Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.2
εὔνοιαν. ἀλλ' οὐδέν γε διὰ τοῦτο ῥηθήσεται πρὸς χάριν· ἐκεῖνός τε γὰρ ἀλήθειαν ἐτίμα διαφερόντως καὶ τοῦτο πρῶτον ἐπαίδευεν, ἡμεῖς τε οὐ διαφθεροῦμεν τὴν δοθεῖσαν δωρεάν, πλὴν ἤ πού τι καὶ ὑφήσομεν ἐπὶ τὸ καταδεέστερον ἄγοντες, ἐπειδὴ ταῦτα συνωμολογήσαμεν.
23.1.3
Τῶν μὲν οὖν εἰς βουλὴν τελούντων ἦν ὁ Χρυσάνθιος, καὶ τῶν ἀνὰ τοὺς πρώτους ἐπ' εὐγενείᾳ φερομένων· ἐγεγόνει δὲ αὐτῷ πάππος, Ἰνοκέντιός τις, εἴς τε πλοῦτον ἐλθὼν οὐκ ὀλίγον, καὶ δόξαν ὑπὲρ ἰδιώτην τινὰ λαχών, ὅς γε νομοθετικὴν εἶχε δύναμιν παρὰ τῶν τότε βασιλευόντων
23.1.4
ἐπιτετραμμένος. καὶ βιβλία γε αὐτοῦ διασώζεται τὰ μὲν εἰς τὴν Ῥωμαίων γλῶσσαν, τὰ δὲ εἰς τὴν Ἑλλάδα φέροντα, τό τε ἐξεταστικὸν καὶ βαθὺ τῆς γνώμης ἑρμηνεύοντα, καὶ τὴν περὶ ταῦτα κατάληψιν τοῖς ταῦτα βουλομένοις θαυ
23.1.5
μάζειν συνειληφότα. Χρυσάνθιος δὲ αὐτός, νέος ἀπὸ τοῦ πατρὸς ἀπολειφθείς, καὶ φιλοσοφίας ἐρασθεὶς διὰ φύσεως θειότητα, πρός τε τὸ Πέργαμον καὶ τὸν μέγαν Αἰδέσιον
23.1.6
συνέτεινεν· ἀκμάζοντι δὲ πρὸς μετάδοσιν σοφίας διψῶν περιτυχών, χανδόν, ἑαυτὸν ὑποθείς, ἐνεφορεῖτο τῆς τοιαύτης σοφίας τυχούσης, οὔτε πρὸς ἀκρόασιν ἀπαγορεύων τινά, οὔτε εἰς μελέτην ἐλάττων τινὸς φαινόμενος·
23.1.7
καὶ γὰρ ἔτυχεν ἀτρύτου καὶ ἀδαμαντίνου σώματος, ἐς
23.1.8
πᾶσαν ἄσκησιν ὑπουργεῖν εἰωθότος. ὁ δὲ τῶν τε Πλάτωνος καὶ τῶν Ἀριστοτέλους λόγων μετασχὼν ἱκανῶς, καὶ πρὸς πᾶν εἶδος φιλοσοφίας τρέψας τὴν ψυχήν, καὶ πᾶν εἶδος ἀναλεγόμενος, ὡς περὶ τὴν γνῶσιν τῶν ἐν τοῖς λόγοις ὑγίαινεν καὶ ἔρρωτο, καὶ τῇ συνεχεῖ χρήσει πρὸς τὴν χρῆσιν αὐτῶν ἕτοιμος ὑπῆρχεν, καὶ πρὸς ἐπίδειξιν ἐθάρσει τοῦ κατωρθωμένου, τὰ μὲν εἰπεῖν, τὰ δὲ σιωπῆσαι δυνάμενος, καὶ πρὸς τὸ δύνασθαι κρατεῖν, εἴ που βιασθείη, τυγχάνων πομπικώτερος, ἐντεῦθεν ἀφῆκεν αὑτὸν ἐπὶ θεῶν γνῶσιν, καὶ σοφίαν ἧς Πυθαγόρας τε ἐφρόντιζεν καὶ ὅσοι Πυθαγόραν ἐζήλωσαν, Ἀρχύτας τε ὁ παλαιός, καὶ ὁ ἐκ Τυάνων Ἀπολλώνιος, καὶ οἱ προσκυνήσαντες Ἀπολλώνιον, οἵτινες σῶμά
23.1.9
τε ἔδοξαν ἔχειν καὶ εἶναι ἄνθρωποι. καὶ πρὸς ταῦτά γε Χρυσάνθιος εὐθὺς ἀναδραμὼν καὶ πρώτης τινὸς λαβῆς ἐπιδραξάμενος, ταῖς ἀρχαῖς αὐταῖς ἡγεμόσι χρώμενος, εἰς τοσοῦτον ἐκουφίσθη τε καὶ ἀνηγέρθη παρὰ τοῦ τῆς ψυχῆς τελειώματος, ᾗ φησιν ὁ Πλάτων, ὥστε πᾶν μὲν εἶδος αὐτῷ παντοίας παιδείας εἰς ἄκρον ὑπάρχειν, καὶ πᾶσαν κατορθοῦ
23.1.10
σθαι πρόγνωσιν. ὁρᾶν γοῦν ἄν τις αὐτὸν ἔφησε τὰ ἐσόμενα μᾶλλον ἢ προλέγειν τὰ μέλλοντα, οὕτως ἅπαντα διήθρει καὶ συνελάμβανε, ὡσανεὶ παρών τε καὶ συνὼν τοῖς θεοῖς.
