Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 4 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.2
τυχὼν δὲ τῆς προσηκούσης παιδείας, ἀνά τε ἔδραμε τοσοῦτον καὶ ἐπέδωκεν, ὡς– Λογγίνου μὲν ἦν ἀκροατής– καὶ
4.1.3
ἐκόσμει τὸν διδάσκαλον ἐντὸς ὀλίγου χρόνου. Λογγῖνος δὲ κατὰ τὸν χρόνον ἐκεῖνον βιβλιοθήκη τις ἦν ἔμψυχος καὶ περιπατοῦν μουσεῖον, καὶ κρίνειν γε τοὺς παλαιοὺς ἐπετέτακτο, καθάπερ πρὸ ἐκείνου πολλοί τινες ἕτεροι, καὶ ὁ
4.1.4
ἐκ Καρίας Διονύσιος πάντων ἀριδηλότερος. Μάλχος δὲ κατὰ τὴν Σύρων πόλιν ὁ Πορφύριος ἐκαλεῖτο τὰ πρῶτα (τοῦτο δὲ δύναται βασιλέα λέγειν)· Πορφύριον δὲ αὐτὸν ὠνόμασε Λογγῖνος, ἐς τὸ βασιλικὸν τῆς ἐσθῆτος παράσημον τὴν προσηγορίαν ἀποτρέψας. παρ' ἐκείνῳ δὴ τὴν ἄκραν ἐπαιδεύετο παιδείαν, γραμματικῆς τε εἰς ἄκρον ἁπάσης, ὥσπερ ἐκεῖνος, ἀφικόμενος καὶ ῥητορικῆς· πλὴν ὅσον οὐκ ἐπ' ἐκείνην
4.1.5
ἔνευσε, φιλοσοφίας γε πᾶν εἶδος ἐκματτόμενος. ἦν γὰρ ὁ Λογγῖνος μακρῷ τῶν τότε ἀνδρῶν τὰ πάντα ἄριστος, καὶ τῶν βιβλίων τε αὐτοῦ πολὺ πλῆθος φέρεται, καὶ τὸ φερόμενον θαυμάζεται. καὶ εἴ τις κατέγνω τινὸς τῶν παλαιῶν, οὐ τὸ δοξασθὲν ἐκράτει πρότερον ἀλλ' ἡ Λογγίνου πάντως
4.1.6
ἐκράτει κρίσις. οὕτω δὲ ἀχθεὶς τὴν πρώτην παιδείαν καὶ ὑπὸ πάντων ἀποβλεπόμενος, τὴν μεγίστην Ῥώμην ἰδεῖν ἐπιθυμήσας, ἵνα κατάσχῃ διὰ σοφίας τὴν πόλιν, ἐπειδὴ τάχιστα εἰς αὐτὴν ἀφίκετο καὶ τῷ μεγίστῳ Πλωτίνῳ συνῆλθεν εἰς ὁμιλίαν, πάντων ἐπελάθετο τῶν ἄλλων, καὶ προσέθετο
4.1.7
φέρων ἑαυτὸν ἐκείνῳ. ἀκορέστως δὲ τῆς παιδείας ἐμφορούμενος καὶ τῶν πηγαίων ἐκείνων καὶ τεθειασμένων λόγων, χρόνον μέν τινα εἰς τὴν ἀκρόασιν ἤρκεσεν, ὡς αὐτός φησιν, εἶτα ὑπὸ τοῦ μεγέθους τῶν λόγων νικώμενος, τό τε σῶμα καὶ τὸ ἄνθρωπος εἶναι ἐμίσησεν, καὶ διαπλεύσας εἰς Σικελίαν τὸν πορθμὸν τὴν Χάρυβδιν, ᾗπερ Ὀδυσσεὺς