Sietecontratebas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/esquilo" aria-label="More works by Esquilo">
—
⋯
Original / primary: Textus receptus
1.1
1Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίριαὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεωςοἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ· εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλινὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοιςοἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριοςἐπώνυμος γένοιτο Καδμείων πόλει. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτιἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές, πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίωνβωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε· τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ· ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρουςπιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός· χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοιςκαλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ· οὗτος τοιῶνδε δεσπότης μαντευμάτωνλέγει μεγίστην προσβολὴν Ἀχαιίδανυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει. ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτωνὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασινπύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοιςμίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδωνταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ· καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
1.2
39ἌγγελοςἘτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων· ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκοςκαὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβονὡρκωμότησαν ἢ πόλει κατασκαφὰςθέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ· μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμουςπρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυλείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγωνἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται· κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼνἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεωςπυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος· ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸςχωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸςχραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφοςφράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰςἌρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ· καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπονὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγουεἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ. Ἐτεοκλήςὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρονἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδοςφθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους· ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλινζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν· πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
1.3
78Χορόςθρέομαι φοβερὰ μεγάλʼ ἄχη· μεθεῖται στρατός· στρατόπεδον λιπὼνῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· αἰθερία κόνις με πείθει φανεῖσʼ, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ- τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. ἰὼ ἰὼἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸνβοᾷ τειχέων ὕπερ ἀλεύσατε. ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πόλιν διώκων πόδα. τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσειθεῶν ἢ θεᾶν; πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσωβρέτη δαιμόνων; ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ- λομεν ἀγάστονοι; ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον; πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ- φὶ λιτάνʼ ἕξομεν; κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις; προδώσεις, παλαίχθωνἌρης, τὰν τεάν; ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι- δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.
1.4
109Χορόςθεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς· ἴδετε παρθένωνἱκέσιον λόχον δουλοσύνας ὕπερ. κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶνκαχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές, πάντως ἄρηξον δαΐων ἅλωσιν. Ἀργέιοι δὲ πόλισμα Κάδμουκυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλωνδονεῖ, διὰ δέ τοι γενύων ἱππίωνκινύρονται φόνον χαλινοί. ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦδορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις⋯ προσίστανται πάλῳ λαχόντες.
1.5
128Χορόςσύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου. σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμονΚάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς. καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ, ἄλευσον· σέθεν γὰρ ἐξ αἵματοςγεγόναμεν· λιταῖσί σε θεοκλύτοιςἀυτοῦσαι πελαζόμεσθα. καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦστρατῷ δαΐῳ στόνων ἀντίτας. σύ τʼ, ὦ Λατογένει- α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
1.6
149Χορόςἒ ἒ ἒ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· ὦ πότνιʼ Ἥρα. ἔλακον ἀξόνων βριθομένων χνόαι. Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ, δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;
1.7
158Χορόςἒ ἒ ἒ ἔ, ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται· ὦ φίλʼ Ἄπολλον· κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, παῖ Διός, ὅθενπολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεωςἑπτάπυλον ἕδος ἐπιρρύου.
1.8
166Χορόςἰὼ παναρκεῖς θεοί, ἰὼ τέλειοι τέλειαί τε γᾶςτᾶσδε πυργοφύλακες, πόλιν δορίπονον μὴ προδῶθʼἑτεροφώνῳ στρατῷ. κλύετε παρθένων κλύετε πανδίκωςχειροτόνους λιτάς.
1.9
174Χορόςἰὼ φίλοι δαίμονες, λυτήριοί τʼ ἀμφιβάντες πόλιν, δείξαθʼ ὡς φιλοπόλεις, μέλεσθέ θʼ ἱερῶν δημίων, μελόμενοι δʼ ἀρήξατε· φιλοθύτων δέ τοι πόλεος ὀργίωνμνήστορες ἐστέ μοι.
