Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.2
ται καὶ ἀδιήγητοι χάριτες. διέβαλε μὲν γὰρ ὁ ταῦτα συντιθεὶς ἐξ Ἀσίας εἰς τὴν Εὐρώπην καὶ Ἀθήνας, τελῶν εἰς ἕκτον καὶ δέκατον ἔτος. ὁ δὲ Προαιρέσιος προεληλύθει μὲν ἐπὶ τὸ ἕβδομον ἐπὶ τοῖς ὀγδοήκοντα ἔτεσιν, ὡς αὐτὸς ἔλεγεν· καὶ περὶ τὴν ἡλικίαν ταύτην οὔλη τε ἦν αὐτῷ καὶ ἄγαν συνεχὴς ἡ κόμη, καὶ διὰ πλῆθος πολιῶν τριχῶν ἀφριζούσῃ θαλάσσῃ
10.1.3
προσεμφερὴς καὶ ὑπαργυρίζουσα. ἤκμαζε δὲ οὕτω τὰ εἰς λόγους, τῇ νεότητί τε τῆς ψυχῆς τὸ σῶμα κεκμηκὸς συνηγείρετο, ὥστε ὁ ταῦτα συγγράφων ἀγήρων τινὰ καὶ ἀθάνατον αὐτὸν ἐνόμιζε, καὶ προσεῖχε ὥσπερ αὐτοκλήτῳ καὶ
10.1.4
ἄνευ τινὸς πραγματείας φανέντι θεῷ. καίτοι γε ἦν σχὼν εἰς τὸν Πειραιᾶ περὶ πρώτην φυλακήν, ἐπὶ πυρετῷ λάβρῳ κατὰ πλοῦν γενομένῳ, καὶ πολλοί τινες ἄλλοι κατὰ γένος γε αὐτῷ προσήκοντες συνεισπεπλεύκεσαν, καὶ περὶ τὴν ὥραν ἐκείνην, πρίν τι γενέσθαι τῶν εἰωθότων (τὸ γὰρ πλοῖον ἦν τῶν Ἀθήνηθεν, καὶ περὶ τὰς κατάρσεις οὐκ ὀλίγοι τινὲς ἐναυλόχουν ἀεὶ τῶν εἰς ἕκαστον διδασκαλεῖον μεμηνότων), ὁ ναύκληρος εἰς Ἀθήνας συνέτεινε, τῶν μὲν ἄλλων βαδιζόντων, ὁ δὲ βαδίζειν ἀδυνάτως ἔχων, ὅμως ἐκ διαδοχῆς
10.1.5
ἀνεχόμενος, ἀνεκομίσθη πρὸς τὴν πόλιν. ἦν τε νυκτὸς τὸ σταθερώτατον, ἡνίκα ἥλιος μακροτέραν ποιεῖ τὴν νύκτα γινόμενος νοτιώτερος (ἐνεβεβήκει γὰρ τῷ Ζυγῷ καὶ τὰ νυκτερεῖα ἔμελλε)· καὶ ὁ ναύκληρος ὤν που καὶ ξένος Προαιρεσίου παλαιός, τοσοῦτον ὄχλον ὁμιλητῶν, ἀράξας τὴν θύραν, εἰσήγαγεν εἰς τὴν οἰκίαν, ὥστε, ἡνίκα πόλεμοί τινες ἐγίνοντο περὶ ἑνὸς μειρακίου καὶ δυοῖν, πλήρωμα δια
10.1.6
τριβῆς ὅλους σοφιστικῆς τοὺς ἐληλυθότας φαίνεσθαι. τούτων οἱ μὲν εἰς σώματος ἀλκὴν ἐτέλουν, οἱ δὲ εἰς πλοῦτον ἦσαν ἁβρότεροι, τὸ δὲ εἶχεν ἀνὰ μέσον· ὁ δὲ συγγραφεὺς ἐλεεινῶς διακείμενος τὰ πλεῖστα τῶν ἀρχαίων ἐπὶ στόματος μόνον
10.1.7
εἶχε βιβλία. εὐθὺς μὲν οὖν χαρμονή τε ἦν περὶ τὴν οἰκίαν καὶ διαδρομαί τινες ἀνδρῶν. τε καὶ γυναικῶν, καὶ οἱ μὲν
10.1.8
ἐγέλων, οἱ δὲ ἐχλεύαζον. ὁ δὲ Προαιρέσιος συγγενεῖς ἰδίους κατὰ τὴν ὥραν ἐκείνην μεταπεμψάμενος, παραλαβεῖν τοὺς ἐλθόντας κελεύει. ἦν δὲ αὐτός τε ἐξ Ἀρμενίας (ὅσον ἐστὶν Ἀρμενίας Πέρσαις εἰς τὰ βαθύτατα συνημμένον),
10.1.9
Ἀνατόλιος οὗτοι καὶ Μάξιμος ἐκαλοῦντο. καὶ οἱ μὲν ἀπεδέξαντο τοὺς ἐλθόντας, καὶ ἦσαν ἐκ γειτόνων, καὶ περὶ τὰ λουτρὰ μετὰ πάσης ἐπιδείξεως ἡ τότε νεότης ἐς αὐτοὺς ἐπεδείκνυτο καὶ χλευασίαν καὶ γέλωτα. καὶ οἱ μὲν τούτων ποτὲ ἀπηλλάγησαν ἅπαξ λουσάμενοι, ὁ δὲ συγγραφεύς, ἐντείναντος αὐτῷ τοῦ νοσήματος, διεφθείρετο, μήτε Προαιρέσιον μήτε τὰς Ἀθήνας ἰδών, ἀλλὰ ὀνειρῶξαι δοκῶν ἐκεῖνα ὧν ἐπεθύμη
10.1.10
σεν, οἱ δὲ ὁμοεθνεῖς καὶ ἐκ Λυδίας βαρέως ἔφερον. καὶ ὥσπερ τοῖς κατὰ τήνδε τὴν ἡλικίαν ἀπιοῦσιν ἐπὶ τὸ πλέον ἅπαντες εἰώθασι χαρίζεσθαι, πολλά τινα καὶ μεγάλα περὶ αὐτοῦ καταψευσάμενοι καὶ συμφορήσαντες ἐτερατεύσαντο, καὶ πένθος κατεῖχε τὴν πόλιν παράλογον, ὡσὰν ἐπὶ μεγάλῃ συμ
10.1.11
φορᾷ. Αἰσχίνης δέ τις, οὐκ Ἀθηναῖος (ἀλλὰ ἡ Χίος ἦν αὐτῷ πατρίς), πολλοὺς ἀνῃρηκὼς οὐχ ὅσους ἐπηγγείλατο θεραπεύειν, ἀλλὰ καὶ ὅσους εἶδεν μόνον, εἰς μέσους ἀναβοήσας τοὺς πενθοῦντας, ὡς μετὰ ταῦτα ἐγένετο φανερόν" ἀλλὰ συγχωρήσατέ γε," εἶπεν" τῷ νεκρῷ με δοῦναι φάρμακον."
