Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.2
οὗτος Ἀνατολίῳ τῶν κατὰ Πορφύριον τὰ δεύτερα φερομένῳ συγγενόμενος, πολύ γε ἐπέδωκε καὶ εἰς ἄκρον φιλοσοφίας ἤκμασεν· εἶτα μετ' Ἀνατόλιον Πορφυρίῳ προσθεὶς ἑαυτόν, οὐκ ἔστιν ὅ τι καὶ Πορφυρίου διήνεγκεν, πλὴν
5.1.3
ὅσον κατὰ τὴν συνθήκην καὶ δύναμιν τοῦ λόγου. οὔτε γὰρ εἰς ἀφροδίτην αὐτοῦ καὶ χάριν τὰ λεγόμενα βέβαπται, οὔτε ἔχει λευκότητά τινα καὶ τῷ καθαρῷ καλλωπίζεται· οὐ μὴν οὐδὲ ἀσαφῆ παντελῶς τυγχάνει, οὐδὲ κατὰ τὴν λέξιν ἡμαρτημένα, ἀλλ' ὥσπερ ἔλεγεν περὶ Ξενοκράτους ὁ Πλάτων,
5.1.4
ταῖς Ἑρμαϊκαῖς οὐ τέθυται Χάρισιν. οὔκουν κατέχει τὸν ἀκροατὴν καὶ γοητεύει πρὸς τὴν ἀνάγνωσιν, ἀλλ' ἀποστρέφειν καὶ ἀποκναίειν τὴν ἀκοὴν ἔοικεν. δικαιοσύνην δὲ ἀσκήσας, εὐηκοΐας ἔτυχε θεῶν τοσαύτης, ὥστε πλῆθος μὲν ἦσαν οἱ ὁμιλοῦντες, πανταχόθεν δὲ ἐφοίτων οἱ παιδείας ἐπιθυμοῦντες· ἦν δὲ ἐν αὐτοῖς τὸ κάλλιστον δύσκριτον.
5.1.5
Σώπατρος γὰρ ἦν ὁ ἐκ Συρίας, ἀνὴρ εἰπεῖν τε καὶ γράψαι δεινότατος, Αἰδέσιός τε καὶ Εὐστάθιος ἐκ Καππαδοκίας, ἐκ δὲ τῆς Ἑλλάδος Θεόδωρός τε καὶ Εὐφράσιος, οἱ κατ' ἀρετὴν ὑπερέχοντες, ἄλλοι τε πλῆθος, οὐ πολὺ λειπόμενοι κατὰ τὴν ἐν λόγοις δύναμιν, ὥστε θαυμαστὸν ἦν ὅτι πᾶσιν ἐπήρκει·
5.1.6
καὶ γὰρ ἦν πρὸς ἅπαντας ἄφθονος. ὀλίγα μὲν οὖν χωρὶς τῶν ἑταίρων καὶ ὁμιλητῶν ἔπραττεν ἐφ' ἑαυτοῦ, τὸ θεῖον σεβαζόμενος· τὰ δὲ πλεῖστα τοῖς ἑταίροις συνῆν, τὴν μὲν δίαιταν ὢν εὔκολος καὶ ἀρχαῖος, τῇ δὲ παρὰ πότον ὁμιλίᾳ τοὺς παρ
5.1.7
όντας καθηδύνων καὶ διαπιπλὰς ὥσπερ νέκταρος. οἱ δέ, ἀλήκτως ἔχοντες καὶ ἀκορέστως τῆς ἀπολαύσεως, ἠνώχλουν αὐτῷ συνεχῶς, καὶ προστησάμενοί γε τοὺς ἀξίους λόγου, πρὸς αὐτὸν ἔφασκον·" τί δῆτα μόνος, ὦ διδάσκαλε θειότατε, καθ' ἑαυτόν τινα πράττεις, οὐ μεταδιδοὺς τῆς τελεω
5.1.8