23.2.1
Χρόνον δὲ ἱκανόν τινα περὶ ταῦτα διατρίψας, καὶ† συναναθλήσας† τῷ Μαξίμῳ πολύ τι, τὸν κοινωνὸν ἀπέλιπεν. ὁ μὲν γὰρ ἔχων τι φιλόνεικον ἐν τῇ φύσει καὶ δυσεκβίαστον, τοῖς φανθεῖσιν σημείοις παρὰ τῶν θεῶν ἀντιβαίνων, ἕτερα
23.2.2
ᾔτει καὶ προσηνάγκαζεν· ὁ δὲ Χρυσάνθιος, τοῖς πρώτοις θεωμένοις κατὰ μικρὸν ἐκ παραγωγῆς ἐπὶ τὴν κίνησιν τῶν δοθέντων ἐβάδιζεν· εἶτα τυχὸν μὲν ἐνίκα, διαμαρτὼν δέ, τῷ φαινομένῳ τὸ παρὰ τῆς ἀνθρωπίνης βουλῆς
23.2.3
ἐφήρμοζεν. οὕτω γοῦν καὶ ἡνίκα ὁ βασιλεὺς Ἰουλιανὸς ἄμφω μετεκάλει διὰ μιᾶς κλήσεως, καὶ οἱ πεμφθέντες στρατιῶται μετὰ τιμῆς τὴν Θετταλικὴν ἐπῆγον πειθανάγκην, ὡς ἔδοξε κοινώσασθαι τοῖς θεοῖς τὸ ἔργον περιφανῶς, ὡς κἂν ἰδιώτην καὶ βάναυσον διακρῖναι τὰ σημεῖα, τοῦ θεοῦ τὴν ὁδὸν ἀπαγορεύσαντος, ὁ μὲν Μάξιμος ἐνεφύετο τοῖς ἱεροῖς, καὶ ποτνιώμενος ἐπὶ τοῖς δρωμένοις μετ' ὀλοφυρμῶν ἐνέκειτο, τυχεῖν ἑτέρων σημείων ἱκετεύων τοὺς θεοὺς καὶ μετα
23.2.4
τεθῆναι τὰ εἱμαρμένα· καὶ πολλά γε ἐπὶ πολλοῖς αὐτῷ διατεινομένῳ καὶ παρακλίνοντι ὡς ἐξηγεῖτο Χρυσάνθιος, ἡ βούλησις τελευτῶντι τὰ φαινόμενα ἔκρινε, καὶ τὸ δοκοῦν
23.2.5
ἐν τοῖς ἱεροῖς ἐφαίνετο, οὐ τὸ φανθὲν ἐδοξάζετο. οὕτως οὖν ὁ μὲν ὥρμησε τὴν ἀρχέκακον ὁδὸν ἐκείνην καὶ ἀποδημίαν, ὁ δὲ Χρυσάνθιος ἔμεινε κατὰ χώραν. καὶ τὰ πρῶτα μὲν ὁ βασιλεὺς ἤλγησεν ἐπὶ τῇ μονῇ, καί πού τι καὶ τῶν ἀληθῶν προσυπενόησεν, ὡς οὐκ ἂν ἠρνήσατο Χρυσάνθιος τὴν κλῆσιν
23.2.6
εἰ μή τι δυσχερὲς ἐνεῖδε τοῖς μέλλουσιν. ἔγραφεν οὖν καὶ πάλιν μετακαλῶν, καὶ οὐ πρὸς αὐτὸν μόνον αἱ παρακλήσεις ἦσαν· ὁ δὲ τὴν γυναῖκα συμπείθειν τὸν ἄνδρα διὰ τῶν γραμμάτων ἐνῆγεν. καὶ πάλιν ἦν πρὸς τὸ θεῖον ἀναφορὰ παρὰ τοῦ Χρυσανθίου, καὶ τὰ παρὰ τῶν θεῶν οὐκ ἔληγεν εἰς ταὐτὸ
23.2.7
συμφερόμενα. ὡς δὲ πολλάκις τοῦτο ἦν καὶ ὁ μὲν βασιλεὺς ἐπαίτης, ὁ δὲ Χρυσάνθιος τὴν ἀρχιερωσύνην τοῦ παντὸς ἔθνους λαβών, καὶ τὸ μέλλον ἐξεπιστάμενος σαφῶς, οὐ βαρὺς ἦν κατὰ τὴν ἐξουσίαν, οὔτε τοὺς νεὼς ἐγείρων, ὥσπερ ἅπαντες θερμῶς καὶ περικαῶς ἐς ταῦτα συνέθεον, οὔτε λυπῶν τινας τῶν χριστιανῶν περιττῶς·
