Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.2
Προαιρεσίου τελευτήσαντος, Ἀθήναζε ἠπείγετο. εὔκολος δὲ ἀνὴρ εἰπεῖν καὶ συνηρμοσμένος· κρότον δὲ ἔχει καὶ ἦχον ἡ συνθήκη πολιτικόν· καί που σπάνιος καὶ παρὰ τὸν θεῖον Ἀριστείδην ἵσταται. ἐπὶ θυγατρὶ δὲ ἐτελεύτα, τῆς ἱερᾶς νόσου πρὸς γήρᾳ μακρῷ καταλαβούσης αὐτόν. ΠΑΡΝΑΣΙΟΣ. Ἐν τούτοις ἦν τοῖς χρόνοις καὶ Παρνάσιος ἐπὶ τοῦ παιδευτικοῦ θρόνου, ὁμιλητὰς εὐαριθμήτους ἔχων· καὶ τοῦ γε ὀνόματος οὐκ ἀπεστερημένος. ΛΙΒΑΝΙΟΣ. Λιβάνιον δὲ Ἀντιόχεια μὲν ἤνεγκεν ἡ τῆς Κοίλης καλουμένης Συρίας πρώτη πόλεων, Σελεύκου τοῦ Νικάτορος ἐπικληθέντος ἔργον. ἦν δὲ τῶν εὖ γεγονότων