1.10
181Ἐτεοκλήςὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά, ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια, στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶναὔειν, λακάζειν, σωφρόνων μισήματα; μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃξύνοικος εἴην τῷ γυναικείῳ γένει. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰςθεῖσαι διερροθήσατʼ ἄψυχον κάκην· τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται, αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
1.11
203Χορόςὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον, ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμαπυριγενετᾶν χαλινῶν. Ἐτεοκλήςτί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼνπρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς κύματι;
1.12
211Χορόςἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδοςὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις· δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεωςἵνʼ ὑπερέχοιεν ἀλκάν. Ἐτεοκλήςπύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺςτοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
1.13
219Χορόςμήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶνἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼἁπτόμενον πυρὶ δαΐῳ. Ἐτεοκλήςμή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς· πειθαρχία γάρ ἐστι τῆς εὐπραξίαςμήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.
1.14
226Χορόςἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα· πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανονκἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτωνκρημναμενᾶν νεφελᾶν ὀρθοῖ. Ἐτεοκλήςἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήριαθεοῖσιν ἕρδειν πολεμίων πειρωμένους· σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
1.15
233Χορόςδιὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον, δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει. τίς τάδε νέμεσις στυγεῖ; Ἐτεοκλήςοὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος· ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.
1.16
239Χορόςποτίφατον κλύουσα πάταγον ἀνάμιγαταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν, τίμιον ἕδος, ἱκόμαν. Ἐτεοκλήςμή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένουςπύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
1.17
245Χορόςκαὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων. Ἐτεοκλήςμή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν. Χορόςστένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. Ἐτεοκλήςοὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορόςδέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται. Ἐτεοκλήςοὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν; Χορόςὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ἐτεοκλήςοὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε; Χορόςθεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ἐτεοκλήςαὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. Χορόςὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. Ἐτεοκλήςὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. Χορόςμοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. Ἐτεοκλήςπαλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων; Χορόςἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. Ἐτεοκλήςαἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. Χορόςλέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι. Ἐτεοκλήςσίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. Χορόςσιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. Ἐτεοκλήςτοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων, εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς· κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον, Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολέμιον φόβον. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγωεὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης, μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαιθύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα, στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις. στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα. τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν· οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπονεἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθουςλόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
1.18
288Χορόςμέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ· γείτονες δὲ καρδίαςμέριμναι ζωπυροῦσι τάρβοςτὸν ἀμφιτειχῆ λεών, δράκοντας ὥς τις τέκνωνὑπερδέδοικεν λεχαίων δυσευνάτοραςπάντρομος πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργουςπανδαμεὶ πανομιλεὶστείχουσιν. τί γένωμαι; τοὶ δʼ ἐπʼ ἀμφιβόλοισινἰάπτουσι πολίταιςχερμάδʼ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖςθεοί, πόλιν καὶ στρατὸνΚαδμογενῆ ῥύεσθε.
1.19
304Χορόςποῖον δʼ ἀμείψεσθε γαίας πέδοντᾶσδʼ ἄρειον, ἐχθροῖςἀφέντες τὰν βαθύχθονʼ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον πωμάτωνὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχοςΤηθύος τε παῖδες. πρὸς τάδʼ, ὦ πολιοῦχοιθεοί, τοῖσι μὲν ἔξωπύργων ἀνδρολέτειρανκῆρα, ῥίψοπλον ἄταν, ἐμβαλόντες ἄροισθεκῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες ἔστʼεὔεδροί τε στάθητʼὀξυγόοις λιταῖσιν.
1.20
321Χορόςοἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίανἈίδᾳ προϊάψαι, δορὸς ἄγρανδουλίαν ψαφαρᾷ σποδῷὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθενπερθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰςἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷδʼ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου· βαρείας τοι τύχας προταρβῶ.
1.21
333Χορόςκλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποιςνομίμων προπάροιθεν διαμεῖψαιδωμάτων στυγερὰν ὁδόν· τί; τὸν φθίμενον γὰρ προλέγωβέλτερα τῶνδε πράσσειν· πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἒ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δʼ ἄλλον ἄγει, φονεύ- ει, τὰ δὲ πυρφορεῖ· καπνῷδὲ χραίνεται πόλισμʼ ἅπαν· μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμαςμιαίνων εὐσέβειαν Ἄρης.