23.2.8
ἀλλὰ τοσαύτη τις ἦν ἁπλότης τοῦ ἤθους, ὡς κατὰ Λυδίαν μικροῦ καὶ ἔλαθεν ἡ τῶν ἱερῶν ἐπανόρθωσις. ὡς γοῦν ἑτέρωσε τὰ πρῶτα ἐχώρησεν, οὐδὲν ἐδόκει πεπρᾶχθαι νεώτερον, οὐδὲ πολύ τι καὶ ἀθρόον κατὰ μεταβολὴν ἐφαίνετο, ἀλλ' ἐπιεικῶς ἐς ὁμαλότητά τινα καὶ ἀκινησίαν ἅπαντα συνέστρωντο, καὶ μόνος ἐθαυμάζετο, τῶν ἄλλων ἁπάντων ὥσπερ ἐν κλύδωνι κινουμένων, καὶ τῶν μὲν ἐξαπιναίως κατεπτηχότων, τῶν δὲ πρότερον ταπεινῶν ἀνεστηκότων·
23.2.9
ἐθαυμάσθη γοῦν ἐπὶ τούτοις, ὡς οὐ μόνον δεινὸς τὰ μέλλοντα προνοεῖν, ἀλλὰ καὶ τοῖς γνωσθεῖσι χρήσασθαι.
23.3.1
Ἦν δὲ τὸ πᾶν ἦθος τοιοῦτος, ἢ πρὸς τὸν Πλατωνικὸν Σωκράτην ἀναπεφυκώς, ἢ κατά τινα ζῆλον καὶ μίμησιν ἐκ παιδὸς αὐτῷ γενομένην ἐς ἐκεῖνον συνεσχηματισμένος. τό τε γὰρ ἐπιφαινόμενον ἁπλοῦν καὶ ἀφελὲς ἀδιήγητον ἐπεκάθητο τοῖς λόγοις, ἥ τε ἐπὶ τούτοις ἀφροδίτη τῶν ῥημάτων
23.3.2
κατέθελγε τὸν ἀκροώμενον. πᾶσίν τε εὔνους ἦν κατὰ τὴν συνουσίαν, καὶ τῶν ἀπιόντων ἕκαστος, ὅτι φιλοτιμοῖτο
23.3.3
μᾶλλον, ἀπῄει πεπεισμένος. ὥσπερ οὖν τὰ κάλλιστα καὶ γλυκύτερα τῶν μελῶν πρὸς πᾶσαν ἀκοὴν ἡμέρως καὶ πρᾴως καταρρεῖ καὶ διολισθαίνει καὶ μέχρι τῶν ἀλόγων διϊκνούμενα, καθάπερ φασὶ τὸν Ὀρφέα, οὕτω καὶ Χρυσανθίου λόγος πᾶσιν ἦν ἐναρμόνιος, καὶ τοσαύταις διαφοραῖς ἠθῶν ἐνέ
23.3.4
πρεπεν καὶ καθηρμόζετο. δυσκίνητος δὲ ἦν περὶ τὰς διαλέξεις καὶ φιλονεικίας, ἐπὶ τούτοις μάλιστα τοὺς ἀνθρώπους
23.3.5
ὑπολαμβάνων ἐκτραχύνεσθαι· οὐδ' ἂν ῥᾳδίως ἤκουσέ τις αὐτοῦ τὴν παιδείαν ἣν εἶχεν ἐπιδεικνυμένου, καὶ διὰ τοῦτο πρὸς τοὺς ἄλλους οἰδοῦντος καὶ διογκυλλομένου, ἀλλὰ τά τε λεγόμενα ὑπ' αὐτῶν ἐθαύμαζεν, εἰ καὶ φαύλως ἐλέγετο, καὶ τὰ δοξαζόμενα κακῶς ἐπῄνει, καθάπερ οὐδὲ τὴν ἀρχὴν ἀκούων, ἀλλὰ ἐς τὸ συμφατικὸν διὰ τὸ μὴ λυπεῖν γεγονώς.
