Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 16 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1.2
καὶ εἰς τοὺς ἄκρους ἐτέλει. νέος δὲ ὢν ἔτι καὶ κύριος ἑαυτοῦ, πατέρων ἀπολελοιπότων, ἀφικόμενος Ἀθήναζε, οὔτε ὡς ἐκ Συρίας Ἐπιφανίῳ προσῆλθε μεγίστην ἔχοντι δόξαν, οὔτε παρὰ Προαιρέσιον ἐφοίτησε, ὡς ἐν τῷ πλήθει τῶν ὁμιλητῶν καὶ μεγέθει τῆς δόξης τῶν διδασκάλων καλυφθησόμενος. ἐνεδρευθεὶς δὲ ὑπὸ τῶν Διοφαντείων, Διοφάντῳ προσ
16.1.3
ένειμεν ἑαυτόν· καί, ὡς οἱ πάνυ τὸν ἄνδρα καταμεμαθηκότες ἔφασκον, ταῖς μὲν ὁμιλίαις καὶ συνουσίαις, τὸ γεγονὸς συμμαθών, ἐλάχιστα παρεγίνετο, καὶ τῷ διδασκάλῳ τις ὀχληρὸς οὐκ ἦν· αὐτὸς δὲ ἑαυτὸν ἐπὶ ταῖς μελέταις συνεῖχεν, καὶ πρὸς τὸν ἀρχαῖον ἐξεβιάζετο τύπον, τὴν ψυχὴν
16.1.4
διαπλάττων καὶ τὸν λόγον. ὥσπερ οὖν οἱ πολλάκις πέμποντες, ἔστιν ὅτε καὶ τυγχάνοντες τοῦ σκοποῦ, καὶ τὸ συνεχὲς τῆς μελέτης αὐτοῖς διὰ τῆς γυμνασίας τῶν ὀργάνων ὡς ἐπὶ τὸ πλεῖστον εὐστοχίας οὐκ ἐπιστήμην ἔφυσεν,
16.1.5
ἀλλὰ τὴν τέχνην· οὕτω καὶ Λιβάνιος, ἐκ τοῦ ζήλου καὶ τῆς παραθέσεως τῆς κατὰ μίμησιν, προσαρτῶν ἑαυτὸν καὶ παραξέων ἡγεμόσιν ἀρίστοις, τοῖς ἀρχαίοις καὶ οἷς ἐχρῆν ἑπόμενος, ἴχνος τε ἄριστον ἐνέβαινε καὶ ἀπήλαυσε τῆς ὁδοῦ
16.1.6
εἰκότα. θαρσήσας δὲ ἐπὶ τῷ λέγειν καὶ πείσας ἑαυτὸν ὡς ἐνάμιλλος εἴη τοῖς ἐπὶ τούτῳ μέγα φρονοῦσι, οὐχ εἵλετο περὶ μικρὰν πόλιν κρύπτεσθαι, καὶ συγκαταπίπτειν τῷ τῆς πόλεως ἀξιώματι, ἀλλ' ἐπὶ τὴν Κωνσταντίνου πόλιν διαβαλὼν ἄρτι παριοῦσαν εἰς μέγεθος καὶ ἀκμάζουσαν, καὶ δεομένην ἔργων τε ὁμοῦ καὶ λόγων οἳ κατακοσμήσουσιν, ταχὺ μάλα καὶ κατ' αὐτὴν ἐξέλαμψεν, εἰς συνουσίαν τε ἄριστος καὶ χαριέστατος φανείς, καὶ εἰς ἐπίδειξιν λόγων ἐπαφρόδιτος.
16.1.7
διαβολῆς δὲ αὐτῷ τινος γενομένης περὶ τὰ μειράκια– θεμιτὸν οὐκ ἦν ἐμοὶ γράφειν, ἐς μνήμην ἀξιολόγων ἀνέντι τὴν γραφήν– ἐκπεσὼν τῆς Κωνσταντίνου πόλεως, κατέσχε τὴν
16.1.8
Νικομήδειαν. κακεῖ δέ, τῆς φήμης ἐπισπομένης καὶ παραθεούσης αὐτῷ διὰ ταχέων ἀποκρουσθείς, ἐπὶ τὴν ἑαυτοῦ πατρίδα καὶ πόλιν ἐπανέρχεται, κἀκεῖ τὸν πάντα ἐβίω χρόνον, μακρὸν καὶ παρατείνοντα γενόμενον.
