Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1.2
νωνος. ἄμφω δὲ ὁ Ζήνων ἐξήσκητο λέγειν τε καὶ ποιεῖν ἰατρι
19.1.3
κήν. τῶν δὲ ὀνομαστῶν ὁμιλητῶν αὐτοῦ διαλαχόντες, οἱ μὲν τὸ ἕτερον, οἱ δὲ ἀμφότερα, κατελείφθησαν· ἐκράτουν δὲ ὅμως καὶ καθ' ὅ τις ἐκληρονόμησεν ἔργου τε καὶ λόγου. ΜΑΓΝΟΣ. Οὗτος ἐκ μὲν Ἀντιοχείας ἦν γεγονώς, τῆς. 1. 2 ὑπὲρ τὸν Εὐφράτην, ἣν νῦν Νίσιβιν ὀνομάζουσιν· ἀκροατὴς δὲ γενόμενος Ζήνωνος καὶ† τῇ περὶ τῶν σωμάτων τῶν προαιρετικῶν φύσει,† τὸν Ἀριστοτέλην ἐς τὸ δύνασθαι λέγειν συνεφελκυσάμενος σιωπᾶν μὲν ἐν τῷ λέγειν τοὺς ἰατροὺς ἠνάγκαζε, θεραπεύειν δὲ οὐκ ἐδόκει δυνατὸς εἶναι. 1. 3 καθάπερ λέγειν. ὥσπερ οὖν οἱ παλαιοί φασιν Ἀρχίδαμον, εἰ Περικλέους εἴη δυνατώτερος ἐρωτώμενον" ἀλλὰ κἂν καταβάλω Περικλέα," φάναι" λέγων ἐκεῖνος ὅτι μὴ καταβέβληται, νενίκηκεν," οὕτω καὶ τοὺς θεραπευθέντας ὑφ' ἑτέ. 1. 4 ρων ἀπεδείκνυ Μάγνος ἔτι νοσοῦντας. οἱ δὲ ὑγιαίνοντες καὶ ἐρρωμένοι χάριν ὡμολόγουν τοῖς θεραπεύσασιν· ἀλλ' ἐκράτει τῶν ἰατρῶν μέχρι τοῦ στόματος καὶ τῶν ἐρωτήσεων.. 1. 5 καὶ διδασκαλεῖον μὲν ἐξῄρητο κοινὸν αὐτῷ κατὰ τὴν Ἀλεξάνδρειαν, καὶ πάντες ἔπλεον καὶ παρ' αὐτὸν ἐφοίτων, ὡς θαυμάσαντές τι μόνον ἢ ληψόμενοι τῶν παρ' ἐκείνου καλῶν.. 1. 6 καὶ ἀποτυγχάνειν οὐ συνέβαινεν αὐτοῖς· ἢ γὰρ τὸ λαλεῖν ἐκέρδαινον, ἢ καὶ τὸ δύνασθαι ποιεῖν τι καὶ ἐνεργεῖν διὰ τῆς σφετέρας ἐπιμελείας προσελάμβανον. ὈΡΙΒΑΣΙΟΣ. Ὀριβάσιον δὲ Πέργαμος ἤνεγκε, καὶ τοῦτο εὐθὺς οὕτω συνετέλει πρὸς δόξαν, ὥσπερ τοῖς Ἀθήνησι γεγονόσιν, ὅταν εὐδοκιμῶσι κατὰ τοὺς λόγους, πολὺς ἄνω χωρεῖ λόγος ὅτι Ἀττικὴ Μοῦσα καὶ τὸ ἀγαθὸν οἰκεῖον. ἑκατέρων δὲ εὖ πεφυκώς, ἐκ παιδὸς ἦν ἐπιφανής, πάσης παιδείας μετεσχηκὼς ἣ πρὸς ἀρετὴν συμφέρει τε καὶ τελεῖ.