23.3.6
εἰ δέ πού τις, τῶν ἐπὶ σοφίᾳ πρώτων παρόντων, ἐγένετο κίνησις, καὶ συμβαλέσθαι τι τοῖς λεγομένοις ἔδοξεν αὐτῷ, πάντα ἦν ἡσυχίας μεστά, καθάπερ οὐ παρόντων ἀνθρώπων·
23.3.7
οὕτως οὔτε τὰς ἐρωτήσεις, οὔτε τοὺς διορισμούς, οὔτε τὰς μνήμας ὑπέμενον τοῦ ἀνδρός, ἀλλ' ἀνέχαζον, ἔξω λόγου καὶ ἀντιρρήσεως ἑαυτοὺς φυλάττοντες, ὅπως μὴ καταφανεῖς
23.3.8
ἁμαρτάνοντες γίνωνται. καὶ πολλοὶ τῶν μετρίως ἐγνωκότων αὐτόν, διὰ τοῦ βάθους τῆς ψυχῆς οὐκ ἀφιγμένων, κατηγορούντων τε ἀλογίαν, καὶ τὴν πρᾳότητα μόνον ἐπαινούντων, ὡς ᾔσθοντο διαλεγομένου καὶ ἀνελίττοντος ἑαυτὸν εἰς δόγματα καὶ λόγους, ἕτερόν τινα τοῦτον ἐνό
23.3.9
μισαν παρ' ὃν ᾔδεισαν· οὕτως ἀλλοιότερός τις ἐν ταῖς λογικαῖς κινήσεσιν ἐφαίνετο, τῆς τε τριχὸς ὑποφριττούσης αὐτῷ, καὶ τῶν ὀφθαλμῶν ἑρμηνευόντων χορεύουσαν ἔνδον
23.3.10
τὴν ψυχὴν περὶ τὰ δόγματα. εἰς μακρὸν δὲ γῆρας ἀφικόμενος, τὸν πάντα διετέλεσε βίον, οὐδενὸς τῶν κατ' ἀνθρώπους ἑτέρου φροντίσας οἰκονομίας τινός, ἢ γεωργίας, ἢ χρημάτων ὅσα δικαίως παραγίνεται. ἀλλὰ πενίαν μὲν ἔφερε ῥᾷον ἢ πλοῦτον ἕτεροι, διαίτῃ δὲ τῇ παραπεσούσῃ προσεκέχρητο, τῶν μὲν ὑείων οὐδέποτε, τῶν ἄλλων κρεῶν ἐλά
23.3.11
χιστα γευόμενος, τὸ δὲ θεῖον θεραπεύων συντονώτατα. τῆς τῶν ἀρχαίων ἀναγνώσεως ἀπρὶξ εἴχετο, καὶ διέφερεν οὐδὲν νεότης τε καὶ γῆρας, ἀλλ' ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη, τοσαῦτα ἔγραφεν αὐτοχειρίᾳ, ὅσα μόλις ἀναγινώ
23.3.12
σκουσι νεάζοντες ἕτεροι. τῶν γοῦν γραφόντων τὰ ἄκρα δακτύλων ὑπὸ τῆς ἀλήκτου μελέτης καὶ χρήσεως ἐνεκέκαμπτο. ἀναστὰς δὲ ἀπὸ τῆς ἀσκήσεως, ταῖς τε δημοσίαις προόδοις ἐτέρπετο, καὶ τόν τε ταῦτα γράφοντα παραλαβών, μακροὺς
23.3.13
μὲν τοὺς περιπάτους, σχολαίους δὲ ἀπέτεινεν· ἔλαθέ τε ἄν τις περιαλγὴς τοὺς πόδας γενόμενος, οὕτως ὑπὸ τῶν διηγημάτων κατεθέλγετο. λουτροῖς δὲ ἐλάχιστα ἐκέχρητο, καὶ
23.3.14
ὅμως ἐῴκει διὰ παντὸς ἄρτι λελουμένῳ. πρὸς δὲ τὰς τῶν ἀρχόντων συντυχίας τὸ ὑπερφυὲς οὐκ ἦν δι' ἀλαζονείαν συνιδεῖν ἢ τύφον γινόμενον, ἀλλ' ἁπλότητα ἄν τις ὑπέλαβεν ἀγνοοῦντος ἀνδρὸς ὅ τι ἐστὶν ἐξουσία· οὕτω διελέγετο κοι
