Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.4
ἀλλὰ παρατιθεὶς ἑκάστῳ τὸ ἐπιτήδευμα. τὸ δὲ ἄριστος ὅτι ἦν εἰς ἄκρον ὁ γραφόμενος ὑπὸ τοῦ λόγου, τῷ βουλομένῳ ταῦτα δικάζειν ἐκ τῶν ὑποκειμένων σημείων καταλιμπάνει
1.1.5
(βούλεται μὲν γάρ) ὁ ταῦτα γράφων. καὶ ὑπομνήμασιν ἀκριβῶς ἐντετύχηκεν, δι' ὧν, ἢ διαμαρτάνων τῆς ἀληθείας, ἐφ' ἑτέρους ἀναφέροι τὸ ἁμάρτημα, ὥσπερ ἀγαθός τις μαθητὴς κακῶν τετυχηκὼς διδασκάλων, ἢ κατηγοριῶν ἀλήθειαν ἔχοι καὶ τοὺς ἡγουμένους ἀξίους θαύματος, καὶ τό γε ἴδιον ἔργον αὐτοῦ καθαρὸν εἴη καὶ ἀμώμητον, ἀκο
1.1.6
λουθήσαντος οἷς ἀκολουθεῖν προσῆκεν. ἐπεὶ δὲ ὀλίγοι τε ἢ παντελῶς ἐλάχιστοί τινες ἦσαν οἱ περὶ τούτων γράφοντες, ἵνα τοῦτο εἴπῃ τις μόνον, οὔτε τὰ ἀπὸ τῶν πρότερον γραφέντων λήσεται τοὺς ἐντυγχάνοντας, οὔτε τὰ ἐξ ἀκοῆς ἐς τόνδε καθήκοντα τὸν χρόνον, ἀλλ' ἀμφοτέροις ἀποδοθήσεται τὸ πρέπον, τῶν μὲν γεγραμμένων κινηθῆναι μηδέν, τὰ δὲ ἐκ τῆς ἀκοῆς ὑπὸ τοῦ χρόνου κατασειόμενα καὶ μεταβάλλοντα διαπῆξαι καὶ στηρίξαι τῇ γραφῇ πρὸς τὸ στάσιμον καὶ μονιμώτερον. Τὴν φιλόσοφον ἱστορίαν καὶ τοὺς τῶν φιλοσόφων ἀνδρῶν βίους Πορφύριος καὶ Σωτίων ἀνελέξαντο. ἀλλ' ὁ μὲν Πορφύριος (οὕτω συμβάν) εἰς Πλάτωνα ἐτελεύτα καὶ