ἀναπλεῦσαι λέγεται, πόλιν μὲν οὔτε ἰδεῖν ὑπέμεινεν, οὔτε ἀνθρώπων ἀκοῦσαι φωνῆς (οὕτω τὸ λυπούμενον αὐτῶν καὶ ἡδόμενον ἀπέθετο), συντείνας δὲ ἐπὶ Λιλύβαιον ἑαυτὸν (τὸ δέ ἐστι τῶν τριῶν ἀκρωτηρίων τῆς Σικελίας τὸ πρὸς Λιβύην ἀνατεῖνον καὶ ὁρῶν), ἔκειτο καταστένων καὶ ἀποκαρτερῶν, τροφήν
4.1.8
τε οὐ προσιέμενος, καὶ ἀνθρώπων ἀλεείνων πάτον. οὐδ' ἀλαοσκοπιὴν ὁ μέγας εἶχε Πλωτῖνος ἐπὶ τούτοις, ἀλλὰ κατὰ πόδας ἑπόμενος ἢ τὸν πεφευγότα νεανί σκον ἀναζητῶν, ἐπιτυγχάνει κειμένῳ, καὶ λόγων τε πρὸς αὐτὸν εὐπόρησεν τὴν ψυχὴν ἀνακαλουμένων ἄρτι διΐπτασθαι τοῦ σώματος μέλλουσαν, καὶ τὸ σῶμα ἔρρωσεν ἐς κατοχὴν
4.1.9
τῆς ψυχῆς. καὶ ὁ μὲν ἔμπνους τε ἦν καὶ διανίστατο, ὁ δὲ τοὺς ῥηθέντας λόγους εἰς βιβλίον κατέθετο τῶν γεγραμμένων. τῶν δὲ φιλοσόφων τὰ ἀπόρρητα καλυπτόντων ἀσαφείᾳ, καθάπερ τῶν ποιητῶν τοῖς μύθοις, ὁ Πορφύριος τὸ φάρμακον τῆς σαφηνείας ἐπαινέσας καὶ διὰ πείρας γευσάμε
4.1.10
νος, ὑπόμνημα γράψας εἰς φῶς ἤγαγεν. αὐτὸς μὲν οὖν ἐπὶ τὴν Ῥώμην ἐπανῆλθε, καὶ τῆς περὶ λόγους εἴχετο σπουδῆς ὥστε παρῄει καὶ εἰς τὸ δημόσιον κατ' ἐπίδειξιν· τὸ δὲ Πορφυρίου κλέος εἰς Πλωτῖνον πᾶσα μὲν ἀγορά, πᾶσα δὲ πληθὺς ἀνέφερεν. ὁ μὲν γὰρ Πλωτῖνος τῷ τε τῆς ψυχῆς οὐρανίῳ καὶ τῷ λοξῷ καὶ αἰνιγματώδει τῶν λόγων βαρὺς
4.1.11
ἐδόκει καὶ δυσήκοος· ὁ δὲ Πορφύριος, ὥσπερ Ἑρμαϊκή τις σειρὰ καὶ πρὸς ἀνθρώπους ἐπινεύουσα, διὰ ποικίλης παιδείας πάντα εἰς τὸ εὔγνωστον καὶ καθαρὸν ἐξήγγελλεν. αὐτὸς μὲν οὖν φησι (νέος δὲ ὢν ἴσως ταῦτα ἔγραφεν, ὡς
4.1.12
ἔοικεν), ἐπιτυχεῖν χρηστηρίῳ μηδενὶ τῶν δημοσίων· ἐν δὲ αὐτῷ τῷ βιβλίῳ καταγράφει, καὶ μετὰ ταῦτα ἄλλα πραγ ματεύεται πολλά, ὅπως χρὴ τούτων ποιεῖσθαι τὴν ἐπιμέλειαν. φησὶ δὲ καὶ δαιμόνιόν τινα φύσιν ἀπὸ λουτροῦ τινος διῶξαι καὶ ἐκβαλεῖν· Καυσάθαν τοῦτον ἔλεγον οἱ ἐπιχώριοι.