τέρας σοφίας ἡμῖν; καίτοι γε ἐκφέρεται πρὸς ἡμᾶς λόγος ὑπὸ τῶν σῶν ἀνδραπόδων, ὡς εὐχόμενος τοῖς θεοῖς μετεωρίζῃ μὲν ἀπὸ τῆς γῆς πλέον ἢ δέκα πήχεις εἰκάζεσθαι· τὸ σῶμα δέ σοι καὶ ἡ ἐσθὴς εἰς χρυσοειδές τι κάλλος ἀμείβεται, παυομένῳ δὲ τῆς εὐχῆς σῶμά τε γίνεται [καὶ] τῷ πρὶν εὔχεσθαι ὅμοιον, καὶ κατελθὼν ἐπὶ τῆς γῆς τὴν πρὸς ἡμᾶς ποιῇ συν
5.1.9
ουσίαν." οὔ τι μάλα γελασείων, ἐγέλασεν ἐπὶ τούτοις τοῖς
5.1.10
λόγοις Ἰάμβλιχος. ἀλλ' εἰπὼν πρὸς αὐτούς, ὡς" ὁ μὲν ἀπατήσας ἡμᾶς οὐκ ἦν ἄχαρις, ταῦτα δὲ οὐχ οὕτως ἔχει· τοῦ λοιποῦ δὲ οὐδὲν χωρὶς ὑμῶν πεπράξεται" τοιαῦτα ἐπεδεί
5.1.11
ξατο· εἰς δὲ τὸν ταῦτα γράφοντα ἦλθεν παρὰ τοῦ διδασκάλου Χρυσανθίου τοῦ ἐκ Σάρδεων. ἐκεῖνος δὲ ἦν Αἰδεσίου μαθητής, Αἰδέσιος δὲ ἀνὰ τοὺς πρώτους Ἰαμβλίχου, καὶ
5.1.12
τῶν ταῦτα πρὸς αὐτὸν εἰρηκότων. ἔλεγεν οὖν ἐπιδείξεις αὐτοῦ μεγάλας τῆς θειότητος γεγενῆσθαι τάσδε. ἥλιος μὲν ἐφέρετο πρὸς τοῦ Λέοντος ὅρια, ἡνίκα συνανατέλλει τῷ καλουμένῳ Κυνί, καὶ θυσίας καιρὸς ἦν· ἡ δὲ εὐτρέπιστο ἔν
5.1.13
τινι τῶν ἐκείνου προαστείων. ὡς δὲ τὰ πάντα εἶχε καλῶς, ἐπὶ τὴν πόλιν ὑπέστρεφον, βάδην καὶ σχολαίως προϊόντες (καὶ γὰρ διάλεξις ἦν αὐτοῖς περὶ θεῶν τῇ θυσίᾳ πρέπουσα) τὸν νοῦν ἐπιστήσας ὁ Ἰάμβλιχος μεταξὺ διαλεγόμενος, ὥσπερ ἀποκοπεὶς τὴν φωνήν, καὶ τὰ ὄμματα εἰς τὴν γῆν ἀτρεμίζοντα χρόνον τινὰ ἐρείσας, ἀνά τε ἔβλεψεν εἰς τοὺς ἑταίρους, καὶ πρὸς αὐτοὺς ἐξεβόησε·" ἄλλην ὁδὸν πορευώ
5.1.14
μεθα· νεκρὸς γὰρ ἐντεῦθεν ἔναγχος παρακεκόμισται." ὁ μὲν οὖν ταῦτα εἰπὼν ἄλλην ἐβάδιζε καὶ ἥτις ἐφαίνετο καθαρωτέρα, καὶ σὺν αὐτῷ τινὲς ὑπέστρεφον, ὅσοις τὸ καταλιπεῖν τὸν διδάσκαλον αἰσχύνης ἄξιον ἔδοξεν· οἱ δὲ πλείους καὶ φιλονεικότεροι τῶν ἑταίρων, ἐν οἷς καὶ ὁ Αἰδέσιος ἦν, ἔμειναν αὐτοῦ, τὸ πρᾶγμα ἐπὶ τερατείαν φέροντες, καὶ τὸν ἔλεγχον
5.1.15
ὥσπερ κύνες ἀνιχνεύοντες. καὶ μετὰ μικρὸν ἐπανῄεσαν οἱ θάψαντες τὸν τετελευτηκότα· οἱ δὲ οὐδὲ οὕτως ἀπέστησαν, ἀλλ' εἰρώτησαν εἰ ταύτην εἶεν παρεληλυθότες τὴν ὁδόν· οἱ δέ," ἀναγκαῖον ἦν", ἄλλην γὰρ οὐκ ἔφασαν ἔχειν.