1.22
345Χορόςκορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλινδʼ ὁρκάναπυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρἀμφὶ δορὶ κλίνεται· βλαχαὶ δʼ αἱματόεσσαιτῶν ἐπιμαστιδίωνἀρτιτρεφεῖς βρέμονται. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες· ξυμβολεῖ φέρων φέροντι, καὶ κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι. τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.
1.23
357Χορόςπαντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼνἀλγύνει κυρήσας· πικρὸν δʼὄμμα θαλαμηπόλων· πολλὰ δʼ ἀκριτόφυρτοςγᾶς δόσις οὐτιδανοῖςἐν ῥοθίοις φορεῖται. δμωίδες δὲ καινοπήμονες νέαι· τλάμονʼ εὐνὰν αἰχμάλωτονἀνδρὸς εὐτυχοῦντος ὣςδυσμενοῦς ὑπερτέρουἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, παγκλαύτων ἀλγέων ἐπίρροθον.
1.24
369Ἡμιχόριον Αὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦπευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, σπουδῇ διώκων πομπίμους χνόας ποδῶν. Ἡμιχόριον Βκαὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκοςεἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν· σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα. Ἄγγελοςλέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσινβρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶνὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένοςμεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ· θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφουςσείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσωχαλκήλατοι κλάζουσι κώδωνες φόβον· ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε, φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον· λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖςβοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶνκλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ἐτεοκλήςκόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ, οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα· λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδοςἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί. εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδεγένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον, καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκοντῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων, μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνοντιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ. σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος, Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ· Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεταιεἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
1.25
417Χορόςτὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖνθεοὶ δοῖεν, ὡς δικαίως πόλεωςπρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη- φόρους μόρους ὑπὲρ φίλωνὀλομένων ἰδέσθαι.
1.26
422Ἄγγελοςτούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί· Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένουμείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ, πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη· θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλινκαὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸςἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰςμεσημβρινοῖσι θάλπεσιν προσῄκασεν· ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη· χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν. τοιῷδε φωτὶ πέμπε— τίς ξυστήσεται, τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; Ἐτεοκλήςκαὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτωνἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος· Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμαχαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸνπέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη· πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρονἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένονμεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίαςἈρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς. λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
1.27
452Χορόςὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται, κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶνθʼ ἑδωλίων ὑπερκόπῳδορί ποτʼ ἐκλαπάξαι.
1.28
457Ἄγγελοςκαὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαιςλέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλοςἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμέναςδινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον, μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον· ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσειςστείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυονπόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. Ἐτεοκλήςπέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ· καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶνγένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτωνβρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδοςἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.
1.29
481Χορόςἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼπρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλειμαινομένᾳ φρενί, τώς νινΖεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
1.30
486Ἄγγελοςτέταρτος ἄλλος, γείτονας πύλας ἔχωνὌγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος· ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦνὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμαλιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν· ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτοςπροσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρειβακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον· Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. Ἐτεοκλήςπρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις, πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον· Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλωνἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσινμωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδωνθεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδοςσταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων· κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων· πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ· εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας, Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματοςσωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.
1.31
521Χορόςπέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼἄφιλον ἐν σάκει τοῦ χθονίου δέμαςδαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶδαροβίοισι θεοῖσιν, πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
1.32
526Ἄγγελοςοὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος· ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦσέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳΔιός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόουβλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ· στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις· τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳσάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένηνγόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη. ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον, Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρμέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός. Ἐτεοκλήςεἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν· ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκουςεἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος· ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν. θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.
1.33
563Χορόςἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳἀνοσίων ἀνδρῶν. εἴθε γὰρθεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.