10.1.12
οἱ δὲ συνεχώρησαν Αἰσχίνῃ διαφθεῖραι καὶ τοὺς ἀπολωλότας. ὁ δὲ ὅ τι μὲν ἐνέχεεν, ὀργάνοις τισὶ τὸ στόμα διαστήσας, μετὰ ταῦτα ἐξεῖπεν καὶ ὁ θεὸς πολλοῖς ὕστερον ἐμαρτύρησε χρόνοις, ἐμβαλὼν δὲ ὅμως, τοῦ μὲν ἡ γαστὴρ ἀθρόως ἀπε
10.1.13
λυμάνθη, καὶ τὸν ἀέρα εἶδεν καὶ ἐπέγνω τοὺς οἰκείους. ὁ δὲ Αἰσχίνης ἑνὶ τούτῳ γε ἔργῳ θάψας τὰ προγεγενημένα τῶν ἁμαρτημάτων, ὑπό τε τοῦ σωθέντος προσεκυνεῖτο, καὶ
10.1.14
τῶν ἡδομένων ὅτι σέσωσται. καὶ ὁ μέν, ἐπὶ τῇ τοιαύτῃ πράξει πάντων σεβαζομένων αὐτόν, εἰς τὴν Χίον ἀπῆρε, πλὴν ὅσα γε παραμείνας εἰς ῥῶσιν τοῦ σώματος προσέδωκε πάλιν τῆς δυνάμεως τοῦ φαρμάκου, καὶ τότε συνῆλθεν ἀκριβῶς ὁ σωθεὶς τῷ σώσαντι.
10.2.1
Ὁ δὲ θειότατος Προαιρέσιος οὔπω τὸν συγγραφέα τεθεαμένος, ἀλλὰ καὶ αὐτὸς ὅσον οὐκ ἤδη κατοδυρόμενος, ὡς ἐπύθετο τὴν ἄλογον ταύτην καὶ ἀνεκλάλητον σωτηρίαν, μετακαλέσας τοὺς κρατίστους καὶ γενναιοτάτους τῶν ὁμιλητῶν καὶ παρ' οἷς ἐπῃνεῖτο χειρῶν ἀλκῆς ἔργον," πέπονθά τι" πρὸς αὐτοὺς εἶπεν" ἐπὶ τῷ σωθέντι παιδίῳ, καί τοί γε οὔπω τεθεαμένος, ἀλλ' ὅμως ἔπασχον ἡνίκα ἀπώλλυτο.
10.2.2
εἴ τι δὴ βούλεσθε χαρίσασθαί μοι, τῷ δημοσίῳ λουτρῷ τοῦτον καθήρατε, πάσης χλευασίας φεισάμενοι καὶ παιδιᾶς,
10.2.3
ὥσπερ ἐμόν τινα παῖδα ψαίροντες." καὶ ταῦτα μὲν ἔσχεν οὕτως καὶ ἀκριβέστερον ἐν τοῖς κατ' ἐκεῖνον χρόνοις λελέξεται· ὅμως δὲ ὁ συγγραφεύς, ὁμολογῶν τὰ ἐς αὐτὸν θεοῦ τινος προνοίας τετυχηκέναι, ἐκ τῆς Προαιρεσίου σπουδῆς οὐδὲν εἰς τὸ καθόλου περὶ τοῦ ἀνδρὸς ἀποστήσεται τῆς ἀληθείας, εἴ γε πεπηγὼς ὁ Πλάτωνος λόγος, ὡς ἀλήθεια πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται.
10.3.1
Προαιρεσίῳ δὲ (φερέσθω γὰρ ἐπ' αὐτὸν ὁ λόγος) τὸ μὲν κάλλος ἦν τοῦ σώματος τοιοῦτον, καί τοι γηραιὸς ὢν ἦν, ὥστε ἀπορεῖν τε εἴ τις ἐφ' ἡλικίας οὕτω γέγονε καλός, καὶ θαυμάζειν τὴν τοῦ κάλλους δύναμιν ὅτι πρὸς τοσοῦτο σῶμα
10.3.2
διὰ πάντων εἰς τὴν ἀρίστην πλάσιν ἐξήρκεσεν· τὸ δὲ μέγεθος ἦν ἡλίκον ἄν τις οὐ πιστεύσειεν, ἀλλὰ εἰκάσειεν μόλις. ἀνεστηκέναι γὰρ εἰς ἔνατον πόδα κατεφαίνετο, ὥστε κολοσσὸς ἐδόκει, παρὰ τοὺς μεγίστους ὁρώμενος τῶν καθ' ἑαυτὸν
10.3.3
ἀνθρώπων. νέον δὲ αὐτὸν ἐξ Ἀρμενίας ἀναστήσαντος τοῦ δαίμονος, καὶ πρὸς τὴν Ἀντιόχειαν διαβαλόντος (οὐ γὰρ ἐπεθύμησεν εὐθὺς τῶν Ἀθηνῶν, ἥ τε ἔνδεια παρελύπει τῶν χρημάτων· γεγονὼς γὰρ ἄνωθεν καλῶς, τοῦτο ἠτύχει), καὶ πρὸς τὸν Οὐλπιανὸν κρατοῦντα τῆς Ἀντιοχείας ἐπὶ λόγοις ὠσθείς, καὶ παρελθών, εὐθὺς ἀνὰ τοὺς πρώτους
10.3.4
ἦν. καὶ χρόνον οὐκ ὀλίγον ὁμιλήσας ἐκείνῳ, συνέτεινεν ἐπὶ τὰς Ἀθήνας καὶ τὸν Ἰουλιανὸν σφοδρῶς, καὶ πάλιν Ἀθήνησι
10.3.5
πρῶτος ἦν. Ἡφαιστίων δὲ αὐτῷ συνείπετο, φιλοῦντες μὲν ἀλλήλους ἄμφω καὶ πάνυ, φιλονεικοῦντες δὲ ἀλλήλοις εἰς πενίαν καὶ περὶ τῶν ἐν λόγοις πρωτείων. ἓν γοῦν αὐτοῖς ὑπῆν ἱμάτιον καὶ τριβώνιον, καὶ πλέον οὐδέν, καὶ στρώματα τρία που ἢ τέτταρα, τὴν οἴκοθεν βαφὴν μετὰ τῆς
10.3.6
παχύτητος διὰ χρόνον ἀπαγορεύοντα. περιῆν οὖν αὐτοῖς ἑνί τε ἀνθρώπων καὶ δυεῖν εἶναι, ὥσπερ τὸν Γηρυόνην οἱ μῦθοί φασιν ἐκ τριῶν συντεθῆναι· κἀκεῖνοι δύο τε ἦσαν
10.3.7
καὶ εἷς. Προαιρεσίου μὲν γὰρ δημοσίᾳ φανέντος, Ἡφαιστίων ἦν ἀφανὴς ἐν τοῖς στρώμασι κατακείμενος, καὶ συνασκῶν ἑαυτὸν περὶ τοὺς λόγους· ταὐτὰ δὲ καὶ Προαιρεσίῳ συνέβαινεν Ἡφαιστίωνος φανέντος· τοσαύτη τις εἶχεν αὐτοὺς ἔνδεια.