16.1.9
Μνήμην μὲν οὖν αὐτῷ τὴν πρέπουσαν κἀν τοῖς βιβλίοις τοῖς κατὰ τὸν Ἰουλιανὸν ἡ γραφὴ πεποίηται, τὰ δὲ καθ' ἕκα στον νῦν ἐπεξελεύσεται. οὐδεὶς τῶν συλλεγέντων Λιβανίῳ
16.1.10
καὶ συνουσίας ἀξιωθέντων ἀπῆλθεν ἄδηκτος· ἀλλὰ τό τε ἦθος εὐθὺς οἷός τις ἦν ἔγνωστο, καὶ συνεῖδεν αὐτοῦ τά τε τῆς ψυχῆς ἐπί τε τὸ χεῖρον καὶ τὸ κρεῖττον ῥέποντα, καὶ τοσοῦτος ἦν ἐς τὴν πλάσιν καὶ τὴν εἰς ἑκάτερον ἐξομοίωσιν, ὥστε ὁ μὲν λῆρος ἦν αὐτῷ, τῶν δὲ συνόντων ἕκαστος ἄλλον ὁρᾶν ἑαυτὸν ὑπελάμβανεν. ἔφασκον γοῦν αὐτὸν οἱ πεπειραμένοι, πίνακά τινα καὶ ἐκμαγεῖον εἶναι
16.1.11
παντοδαπῶν ἠθῶν καὶ ποικίλων· οὐδ' ἂν ἥλω ποτὲ πολλῶν καὶ διαφόρων συνεληλυθότων ᾧ μᾶλλον τέρπεται, ἀλλ' ἐπὶ τοῖς ἐναντίοις ἐπῃνεῖτο παρὰ τῶν τὸν ἐναντίον ἐλαυνόντων βίον, καὶ πᾶς τις αὐτὸν τὰ σφέτερα θαυμάζειν ᾤετο· οὕτω
16.1.12
πολύμορφόν τι χρῆμα καὶ ἀλλοπρόσαλλον ἦν. γάμου δὲ καὶ οὗτος ἠμέλησεν, πλὴν ὅσα γε αὐτῷ γυνή τις ξυνῆν, οὐκ ἀπὸ ὁμοίας τῆς ἀξιώσεως.
16.2.1
Ὁ δὲ λόγος αὐτῷ, περὶ μὲν τὰς μελέτας, παντελῶς ἀσθενὴς καὶ τεθνηκὼς καὶ ἄπνους, καὶ διαφαίνεταί γε οὗτος μὴ τετυχηκέναι διδασκάλου· καὶ γὰρ τὰ πλεῖστα τῶν
16.2.2
κοινῶν καὶ παιδὶ γνωρίμων περὶ τὰς μελέτας ἠγνόει· περὶ δὲ ἐπιστολὰς καὶ συνουσίας ἑτέρας, ἱκανῶς ἐπὶ τὸν ἀρχαῖον ἀναφέρει καὶ διεγείρεται τύπον, καὶ χάριτός γε αὐτῷ καὶ κωμικῆς βωμολοχίας καταπέπλησται τὰ συγγράμματα, καὶ ἡ κομψότης περιτρέχει πανταχοῦ διακονουμένη τοῖς λόγοις, καὶ ὃ πάντες οἱ Συροφοίνικες ἔχουσιν κατὰ τὴν κοινὴν ἔν τευξιν ἡδὺ καὶ κεχαρισμένον, τοῦτο παρ' ἐκείνου λαβεῖν μετὰ
16.2.3
παιδείας ἔξεστιν· οἱ μὲν οὖν Ἀττικοὶ μυκτῆρα καὶ ἀστεϊσμὸν αὐτὸ καλοῦσιν· ὁ δὲ ὥσπερ κορυφὴν παιδείας τοῦτο ἐπετήδευσεν, ἐκ τῆς ἀρχαίας κωμῳδίας ὅλος εἰς τὸ ἀπαγγέλλειν εἱλκυσμένος, καὶ τοῦ κατὰ θύραν τερπνοῦ καὶ γοητεύοντος
16.2.4