1.34
568Ἄγγελοςἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν· Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένοςκακοῖσι βάζει πολλὰ Τυδέως βίαν· τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον, ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα· ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖςπορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη; πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον. τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχωνπάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέταςπέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ἐτεοκλήςφεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖςδίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆςκάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢνἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶςθρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαιςοὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ, ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου· φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει, ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεταιπαρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
1.35
626Χορόςκλύοντες θεοὶ δικαίας λιτὰςἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶςἐπιμόλους· πύργων δʼ ἔκτοθενβαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
1.36
631Ἄγγελοςτὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαιςλέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλειοἵας ἀρᾶται καὶ κατεύχεται τύχας· πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτηνφυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον. τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίουςκαλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶντῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκοςδιπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖνἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματαλέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλινἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς. τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ· ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτωνμέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ἐτεοκλήςὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος· ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω, τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματαἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆνἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν· ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω, οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε καὶ κατηξιώσατο· οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳοἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας. ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμοςΔίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαιαὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχοςκνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα. Χορόςμή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ· ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλιςἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. Ἐτεοκλήςεἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι· κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς.
1.37
686Χορόςτί μέμονας, τέκνον; μή τί σε θυμοπλη- θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼἔκβαλʼ ἔρωτος ἀρχάν. Ἐτεοκλήςἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός, ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸνΦοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
1.38
692Χορόςὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖναἵματος οὐ θεμιστοῦ. Ἐτεοκλήςφίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
1.39
698Χορόςἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή- σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκεἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶνθεοὶ θυσίαν δέχωνται; Ἐτεοκλήςθεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται· τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
1.40
705Χορόςνῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμωνλήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳπνεύματι· νῦν δʼ ἔτι ζεῖ. Ἐτεοκλήςἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα· ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτωνὄψεις, πατρῴων χρημάτων δατήριοι.
1.41
712Χορόςπιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως. Ἐτεοκλήςλέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν. Χορόςμὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις. Ἐτεοκλήςτεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ. Χορόςνίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. Ἐτεοκλήςοὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορόςἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; Ἐτεοκλήςθεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
1.42
720Χορόςπέφρικα τὰν ὠλεσίοικονθεόν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ κακόμαντινπατρὸς εὐκταίαν Ἐρινὺντελέσαι τὰς περιθύμουςκατάρας Οἰδιπόδα βλαψίφρονος· παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.
1.43
727Χορόςξένος δὲ κλήρους ἐπινωμᾷ, Χάλυβος Σκυθᾶν ἄποικος, κτεάνων χρηματοδαίταςπικρός, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους.
1.44
734Χορόςἐπεὶ δʼ ἂν αὐτοκτόνωςαὐτοδάικτοι θάνωσι, καὶ γαΐα κόνις πίῃμελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς πόροι, τίς ἄν σφε λούσειεν; ὦπόνοι δόμων νέοι παλαι- οῖσι συμμιγεῖς κακοῖς.
1.45
742Χορόςπαλαιγενῆ γὰρ λέγωπαρβασίαν ὠκύποινον· αἰῶνα δʼ ἐς τρίτον μένει· Ἀπόλλωνος εὖτε Λάιοςβίᾳ, τρὶς εἰπόντος ἐνμεσομφάλοις Πυθικοῖςχρηστηρίοις θνᾴσκοντα γέν- νας ἄτερ σῴζειν πόλιν,
1.46
750Χορόςκρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶνἐγείνατο μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰνσπείρας ἄρουραν, ἵνʼ ἐτράφη, ῥίζαν αἱματόεσσανἔτλα· παράνοια συνᾶγενυμφίους φρενώλεις.
1.47
758Χορόςκακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει· τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρειτρίχαλον, ὃ καὶ περὶ πρύμ- ναν πόλεως καχλάζει. μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγουτείνει, πύργος ἐν εὔρει. δέδοικα δὲ σὺν βασιλεῦσιμὴ πόλις δαμασθῇ.
1.48
766Χορόςτελειᾶν γὰρ παλαιφάτων ἀρᾶνβαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰπελόμενʼ οὐ παρέρχεται. πρόπρυμνα δʼ ἐκβολὰν φέρειἀνδρῶν ἀλφηστᾶνὄλβος ἄγαν παχυνθείς.