10.3.8
Ἀλλ' ὅμως Ἰουλιανὸς ἐπὶ τὸν Προαιρέσιον ἐπέκλινε τὴν ψυχήν, καὶ πρὸς ἐκεῖνον αὐτῷ τὰ ὦτα ἀνειστήκει, καὶ τὸ μέγεθος κατεδείμαινε τῆς φύσεως. ὡς δέ, ἀπελθόντος Ἰου λιανοῦ, τὰς Ἀθήνας εἶχεν ἔρως τῆς διαδοχῆς τῶν ἐπὶ τοῖς λόγοις πλεονεκτημάτων παραγγέλλουσι μὲν ἐπὶ τῷ κράτει τῆς σοφιστικῆς πολλοὶ καὶ ἄλλοι, ὥστε ὄχλος ἦν καὶ ταῦτα
10.3.9
γράφειν. χειροτονοῦνται δὲ δοκιμασθέντες ἁπάσαις κρίσεσιν, Προαιρέσιός τε καὶ Ἡφαιστίων καὶ Ἐπιφάνιος καὶ Διόφαντος, Σώπολις ἐκ τῆς παραβύστου καὶ παρημελημένης ἐς τὸν
10.3.10
ἀριθμὸν ἐνδείας, καὶ Παρνάσιός τις ἐκ τῆς εὐτελεστέρας. ἔδει γὰρ πολλοὺς εἶναι, κατὰ τὸν νόμον τὸν Ῥωμαϊκόν, Ἀθήνησι
10.3.11
τοὺς μὲν λέγοντας, τοὺς δὲ ἀκούοντας. χειροτονηθέντων δὲ τούτων, οἱ μὲν εὐτελέστεροι τὸ ὄνομα εἶχον, καὶ μέχρι τῶν σανίδων ἦν τὸ κράτος καὶ τοῦ βήματος ἐφ' ὃ παρῄεσαν, εἰς δὲ τοὺς δυνατωτέρους ἡ πόλις εὐθὺς διῄρητο, καὶ οὐχ ἡ πόλις μόνη, ἀλλὰ τὰ ὑπὸ Ῥωμαίοις ἔθνη, καὶ περὶ λόγων οὐκ ἦν αὐτοῖς ἡ στάσις, ἀλλ' ὑπὲρ ἐθνῶν ὅλων ἐπὶ τοῖς
10.3.12
λόγοις. ἡ μὲν γὰρ ἑῴα καθάπερ τι γέρας Ἐπιφανίῳ σαφῶς ἐξῄρητο, τὴν δὲ Ἀραβίαν εἰλήχει Διόφαντος, Ἡφαιστίων δὲ καταδείσας Προαιρέσιον ἀπῆλθεν ἐξ Ἀθηνῶν τε καὶ ἀνθρώπων, Προαιρεσίῳ δὲ ὁ Πόντος ὅλος καὶ τὰ ἐκείνῃ πρόσοικα τοὺς ὁμιλητὰς ἀνέπεμπεν, ὥσπερ οἰκεῖον ἀγαθὸν τὸν
10.3.13
ἄνδρα θαυμάζοντες· προσετέθη δὲ καὶ Βιθυνία πᾶσα καὶ Ἑλλήσποντος, ὅσα τε ὑπὲρ Λυδίας, διὰ τῆς καλουμένης νῦν Ἀσίας ἐπὶ Καρίαν καὶ Λυκίαν τείνοντα, πρὸς Παμφυλίαν καὶ τὸν Ταῦρον ἀφορίζεται, Αἴγυπτός τε πᾶσα τῆς ἐπὶ τοῖς λόγοις ἀρχῆς [καὶ] κλῆρος ἦν οἰκεῖος αὐτῷ, καὶ ὅσα, ὑπὲρ Αἰγύπτου πρὸς Λιβύην συρόμενα, τό τε ἄγνωστον τέλος
10.3.14
ἔχει καὶ τὸ οἰκήσιμον. ταῦτα δὲ ὡς ἐπὶ πλέον εἴρηται, ἐπεί, τό γε ἀκριβῶς, καὶ διαφθορὰς ἔσχε τὰ ἔθνη ἐν ὀλίγοις τισὶ μειρακίοις, ἢ μεταναστᾶσι παρ' ἑτέρους ἤ πού τις καὶ
10.3.15
κατ' ἀρχὰς ἀπατηθεὶς ἑτέρῳ προσῆλθε. πρὸς δὲ τὸ μέγεθος τῆς Προαιρεσίου φύσεως, συστάσεως νεανικῆς καὶ μάλα σφοδρᾶς γενομένης, τῶν ἄλλων ἁπάντων ἐς τοσόνδε ἴσχυσεν ἡ σύστασις, ὥστε τὸν ἄνδρα ἐξόριστον τῶν Ἀθηνῶν εἰργάσατο δεκάσαντες τὸν ἀνθύπατον, καὶ τὴν ἐπὶ λόγοις βασι
10.3.16
λείαν εἶχον αὐτοί. ὁ δὲ καὶ πρὸς τὴν φυγὴν μετὰ πενίας ἰσχυρᾶς ὥσπερ ὁ Πεισίστρατος ἐκπεσὼν κατῆλθε τὸ δεύτερον· ἀλλ' ὁ μὲν διὰ πλοῦτον, Προαιρεσίῳ δὲ ὁ λόγος ἤρκει μόνος, ὥσπερ ὁ Ὁμηρικὸς Ἑρμῆς ἐπὶ τὴν σκηνὴν τὴν Ἀχιλ
10.3.17
λέος κἀν τοῖς πολεμίοις παραπέμπων τὸν Πρίαμον. συνῆν δέ τις αὐτῷ καὶ ἀγαθὴ τύχη νεώτερον ἀνθύπατον κατὰ φήμην ἀγανακτοῦντα ἐπὶ τοῖς γινομένοις ἐπιστήσασα τοῖς πράγ
10.4.1
μασιν. καὶ ὁ μέν, οὕτω βασιλέως ἐπιτρέψαντος, καὶ μεταπεσόντος ὀστράκου, κατῄει τὸ δεύτερον εἰς τὰς Ἀθήνας, οἱ δὲ ἐχθροί, τὸ δεύτερον αὖθις ἑλιχθέντες καὶ συσπειρασάμενοι καθ' ἑαυτούς, ἀνίσταντο καὶ πρὸς τὸ μέλλον ἑτέρας
10.4.2
ἐξηρτύοντο μηχανάς. καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· προηγουμένων δὲ τῶν εὐτρεπιζόντων τὴν κάθοδον, κατελθὼν ὁ Προαιρέσιος (ταῦτα δὲ ἀκριβῶς ὁ Λυδὸς παρὼν Τουσκιανὸς ἐξήγγελλεν, ὃς Προαιρέσιος ἂν ἦν, εἰ μὴ Προαιρέσιος ἦν), κατελθὼν δέ, ὅμως, εὑρίσκει μέν, ὥσπερ τις Ὀδυσσεὺς διὰ μακροῦ παραγενόμενος, ὀλίγους τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Τουσκιανὸς ἦν, ὑγιαίνοντας, καί, ἐπὶ τῷ ἀπίστῳ τοῦ
10.4.3
θαύματος, τοὺς πρὸς ἐκεῖνον βλέποντας· εὑρὼν δέ, καὶ πληρωθεὶς ἀγαθῶν ἐλπίδων" περιμένετε," φησί," τὸν ἀνθύπατον"· ὁ δὲ θᾶττον ἦλθεν ἐλπίδος. ἀφικόμενος δὲ Ἀθήναζε,
10.4.4
