Eunapius Sardianus
Vitae sophistarum
Soph 10.1.6
Choose a text
More by Eunapius Sardianus
—
Pg Scrape Grc
10.1.2
ται καὶ ἀδιήγητοι χάριτες. διέβαλε μὲν γὰρ ὁ ταῦτα συντιθεὶς ἐξ Ἀσίας εἰς τὴν Εὐρώπην καὶ Ἀθήνας, τελῶν εἰς ἕκτον καὶ δέκατον ἔτος. ὁ δὲ Προαιρέσιος προεληλύθει μὲν ἐπὶ τὸ ἕβδομον ἐπὶ τοῖς ὀγδοήκοντα ἔτεσιν, ὡς αὐτὸς ἔλεγεν· καὶ περὶ τὴν ἡλικίαν ταύτην οὔλη τε ἦν αὐτῷ καὶ ἄγαν συνεχὴς ἡ κόμη, καὶ διὰ πλῆθος πολιῶν τριχῶν ἀφριζούσῃ θαλάσσῃ
10.1.3
προσεμφερὴς καὶ ὑπαργυρίζουσα. ἤκμαζε δὲ οὕτω τὰ εἰς λόγους, τῇ νεότητί τε τῆς ψυχῆς τὸ σῶμα κεκμηκὸς συνηγείρετο, ὥστε ὁ ταῦτα συγγράφων ἀγήρων τινὰ καὶ ἀθάνατον αὐτὸν ἐνόμιζε, καὶ προσεῖχε ὥσπερ αὐτοκλήτῳ καὶ
10.1.4
ἄνευ τινὸς πραγματείας φανέντι θεῷ. καίτοι γε ἦν σχὼν εἰς τὸν Πειραιᾶ περὶ πρώτην φυλακήν, ἐπὶ πυρετῷ λάβρῳ κατὰ πλοῦν γενομένῳ, καὶ πολλοί τινες ἄλλοι κατὰ γένος γε αὐτῷ προσήκοντες συνεισπεπλεύκεσαν, καὶ περὶ τὴν ὥραν ἐκείνην, πρίν τι γενέσθαι τῶν εἰωθότων (τὸ γὰρ πλοῖον ἦν τῶν Ἀθήνηθεν, καὶ περὶ τὰς κατάρσεις οὐκ ὀλίγοι τινὲς ἐναυλόχουν ἀεὶ τῶν εἰς ἕκαστον διδασκαλεῖον μεμηνότων), ὁ ναύκληρος εἰς Ἀθήνας συνέτεινε, τῶν μὲν ἄλλων βαδιζόντων, ὁ δὲ βαδίζειν ἀδυνάτως ἔχων, ὅμως ἐκ διαδοχῆς
10.1.5
ἀνεχόμενος, ἀνεκομίσθη πρὸς τὴν πόλιν. ἦν τε νυκτὸς τὸ σταθερώτατον, ἡνίκα ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου παλαιός, τοσοῦτον ὄχλον ὁμιλητῶν, ἀράξας τὴν θύραν, εἰσήγαγεν εἰς τὴν οἰκίαν, ὥστε, ἡνίκα πόλεμοί τινες ἐγίνοντο περὶ ἑνὸς μειρακίου καὶ δυοῖν, πλήρωμα δια
10.1.6
τριβῆς ὅλους σοφιστικῆς τοὺς ἐληλυθότας φαίνεσθαι. τούτων οἱ μὲν εἰς σώματος ἀλκὴν ἐτέλουν, οἱ δὲ εἰς πλοῦτον ἦσαν ἁβρότεροι, τὸ δὲ εἶχεν ἀνὰ μέσον· ὁ δὲ συγγραφεὺς ἐλεεινῶς διακείμενος τὰ πλεῖστα τῶν ἀρχαίων ἐπὶ στόματος μόνον
10.1.7
εἶχε βιβλία. εὐθὺς μὲν οὖν χαρμονή τε ἦν περὶ τὴν οἰκίαν καὶ διαδρομαί τινες ἀνδρῶν. τε καὶ γυναικῶν, καὶ οἱ μὲν
10.1.8
