Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1.2
πρῶτα, καὶ περιῆν ἰσχυρῶς. βιβλίδιον γοῦν τῷ Λιβανίῳ περὶ εὐφυΐας τι γέγραπται, πρὸς τὸν Ἀκάκιον ἅπαν ἐκτεθειμένον, ἐν ᾧ δῆλός ἐστιν ἐπὶ τῷ κρατεῖσθαι τὸ μέγεθος τῆς ἐκείνου φύσεως αἰτιώμενος, αὐτὸς δὲ ἑαυτῷ μαρτυρῶν τὴν
17.1.3
περὶ τὰ λεξείδια στασιν καὶ ἀκρίβειαν· ὥσπερ ἀγνοῶν ὅτι μήτε Ὁμήρῳ παντὸς ἔμελε μέτρου, ἀλλ' εὐφωνίας τινὸς καὶ μέλους, μήτε Φειδίᾳ τοῦ τὸν δάκτυλον παραλαβεῖν καὶ τὸν παῖδα πρὸς ἔπαινον τῆς θεᾶς, ἀλλὰ τυραννεῖν τὸ μὲν κατὰ τὴν ἀκοήν,, καὶ τὸ αἴτιον ὑπάρχειν ἀνεύρετον ἢ δύσκριτον, ὥσπερ ἐν τοῖς καλοῖς καὶ ἐρασμίοις σώμασιν, οὐ πάντες τὸ αὐτὸ θαυμάζουσιν, ὁ δὲ ἁλοὺς οὐκ οἶδεν ὅθεν εἴληπται. ὁ μὲν οὖν Ἀκάκιος ἐς τὸ ἄριστον ἀναδραμών, καὶ πολλὴν ἑαυτῷ παρασχὼν δόξαν ὡς τοῦ Λιβανίου κρατήσων, ἀπῄει νέος ὢν ἔτι· οἱ δὲ ἄνθρωποι, ὅσον σπουδαῖον ἐν αὐτοῖς, ἐθαύμαζον αὐτὸν ὥσπερ εἰς γῆρας ἀφιγμένον. ΝΥΜΦΙΔΙΑΝΟΣ. Νυμφιδιανὸς δὲ ἦν μὲν ἐκ Σμύρνης, Μάξιμος δὲ ἦν ὁ φιλόσοφος ἀδελφὸς αὐτῷ, καὶ Κλαυδιανὸς ἕτερος, φιλοσοφῶν καὶ αὐτὸς ἄριστα. ἀνὴρ δὲ τῆς μὲν Ἀθήνησι παιδείας καὶ ἀγωγῆς οὐ μετεσχηκώς, γεγονὼς δὲ