23.3.15
νῶς αὐτοῖς καὶ ἐπιδεξίως. τὸν δὲ ταῦτα γράφοντα ἐκπαιδεύσας νέον ἔτι ὄντα, ἡνίκα ἐπανῆλθεν Ἀθήνηθεν, οὐκ ἔλαττον ἠγάπα, ἀλλὰ καὶ προσετίθει καθ' ἡμέραν τῷ διαφέροντι τῆς εὐνοίας, εἰς τοῦτο ἐκνικήσας, ὥστε τὰ ἑωθινὰ μὲν ὁ συγγραφεὺς ἐπὶ ῥητορικοῖς λόγοις ἑτέροις συνῆν, καὶ τοὺς δεομένους ἐπαίδευεν, μικρὸν δὲ ὑπὲρ μεσημβρίας ἐπαιδεύετο, παρὰ τὸν ἐξ ἀρχῆς ἰὼν διδάσκαλον, τοὺς θειοτέρους καὶ
23.3.16
φιλοσόφους τῶν λόγων· ἡνίκα οὔτε ὁ παιδεύων ἔκαμνεν ἐρῶντι συνών, τῷ τε ἐκδεχομένῳ τὰ μαθήματα τὸ ἔργον ἦν πανήγυρις.
23.4.1
Τοῦ δὲ τῶν χριστιανῶν ἐκνικῶντος ἔργου καὶ κατέχοντος ἅπαντα, διὰ μακροῦ τις ἀπὸ τῆς Ῥώμης εἰσεφοίτησεν ἄρχων τῆς Ἀσίας (Ἰοῦστος ὠνομάζετο), πρεσβύτης μὲν ἤδη κατὰ τὴν ἡλικίαν, γενναῖος καὶ ἄλλως τὸ ἦθος, καὶ τῆς ἀρχαίας καὶ πατρίου πολιτείας οὐκ ἀπηλλαγμένος, ἀλλὰ τὸν εὐδαίμονα καὶ μακάριον ἐκεῖνον ἐζηλωκὼς τρόπον, πρός τε ἱεροῖς ἦν ἀεί, καὶ μαντείας ἐξεκρέματο πάσης, μέγα
23.4.2
φρονῶν ὅτι τούτων ἐπεθύμησέν τε καὶ κατώρθωσεν. οὗτος εἰς τὴν Ἀσίαν διαβὰς ἐκ τῆς Κωνσταντινουπόλεως, καὶ τὸν ἡγεμόνα τοῦ ἔθνους καταλαβὼν (Ἱλάριος ἐκεῖνος ἐκαλεῖτο) συγκορυβαντιῶντα πρὸς τὴν ἐπιθυμίαν, βωμούς τε ἀνέστησεν αὐτοσχεδίους ἐν Σάρδεσιν (οὐ γὰρ ἦσαν αὐτόθι), καὶ τοῖς ἴχνεσι τῶν ἱερῶν, εἴπου τι ἴχνος εὑρέθη, χεῖρα ἐπέβαλεν,
23.4.3
ἀνορθῶσαι βουλόμενος. δημοσίᾳ τε θύσας, ἔπεμπε καὶ συνεκάλει τοὺς πανταχόθεν ἐπὶ παιδείᾳ δόξαν ἔχοντας. οἱ δὲ παρῆσαν θᾶττον ἢ κληθῆναι, τόν τε ἄνδρα θαυμάζοντες, καὶ καιρὸν τῆς σφῶν αὐτῶν ἐπιδείξεως ἡγούμενοι, τινὲς δὲ αὐτῶν ἐπὶ τῇ κολακεία θαρσοῦντες ὥσπερ παιδείᾳ, καὶ διὰ ταύτης ἐλπίζοντες ἢ τιμὴν ἢ δοξαρίδιον ἢ ἀργύριον ἀπο
23.4.4
κερδαίνειν. ἱερουργίας οὖν δημοσίᾳ προτεθείσης, παρῆσαν μὲν ἅπαντες, καὶ ὁ ταῦτα γράφων παρῆν· ὁ δὲ Ἰοῦστος ἐπιστήσας, καὶ τὴν τῶν ὀφθαλμῶν στάσιν ἐπερείσας (ἔκειτο δὲ τὸ ἱερεῖον ἐν ᾧ δήποτε τῷ σχήματι), καὶ τοὺς παρόντας ἀνηρώτα·" τί βούλεται τὸ σχῆμα τοῦ πτώματος;" ἔνθα οἱ μὲν κόλακες παρεφρύγοντο θαυμάζοντες, ὅτι καὶ ἀπὸ σχημάτων ἐστὶ μαντικός, καὶ μόνῳ παρεχώρουν ἐκείνῳ