4.2.1
Συμφοιτηταὶ μὲν οὖν, ὡς αὐτὸς ἀναγράφει, κράτιστοί τινες ὑπῆρχον, Ὠριγένης τε καὶ Ἀμέριος καὶ Ἀκυλῖνος, καὶσυγγράμματά γε αὐτῶν περισώζεται, λόγος δὲ αὐτῶν οὐδὲ εἷς· πολὺ γὰρ τὸ ἀκύθηρον, εἰ καὶ τὰ δόγματα ἔχει καλῶς,
4.2.2
καὶ ἐπιτρέχει τοῖς λόγοις. ἀλλ' ὅ γε Πορφύριος ἐπαινεῖ τοὺς ἄνδρας τῆς δεινότητος, πᾶσαν μὲν αὐτὸς ἀνατρέχων χάριν, μόνος δὲ ἀναδεικνὺς καὶ ἀνακηρύττων τὸν διδάσκαλον, οὐδὲν δὲ παιδείας εἶδος παραλελοιπώς. ἔστι γοῦν ἀπορῆσαι καθ' ἑαυτὸν καὶ θαυμάσαι, τί πλεῖόν ἐστι τῶν ἐσπουδασμένων· πότερον τὰ εἰς ὕλην ῥητορικὴν τείνοντα, ἢ τὰ εἰς γραμματικὴν ἀκρίβειαν φέροντα, ἢ ὅσα τῶν ἀριθμῶν ἤρτηται, ἢ ὅσα νεύει πρὸς γεωμετρίαν, ἢ ὅσα πρὸς μουσικὴν ῥέπει.
4.2.3
τὰ δὲ εἰς φιλοσοφίαν, οὐδὲ τὰ περὶ λόγους καταληπτόν, οὔτε τὸ ἠθικὸν ἐφικτὸν λόγῳ· τὸ δὲ φυσικὸν καὶ θεουργὸν τελεταῖς ἀφείσθω καὶ μυστηρίοις· οὕτω παντομιγές τι πρὸς
4.2.4
ἅπασαν ἀρετὴν ὁ ἀνὴρ αὐτὸς χρῆμά τι γέγονεν. καὶ τὸ κάλλος αὐτοῦ τῶν λόγων, ἄν τις μᾶλλον ἢ* τὰ δόγματα
4.2.5
πλέον εἰς αὐτὰ ἀπιδὼν ἢ τὴν δύναμιν τοῦ λόγου. γάμοις τε ὁμιλήσας φαίνεται, καὶ πρὸς Μάρκελλάν γε αὐτοῦ γυναῖκα γενομένην βιβλίον φέρεται, ἥν φησιν ἀγαγέσθαι καὶ ταῦτα οὖσαν πέντε μητέρα τέκνων, οὐχ ἵνα παῖδας ἐξ αὐτῆς ποιήσηται, ἀλλ' ἵνα οἱ γεγονότες παιδείας τύχωσιν· ἐκ φίλου
4.2.6
γὰρ ἦν αὐτοῦ τῇ γυναικὶ τὰ τέκνα προϋπάρξαντα. φαίνεται δὲ ἀφικόμενος εἰς γῆρας βαθύ· πολλὰς γοῦν τοῖς ἤδη προπεπραγματευμένοις βιβλίοις θεωρίας ἐναντίας κατέλιπεν, περὶ ὧν οὐκ ἔστιν ἕτερόν τι δοξάζειν, ἢ ὅτι προϊὼν ἕτερα ἐδόξασεν. ἐν Ῥώμῃ δὲ λέγεται† μεταλαχεῖν† τὸν βίον.
4.3.1
Κατὰ τούτους ἦσαν τοὺς χρόνους καὶ τῶν ῥητορικῶν οἱ ἐπ' Ἀθήνησι προεστῶτες Παῦλός τε καὶ Ἀνδρόμαχος ἐκ Συρίας. τούς τε χρόνους ἐς Γαλλίηνόν τε καὶ Κλαύδιον εἰκάζειν συνέβαινεν, Τάκιτόν τε καὶ Αὐρηλιανὸν καὶ Πρόβον, καθ' οὓς ἦν καὶ Δέξιππος ὁ τὴν χρονικὴν ἱστορίαν συγγράψας, ἀνὴρ ἁπάσης παιδείας τε καὶ δυνάμεως λογικῆς ἀνάπλεως. ἸΑΜΒΛΙΧΟΣ. Μετὰ τούτους ὀνομαστότατος ἐπιγίνεται φιλόσοφος Ἰάμβλιχος, ὃς ἦν καὶ κατὰ γένος μὲν ἐπιφανὴς καὶ τῶν ἁβρῶν καὶ τῶν εὐδαιμόνων· πατρὶς δὲ ἦν αὐτῷ Χαλκίς· κατὰ τὴν Κοίλην προσαγορευομένην ἐστὶν ἡ πόλις.

Intertext edge

Open linked passage

Note