Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 6 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.2
ἀχρεῖον ἀπήλαυνε. καὶ ἐκδιώκων" τί γάρ" ἔφη" σοφία ὠφελεῖ;" ὁ δὲ ὑποστραφείς" οὐ μικρά, πάτερ," ἔφη," πατέρα καὶ διώκοντα προσκυνεῖν." καὶ τοῦτο ἀκούσας ὁ πατήρ,
6.1.3
ἀνά τε ἐκαλέσατο τὸν παῖδα, καὶ τὸ ἦθος ἐθαύμασε. καὶ ὅλον ἐπιδοὺς ἑαυτὸν ἀνέθηκε φέρων ἐς τὴν ἔτι λειπομένην παιδείαν. καὶ ὁ μὲν τὸν παῖδα προπέμψας εὔθυμος ἦν, καὶ περιέχαιρεν, ὡς θεοῦ γεγονὼς μᾶλλον ἢ ἀνθρώπου πατήρ.
6.1.4
Ὁ δὲ τοὺς ἄλλους ἅπαντας παραδραμών, ὅσοι τῶν τότε ἦσαν εὐκλεέστεροι καὶ ὧν ἐτύγχανεν ἀκηκοώς, καὶ πείρᾳ τὴν σοφίαν συλλεξάμενος, ἐπὶ τὸν ἐρικυδέστατον Ἰάμβλιχον οὐ μακρὰν ὁδὸν ἐκ Καππαδοκίας εἰς Συρίαν συνέτεινε καὶ διήνυεν. ὡς δὲ εἶδέν τε τὸν ἄνδρα καὶ ἤκουσε λέ γοντος, ἐξεκρέματο τῶν λόγων, καὶ τῆς ἀκροάσεως οὐκ ἐνεπίπλατο· ἐς ὃ τελευτῶν Αἰδέσιός* τε ἐγένετο καὶ μικρὸν ἀποδέων Ἰαμβλίχου, πλὴν ὅσα γε εἰς θειασμὸν Ἰαμβλίχου
6.1.5
φέρει. τούτων γὰρ οὐδὲν εἴχομεν ἀναγράφειν, ὅτι τὸ μὲν ἐπέκρυπτεν ἴσως Αἰδέσιος αὐτὸς διὰ τοὺς χρόνους (Κωνσταντῖνος γὰρ ἐβασίλευε, τά τε τῶν ἱερῶν ἐπιφανέστατα καταστρέφων καὶ τὰ τῶν χριστιανῶν ἀνεγείρων οἰκήματα), τὰ δὲ ἴσως καὶ τῶν ὁμιλητῶν ἄριστον πρὸς μυστηριώδη τινὰ σιωπὴν καὶ ἱεροφαντικὴν ἐχεμυθίαν ἐπιρρεπὲς ἦν καὶ συνε
6.1.6
κέκλιτο. ὁ γοῦν ταῦτα γράφων ἐκ παιδὸς ἀκροατὴς Χρυσανθίου γενόμενος, μόλις εἰς εἰκοστὸν ἔτος ἠξιοῦτο τῶν ἀληθεστέρων, οὕτω μέγα τι χρῆμα εἰς ἡμᾶς τῆς Ἰαμβλίχου φιλοσοφίας διετάθη καὶ συμπαρέτεινε τῷ χρόνῳ.