1.49
772Χορόςτίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασανθεοὶ καὶ ξυνέστιοι πόλεος ὁπολύβατός τʼ ἀγὼν βροτῶν, ὅσον τότʼ Οἰδίπουν τίον, τὰν ἁρπαξάνδρανκῆρʼ ἀφελόντα χώρας;
1.50
778Χορόςἐπεὶ δʼ ἀρτίφρωνἐγένετο μέλεος ἀθλίωνγάμων, ἐπʼ ἄλγει δυσφορῶνμαινομένᾳ κραδίᾳδίδυμα κάκʼ ἐτέλεσεν· πατροφόνῳ χερὶ τῶνκρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·
1.51
785Χορόςτέκνοις δʼ ἀγρίαςἐφῆκεν ἐπικότους τροφᾶς, αἰαῖ, πικρογλώσσους ἀράς, καί σφε σιδαρονόμῳδιὰ χερί ποτε λαχεῖνκτήματα· νῦν δὲ τρέωμὴ τελέσῃ καμψίπους Ἐρινύς.
1.52
792Ἄγγελοςθαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον ζυγόν· πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα· πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίουπολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοιςἐφραξάμεσθα μονομάχοισι προστάταις· καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι· τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτηςἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένεικραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορόςτί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Ἄγγελοςπόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι— Χορόςτίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου. Ἄγγελοςφρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι— Χορόςοἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Ἄγγελοςοὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι— Χορόςἐκεῖθι κεῖσθον; βαρέα δʼ οὖν ὅμως φράσον. Ἄγγελοςἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. Χορόςοὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα; Χορόςοὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα· πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳΣκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός, πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι. πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροινπέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.
1.53
822Χορόςὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοιδαίμονες, οἳ δὴ Κάδμου πύργουςτούσδε ῥύεσθε, πότερον χαίρω κἀπολολύξωπόλεως ἀσινεῖ σωτῆρι.., ἢ τοὺς μογεροὺς καὶ δυσδαίμοναςἀτέκνους κλαύσω πολεμάρχους; οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίανκαὶ πολυνεικεῖςὤλοντʼ ἀσεβεῖ διανοίᾳ.
1.54
833Χορόςὦ μέλαινα καὶ τελείαγένεος Οἰδίπου τʼ ἀρά, κακόν με καρδίαν τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλοςΘυιὰς αἱματοσταγεῖςνεκροὺς κλύουσα δυσμόρωςθανόντας· ἦ δύσορνις ἅ- δε ξυναυλία δορός.
1.55
840Χορόςἐξέπραξεν, οὐδʼ ἀπεῖπενπατρόθεν εὐκταία φάτις· βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δʼ ἀμφὶ πτόλιν· θέσφατʼ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδʼ ἠρ- γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ- ακτὰ πήματʼ οὐ λόγῳ.
1.56
848Χορόςτάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος· διπλαῖ μέριμναι, διδυμάνορακάκʼ αὐτοφόνα, δίμοιρα τέ- λεια τάδε πάθη. τί φῶ; τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνωνδόμων ἐφέστιοι; ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρονἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖνπίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεταιτὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα, τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιονπάνδοκον εἰς ἀφανῆ τε χέρσον. ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγοςπικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη, θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλωςοἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπωνστηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκη πρότερον φήμηςτὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύοςἰαχεῖν Ἀίδα τʼἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν. ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαιστρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶςμὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
1.57
875Χορόςἰὼ ἰὼ δύσφρονες, φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, δόμους πατρῴους ἑλόν- τες μέλεοι σὺν αἰχμᾷ. μέλεοι δῆθʼ οἳ μελέους θανάτουςεὕροντο δόμων ἐπὶ λύμῃ.
1.58
881Χορόςἰὼ ἰὼ δωμάτωνἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίαςἰδόντες, ἤδη διήλ- λαχθε σὺν σιδάρῳ. κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδαπότνιʼ Ἐρινὺς ἐπέκρανεν.