συνεκάλει τε τοὺς σοφιστάς, καὶ διετάραττεν ἅπαντα. οἱ δὲ μόλις μὲν καὶ βάδην συνῄεσαν. ἀνάγκης δὲ καλούσης, προβλήματά τε αὐτοῖς προεβλήθη, καὶ κατὰ δύναμιν αὐτῶν ἕκαστος ἐνεχθέντες, ἐκ παρακλήσεως καὶ παρασκευῆς τῶν κρότων συντελουμένων, ἀπηλλάγησαν, καὶ τοὺς Προαι
10.4.5
ρεσίου φίλους εἶχεν ἀθυμία. ὁ δὲ ἀνθύπατος αὐτοὺς τὸ δεύτερον ὡς ἐπὶ τιμαῖς συγκαλέσας, ἅπαντας κατασχεθῆναι κελεύει, καὶ τὸν Προαιρέσιον ἐξαπιναίως εἰσκαλεῖ. οἱ δὲ παρ
10.4.6
ῆσαν ἀγνοοῦντες τὰ μέλλοντα. ὁ δὲ ἀνθύπατος" βούλομαι" ἀνέκραγε," πᾶσιν ὑμῖν ἓν ζήτημα προβαλών, πάντων ὑμῶν ἀκροάσασθαι σήμερον· ἐρεῖ δὲ μεθ' ὑμᾶς, ἢ ὅπως ἂν
10.4.7
βούλησθε, καὶ Προαιρέσιος." τῶν δὲ τὸ πρᾶγμα φανερῶς παραιτησαμένων, καὶ τὰ Ἀριστείδου μετὰ πολλῆς σκέψεως καὶ πόνου (ἔδει γὰρ μηδὲν ἴδιον αὐτοὺς λέγειν), προενεγκόντων δὲ ὅμως ὡς οὐκ εἰσὶ τῶν ἐμούντων ἀλλὰ τῶν ἀκριβούντων, τὸ δεύτερον ἐμβοήσας ὁ ἀνθύπατος" λέγε," φησίν
10.4.8
" ὦ Προαιρέσιε." ὁ δὲ ἀπὸ τῆς καθέδρας εἰς προάγωνά τινα διαλεχθεὶς οὐκ ἀχαρίστως, καὶ τὸν σχέδιον ὅσος ἐστὶν ἐξάρας λόγον, ἀνέστη θαρραλέως ἐπὶ τὸν ἀγῶνα. ἐνταῦθα ὁ μὲν ἀνθύπατος ὅρον τινὰ προβαλεῖν ἕτοιμος ἦν, ὁ δὲ ἀν
10.4.9
ενεγκὼν τὸ πρόσωπον, περιέβλεπε κύκλῳ τὸ θέατρον. ὡς δὲ πολὺ μὲν ἑώρα τὸ πολέμιον, τὸ δὲ φίλιον μικροῦ καὶ δια
10.4.10
λανθάνον, ἐγένετο μὲν κατὰ λόγον ἀθυμότερος· ζέοντος δὲ τοῦ συγχορεύοντος αὐτῷ δαίμονος, περισκοπῶν ἅπαντα, συγκεκαλυμμένους ὁρᾷ περὶ τὴν ἐσχάτην ἄντυγα τοῦ θεάτρου δύο τινὰς ἄνδρας τῶν περὶ ῥητορικὴν τετριμμένων καὶ ὑφ' ὧν ἐπεπόνθει τὰ πλεῖστα τῶν κακῶν, καὶ ἀναβοήσας" ὦ θεοί," φησίν" ἐνταῦθα οἱ βέλτιστοι καὶ σοφοί. τούτους ἐμοὶ κέλευσον, ἀνθύπατε, προβαλεῖν· ἴσως γὰρ ὅτι ἠσέβη
10.4.11
σαν πεισθήσονται." οἱ μὲν οὖν ταῦτα ἀκούσαντες, εἰς τὸν ὄχλον τε τῶν καθημένων κατεδύοντο, καὶ διαλανθάνειν
10.4.12
ἔσπευδον. ὁ δὲ ἀνθύπατος, διαπέμψας τινὰς τῶν στρατιωτῶν, εἰς μέσον αὐτοὺς περιήγαγε· καὶ καταστήσας ἔκ τινος προτροπῆς τὸ προβαλεῖν τὸν καλούμενον ὅρον, ὡς ἐκεῖνοι, βραχύν τινα χρόνον σκεψάμενοι καὶ πρὸς ἀλλήλους διαλεχθέντες, τὸν τραχύτατον ὧν ᾔδεσαν καὶ φαυλότατον ἐξήνεγκαν, ἰδιωτικὸν καὶ τοῦτον, καὶ οὐ βάσιμον ῥητορικῇ πομπείᾳ, ταυρηδὸν μὲν αὐτοὺς ὑπέβλεψε, πρὸς δὲ τὸν ἀνθύ
10.4.13
πατον·" ἃ πρὸ τοῦ ἀγῶνος αἰτῶ δίκαια, ταῦτά σε ἱκετεύω δοῦναι"· τοῦ δὲ εἰπόντος ὡς οὐδενὸς ἀτυχήσει δικαίου," ἀξιῶ" φησί" δοθῆναί μοι τοὺς ταχέως γράφοντας, καὶ στῆναι κατὰ τὸ μέσον οἳ καθ' ἡμέραν μὲν τὴν τῆς Θέμιδος γλῶτταν ἀποσημαίνονται, σήμερον δὲ τοῖς ἡμετέροις ὑπη
10.5.1
ρετήσονται λόγοις." τοῦ δὲ παρελθεῖν τοὺς ἄκρους τῶν γραφέων ἐπιτρέψαντος, οἱ μὲν ἑκατέρωθεν ἔστησαν ἐς τὴν γραφὴν ἕτοιμοι, καὶ τὸ μέλλον οὐδεὶς ἠπίστατο· τοῦ δὲ εἰπόντος ὡς" καὶ ἕτερον αἰτήσω βαρύτερον," εἶτα κελευ
10.5.2
σθέντος εἰπεῖν," κροτείτω με" φησί" μηδὲ εἷς." ὡς δὲ καὶ τοῦτο μετὰ πολλοῦ πᾶσιν ἐπετέ φόβου, ἄρχεται μὲν ὁ Προαιρέσιος λέγειν ῥύδην, κατὰ τὸν κρότον ἀναπαύων ἑκάστην περίοδον, τὸ δὲ ἀναγκαίως Πυθαγορικὸν θέατρον ὑπὸ τοῦ θαύματος καταρρηγνύμενον, μυκηθμοῦ καὶ στόνου διάμεστον ἦν. ὡς δὲ ὁ λόγος ἐπεδίδου, καὶ ὁ ἀνὴρ ὑπὲρ πάντα ἐφέρετο λόγον καὶ πᾶσαν δόξαν ἀνθρωπίνην, πρόεισι μὲν εἰς θάτερον μέρος καὶ συμπληροῖ τὴν κατάστασιν·
10.5.3
ἐνθουσιῶν δὲ καὶ πηδῶν, ὥσπερ ἀναπολόγητον τὸ λειπόμενον ἀφιεὶς μέρος, εἰς τὴν ἐναντίαν ὑπόδεσιν ἐπαφῆκε τὸν λόγον. καὶ οἱ γράφοντες μόλις εἵποντο, καὶ τὸ θέατρον μόλις σιωπᾶν ἠνείχετο, καὶ πλῆθος ἦν τῶν εἰρημένων. ἐπιστρέψας εἰς τοὺς γράφοντας τὸ πρόσωπον," ὁρᾶτε ἀκριβῶς" ἔφη" εἰ πάντα ταῦτα ἃ προλαβὼν εἶπον μέμνημαι"· καὶ μηδὲ περὶ μίαν λέξιν σφαλείς, τὰ αὐτὰ δεύτερον ἀπήγγελλεν.