23.4.5
ταῦτα εἰδέναι· οἱ δὲ σεμνότεροι τὰς ὑπήνας καταψήσαντες ἄκροις τοῖς δακτύλοις, καὶ τὰ πρόσωπα διαστυγνάσαντες, τάς τε κεφαλὰς βαρύ τι καὶ ἠρεμαῖον ἐπισείοντες, παρεθεώ
23.4.6
ρουν ἐς τὸ προκείμενον, ἄλλος ἄλλο λέγοντες, ὁ δὲ Ἰοῦστος, ὡς μόλις τὸν γέλωτα ἀνῆκεν, ἐπιστρέψας εἰς τὸν Χρυσάνθιον" σὺ δὲ τί φῄς," ἐβόησεν," ὦ πρεσβύτατε;" καὶ ὁ Χρυσάνθιος οὐδὲν διαταραχθείς, πάντων ἔφησε καταγινώ
23.4.7
σκειν·" ἀλλ' εἴ τι βούλει κἀμέ," ἔφη" περὶ τούτων εἰπεῖν, τίς μὲν ὁ τρόπος τῆς μαντείας, εἴ γε τοὺς μαντικοὺς τρόπους ἐπίστασαι, εἰπὲ τὸ πρότερον, καὶ ποίου τινὸς εἴδους, τίς
23.4.8
δὲ ἡ πεῦσις, καὶ κατὰ τίνα μέθοδον ἐπηρώτηται. καὶ εἰ ταῦτα λέγοις, εἴποιμ' ἂν ὅπῃ τὸ φαινόμενον εἰς τὸ μέλλον φέρει. πρὶν δὲ ταῦτα λέγειν, βάναυσόν ἐστι πρὸς τὴν σὴν ἐρώτησιν, σημαινόντων τὸ μέλλον τῶν θεῶν, ἐμὲ καὶ περὶ τῆς ἐρωτήσεως καὶ τοῦ μέλλοντος λέγειν, συνάπτοντα τῷ
23.4.9
γεγονότι τὸ ἐσόμενον· δύο γὰρ οὕτως ἂν γίνεσθαι τὰς ἐρωτήσεις. περὶ δύο δὲ ἢ πλειόνων οὐδεὶς ἐρωτᾷ κατὰ ταὐτόν· τὸ γὰρ ἐν τοῖς ὡρισμένοις διάφορον ἕνα λόγον οὐκ ἔχει." ἐνταῦθα Ἰοῦστος ἀνέκραγεν ὡς μανθάνων ὅσα μὴ πρότερον ἠπίστατο, καὶ τοῦ λοιποῦ γε οὐκ ἐπαύσατο
23.4.10
συνὼν ἰδίᾳ καὶ τῆς πηγῆς ἀρυόμενος. καὶ εἴ τινες ἕτεροι κατ' ἐκείνους τοὺς χρόνους τῶν ἐπὶ σοφίᾳ περιβοήτων Χρυσανθίῳ κατὰ κλέος ἦλθον εἰς λόγους, πεισθέντες ὅτι
23.4.11
πόρρω τῆς δεινότητος ἐκείνης εἰσίν, ἀπιόντες ᾤχοντο. τοῦτο δὲ καὶ Ἑλλησπόντιος ὁ ἐκ Γαλατίας ἔπαθεν, ἀνὴρ διὰ πάντα ἄριστος, καὶ εἰ μὴ Χρυσάνθιος ἦν, πρῶτος ἁπάντων
23.4.12
φανείς. σοφίας μὲν γὰρ ἐραστὴς οὗτος ὁ ἀνὴρ ἐς τοσόνδε ἐγένετο, ὥστε ἐπῆλθε μικροῦ καὶ τὴν ἀοίκητον, μαστεύων εἴ πού τινι περιτύχοι πλέον εἰδότι· καλῶν δὲ ἔργων καὶ λόγων ἀνάπλεως γενόμενος, καὶ εἰς τὰς παλαιὰς Σάρδεις ἀφίκετο διὰ τὴν Χρυσανθίου συνουσίαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.
