόςεἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένονἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάρινδὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που. Προμηθεύςτὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν. ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵναμαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός, τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίωςπροσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρμέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι; ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίανκέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις· χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου. τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
1.49
846Προμηθεύςἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι· ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφροναἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτωντέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεταιὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα· πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαιςπάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεταιθηλύσπορος, φεύγουσα συγγενῆ γάμονἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες οὐ θηρασίμουςγάμους, φθόνον δὲ σωμάτων ἕξει θεός· Πελασγία δὲ δέξεται θηλυκτόνῳἌρει, δαμέντων νυκτιφρουρήτῳ θράσει. γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος· τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴκτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεταιγνώμην· δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος· αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺςτόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲλύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴςμήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις· ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγουεἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
1.50
877Ἰώἐλελεῦ ἐλελεῦ, ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖςμανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδιςχρίει μʼ ἄπυρος· κραδία δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσηςπνεύματι μάργῳ, γλώσσης ἀκρατής· θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆστυγνῆς πρὸς κύμασιν ἄτης.
1.51
887Χορόςἦ σοφὸς ἦ σοφὸς ἦν ὃςπρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένωνμήτε τῶν γέννᾳ μεγαλυνομένωνὄντα χερνήταν ἐραστεῦσαι γάμων.
1.52
894Χορόςμήποτε μήποτέ μʼ, ὦπότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν· μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίανεἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομένανδυσπλάνοις Ἥρας ἀλατείαις πόνων.
1.53
901Χορόςἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος, ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶνἔρως ἄφυκτον ὄμμα προσδράκοι με. ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος· οὐδʼ ἔχω τίς ἂν γενοίμαν. τὰν Διὸς γὰρ οὐχ ὁρῶμῆτιν ὅπα φύγοιμʼ ἄν.
1.54
907Προμηθεύςἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν, ἔσται ταπεινός, οἷον ἐξαρτύεταιγάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδοςθρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰΚρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶνδύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυνθαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποιςπιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος. οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐπεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά· τοῖον παλαιστὴν νῦν παρασκευάζεταιἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας· ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα, βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον· θαλασσίαν τε γῆς τινάκτειραν νόσοντρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεταιὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα. Χορόςσύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός. Προμηθεύςἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω. Χορόςκαὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; Προμηθεύςκαὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους. Χορόςπῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη; Προμηθεύςτί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; Χορόςἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι. Προμηθεύςὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι. Χορόςοἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. Προμηθεύςσέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί. ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον· πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
1.55
944Ἑρμῆςσὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροιςπορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω· πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμουςαὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶςὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτιΖεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. Προμηθεύςσεμνόστομός γε καὶ φρονήματος πλέωςὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼδισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην; τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαιαἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲκέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
1.56
964Ἑρμῆςτοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασινἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. Προμηθεύςτῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ. Ἑρμῆςκρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. Προμηθεύςοὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. Ἑρμῆςχλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι. Προμηθεύςχλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω. Ἑρμῆςἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ; Προμηθεύςἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως. Ἑρμῆςκλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον. Προμηθεύςνοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. Ἑρμῆςεἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. Προμηθεύςὤμοι. Ἑρμῆςὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. Προμηθεύςἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος. Ἑρμῆςκαὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι. Προμηθεύςσὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην. Ἑρμῆςἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. Προμηθεύςκαὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν. Ἑρμῆςἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με. Προμηθεύςοὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστεροςεἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα; οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳπροτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ, λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασιχθονίοις κυκάτω πάντα καὶ ταρασσέτω. γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαιπρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. Ἑρμῆςὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται. Προμηθεύςὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε. Ἑρμῆςτόλμησον, ὦ μάταιε, τόλμησόν ποτεπρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν, Προμηθεύςὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸςγνώμην φοβηθεὶς θηλύνους γενήσομαι, καὶ λιπαρήσω τὸν μέγα στυγούμενονγυναικομίμοις ὑπτιάσμασιν χερῶνλῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
1.57
1007Ἑρμῆςλέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν· τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖςἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴςπῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι· αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶςαὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει. σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἷός σε χειμὼν καὶ κακῶν τρικυμίαἔπεισʼ ἄφυκτος· πρῶτα μὲν γὰρ ὀκρίδαφάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶπατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμαςτὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνουἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοίπτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρωςδιαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται. τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα, πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνωνφανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖνἍιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη. πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένοςὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος· ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόματὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲπάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίανεὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ. Χορόςἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεταιλέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίανμεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
1.58
1040Προμηθεύςεἰδότι τοί μοι τάσδʼ ἀγγελίαςὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶςἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲνπυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένωναὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳσυγχώσειεν τῶν οὐρανίωνἄστρων διόδους· εἴς τε κελαινὸνΤάρταρον ἄρδην ῥίψειε δέμαςτοὐμὸν ἀνάγκης στερραῖς δίναις· πάντως ἐμέ γʼ οὐ θανατώσει. Ἑρμῆςτοιάδε μέντοι τῶν φρενοπλήκτωνβουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι. τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίεινἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν; ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναιςσυγκάμνουσαι ταῖς τοῦδε τόπωνμετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς, μὴ φρένας ὑμῶν ἠλιθιώσῃβροντῆς μύκημʼ ἀτέραμνον. Χορόςἄλλο τι φώνει καὶ παραμυθοῦ μʼὅ τι καὶ πείσεις· οὐ γὰρ δή πουτοῦτό γε τλητὸν παρέσυρας ἔπος. πῶς με κελεύεις κακότητʼ ἀσκεῖν; μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω· τοὺς προδότας γὰρ μισεῖν ἔμαθον, κοὐκ ἔστι νόσοςτῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον. Ἑρμῆςἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγωμηδὲ πρὸς ἄτης θηραθεῖσαιμέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτονπῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼὑμᾶς αὐτάς. εἰδυῖαι γὰρκοὐκ ἐξαίφνης οὐδὲ λαθραίωςεἰς ἀπέρατον δίκτυον ἄτηςἐμπλεχθήσεσθʼ ὑπʼ ἀνοίας.
1.59
1080Προμηθεύςκαὶ μὴν ἔργῳ κοὐκέτι μύθῳχθὼν σεσάλευται· βρυχία δʼ ἠχὼ παραμυκᾶταιβροντῆς, ἕλικες δʼ ἐκλάμπουσιστεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνινεἱλίσσουσι· σκιρτᾷ δʼ ἀνέμωνπνεύματα πάντων εἰς ἄλληλαστάσιν ἀντίπνουν ἀποδεικνύμενα· ξυντετάρακται δʼ αἰθὴρ πόντῳ. τοιάδʼ ἐπʼ ἐμοὶ ῥιπὴ Διόθεντεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντωναἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μʼ ὡς ἔκδικα πάσχω.