10.5.4
οὔτε ὁ ἀνθύπατος ἐνταῦθα τοὺς ἑαυτοῦ νόμους ἐφύλαττεν, οὔτε τὸ θέατρον τὰς ἀπειλὰς τοῦ ἄρχοντος· καὶ τὰ στέρνα τοῦ σοφιστοῦ περιλιχμησάμενοι καθάπερ ἀγάλματος ἐνθέου πάντες οἱ παρόντες, οἱ μὲν πόδας, οἱ δὲ χεῖρας προσεκύνουν,
10.5.5
οἱ δὲ θεὸν ἔφασαν, οἱ δὲ Ἑρμοῦ Λογίου τύπον· οἱ δὲ ἀντίτεχνοι διὰ φθόνον παρεθέντες ἔκειντο, τινὲς δὲ αὐτῶν οὐδὲ κείμενοι τῶν ἐπαίνων ἠμέλουν. ὁ δὲ ἀνθύπατος καὶ δορυφορῶν μετὰ πάντων [ἢ τῶν δυνάμεων] ἐκ τοῦ θεάτρου
10.5.6
παρέπεμψε. μετὰ ταῦτα οὐδεὶς ἀντέλεγεν, ἀλλ' ὥσπερ ὑπὸ σκηπτοῦ πληγέντες, ἅπαντες συνεχώρησαν εἰς τὸ εἶναι κρείττονι. χρόνῳ δὲ ὕστερον ἀναφέροντες, ὥσπερ αἱ τῆς Ὕδρας κεφαλαί, πρὸς τὸ οἰκεῖον ἀνωρθοῦντο καὶ διηγείροντο, καὶ τραπέζαις τε πολυτελέσι καὶ θεραπαινιδίοις κομψοῖς τινὰς τῶν ἀκμαζόντων δελεάζοντες, ὥσπερ οἱ τῶν βασιλέων ἔννομον καὶ ὀρθὴν μάχην νενικημένοι, ἐν τοῖς ἀπόροις εἰς τὸ ἔσχατον συνελθόντες ἐπὶ ψιλοὺς καὶ σφενδονήτας καὶ γυμνήτας καὶ τὸ εὐτελὲς ἐπικουρικὸν καταφεύγουσιν, οὐ ταῦτα τιμῶντες ἐξ ἀρχῆς, ὅμως δὲ δι' ἀνάγκην
10.5.7
ταῦτα τιμῶντες· οὕτω κἀκεῖνοι πρὸς ἀναγκαῖον συμμαχικὸν ἐπτοημένοι, τοιαύτας ἐπιβουλὰς ἤρτουν, αἰσχρὰς μέν, ἀν
10.5.8
επίφθονοι δὲ ἦσαν, εἴ τις ἑαυτὸν καὶ κακῶς φιλεῖ. εἶχον γοῦν
10.5.9
ἑταίρων πλῆθος, καὶ ἀπήντα τὸ σόφισμα κατὰ λόγον αὐτοῖς. τὸ δὲ Προαιρεσίου τυραννὶς ἐδόκει τις εἶναι, καὶ εὐτυχεῖν
10.5.9
ἡ ἀρετὴ τῶν λόγων ἐδόκει καλῶς· ἢ γὰρ οἱ νοῦν ἔχοντες ἅπαντες αὐτὸν ᾑροῦντο, ἢ οἱ προσελθόντες εὐθὺς νοῦν εἶχον ὅτι Προαιρέσιον ᾕρηντο.