23.5.1
Ἐγένετο δὲ Χρυσανθίῳ καὶ παῖς ἐπώνυμος τῷ κατὰ τὸ Πέργαμον αὐτῷ γενομένῳ διδασκάλῳ (μεμνήμεθα δὲ πρότερον Αἰδεσίου), καὶ ἦν ὁ παῖς ἐκ παιδὸς ἐπτερωμένον τι χρῆμα πρὸς ἅπασαν ἀρετήν, καὶ τῶν ἵππων οὐ μετεῖχε θατέρου, ᾗ φησιν ὁ Πλάτων, οὐδὲ ἔβριθε τὸ κατανοοῦν αὐτῷ, ἀλλὰ πρός τε μαθήματα σφοδρὸς καὶ ἄγαν ὀξὺς γενόμενος, καὶ πρὸς θεῶν θεραπείαν διαρκέστατος, ἐς τοσόνδε διέφευγε τὸ ἀνθρώπινον, ὥστε ἄνθρωπος ὢν ἐκινδύνευεν
23.5.2
ὅλος εἶναι ψυχή. τὸ γοῦν σῶμα ἐν ταῖς κινήσεσιν οὕτως αὐτοῦ κοῦφον ἦν, ὥστε ἦν ἀπίθανον γράφειν, καὶ μάλα
23.5.3
ποιητικῶς, εἰς ὅσον ὕψος ἐφέρετο μετάρσιος. ἡ δὲ πρὸς τὸ θεῖον οἰκειότης οὕτως ἦν ἀπραγμάτευτος καὶ εὔκολος, ὥστε ἐξήρκει τὸν στέφανον ἐπιθεῖναι τῇ κεφαλῇ, καὶ πρὸς τὸν ἥλιον ἀναβλέποντα χρησμοὺς ἐκφέρειν, καὶ τούτους ἀψευδεῖς, καὶ πρὸς τὸ κάλλιστον εἶδος ἐνθέου πνεύματος γεγραμ
23.5.4
μένους· καί τοί γε οὔτε μέτρον ἠπίστατο, οὔτε εἰς γραμματι
23.5.5
κὴν ἐπιστήμην ἔρρωτο, ἀλλὰ θεὸς ἅπαντα ἦν αὐτῷ. νοσήσας δὲ οὐδαμῶς κατὰ τὸν ὡρισμένον βίον, ἀμφὶ τὰ εἴκοσιν ἔτη μετήλλαξεν, ὁ δὲ πατὴρ καὶ τότε διέδειξεν φιλόσοφος
23.5.6
ὤν· ἢ γὰρ τὸ μέγεθος τῆς συμφορᾶς εἰς ἀπάθειαν αὐτὸν μετέστησεν, ἢ τῷ παιδὶ συγχαίρων τῆς λήξεως, ἔμεινεν ἄτρεπτος· καὶ ἡ μήτηρ δέ, πρὸς τὸν ἄνδρα ὁρῶσα, τὴν γυναικείαν ὑπερήνεγκε φύσιν, πρὸς τὴν ἀξίαν τοῦ πάθους ὀλοφύρσεις ἐκλύσασα.
23.6.1
Τούτων δὲ οὕτω κεχωρηκότων, ὁ Χρυσάνθιος ἦν ἐν τοῖς συνήθεσιν· καὶ πολλῶν καὶ μεγάλων ἐμπιπτόντων δημοσίων καὶ κοινῶν πραγμάτων, ἃ τὰς ἁπάντων ψυχὰς κατέσεισεν εἰς φόβον, μόνος ἔμεινεν ἀσάλευτος, ὥστε εἴκα
23.6.2
σέν τις* οὔτε ἐπὶ γῆς εἶναι τὸν ἄνδρα. κατ' ἐκείνους δὴ τοὺς χρόνους καὶ Ἑλλησπόντιος παρ' αὐτὸν ἀφικνεῖται, καὶ βραδέως μὲν συνῆλθον εἰς λόγους· ἐπεὶ δὲ εἰς ταὐτὸν συνήντησαν, τοσοῦτον Ἑλλησπόντιος ἑαλώκει, ὥστε, πάντα μεθέμενος, ἕτοιμος ἦν σκηνοῦσθαι παρὰ Χρυσάνθιον, καὶ νεάζειν ἐν
23.6.3
