Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.2
τοὺς ἐκείνου χρόνους· Σωτίων δὲ καὶ καταβὰς φαίνεται, καίτοι γε ὁ Πορφύριος ἦν νεώτερος. τῆς δὲ ἐν τῷ μέσῳ φορᾶς φιλοσόφων τε ἀνδρῶν καὶ σοφιστῶν ἀδιηγήτου γενομένης κατὰ τὸ μέγεθος καὶ τὸ ποικίλον τῆς ἀρετῆς, Φιλόστρατος μὲν ὁ Λήμνιος τοὺς τῶν ἀρίστων ἐξ ἐπιδρομῆς μετὰ χάριτος παρέπτυσε βίους, φιλοσόφων δὲ οὐδεὶς ἀκριβῶς
2.1.3
ἀνέγραψεν· ἐν οἷς Ἀμμώνιός τε ἦν ὁ ἐξ Αἰγύπτου, Πλουτάρ χου τοῦ θειοτάτου γεγονὼς διδάσκαλος, Πλούταρχός τε αὐτός, ἡ φιλοσοφίας ἁπάσης ἀφροδίτη καὶ λύρα, Εὐφράτης τε ὁ ἐξ Αἰγύπτου, καὶ Δίων ὁ ἐκ Βιθυνίας ὃν ἐπεκάλουν Χρυσόστομον, Ἀπολλώνιός τε ὁ ἐκ Τυάνων, οὐκέτι φιλόσοφος·
2.1.4
ἀλλ' ἦν τι θεῶν τι καὶ ἀνθρώπου μέσον. τὴν γὰρ Πυθαγόρειον φιλοσοφίαν ζηλώσας, πολὺ τὸ θειότερον καὶ ἐνεργὸν κατ' αὐτὴν ἐπεδείξατο. ἀλλὰ τὸ μὲν ἐς τοῦτον ὁ Λήμνιος ἐπετέλεσε Φιλόστρατος, βίον ἐπιγράψας Ἀπολλωνίου τὰ
2.1.5
βιβλία, δέον Ἐπιδημίαν ἐς ἀνθρώπους θεοῦ καλεῖν. Καρνεάδης δὲ ἦν κατὰ τούτους τοὺς χρόνους, καὶ τῶν κατὰ κυνισμὸν οὐκ ἀφανής, εἴ τινα καὶ κυνισμοῦ χρὴ λόγον ποιεῖσθαι, παρ' οἷς ἦν Μουσώνιος, καὶ Δημήτριος καὶ Μένιππος, καὶ ἕτεροί γέ τινες πλείους· οὗτοι δὲ ἦσαν ἐπιφανέστεροι.
2.1.6
τούτων δὲ σαφεῖς μὲν καὶ ἀκριβεῖς οὐκ ἦν ἀνευρεῖν τοὺς βίους, ἅτε μηδενὸς συγγεγραφότος, ὅσα γε ἡμᾶς εἰδέναι· ἱκανοὶ δὲ αὐτῶν ἦσάν τε καί εἰσι βίοι τὰ γράμματα, τοσαύτης ἀνάμεστα παιδείας καὶ θεωρίας ἔς τε ἠθικὴν ἀρετὴν καὶ ὅση πρὸς τὴν τῶν ὄντων διήρατο καὶ ἀνέβλεψε
2.1.7
φύσιν, τὴν ἄγνοιαν τῶν δυναμένων ἀκολουθεῖν, ὡς ἀχλύν τινα, σκεδάσασα. αὐτίκα οὖν ὁ θεσπέσιος Πλούταρχος τόν τε ἑαυτοῦ βίον ἀναγράφει τοῖς βιβλίοις ἐνδιεσπαρμένως καὶ τὸν τοῦ διδασκάλου, καὶ ὅτι γε Ἀμμώνιος Ἀθήνησιν ἐτελεύτα, οὐ βίον προσειπών. καίτοι γε τὸ κάλλιστον αὐτοῦ τῶν συγγραμμάτων εἰσὶν οἱ καλούμενοι παράλληλοι
2.1.8
βίοι τῶν ἀρίστων κατὰ ἔργα καὶ πράξεις ἀνδρῶν· ἀλλὰ τὸ ἴδιον καὶ τοῦ διδασκάλου καθ' ἕκαστον τῶν βιβλίων ἐγκατέσπειρεν, ὥστε, εἴ τις ὀξυδορκοίη περὶ ταῦτα, [καὶ] ἀνιχνεύων κατὰ τὸ προσπίπτον καὶ φαινόμενον, καὶ σωφρόνως τὰ κατὰ μέρος ἀναλέγοιτο, δύνασθαι τὰ πλεῖστα τῶν
2.1.9
βεβιωμένων αὐτοῖς εἰδέναι. Λουκιανὸς δὲ ὁ ἐκ Σαμοσάτων, ἀνὴρ σπουδαῖος ἐς τὸ γελασθῆναι, Δημώνακτος φιλοσόφου κατ' ἐκείνους τοὺς χρόνους βίον ἀνέγραψεν, ἐν ἐκείνῳ τε τῷ βιβλίῳ καὶ ἄλλοις ἐλαχίστοις δι' ὅλου σπουδάσας.