5.2.1
Ἔτι δὲ τούτου θειωδέστερον συνεμαρτύρουν, ὡς ἐνοχλοῖ ἡ μὲν αὐτῷ πολλάκις, μικρὸν τοῦτο εἶναι φάσκοντες καὶ ὀσφρήσεως ἴσως που πλεονέκτημα, βούλεσθαι δὲ διάπειραν λαβεῖν ἑτέρου μείζονος· ὁ δὲ πρὸς αὐτούς" ἀλλ' οὐκ ἐπ' ἐμοί γε τοῦτο" ἔλεγεν," ἀλλ' ὅ
5.2.2
ταν καιρὸς ᾖ". μετὰ δὲ χρόνον τινὰ δόξαν αὐτοῖς ἐπὶ τὰ Γάδαρα· θερμὰ δέ ἐστι λουτρὰ τῆς Συρίας, τῶν γε μετὰ τὴν Ῥωμαϊκὴν ἐν Βαΐαις δεύτερα, ἐκείνοις δὲ οὐκ ἔστιν ἕτερα παραβαλέσθαι· πορεύονται δὲ εἰς τὰ Γάδαρα κατὰ τὴν ὥραν τοῦ ἔτους. ὁ μὲν ἐτύγχανε λούμενος, οἱ δὲ καὶ συνελοῦντο, καὶ περὶ τῶν αὐτῶν ἐνέκειντο. μειδιάσας δὲ ὁ Ἰάμβλιχος," ἀλλ' οὐκ εὐσεβὲς μέν," ἔφη" ταῦτα ἐπιδεί
5.2.3
κνυσθαι, ὑμῶν δὲ ἕνεκε πεπράξεται." τῶν θερμῶν κρηνῶν δύο, τὰς μικροτέρας μέν, τῶν δὲ ἄλλων χαριεστέρας, ἐκέλευσεν ἐκπυνθάνεσθαι τοὺς ὁμιλητὰς παρὰ τῶν ἐπιχωρίων ὅπως ἐκ παλαιοῦ προσωνομάζοντο. οἱ δὲ τὸ προσ ταχθὲν ἐπιτελέσαντες," ἀλλ' οὐκ ἔστι γε πρόφασις·" εἶπον," ἀλλ' αὕτη μὲν Ἔρως καλεῖται, τῇ παρακειμένῃ δὲ Ἀντέ
5.2.4
ρως ὄνομα." ὁ δὲ εὐθὺς ἐπιψαύσας τοῦ ὕδατος (ἐτύγχανε δὲ ἐπὶ τῆς κρηπῖδος κατὰ τὴν ὑπέρκλυσιν καθήμενος), καὶ βραχέα τινὰ προσειπών, ἐξεκάλεσεν ἀπὸ τῆς κρήνης κάτω
5.2.5
θεν παιδίον. λευκὸν ἦν τὸ παιδίον καὶ μετρίως εὐμέγεθες, καὶ χρυσοειδεῖς αὐτῷ κόμαι τὰ μετάφρενα καὶ τὰ στέρνα περιέστιλβον, καὶ ὅλον ἐῴκει λουομένῳ τε καὶ λελουμένῳ. καταπλαγέντων δὲ τῶν ἑταίρων," ἐπὶ τὴν ἐχομένην" εἶπεν
5.2.6
" κρήνην ἴωμεν," καὶ ἡγεῖτο ἀπιών, καὶ σύννους ἦν. εἶτα κἀκεῖ τὰ αὐτὰ δράσας, ἐξεκάλεσεν ἕτερον Ἔρωτα τῷ προτέρῳ παραπλήσιον ἅπαντα, πλὴν ὅσον αἱ κόμαι μελάντεραί τε καὶ ἡλιῶσαι κατεκέχυντο. καὶ περιεπλέκετό γε ἀμφότερα αὐτῷ τὰ παιδία, καὶ καθάπερ γνησίου τινὸς πατρὸς ἐμφύντα περιείχετο. ὁ δὲ ἐκεῖνά τε ταῖς οἰκείαις ἀπέδωκε λήξεσιν, καί,
5.2.7
σεβαζομένων τῶν ἑταίρων, ἐξῄει λουσάμενος. οὐδὲν μετὰ τοῦτο ἐζήτησεν ἡ τῶν ὁμιλητῶν πληθύς, ἀλλὰ ἀπὸ τῶν φανέντων δειγμάτων, ὥσπερ ὑπ' ἀρρήκτου ῥυτῆρος εἵλκοντο, καὶ πᾶσιν ἐπίστευον. ἐλέγετο δὲ καὶ παραδοξότερα καὶ τερατωδέστερα, ἐγὼ δὲ τούτων ἀνέγραφον οὐδέν, σφαλερόν τι καὶ θεομισὲς πρᾶγμα ἡγούμενος εἰς συγγραφὴν στάσιμον καὶ πεπηγυῖαν ἐπεισάγειν ἀκοὴν διεφθαρμένην καὶ
5.2.8
ῥέουσαν. ἀλλὰ καὶ ταῦτα γράφω δεδοικὼς ἀκοὴν οὖσαν, πλὴν ὅσαγε ἕπομαι ἀνδράσιν, οἵ, τοῖς ἄλλοις ἀπιστοῦντες, πρὸς τὴν τοῦ φανέντος αἴσθησιν συνεκάμφθησαν. οὐδεὶς δὲ
5.2.9
αὐτοῦ τῶν ἑταίρων ἀνέγραψεν, ὅσα γε ἡμᾶς εἰδέναι· τοῦτο δὲ εἶπον μετρίως, Αἰδεσίου φήσαντος μήτε αὐτὸν γεγραφέναι, μήτε ἄλλον τινὰ τετολμηκέναι.