τῷ μανθάνειν· μετέμελε δὲ αὐτῷ τοσοῦτον πεπλανημένος χρόνον, καὶ εἰς γῆρας ἀφικόμενος, πρὶν ἤ τι τῶν χρησίμων ἐκμαθεῖν. καὶ ὁ μὲν ἐπὶ τούτῳ τὴν γνώμην ἔτεινεν· τῷ δὲ Χρυσανθίῳ συμβὰν ἔκ τινος συνηθείας τὴν φλέβα διελεῖν, ὅ τε συγγραφεὺς παρῆν, οὕτω προστάξαντος, καὶ τῶν ἰατρῶν κενῶσαι βουλομένων τὸ φερόμενον, αὐτὸς ἐπὶ τὸ συμφέρον φεισάμενος, παράλογον εἶναι τὸ κενωθὲν ἔφη, καὶ οὕτως ἐπισχεῖν ἐκέλευσεν· οὐδὲ γὰρ ἄπειρος ἦν ἰατρι
23.6.4
κῆς ὁ ταῦτα γράφων. Ἑλλησπόντιος δὲ ἀκούσας παρῆν, ἀγανακτῶν καὶ ποτνιώμενος, ὡς μεγάλου κακοῦ γεγονότος, εἰ πρεσβύτης οὗτος ἀνὴρ τοσούτου διὰ τῆς χειρὸς αἵματος
23.6.5
ἀφῄρηται. ὡς δὲ ἤκουσεν τῆς φωνῆς, καὶ ὑγιαίνοντα εἶδεν, πρὸς τὸν συγγραφέα τὸν λόγον ἐπιστρέψας" ἀλλά σέ γε" φησίν" ἡ πόλις αἰτιῶνται δεινόν τι δεδρακέναι· νῦν δὲ
23.6.6
ἅπαντες σιωπήσουσιν, ὁρῶντες ὑγιαίνοντα." τοῦ δὲ εἰπόντος, ὡς οὐκ ἠγνόει τὸ συμφέρον, ὁ μὲν Ἑλλησπόντιος ὡς συσκευασάμενος τὰ βιβλία, καὶ παρὰ τὸν Χρυσάνθιον ἥξων
23.6.7
ἐπὶ μαθήσει, τῆς πόλεως ἐξῄει. καὶ ἡ γαστὴρ αὐτοῦ νοσεῖν ἤρχετο, καὶ παρελθὼν εἰς Ἀπάμειαν τῆς Βιθυνίας μετήλλαξε, τῷ παρόντι τῶν ἑταίρων Προκοπίῳ πολλὰ ἐπισκήψας μόνον θαυμάζειν Χρυσάνθιον. καὶ ὁ Προ κόπιος παραγενόμενος εἰς τὰς Σάρδεις, ταῦτα ἐποίει τε καὶ ἀπήγγειλεν.
23.6.8
Ὁ δὲ Χρυσάνθιος, εἰς τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, κατὰ θέρος ἱστάμενον, ἐπὶ τὴν αὐτὴν θεραπείαν ἐλθών, καί τοι τοῦ συγγραφέως προειπόντος τοῖς ἰατροῖς περιμένειν αὐτὸν κατὰ τὸ σύνηθες, οἱ μὲν ἔφθασαν ἐλθόντες, ὁ δὲ ὑπέσχε τὴν χεῖρα, καὶ παρὰ μέτρον γενομένης τῆς κενώσεως, παρέσεις τε τῶν μερῶν ἠκολούθησαν καὶ τὰ ἄρθρα συνέ
23.6.9
καμνεν, καὶ κλινοπετὴς ἦν. καὶ Ὀριβάσιος ἐνταῦθα παραγίνεται, δι' ἐκεῖνον καθ' ὑπερβολὴν μὲν ἐπιστήμης μικροῦ καὶ βιασάμενος τὴν φύσιν καὶ χρίσμασι θερμοτέροις καὶ μαλάττουσι τὰ κατεψυγμένα μικροῦ πρὸς τὸ νεάζειν ἐπή
23.6.10
γαγεν. ἀλλ' ἐνίκα τὸ γῆρας· ὀγδοηκοστὸν γὰρ ὑπελθὼν ἔτος ἐτύγχανε, καὶ τῇ τοῦ θερμοῦ κατὰ τὸ πλεονάζον ἀλλοτριώσει τὸ γῆρας ἐδιπλασιάσθη· καὶ τεταρταῖος νοσηλευθείς, εἰς τὴν πρέπουσαν λῆξιν ἀνεχώρησεν. ἘΠΙΓΟΝΟΣ ΚΑΙ ΒΕΡΟΝΙΚΙΑΝΟΣ. Εἰσὶν δὲ μετ' αὐτὸν διάδοχοι φιλοσοφίας Ἐπίγονός τε ὁ ἐκ Λακεδαίμονος, καὶ Βερονικιανὸς ὁ ἐκ Σάρδεων, ἄνδρες ἄξιοι τοῦ τῆς φιλοσοφίας