2.2.1
Καὶ ταῦτά γε εἰς μνήμην ἐγὼ τίθεμαι, τοῦτο συνορῶν,
2.2.2
ὅτι τὰ μὲν ἔλαθεν ἴσως ἡμᾶς, τὰ δὲ οὐκ ἔλαθεν. ἐκείνου δὲ καίπερ πολλὴν ποιούμενος φροντίδα καὶ σπουδήν, τοῦ συνεχῆ καὶ περιγεγραμμένην εἰς ἀκρίβειαν ἱστορίαν τινὰ λαβεῖν τοῦ φιλοσόφου καὶ ῥητορικοῦ βίου τῶν ἀρίστων ἀνδρῶν, εἶτα οὐ τυγχάνων τῆς ἐπιθυμίας, ταὐτόν τι τοῖς
2.2.3
ἐρῶσιν ἐμμανῶς καὶ περιφλέκτως ἔπαθον. καὶ γὰρ ἐκεῖνοι, τὴν μὲν ἐρωμένην αὐτὴν ὁρῶντες καὶ τὸ περίψυκτον ἐν τῷ φαινομένῳ κάλλος, κάτω νεύουσιν, ὃ ζητοῦσιν ἰδεῖν ἐξασθε
2.2.4
νοῦντες, καὶ περιλαμπόμενοι· ἐὰν δὲ πέδιλον αὐτῆς ἢ πλόκιον ἢ ἐλλόβιον ἴδωσιν, ἐκείνων καταθαρσοῦντες, τὴν ψυχήν τε τῇ ὄψει προσαφιᾶσι καὶ κατατήκονται πρὸς τῷ θεάματι, τὰ σύμβολα τοῦ κάλλους μᾶλλον ἢ τὸ κάλλος ὁρᾶν ἀνεχόμενοι
2.2.5
καὶ στέργοντες. κἀγὼ πρὸς ταύτην ἐξώρμησα τὴν γραφήν,† ὅσα ἢ κατὰ ἀκοήν, ἢ κατὰ ἀνάγνωσιν, ἢ κατὰ ἱστορίαν τῶν κατ' ἐμαυτὸν ἀνθρώπων μὴ παρελθεῖν σιωπῇ καὶ βα σκάνως†, ἀλλ', εἰς ὅσον οἷόν τε ἦν ἀληθείας πρόθυρα καὶ πύλας προσκυνήσαντα, παραδοῦναι τοῖς μετὰ ταῦτα ἢ βουλομένοις ἀκούειν ἢ δυναμένοις ἀκολουθεῖν πρὸς τὸ κάλλιστον.
2.2.6
ἔσχε μὲν οὖν διακοπήν τινα καὶ ῥῆξιν ὁ χρόνος διὰ τὰς κοινὰς συμφοράς· τρίτη δὲ ἀνδρῶν ἐγένετο φορὰ (ἡ μὲν γὰρ δευτέρα μετὰ τὴν Πλάτωνος πᾶσιν ἐμφανὴς ἀνακεκήρυκται ὅτι† κατὰ τοὺς Κλαυδίου καὶ Νέρωνος†· τοὺς γὰρ ἀθλίους καὶ ἐνιαυσίους οὐ χρὴ γράφειν– οὗτοι δὲ ἦσαν οἱ περὶ Γάλβαν, Βιτέλλιον,
2.2.7
Ὄθωνα· Οὐεσπασιανὸς δὲ ὁ ἐπὶ τούτοις καὶ Τίτος καὶ ὅσοι μετὰ τούτους ἦρξαν–, ἵνα μὴ τοῦτο σπουδάζειν δόξωμεν· πλὴν ἐπιτρέχοντί γε καὶ συνελόντι εἰπεῖν, τὸ τῶν ἀρίστων
2.2.8
φιλοσόφων γένος καὶ εἰς Σεβῆρον διέτεινεν). ἀλλὰ εὐτυχές γε ὑπάρχει τοῖς βασιλεῦσι κατὰ τὴν συγγραφήν, ὅτι τὸ κατ' ἀρετὴν ὑπερέχον ἀριθμεῖται τῷ κατὰ τὴν τύχην. νεμεσάτω δὲ μηδὲ εἷς, εἴ γε καὶ ἡμεῖς οὕτως ἀναγράφομεν τοὺς χρόνους· ἀφ' ὧν γε ἦν δυνατὸν συντεκμηριώσασθαι ἢ παραλαβεῖν τὴν προσήκουσαν ἀρχήν, ἀπὸ τούτων εἰς τὸν λόγον ἐπιβησόμεθα.. Πλωτῖνος ἦν ἐξ Αἰγύπτου φιλόσοφος. τὸ ἐξ Αἰγύπτου νῦν γράφων, καὶ τὴν πατρίδα προσθήσω.