τὴν ἀκοὴν γινόμενος. παιδείας δὲ ὑπερβολὴν καὶ ἀναγνώσεώς ἐστιν εὑρεῖν ἐν τοῖς λόγοις, λέξεσι κατεγλωττισμέναις ἐντυγχάνοντα. τὰ γοῦν Εὐπόλιδος δένδρα Λαισποδίαν καὶ Δαμασίαν οὐκ ἂν παρῆκεν, εἰ τὰ ὀνόματα ἔγνω τῶν δένδρων,
16.2.5
οἷς νῦν αὐτὰ καλοῦσιν οἱ ἄνθρωποι. οὕτω λέξιν εὑρών τινα περιττὴν καὶ ὑπ' ἀρχαιότητος διαλανθάνουσαν, ὡς ἀνάθημά τι παλαιὸν καθαιρῶν, εἰς μέσον τε ἦγεν καὶ διακαθήρας ἐκαλλώπιζεν, ὑπόθεσίν τε αὐτῇ περιπλάττων ὅλην καὶ διανοίας ἀκολουθούσας, ὥσπερ ἅβρας τινὰς καὶ θεραπαίνας
16.2.6
δεσποίνῃ νεοπλούτῳ καὶ τὸ γῆρας ἀπεξεσμένῃ. ἐθαύμασε μὲν οὖν αὐτὸν ἐπὶ τούτοις καὶ ὁ θειότατος Ἰουλιανός, ἐθαύμασε δὲ καὶ ὅσον ἀνθρώπινον τὴν ἐν τοῖς λόγοις χάριν. καὶ πλεῖστά γε αὐτοῦ περιφέρουσι βιβλία, καὶ ὁ νοῦν ἔχων ἀνα
16.2.7
λεγόμενος ἕκαστον αὐτῶν εἴσεται. ἱκανὸς δὲ ἦν καὶ πολιτικοῖς ὁμιλῆσαι πράγμασι, καὶ παρὰ τοὺς λόγους ἕτερά τινα συντολ
16.2.8
μῆσαι καὶ ῥᾳδιουργῆσαι πρὸς τέρψιν θεατρικωτέραν. τῶν δὲ μετὰ ταῦτα βασιλέων καὶ τῶν ἀξιωμάτων τὸ μέγιστον αὐτῷ προσθέντων (τὸν γὰρ τῆς αὐλῆς ἔπαρχον μέχρι προσηγορίας ἔχειν ἐκέλευον), οὐκ ἐδέξατο φήσας τὸν σοφιστὴν
16.2.9
εἶναι μείζονα. καὶ τοῦτό ἐστιν οὐκ ὀλίγος ἔπαινος, ὅτι δόξης ἐλάττων ἀνήρ, μόνης ἥττητο τῆς περὶ τοὺς λόγους, τὴν δὲ
16.2.10
ἄλλην δημώδη καὶ βάναυσον ὑπελάμβανεν. ἀλλ' ἐτελεύτησε καὶ οὗτος εἰς γῆρας ἀφικόμενος μακρότατος, καὶ θαῦμα οὐκ ὀλίγον ἀπολιπὼν ἅπασιν. [τούτῳ δὲ ὁ ταῦτα γράφων οὐ συνεγένετο, ἄλλοτε ἄλλων ἐμποδισμάτων ἐπηρείᾳ τύχης συμβάντων.] ἈΚΑΚΙΟΣ. Παλαιστίνης Καισάρεια τὸν Ἀκάκιον ἤνεγκεν, καὶ ἦν συνανασχὼν τῷ Λιβανίῳ κατὰ τοὺς αὐτοὺς χρόνους· τόνου δὲ σοφιστικοῦ καὶ πνεύματος, εἴπερ τις ἄλλος, γέμων, καὶ ἡ λέξις μετὰ κρότου πρὸς τὸν ἀρχαῖον ἐπέστρεφε τρόπον· συνανασχὼν δὲ Λιβανίῳ, κατέσεισε τὰ

Intertext edge

Open linked passage

Note