Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 21 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.2
προϊὼν δὲ ἐς ἡλικίαν, ἀκροατής τε ἐγένετο τοῦ μεγάλου
21.1.3
Ζήνωνος, καὶ Μάγνου συμφοιτητής. ἀλλὰ τὸν Μάγνον ἀπολιπὼν παλαίοντα τοῖς νοήμασιν, αὐτὸς καὶ ἐν τούτοις ἄριστος ὤν, καὶ πρὸς τὸ ἄκρον ἐκδραμὼν τῆς ἰατρικῆς, τὸν πάτριον ἐμιμεῖτο θεόν, ὅσον ἀνθρώπῳ δυνατὸν ἐς τὴν μίμησιν ὑπελ
21.1.4
θεῖν τοῦ θείου. ἐκ μειρακίου δὲ οὕτω ἐπιφανὴς γενόμενος, Ἰουλιανὸς μὲν αὐτὸν εἰς τὸν Καίσαρα προϊὼν συνήρπασεν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ τοσοῦτον ἐπλεονέκτει ταῖς ἄλλαις ἀρεταῖς, ὥστε καὶ βασιλέα τὸν Ἰουλιανὸν ἀπέδειξεν· καὶ ταῦτά
21.1.5
γε ἐν τοῖς κατ' ἐκεῖνον ἀκριβέστερον εἴρηται. ἀλλ' οὐδὲ κορυδαλλίς, ἡ παροιμία φησίν, ἄνευ λόφου, οὐδὲ Ὀριβάσιος ἦν ἄνευ φθόνου. ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῆς δόξης, οἱ μετὰ Ἰουλιανὸν βασιλεύοντες τῆς τε οὐσίας ἀφείλοντο, καὶ διαφθεῖραι τὸ σῶμα βουληθέντες, τὸ μὲν ἔργον ὤκνησαν, ἑτε
21.1.6
ροίως δὲ ἔπραξαν ὅπερ ᾐσχύνθησαν· ἐξέθηκαν γὰρ αὐτὸν εἰς τοὺς βαρβάρους, ὥσπερ Ἀθηναῖοι τοὺς κατ' ἀρετὴν
21.2.1
ὑπερέχοντας ἐξωστράκιζον. ἀλλ' ἐκείνοις μὲν τὸ τῆς πόλεως ἐκβαλεῖν ὁ νόμος ἔλεγεν, καὶ προσῆν οὐδέν· οἱ δὲ βασιλεύοντες καὶ τὸ παραδοῦναι τοῖς ὠμοτάτοις βαρβάροις ἐπέθεσαν,
21.2.2
ἐκείνους ποιοῦντες κυρίους τοῦ σφετέρου βουλήματος. Ὀριβάσιος δὲ ἐκτεθεὶς εἰς τὴν πολεμίαν, ἔδειξε τῆς ἀρετῆς τὸ μέγεθος, οὐ τόποις ὁριζομένης, οὐδὲ γραφομένης ἤθεσιν, ἀλλὰ τὸ στάσιμον καὶ μόνιμον ἐπιδεικνυμένης κατὰ τὴν ἑαυτῆς ἐνέργειαν, κἂν ἀλλαχόθι κἂν παρ' ἄλλοις φαίνη
21.2.3
ται, ὥσπερ τοὺς ἀριθμούς φασι καὶ τὰ μαθήματα. εὐδοκίμει τε γὰρ εὐθὺς παρὰ τοῖς βασιλεῦσι τῶν βαρβάρων, καὶ ἀνὰ τοὺς πρώτους ἦν, καὶ κατὰ τὴν Ῥωμαίων ἀρχὴν ἀποβλεπόμενος παρὰ τοῖς βαρβάροις προσεκυνεῖτο καθάπερ τις θεός, τοὺς μὲν ἐκ νοσημάτων χρονίων ἀνασώζων, τοὺς δὲ
21.2.4
ἀπὸ τῆς τοῦ θανάτου πύλης διακλέπτων. καὶ ἦν αὐτῷ τὸ τῆς λεγομένης συμφορᾶς εὐδαιμονίας ἁπάσης πρόφασις, ὥστε καὶ οἱ βασιλεύοντες ἀπαγορεύσαντες μάχεσθαι πρὸς τὴν διὰ πάντων τοῦ ἀνδρὸς δύναμιν, ἐπανιέναι συνεχώρησαν.
21.2.5
ὁ δέ, ὡς ἔτυχε τῆς ἐπανόδου, μόνον ἑαυτὸν ἔχων ἀντὶ πάσης οὐσίας, καὶ τὸν ἀπὸ τῶν ἀρετῶν πλοῦτον ἐπιδεικνύμενος, γυναῖκά τε ἠγάγετο τῶν κατὰ πλοῦτον ἐπιφανῶν καὶ γένος,
21.2.6
καὶ παῖδας ἔσχε τέτταρας, οἵτινές εἰσί τε καὶ εἴησαν· αὐτὸς δὲ κατὰ τὸν καιρὸν τοῦτον τῆς γραφῆς ἐν ἀνθρώποις ἔστι τε καὶ εἴη· ἀλλὰ τὸν ἀρχαῖον πλοῦτον ἐκ τῶν δημοσίων ἀνακομισάμενος, τῶν μετὰ ταῦτα βασιλέων συγκεχωρη
21.2.7
κότων, ὡς ἐπ' ἀδίκῳ τῇ προτέρᾳ κρίσει. ταῦτα μὲν οὖν ἐστι καὶ οὕτως ἔχει. Ὀριβασίῳ τε συντυχεῖν ἀνδρός ἐστι φιλοσοφοῦντος γενναίως, ὥστε εἰδέναι τί πρὸ τῶν ἄλλων θαυμάσει·
21.2.8
τοσαύτη τις ἡ διὰ πάντων ἐστὶ προϊοῦσα καὶ παρατρέχουσα ταῖς συνουσίαις ἁρμονία καὶ χάρις. ἸΩΝΙΚΟΣ. Ἰωνικὸς δὲ ἦν μὲν ἐκ Σάρδεων, καὶ πατρὸς ἰατρεύσαντος ἐπιφανῶς· Ζήνωνος δὲ ἀκροατὴς γενόμενος, εἰς ἄκρον τε ἐπιμελείας ἐξίκετο, καὶ Ὀριβάσιός γε αὐτοῦ

Intertext edge

Open linked passage

Note