5.3.1
Κατὰ τοὺς Ἰαμβλίχου καιροὺς ἦν καὶ ὁ διαλεκτικώτατος Ἀλύπιος, ὃς ἔτυχε μὲν σώματος μικροτάτου, καὶ τὸ σῶμα πυγμαῖον παρέβαινεν ἐλάχιστον, ἐκινδύνευε δὲ καὶ τὸ φαι
5.3.2
νόμενον σῶμα ψυχὴ καὶ νοῦς εἶναι· οὕτω τὸ φθειρόμενον οὐκ ἐπέδωκεν εἰς μέγεθος, δαπανηθὲν εἰς τὸ θεοειδέστερον. ὥσπερ οὖν ὁ μέγας Πλάτων φησὶ τὰ θεῖα σώματα τὸ ἀνάπαλιν ἔχειν ἐγκείμενα ταῖς ψυχαῖς, οὕτως ἄν τις εἴποι κἀκεῖνον ἐμβεβηκέναι τῇ ψυχῇ καὶ συνέχεσθαι καὶ κρατεῖσθαι
5.3.3
ᾗ παρά του κρείττονος. ζηλωτὰς μὲν οὖν εἶχεν πολλοὺς ὁ Ἀλύπιος, ἀλλ' ἡ παίδευσις ἦν μέχρι συνουσίας μόνης, βιβλίον δὲ προέφερεν οὐδὲ εἷς· ὥστε μάλα ἀσμένως πρὸς τὸν Ἰάμβλιχον ἀπέτρεχον, ὡς ἐκ πηγῆς ὑπερβλυζούσης, οὐ μενούσης καθ' ἑαυτήν, ἐμφορησόμενοι καὶ πιούμενοι. κατὰ δὲ τὸ κλέος ἀμφοῖν αὐξόμενον ἄνω καὶ συνέτυχόν ποτε ἀλλήλοις ἢ συνήντησαν ὥσπερ ἀστέρες, καὶ περιεκαθέσθη
5.3.4
γε αὐτοὺς θέατρον οἷον εἰκάσαι μεγάλου μουσείου. Ἰαμβλίχου δὲ τὸ ἐπερωτηθῆναι μᾶλλον ὑπομείναντος ἢ τὸ ἐπερωτᾶν, ὁ Ἀλύπιος παρὰ πᾶσαν ὑπόνοιαν ἀφεὶς ἅπασαν φιλόσοφον ἐρώτησιν, τοῦ δὲ θεάτρου γενόμενος," εἰπέ μοι, φιλόσοφε," πρὸς αὐτὸν ἔφη" ὁ πλούσιος ἢ ἄδικος ἢ ἀδίκου κληρονόμος, ναὶ ἢ οὔ; τούτων γὰρ μέσον οὐδέν." ὁ δὲ τὴν πληγὴν τοῦ λόγου μισήσας," ἀλλ' οὐχ οὗτός γε," ἔφη" θαυμασιώτερε πάντων ἀνδρῶν, ὁ τρόπος τῆς ἡμετέρας διαλέξεως, εἴ τῳ τι περιττόν ἐστι κατὰ τὰ ἐκτός, ἀλλ' εἴ τι πλεονάζει κατὰ τὴν οἰκείαν ἀρετὴν φιλοσόφῳ καὶ πρέ
5.3.5
πουσαν." ταῦτα εἰπὼν ἀπεχώρησεν, καί, διαναστάντος, οὐκ ἦν ὁ σύλλογος. ἀπελθὼν δὲ καὶ γενόμενος ἐφ' ἑαυτοῦ, καὶ τὴν ὀξύτητα θαυμάσας, πολλάκις τε ἰδίᾳ συνέτυχεν αὐτῷ, καὶ οὕτως ὑπερηγάσθη τὸν ἄνδρα τῆς ἀκριβείας
5.3.6
καὶ συνέσεως, ὥστε καὶ ἀπελθόντος βίον συνέγραψε. καὶ ἐνέτυχεν ὁ ταῦτα γράφων τοῖς γεγραμμένοις· τὰ γεγραμμένα δὲ ὑπὸ τῆς συνθήκης ἐμελαίνετο, καὶ νέφος αὐτοῖς ἐπέτρεχε βαθύ, οὔ τι δι' ἀσάφειαν τῶν λεγομένων, ἀλλὰ διδάσκαλον εἶχε τῶν Ἀλυπίου λόγον μακρόν τινα, καὶ δια
