Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 12 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.2
ἀνθρώπους ὅ τι εἰσὶν ἐν διατριβῆς εἶχεν [ἐν] μέρει. τοῦτον ἐγίγνωσκεν ὁ συγγραφεύς, καὶ ἠκροάσατό γε πολλάκις δημοσίᾳ λέγοντος. παραθεῖναι δὲ τῇ γραφῇ τῶν λεχθέντων καὶ μνημονευθέντων οὐδὲν ἐδόκει καλῶς ἔχειν· μνήμη γάρ
12.1.3
ἐστιν ἀξιολόγων ἀνδρῶν, οὐ χλευασμός, ἡ γραφή. ἀλλ' ὅμως ἐπιτάφιόν τε εἰπεῖν τινα τοῦ Προαιρεσίου λέγεται (προαπῆλθε γὰρ ὁ Προαιρέσιος), καί τι τοιοῦτο ἐπιφθέγξασθαι διαμνημονεύουσιν ἐπὶ τῇ Σαλαμῖνι καὶ τοῖς Μηδικοῖς·" ὦ
12.1.4
Μαραθὼν καὶ Σαλαμίν, νῦν σεσίγησθε. οἵαν σάλπιγγα τῶν ὑμετέρων τροπαίων ἀπολωλέκατε." οὗτος ἀπέλιπε δύο παῖδας ἐπὶ τρυφὴν καὶ πλοῦτον ὁρμήσαντας. ΣΩΠΟΛΙΣ. Καὶ Σωπόλιδος ἠκροάσατο πολλάκις ὁ ταῦτα γράφων. καὶ ἦν ἀνὴρ εἰς τὸν ἀρχαῖον χαρακτῆρα τὸν λόγον ἀναφέρειν βιαζόμενος, καὶ τῆς ὑγιαινούσης Μούσης ψαύειν ὀριγνώμενος. ἀλλ' ἔκρουε μὲν τὴν θύραν ἱκανῶς, ἠνοίγετο δὲ οὐ πολλάκις· ἀλλ' εἴ πού τι καὶ ψοφήσειεν ἐκεῖθεν, λεπτόν τι καὶ ἀσθενὲς παρωλίσθαινεν ἔσωθεν τοῦ

Intertext edge

Open linked passage

Note