1.59
888Χορόςδιʼ εὐωνύμων τετυμμένοι, τετυμμένοι δῆθʼ, ὁμοσπλάγχνων τε πλευρωμάτων⋯ αἰαῖ δαιμόνιοι, αἰαῖ δʼ ἀντιφόνωνθανάτων ἀραί. διανταίαν λέγεις πλαγὰν δόμοισι καὶσώμασιν πεπλαγμένους, ἐννέπωἀναυδάτῳ μένειἀραίῳ τʼ ἐκ πατρὸςοὐ διχόφρονι πότμῳ.
1.60
900Χορόςδιήκει δὲ καὶ πόλιν στόνος, στένουσι πύργοι, στένει πέδον φίλανδρον· μένεικτέανα δʼ ἐπιγόνοις, διʼ ὧν αἰνομόροις, διʼ ὧν νεῖκος ἔβακαὶ θανάτου τέλος. ἐμοιράσαντο δʼ ὀξυκάρδιοικτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν. διαλλακτῆρι δʼ οὐκἀμεμφεία φίλοις, οὐδʼ ἐπίχαρις Ἄρης.
1.61
911Χορόςσιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν, σιδαρόπλακτοι δὲ τοὺς μένουσι, τάχʼ ἄν τις εἴποι, τίνες; τάφων πατρῴων λαχαί. ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺςπροπέμπει δαϊκτὴρ γόος αὐ- τόστονος, αὐτοπήμων, δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμωςδακρυχέων ἐκ φρενός, ἃκλαιομένας μου μινύθειτοῖνδε δυοῖν ἀνάκτοιν.
1.62
922Χορόςπάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισινὡς ἐρξάτην πολλὰ μὲν πολίτας, ξένων τε πάντων στίχαςπολυφθόρους ἐν δαΐ. δυσδαίμων σφιν ἁ τεκοῦσαπρὸ πασᾶν γυναικῶν ὁπόσαιτεκνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένατούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ- τασαν ὑπʼ ἀλλαλοφόνοιςχερσὶν ὁμοσπόροισιν.
1.63
933Χορόςὁμόσποροι δῆτα καὶ πανώλεθροι, διατομαῖς οὐ φίλοις, ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ. πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳζόα φονορύτῳμέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιοςξεῖνος ἐκ πυρὸς συθεὶςθακτὸς σίδαρος· πικρὸς δὲ χρημάτωνκακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- αν τιθεὶς ἀλαθῆ.
1.64
945Χορόςἔχουσι μοῖραν λαχόντες οἱ μέλεοιδιοδότων ἀχθέων· ὑπὸ δὲ σώματι γᾶςπλοῦτος ἄβυσσος ἔσται. ἰὼ πολλοῖς ἐπανθίσαντεςπόνοισι γενεάν· τελευταῖαι δʼ ἐπηλάλαξανἈραὶ τὸν ὀξὺν νόμον, τετραμμένουπαντρόπῳ φυγᾷ γένους. ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις, ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- σας ἔληξε δαίμων.
1.65
957Ἀντιγόνηπαισθεὶς ἔπαισας. Ἰσμήνησὺ δʼ ἔθανες κατακτανών. Ἀντιγόνηδορὶ δʼ ἔκανες— Ἰσμήνηδορὶ δʼ ἔθανες— Ἀντιγόνημελεοπόνος. Ἰσμήνημελεοπαθής. Ἀντιγόνηἴτω γόος. Ἰσμήνηἴτω δάκρυ. Ἀντιγόνηπρόκεισαι— Ἰσμήνηκατακτάς.