5.3.7
λέξεων οὐ προσῆν μνήμη λόγον ἐχουσῶν. ἀποδημίας τε εἰς τὴν Ῥώμην ἔφραζε τὸ βιβλίον, αἷς οὔτε αἰτία προσῆν, οὔτε τὸ τῆς ψυχῆς συνεφαίνετο μέγεθος. ἀλλ' ὅτι μὲν εἵποντο πολλοὶ τεθηπότες τὸν ἄνδρα παραδηλοῦται· ὅ τι δὲ εἶπεν
5.3.8
ἢ ἔπραξεν ἀξιόλογον, οὐκ ἐπιφαίνεται· ἀλλ' ἔοικεν ὁ θαυμάσιος Ἰάμβλιχος ταὐτὸν πεπονθέναι τοῖς γραφικοῖς, οἳ τοὺς ἐν ὥρᾳ γράφοντες, ὅταν χαρίσασθαί τι παρ' ἑαυτῶν εἰς τὴν γραφὴν βουληθῶσιν, τὸ πᾶν εἶδος τῆς ὁμοιώσεως διαφθείρουσιν, ὥστε ἅμα τε τοῦ παραδείγματος ἡμαρτη
5.3.9
κέναι καὶ τοῦ κάλλους. οὕτω κἀκεῖνος ἐπαινέσαι προελόμενος διὰ τὴν ἀλήθειαν, τὸ μὲν μέγεθος ἐμφαίνει τῶν καθ' ἑαυτὸν ἐν τοῖς δικαστηρίοις κολάσεων καὶ ἀτυχημάτων, αἰτίας δὲ ἐπὶ τούτοις ἢ προφάσεις οὔτε πεφυκὼς ἐξηγεῖσθαι πολιτικῶς, οὔτε προελόμενος, τὸν πάντα χαρακτῆρα συνέχεε τοῦ βίου, μόλις τοῦτο καταλιπὼν τοῖς ὀξυδορκοῦσι ξυλλαβεῖν, ὅτι τὸν ἄνδρα ἐθαύμαζεν, καὶ διαφερόντως αὐτοῦ τήν τε παρὰ τὰ δεινὰ καρτερίαν καὶ τὸ ἀνέκπληκτον, τήν
5.3.10
τε ἐν τοῖς λόγοις ὀξύτητα καὶ† τομὴν κατεσκευάζετο†. ἐξ Ἀλεξανδρείας δὲ οὗτος ἦν. καὶ τὰ μὲν εἰς Ἀλύπιον ταῦτα. καὶ ἐτελεύτα γε ἐν Ἀλεξανδρείᾳ γηραιός, Ἰάμβλιχός τε ἐπ' αὐτῷ, πολλὰς ῥίζας τε καὶ πηγὰς φιλοσοφίας ἀφείς. ταύτης ὁ ταῦτα γράφων τῆς φορᾶς εὐτύχησεν. ἄλλοι μὲν γὰρ ἀλλαχοῦ τῶν εἰρημένων ὁμιλητῶν διεκρίθησαν εἰς ἅπασαν τὴν Ῥωμαϊκὴν ἐπικράτειαν· Αἰδέσιος δὲ κατέλαβε τὸ Μύσιον Πέργαμον. ΑΙΔΕΣΙΟΣ. Ἐκδέχεται δὲ τὴν Ἰαμβλίχου διατριβὴν καὶ ὁμιλίαν ἐς τοὺς ἑταίρους Αἰδέσιος ὁ ἐκ Καππαδοκίας. ἦν δὲ τῶν εὖ γεγονότων εἰς ἄκρον, πλοῦτος δὲ οὐχ ὑπῆν τῷ γένει πολύς, καὶ ὅ γε πατὴρ αὐτὸν ἐκπέμψας ἐπὶ παιδείαν χρηματιστικὴν ἐκ Καππαδοκίας ἐπὶ τὴν Ἑλλάδα, εἶτα ἐκδεχόμενος ὡς θησαυρὸν ἐπὶ τῷ παιδὶ εὑρήσων, ἐπειδή ποτε, ἐπανελθόντος, φιλοσοφοῦντα ᾔσθετο, τῆς οἰκίας ὡς