10.6.1
Κατὰ δὲ τούτους τοὺς χρόνους ἤνεγκεν ὁ βασιλικὸς τῆς αὐλῆς ὅμιλος ἄνδρα καὶ δόξης ἐραστὴν καὶ λόγων. ἦν μὲν γὰρ ἐκ Βηρυτοῦ πόλεως, καὶ Ἀνατόλιος ἐκαλεῖτο· οἱ δὲ βασκαίνοντες αὐτῷ καὶ Ἀζουτρίωνα ἐπίκλησιν ἔθεντο, καὶ ὅ τι μὲν τὸ ὄνομα σημαίνειν βούλεται ὁ κακοδαίμων ἴστω τῶν
10.6.2
θυμελῶν χορός. δόξης δὲ ἐραστὴς ὁ Ἀνατόλιος καὶ λόγων γενόμενος, ἀμφοτέρων ἔτυχεν· καὶ τῆς τε νομικῆς τελουμένης παιδείας εἰς ἄκρον ἀφικόμενος, ὡσὰν πατρίδα ἔχων τὴν Βηρυτὸν ἣ τοῖς τοιούτοις μήτηρ ὑποκάθηται παιδεύμασι, καὶ διαπλεύσας εἰς τὴν Ῥώμην, καὶ φρονήματος ἐμπλησθεὶς καὶ λόγων ὕψος ἐχόντων καὶ βάρος, εἰσφρήσας τε εἰς τὰ βασίλεια, ταχὺ μάλα πρῶτος ἦν, καὶ διὰ πάσης ἐλθὼν ἀρχῆς, ἐν πολλαῖς τε ἀρχαῖς εὐδοκιμήσας (καὶ γὰρ οἱ μισοῦντες αὐτὸν ἐθαύμαζον), προϊὼν καὶ εἰς τὸν ἔπαρχον τῆς αὐλῆς ἤλασεν·
10.6.3
ἡ δὲ ἀρχὴ βασιλεία ἐστὶν ἀπόρφυρος. τυχὼν δὲ κατὰ τὴν ἑαυτοῦ φιλοτιμίαν τύχης ἀξίας (τὸ γὰρ καλούμενον Ἰλλυρικὸν ἐπετέτραπτο), καὶ φιλοθύτης ὢν καὶ διαφερόντως Ἕλλην (καί τοί γε ἡ κοινὴ κίνησις πρὸς ἑτέρας ἔφερε ῥοπάς), ἐξὸν αὐτῷ πρὸς τὰ καίρια τῆς ἀρχῆς ἐλθεῖν, καὶ διοικεῖν ἕκαστα πρὸς ὃ βούλοιτο, ὁ δέ, χρυσῆς τινὸς αὐτὸν μανίας ὑπολαβούσης ἰδεῖν τὴν Ἑλλάδα, καὶ τὰ τῶν λόγων εἴδωλα διὰ τῆς παιδεύσεως ἐπὶ τὴν αἴσθησιν, μεθ' οὕτως ἀριπρεποῦς ἀξιώματος φερόμενος, συλλαβεῖν, καὶ τὸ νοούμενον ἐκ τῶν ἀρχαίων ἰνδαλμάτων φάντασμα ἐπὶ τὴν ὄψιν σπάσαι,
10.6.4
πρὸς τὴν Ἑλλάδα ἔσπευσε. καὶ πρόβλημά γέ τι τοῖς σοφισταῖς προπέμψας (ἐτεθήπεσαν δὲ αὐτὸν ἡ Ἑλλάς, τό τε φρόνημα ἀκούοντες καὶ τὴν παιδείαν, καὶ ὅτι ἀκλινὴς ἦν καὶ ἀδωροδόκητος), ἐκέλευεν ἅπαντας τὸ αὐτὸ μελετᾶν
10.6.5
πρόβλημα. οἱ δὲ τοῦτο αὐτὸ ἐπιτηδεύοντες καὶ κατὰ τὴν ἑκάστην ἡμέραν ἀλλήλοις ἐπιβουλεύοντες, ὅμως (ἀνάγκη γὰρ ἐκέλευεν) συνεκρίθησαν, καὶ περὶ τῆς καλουμένης στάσεως τοῦ προβλήματος πολλοὺς ἐν ἀλλήλοις λόγους ἀντεπιχειρήσαντες (οὐκ ἔγνω τούτου τοῦ πράγματος γελοιότερον ὁ συγγραφεύς), διεκρίθησαν ἀπ' ἀλλήλων ἕκαστος, διὰ φιλοτιμίαν ἕκαστος ἐπαινῶν τὴν ἰδίαν δόξαν καὶ πρὸς τὰ
10.6.6
μειράκια φιλοτιμούμενος. ὡς δὲ βαρύτερος ἦν τῆς Περσικῆς ἐκείνης καὶ πολυυμνήτου στρατιᾶς ἐπὶ τὴν Ἑλλάδα κατιὼν ὁ Ἀνατόλιος, καὶ ὁ κίνδυνος ἦν παρὰ πόδας οὐ τοῖς Ἕλλησιν ἀλλὰ τοῖς σοφιστεύουσιν, ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες (προσεγεγένητο γὰρ αὐτοῖς καὶ Ἱμέριός τις σοφιστὴς ἐκ Βιθυνίας· οὐκ ἔγνω τοῦτον ὁ συγγραφεύς, πλὴν ὅσα γε διὰ συγγραμμάτων), ἐταλαιπωροῦντο δὲ ὅμως ἅπαντες, καὶ πολλῷ καμάτῳ παρετείνοντο, τὴν δόξασαν ἕκαστος
10.6.7
μελετῶντες στάσιν. ἐνταῦθα ὁ Προαιρέσιος θαρσῶν τῇ φύσει, βαρὺς ἦν οὔτε φιλοτιμούμενος οὔτε ἐκφέρων τὸ ἀπόρ
10.6.8
ρητον. ὁ δὲ Ἀνατόλιος ἐγγύθεν, καὶ εἰσεδήμησεν Ἀθήναζε. θύσας δὲ θαρσαλέως καὶ περιελθὼν τὰ ἱερὰ πάντα, ᾗ θεσμὸς ἱερὸς ἐκέλευεν, ἐξεκάλει τοὺς σοφιστὰς ἐπὶ τὸν ἀγῶνα. καὶ οἱ παρόντες ἕκαστος πρῶτος ἐς τὴν ἐπίδειξιν ἠπείγετο·
10.6.9
οὕτω φίλαυτόν τι χρῆμα ἄνθρωπος· ὁ δὲ Ἀνατόλιος καὶ τοὺς κροτοῦντας, τὰ μειράκια, ἐγέλα, καὶ τοὺς πατέρας ἠλέει τῆς τῶν παίδων παιδείας ὑπὸ τίσιν παιδεύονται. ἐκάλει
10.6.10
δὲ τὸν Προαιρέσιον· μόνος γὰρ ἀπολέλειπτο· ὁ δὲ θεραπεύσας τινὰ τῶν οἰκείων αὐτοῦ καὶ πάντα ἐξειδότων, μαθὼν τὴν στάσιν ἣν ἐπαινεῖ (τοῦτο γὰρ ὁ συγγραφεὺς ἔφη γελοῖον ἐν τοῖς ἄνω λόγοις), καί τοί γε οὐδενὸς ἦν ἄξιον λόγου, οὐδὲ Ἀνατόλιον ἔδει ταῦτα νικᾶν, ὅμως πρός τε τὴν κλῆσιν ὑπήκουσεν ἀθρόως, καὶ πρὸς ἐκείνην τὴν στάσιν διαθέμενος τὸν ἀγῶνα, ἐς τοσόνδε ἤρκεσε πρὸς τὸ κάλλος τοῦ λόγου, ὥστε ἐπήδα τε ὁ Ἀνατόλιος, καὶ τὸ θέατρον βοῶν τε ἐρρή