ἐγέλων, οἱ δὲ ἐχλεύαζον. ὁ δὲ Προαιρέσιος συγγενεῖς ἰδίους κατὰ τὴν ὥραν ἐκείνην μεταπεμψάμενος, παραλαβεῖν τοὺς ἐλθόντας κελεύει. ἦν δὲ αὐτός τε ἐξ Ἀρμενίας (ὅσον ἐστὶν Ἀρμενίας Πέρσαις εἰς τὰ βαθύτατα συνημμένον),
10.1.9
Ἀνατόλιος οὗτοι καὶ Μάξιμος ἐκαλοῦντο. καὶ οἱ μὲν ἀπεδέξαντο τοὺς ἐλθόντας, καὶ ἦσαν ἐκ γειτόνων, καὶ περὶ τὰ λουτρὰ μετὰ πάσης ἐπιδείξεως ἡ τότε νεότης ἐς αὐτοὺς ἐπεδείκνυτο καὶ χλευασίαν καὶ γέλωτα. καὶ οἱ μὲν τούτων ποτὲ ἀπηλλάγησαν ἅπαξ λουσάμενοι, ὁ δὲ συγγραφεύς, ἐντείναντος αὐτῷ τοῦ νοσήματος, διεφθείρετο, μήτε Προαιρέσιον μήτε τὰς Ἀθήνας ἰδών, ἀλλὰ ὀνειρῶξαι δοκῶν ἐκεῖνα ὧν ἐπεθύμη
10.1.10
σεν, οἱ δὲ ὁμοεθνεῖς καὶ ἐκ Λυδίας βαρέως ἔφερον. καὶ ὥσπερ τοῖς κατὰ τήνδε τὴν ἡλικίαν ἀπιοῦσιν ἐπὶ τὸ πλέον ἅπαντες εἰώθασι χαρίζεσθαι, πολλά τινα καὶ μεγάλα περὶ αὐτοῦ καταψευσάμενοι καὶ συμφορήσαντες ἐτερατεύσαντο, καὶ πένθος κατεῖχε τὴν πόλιν παράλογον, ὡσὰν ἐπὶ μεγάλῃ συμ
10.1.11
φορᾷ. Αἰσχίνης δέ τις, οὐκ Ἀθηναῖος (ἀλλὰ ἡ Χίος ἦν αὐτῷ πατρίς), πολλοὺς ἀνῃρηκὼς οὐχ ὅσους ἐπηγγείλατο θεραπεύειν, ἀλλὰ καὶ ὅσους εἶδεν μόνον, εἰς μέσους ἀναβοήσας τοὺς πενθοῦντας, ὡς μετὰ ταῦτα ἐγένετο φανερόν" ἀλλὰ συγχωρήσατέ γε," εἶπεν" τῷ νεκρῷ με δοῦναι φάρμακον."
10.1.12
οἱ δὲ συνεχώρησαν Αἰσχίνῃ διαφθεῖραι καὶ τοὺς ἀπολωλότας. ὁ δὲ ὅ τι μὲν ἐνέχεεν, ὀργάνοις τισὶ τὸ στόμα διαστήσας, μετὰ ταῦτα ἐξεῖπεν καὶ ὁ θεὸς πολλοῖς ὕστερον ἐμαρτύρησε χρόνοις, ἐμβαλὼν δὲ ὅμως, τοῦ μὲν ἡ γαστὴρ ἀθρόως ἀπε
10.1.13
λυμάνθη, καὶ τὸν ἀέρα εἶδεν καὶ ἐπέγνω τοὺς οἰκείους. ὁ δὲ Αἰσχίνης ἑνὶ τούτῳ γε ἔργῳ θάψας τὰ προγεγενημένα τῶν ἁμαρτημάτων, ὑπό τε τοῦ σωθέντος προσεκυνεῖτο, καὶ
10.1.14
τῶν ἡδομένων ὅτι σέσωσται. καὶ ὁ μέν, ἐπὶ τῇ τοιαύτῃ πράξει πάντων σεβαζομένων αὐτόν, εἰς τὴν Χίον ἀπῆρε, πλὴν ὅσα γε παραμείνας εἰς ῥῶσιν τοῦ σώματος προσέδωκε πάλιν τῆς δυνάμεως τοῦ φαρμάκου, καὶ τότε συνῆλθεν ἀκριβῶς ὁ σωθεὶς τῷ σώσαντι.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).