Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.2
θαυμαστὴς ἐτύγχανεν. ὀνομάτων δὲ πάντων ἰατρικῆς ἐμπειρότατος γενόμενος καὶ πραγμάτων, κρείττων ἦν ἐν τῇ καθ' ἕκαστον πείρᾳ, τῶν τε τοῦ σώματος μορίων ἄκρως δαημονέστερος γενόμενος, καὶ τῆς ἀνθρωπίνης φύσεως ἐξετα
22.1.3
στικός. οὐκοῦν οὔτε φαρμάκου τινὸς ἔλαθε κατασκευὴ αὐτὸν καὶ κρίσις οὐδ' ὅσα ἐμπλάττουσιν οἱ τεχνικώτατοι τοῖς ἕλκεσι, τὰ μὲν τὴν ἐπιρροὴν ἐπέχοντες, τὰ δὲ τὴν ἐμπεσοῦσαν
22.1.4
διακιδνάντες, ἐκεῖνον ἐλάνθανεν. ἀλλὰ καὶ δῆσαι τὸ πεπονθὸς μόριον,† οὐ σχίσαι τοῖς μέρεσιν† εὑρετικώτατός τε ἦν καὶ
22.1.5
διεξητασμένος. ἔργα τε οὖν καὶ ὀνόματα τούτων ἠπίστατο, ὥστε τοὺς μέγα φρονοῦντας ἐπὶ τῷ θεραπεύειν ἐξίστασθαι πρὸς τὴν ἀκρίβειαν, καὶ φανερῶς ὁμολογεῖν ὅτι συντυγχάνοντες Ἰωνικῷ, τὰ παρὰ τοῖς παλαιοῖς εἰρημένα μανθάνουσιν ἔργῳ, καὶ πρὸς τὴν χρείαν ἐξάγουσιν, ὥσπερ ὀνόματα κρυπτόμενα μέχρι τῆς γραφῆς.
22.2.1
Τοιοῦτός τε ὢν κατὰ τὴν ἐπιστήμην, καὶ πρὸς φιλοσοφίαν ἅπασαν ἔρρωτο, καὶ πρὸς θειασμόν, ὅσος τε ἐξ ἰατρικῆς ἐς ἀνθρώπους ἥκει τῶν καμνόντων ἐς πρόγνωσιν, καὶ ὅσος, ἐκ φιλοσοφίας παράβακχος ὤν, ἐς τοὺς δυναμένους
22.2.2
ὑποδέχεσθαι καὶ σώζειν ἀπολήγει καὶ διασπείρεται. ἔμελε δὲ αὐτῷ καὶ ῥητορικῆς ἀκριβείας, καὶ λόγων ἁπάντων τέχνης· οὐκοῦν οὐδὲ ποιήσεως ἀμύητος ἦν. ἀλλ' ἐτελεύτα μικρόν τι πρὸ τῆς γραφῆς ἐπὶ δύο παισὶν ἀξίοις λόγου τε καὶ μνήμης.
22.2.3
Καὶ Θέων δέ τις ἐν Γαλατίᾳ κατὰ τούτους τοὺς καιροὺς πολλῆς δόξης ἐτύγχανεν.
22.2.4
Ἐπανιτέον δὲ ἐπὶ τοὺς φιλοσόφους πάλιν ὅθεν ἐξέβημεν. ΧΡΥΣΑΝΘΙΟΣ. Ταυτησὶ τῆς γραφῆς αἴτιος ἐγένετο Χρυσάνθιος, τόν τε γράφοντα ταῦτα πεπαιδευκὼς ἐκ παιδός, καὶ διασεσωκὼς εἰς τέλος, ὥσπερ νόμον τινά, τὴν περὶ αὐτὸν