1.66
966Ἀντιγόνηἠέ. Ἰσμήνηἠέ. Ἀντιγόνημαίνεται γόοισι φρήν. Ἰσμήνηἐντὸς δὲ καρδία στένει. Ἀντιγόνηἰὼ ἰὼ πάνδυρτε σύ. Ἰσμήνησὺ δʼ αὖτε καὶ πανάθλιε. Ἀντιγόνηπρὸς φίλου γʼ· ἔφθισο. Ἰσμήνηκαὶ φίλον ἔκτανες. Ἀντιγόνηδιπλᾶ λέγειν— Ἰσμήνηδιπλᾶ δʼ ὁρᾶν— Ἀντιγόνηἄχθεα τῶνδε τάδʼ ἐγγύθεν. Ἰσμήνηπέλας ἀδελφέʼ ἀδελφεῶν. Χορόςἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τʼ Οἰδίπου σκιά, μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
1.67
980Ἀντιγόνηἠέ. Ἰσμήνηἠέ. Ἀντιγόνηδυσθέατα πήματα— Ἰσμήνηἔδειξεν ἐκ φυγᾶς ἐμοί. Ἀντιγόνηοὐδʼ ἵκεθʼ ὡς κατέκτανεν. Ἰσμήνησωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν. Ἀντιγόνηὤλεσε δῆτʼ ἄγαν. Ἰσμήνηκαὶ τὸν ἐνόσφισεν. Ἀντιγόνητάλαν γένος. Ἰσμήνητάλαν πάθος. Ἀντιγόνηδύστονα κήδεʼ ὁμαίμονα. Ἰσμήνηδίυγρα τριπάλτων πημάτων. Χορόςἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τʼ Οἰδίπου σκιά, μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
1.68
994Ἀντιγόνησὺ τοί νιν οἶσθα διαπερῶν— Ἰσμήνησὺ δʼ οὐδὲν ὕστερος μαθών— Ἀντιγόνηἐπεὶ κατῆλθες ἐς πόλιν, Ἰσμήνηδορός γε τῷδʼ ἀντηρέτας. Ἀντιγόνηὀλοὰ λέγειν. Ἰσμήνηὀλοὰ δʼ ὁρᾶν. Ἀντιγόνηἰὼ πόνος— Ἰσμήνηἰὼ κακά— Ἀντιγόνηδώμασι καὶ χθονί. Ἰσμήνηπρὸ πάντων δʼ ἐμοί. Ἀντιγόνηκαὶ τὸ πρόσω γʼ ἐμοί. Ἰσμήνηἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ. Ἀντιγόνηἰὼ πάντων πολυστονώτατοι. Ἰσμήνηἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ. Ἀντιγόνηἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός; Ἰσμήνηἰώ, ὅπου ʼσʼτι τιμιώτατον. Ἀντιγόνηἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.
1.69
1011Κῆρυξδοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴδήμου προβούλοις τῆσδε Καδμείας πόλεως· Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸςθάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς· στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλειἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερτέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν· τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸνἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶτῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεταιθεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδεστράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματαμήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.
1.70
1032Ἀντιγόνηἐγὼ δὲ Καδμείων γε προστάταις λέγω· ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶθάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαιἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶνψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορεςλύκοι σπάσονται· μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι, κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν· θάρσει, παρέσται μηχανὴ δραστήριος.
1.71
1048Κῆρυξαὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Ἀντιγόνηαὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί. Κῆρυξτραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. Ἀντιγόνητράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται. Κῆρυξἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,; Ἀντιγόνηἤδη τὰ τοῦδε διατετίμηται θεοῖς. Κῆρυξοὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. Ἀντιγόνηπαθὼν κακῶς κακοῖσιν ἀντημείβετο. Κῆρυξἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν. Ἀντιγόνηἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει. Κῆρυξἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ. Χορόςφεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖςΚῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδαγένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίεινμήτε προπέμπειν ἐπὶ τύμβον· ἀλλὰ φοβοῦμαι κἀποτρέπομαιδεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρωντεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοοςμονόκλαυτον ἔχων θρῆνον ἀδελφῆςεἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο; Ἡμιχόριον Αδράτω τι πόλις καὶ μὴ δράτωτοὺς κλαίοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεναἵδε προπομποί. καὶ γὰρ γενεᾷκοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλωςἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια. Ἡμιχόριον Βἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλιςκαὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺνὅδε Καδμείων ἤρυξε πόλινμὴ ʼνατραπῆναι μηδʼ ἀλλοδαπῷκύματι φωτῶνκατακλυσθῆναι τὰ μάλιστα.