10.6.11
γνυτο, καὶ οὐδεὶς ἦν ὃς οὐχὶ θεὸν ὑπελάμβανε. τιμήσας οὖν ἐκεῖνον διαφερόντως φαίνεται, καί τοί γε τοὺς ἄλλους μόλις
10.6.12
ἀξιώσας τῆς ἑαυτοῦ τραπέζης. (ὁ δὲ Ἀνατόλιος σοφιστὴς ἦν ἐν τοῖς κατ' εὐωχίαν καὶ πρὸς συμπόσιον· οὐδὲ τὸ συμπόσιον ἦν ἄλογον καὶ ἀπαίδευτον. ἀλλὰ ταῦτα μὲν ἐγένετο πρὸ πολλῶν χρόνων, καὶ οὕτως ἐξηκρίβου τὴν
10.6.13
ἀκοὴν ὁ συγγραφεύς. ὁ δὲ Ἀνατόλιος καὶ τὸν Μιλήσιον ὑπερεθαύμαζεν, ὃς ἦν μὲν ἐκ Σμύρνης τῆς Ἰωνικῆς, φύσεως δὲ ἀρίστης τυχών, ἐς ἀφιλότιμόν τινα καὶ σχολαστὴν ἑαυτὸν ἐμβαλὼν βίον, πρός τε ἱεροῖς ἦν καὶ γάμων ἠμέλησε, ποίησίν τε ἅπασαν καὶ μέλος ἐξήσκησε, καὶ ποιήσεως ὅσον ἐπαινοῦσι Χάριτες. οὕτω γοῦν εἷλε τὸν Ἀνατόλιον, ὥστε καὶ
10.6.14
Μοῦσαν ἐκάλει τὸν ἄνθρωπον. Ἐπιφανίου δὲ τοῦ σοφιστεύοντος τὰ ζητήματα διαιρέσεις ἔφασκεν, εἰς μικρολογίαν
10.6.15
καὶ περιττὴν ἀκρίβειαν κωμῳδῶν τὸν παιδεύοντα). περὶ δὲ τῆς διαφωνίας αὐτῶν τῆς κατὰ τὴν στάσιν, διασιλλαίνων ἅπαντας," εἰ πλείους" ἔφη"† τῶν δεκατριῶν† ἐτύγχανον οἱ σοφιστεύοντες, τάχ' ἂν ἑτέρας προσεξεῦρον στάσεις, ἵνα διαφόρως ἓν πρόβλημα μελετήσωσιν." Προαιρέσιον δὲ πάν
10.7.1
των ἕνεκε μόνον ὑπερεθαύμαζεν. ἐτύγχανε δὲ ὁ Προαιρέσιος οὐ πρὸ πολλοῦ χρόνου μετάπεμπτος ὑπὸ τοῦ βασιλεύοντος γεγονὼς Κώνσταντος ἐς τὰς Γαλλίας, καὶ κρατήσας τοῦ βασιλεύοντος ἐς τοσοῦτον, ὥστε ὁμοτράπεζος ἅμα τοῖς τιμιωτάτοις ἦν αὐτῷ, καὶ ὅσον γε τῶν ἐκείνῃ τότε ἀνθρώπων οὐκ ἐξικνοῦντο τούς τε λόγους ἀναθεωρεῖν καὶ τὰ ἀπόρρητα τῆς ψυχῆς θαυμάζειν, πρὸς τὴν ὄψιν καὶ τὰ φαινόμενα μεταφέροντες τὴν ἔκπληξιν, τοῦ τε σώματος αὐτοῦ τὸ κάλλος καὶ τὸ ὕψος ἐτεθήπεσαν, ὥσπερ ἐς ἀνδριάντα τινὰ καὶ τὸ κολοσ
10.7.2
σὸν μόλιν ἀναβλέποντες· οὕτω τὰ πάντα ἦν ὑπὲρ ἄνθρωπον. τήν γε μὴν καρτερίαν ὁρῶντες, ὄντως ἀπαθῆ τινα καὶ σιδήρεον ὑπελάμβανον, ὅτι λεπτὸν ἔχων τριβώνιον, ἀνυπόδητος, τρυφῆς περιουσίαν ἐτίθετο τοὺς Γαλατικοὺς χειμῶνας
10.7.3
καὶ πεπηγότα σχεδόν τι τὸν Ῥῆνον ἔπινεν· καὶ τόν γε ὅλον οὕτω διετέλεσε βίον, ἀπείρατος θερμοῦ γενόμενος ποτοῦ. ἀπέστειλε γοῦν αὐτὸν ὁ βασιλεὺς εἰς τὴν μεγάλην Ῥώμην, φιλοτιμούμενος οἵων βασιλεύειν ἔλαχεν· οἱ δὲ οὐκ εἶχον ὅ τι θαυμάσουσιν, οὕτω πάντα ἦν παρὰ τὴν ἀνθρωπίνην φύσιν.
10.7.4
πολλὰ δὲ ἐπὶ πολλοῖς ἀγασθέντες, καὶ τυχόντες ἐπαίνων, ἀνδριάντα κατασκευασάμενοι χαλκοῦν ἰσομέτρητον, ἀνέθηκαν ἐπιγράψαντες· Η ΒΑΣΙΛΕΥΟΥΣΑ ΡΩΜΗ ΤΟΝ ΒΑΣΙΛΕΥΟΝΤΑ ΤΩΝ ΛΟΓΩΝ.
10.7.5
Ὁ δὲ βασιλεὺς ἀπιόντα πάλιν Ἀθήναζε καὶ δωρεὰν αἰτεῖν ἔδωκεν. ὁ δὲ τῆς ἑαυτοῦ φύσεως ἄξιον ᾔτησε, νήσους οὐκ ὀλίγας οὐδὲ μικρὰς εἰς ἀπαγωγὴν φόρου καταστρεψάμενος ταῖς Ἀθήναις. ὁ δὲ καὶ ταῦτα ἔδωκεν, καὶ προσέθηκε τὸ μέγιστον τῶν ἀξιωμάτων, στρατοπεδάρχην ἐπιτρέψας καλεῖσθαι, ὅπως νεμεσῴη μηδεὶς εἰ τοσαῦτα ἐκ τοῦ δημοσίου
10.7.6
κομίζοιτο. ταύτην τὴν δωρεὰν ἔδει βεβαιοῦν τὸν τῆς αὐλῆς ἔπαρχον (νεωστὶ γὰρ παρῆν ἐκ Γαλατίας ὁ ἔπαρχος)· καὶ μετὰ τοὺς ἐπὶ τοῖς λόγοις ἐκείνους ἀγῶνας, παρὰ τὸν Ἀνατόλιον ἐλθών, ἠξίου βεβαιοῦν τὴν χάριν, καὶ συνηγόρους ἐκάλεσε μόνους, ἀλλὰ σχεδόν τι πάντας τοὺς πεπαιδευμέ
10.7.7
νους ἐκ τῆς Ἑλλάδος· πάντες γὰρ ἦσαν Ἀθήνησι διὰ τὴν ἐπιδημίαν. ὡς δὲ ἐπληρώθη τὸ θέατρον, καὶ ὁ Προαιρέσιος ἠξίου τοὺς συνηγόρους λέγειν, παραδραμὼν τὴν ἁπάντων δόξαν ὁ ἔπαρχος, καὶ βασανίζων τὸν Προαιρέσιον ἐς τὸ σχέδιον" λέγε," φησίν," ὦ Προαιρέσιε· αἰσχρὸν γάρ ἐστιν καὶ λέγειν καὶ βασιλέα ἐπαινεῖν σοῦ παρόντος ἕτερον."
10.7.8
ἐνταῦθα ὁ Προαιρέσιος, ὥσπερ ἵππος εἰς πεδίον κληθείς, τοὺς ἐπὶ τῇ δωρεᾷ λόγους, τόν τε Κελεὸν καὶ Τριπτόλεμον καὶ τὴν Δήμητρος ἐπιδημίαν ἐπὶ τῇ τοῦ σίτου δωρεᾷ παρήγαγεν, καὶ τὴν τοῦ βασιλέως χάριν ἐκείνοις προσάπτων τοῖς διηγήμασι, ταχὺ μάλα μετέστησεν εἰς τὸν ἀρχαῖον ὄγκον τὰ γινόμενα, καὶ τοῖς λεγομένοις ἐπεχόρευεν, ἐπιδεικνύμενος ἐς τὴν ὑπόθεσιν· καὶ ὁ τῶν λόγων ἔλεγχος ἦν αὐτῷ φιλοτιμία.
10.7.9
Γάμος δὲ αὐτῷ συνέπεσεν ἐξ Ἀσίας, τῆς Τραλλιανῶν πόλεως· Ἀμφίκλεια μὲν ὄνομα τῇ γυναικί· θυγάτρια δὲ αὐτοῖς ἐγενέσθην τοσοῦτον παραλλάττοντα κατὰ τὴν ἡλικίαν χρόνον, ὅσος ἐς τὸ κυεῖν καὶ γίνεσθαι καταναλίσκεται. προελθόντα δὲ εἰς ὥραν ἐν ᾗ πάγκαλόν τι χρῆμα καὶ μακάριον παιδίον, καὶ τὴν τοῦ πατρὸς ψυχὴν ὑφ' ἡδονῆς ἀνασείσαντα, ἐν ὀλίγαις ἡμέραις ἄμφω τοὺς πατέρας ἀπέλιπεν, ὥστε μικροῦ τὸ πάθος καὶ τῶν προσηκόντων ἐκβα
10.7.10
λεῖν λογισμῶν τὸν Προαιρέσιον. ἀλλὰ πρὸς τοῦτο μὲν ἤρκεσεν ἡ Μιλησίου μοῦσα, τὰς ἁρμονικὰς ἀναψαμένη χάριτας, καὶ πολλὰ πεσοῦσα μετ' ἀφροδίτης, καὶ τὸν λογισμὸν ἀνακαλουμένη. τοῖς δὲ Ῥωμαίοις ἀξιοῦσιν ὁμιλητὴν ἴδιον ἀποπέμπειν, ὁ Προαιρέσιος τὸν Εὐσέβιον ἐξέπεμψεν, ὃς ἦν μὲν ἐξ Ἀλεξανδρείας,– ἐναρμόσειν ἄλλως ἐδόκει τῇ πόλει, κολακεύειν τε εἰδὼς καὶ σαίνειν τὸ ὑπερέχον– στασιώδης
10.7.11
δὲ κατὰ τὰς Ἀθήνας ἐφαίνετο. καὶ ἅμα ἐβούλετο μεῖζον τὸ καθ' ἑαυτὸν ποιεῖν, ἄνδρα πέμπων πολιτικῆς κακοτεχνίας οὐκ ἀμύητον· ἐπεὶ τά γε κατὰ ῥητορικὴν ἐξαρκεῖ τοσοῦτον
10.7.12
εἰπεῖν ὅτι ἦν Αἰγύπτιος. τὸ δὲ ἔθνος ἐπὶ ποιητικῇ μὲν σφόδρα μαίνονται, ὁ δὲ σπουδαῖος Ἑρμῆς αὐτῶν ἀποκεχώρηκεν.
10.7.13
ἐπανέστη δὲ αὐτῷ ὁ Μουσώνιος, εἰς σοφιστικὴν ὁμιλητὴς ὢν αὐτοῦ (περὶ οὗ πολλὰ διὰ τὰς ἄλλας ἐν τοῖς διεξοδικοῖς γέγραπται), καὶ ὅτε γε ἀντῆρε, καταμαθὼν πρὸς τίνα ἔχει τὸν ἀγῶνα, ταχὺ μάλα ἐπὶ τὴν πολιτικὴν κατεπήδησεν.
10.8.1
Ἰουλιανοῦ δὲ βασιλεύοντος, τόπῳ τοῦ παιδεύειν ἐξειργόμενος (ἐδόκει γὰρ εἶναι χριστιανός) συνορῶν τὸν ἱεροφάντην ὥσπερ Δελφικόν τινα τρίποδα πρὸς τὴν τοῦ μέλλοντος πρόνοιαν πᾶσι τοῖς δεομένοις ἀνακείμενον, σοφίᾳ
10.8.2
τινὶ περιῆλθε ξένῃ τὴν πρόγνωσιν. ἐμέτρει μὲν γὰρ ὁ βασιλεὺς τὴν γῆν τοῖς Ἕλλησιν εἰς τὸν φόρον, ὅπως μὴ βαρύνοιντο· ὁ δὲ Προαιρέσιος ἠξίωσεν αὐτὸν ἐκμαθεῖν παρὰ τῶν θεῶν, εἰ βέβαια μένει τὰ τῆς φιλανθρωπίας. ὡς δὲ ἀπέφησεν, ὁ μὲν ἔγνω τὸ πραχθησόμενον, καὶ ἦν εὐθυμότερος.
10.8.3
ὁ δὲ συγγραφεὺς κατὰ τουτονὶ τὸν χρόνον ἐς ἕκτον που καὶ δέκατον ἔτος τελῶν, παρῆλθέν τε εἰς τὰς Ἀθήνας καὶ τοῖς ὁμιληταῖς ἐγκατεμίγη· καὶ ἀγαπηθεὶς ὑπ' αὐτοῦ καθάπερ παῖς γνήσιος, ἠπείγετο μὲν μετὰ πέμπτον ἔτος εἰς τὴν Αἴγυπτον, οἱ δὲ πατέρες καλοῦντες ἐπὶ Λυδίας ἐξεβιάσαντο· κἀκείνῳ μὲν σοφιστικὴ προὔκειτο, καὶ πρὸς τοῦτο
10.8.4
ἐξεκάλουν ἅπαντες. Προαιρέσιος δὲ ἐξ ἀνθρώπων ἀνεχώρει μετ' οὐ πολλὰς ἡμέρας· τοσοῦτος καὶ τοιοῦτος γενόμενος καὶ διαπλήσας τῶν ἑαυτοῦ λόγων τε καὶ ὁμιλητῶν τὴν οἰκουμένην. ἘΠΙΦΑΝΙΟΣ· οὗτος ἦν μὲν ἐκ Συρίας, δεινότατος δὲ εἶναι περὶ τὰς διακρίσεις δόξας τῶν ζητημάτων, τὸν δὲ λόγον ἀτονώτερος, ὅμως ἀντεσοφίστευσέν τε Προαιρεσίῳ καὶ εἰς πολὺ δόξης ἐχώρησεν· οὐ γὰρ φέρει τὸ ἀνθρώπινον ἕνα θαυμάζειν, ἀλλ' ἐγκεκλικὸς καὶ ἡττώμενον ὑπὸ φθόνου, τοῖς πολυκρατοῦσι καὶ ὑπερέχουσιν ἕτερον ἀντικαθίστησιν, ὥσπερ ἐν φυσικῇ τὰς ἀρχὰς ἐκ τῶν ἐναντίων λαμβάνοντες.