6.2.1
Ἰαμβλίχου δὲ καταλιπόντος τὸ ἀνθρώπειον, ἄλλοι μὲν ἀλλαχῆ διεσπάρησαν, καὶ οὐδεὶς ἦν ἔξω φήμης καὶ ἄγνωστος. Σώπατρος δὲ ὁ πάντων δεινότερος, διά τε φύσεως ὕψος καὶ ψυχῆς μέγεθος, οὐκ ἐνεγκὼν τοῖς ἄλλοις ἀνθρώποις ὁμιλεῖν, ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἔδραμεν ὀξύς, ὡς τὴν Κωνσταντίνου πρόφασίν τε καὶ φορὰν τυραννήσων καὶ μετα
6.2.2
στήσων τῷ λόγῳ. καὶ ἐς τοσοῦτόν γε ἐξίκετο σοφίας καὶ δυνάμεως, ὡς ὁ μὲν βασιλεὺς ἑαλώκει τε ὑπ' αὐτῷ, καὶ δημοσίᾳ σύνεδρον εἶχεν, εἰς τὸν δεξιὸν καθίζων τόπον, ὃ καὶ ἀκοῦσαι
6.2.3
καὶ ἰδεῖν ἄπιστον. οἱ δὲ παραδυναστεύοντες ῥηγνύμενοι τῷ φθόνῳ πρὸς βασιλείαν ἄρτι φιλοσοφεῖν μεταμανθάνουσαν, τὸν Κερκώπων ἐπετήρουν καιρόν (οὐ τὸν Ἡρακλέα καθεύδοντα μόνον, ἀλλὰ καὶ τὴν ἄλογον ἐγρηγορυῖαν Τύχην) καὶ συλλόγους τε λαθραίους ἐποιοῦντο, καὶ οὐκ ἔστι καθ' ὅ τι
6.2.4
μέρος τῆς κακοδαίμονος ἐπιβουλῆς ἠμέλουν. ὥσπερ οὖν ὅτε ἐπὶ τοῦ παλαιοῦ καὶ μεγάλου Σωκράτους ἁπάντων Ἀθηναίων (εἰ καὶ δῆμος ἦσαν) οὐκ ἄν τις ἐτόλμησε κατηγορίαν καὶ γραφήν, ὅν γε ᾤοντο πάντες Ἀθηναῖοι περιπατοῦν ἄγαλμα σοφίας τυγχάνειν, εἰ μὴ μέθη καὶ παραφροσύνη καὶ τὸ τῶν Διονυσίων τῆς ἑορτῆς καὶ παννυχίδος ἀνειμένον, ὑπὸ γέλωτος καὶ ὀλιγωρίας καὶ τῶν εὐκόλων καὶ σφαλερῶν παθῶν ἐπὶ τοῖς ἀνθρώποις ἐξευρημένων, πρῶτος Ἀριστοφάνης ἐπὶ διεφθαρμέναις ψυχαῖς τὸν γέλωτα ἐπεισαγαγὼν καὶ τὰ ὑπὸ τῆς σκηνῆς κινήσας ὑπορχήματα, τότε θέατρον ἀνέπεισεν, ἐπὶ τοσαύτῃ σοφίᾳ ψυλλῶν πηδήματα καταμωκώμενος, καὶ νεφελῶν διαγράφων εἴδη καὶ σχήματα καὶ τἄλλα ὅσα κωμῳδία ληρεῖν
6.2.5
εἴωθεν εἰς γέλωτος κίνησιν. ὡς δὲ εἶδον ἐγκεκλικὸς πρὸς τὴν ἡδονὴν τὸ θέατρον, κατηγορίας ἥψαντό τινες, καὶ τὴν ἀσεβῆ γραφὴν εἰς ἐκεῖνον ἐτόλμησαν, καὶ δῆμος ὅλος ἐπ' ἀν
6.2.6
δρὸς ἠτύχει φόνῳ. ἔστι γὰρ ἐκ τῶν χρόνων λογιζομένῳ συλλαβεῖν ὅτι, Σωκράτους ἀπελθόντος βιαίως, οὐδὲν ἔτι λαμπρὸν Ἀθηναίοις ἐπράχθη, ἀλλ' ἥ τε πόλις ὑπέδωκεν, καὶ διὰ τὴν πόλιν τὰ τῆς Ἑλλάδος ἅπαντα συνεφθάρη·
6.2.7
οὕτω καὶ τότε συνορᾶν ἐξῆν τὸ κατὰ Σώπατρον ἐπιβούλευμα. ἡ μὲν γὰρ Κωνσταντινούπολις, τὸ ἀρχαῖον Βυζάντιον, κατὰ μὲν τοὺς παλαιοὺς χρόνους Ἀθηναίοις παρεῖχε τὴν σιτοπομπίαν, καὶ περιττὸν ἦν τὸ ἐκεῖθεν ἀγώγιμον·
6.2.8
ἐν δὲ τοῖς καθ' ἡμᾶς καιροῖς, οὐδὲ τὸ ἀπ' Αἰγύπτου πλῆθος τῶν ὁλκάδων, οὐδὲ τὸ ἐξ Ἀσίας ἁπάσης, Συρίας τε καὶ Φοινίκης καὶ τῶν ἄλλων ἐθνῶν συμφερόμενον πλῆθος σίτου, κατὰ ἀπαγωγὴν φόρου, ἐμπλῆσαι καὶ κορέσαι τὸν μεθύοντα δύναται δῆμον, ὃν Κωνσταντῖνος, τὰς ἄλλας χηρώσας πόλεις ἀνθρώπων, εἰς τὸ Βυζάντιον μετέστησε, καὶ πρὸς τοὺς ἐν τοῖς θεάτροις κρότους παραβλυζόντων κραιπάλης ἀνθρώπων ἑαυτῷ συνεστήσατο, σφαλλομένων ἀνθρώπων ἀγαπήσας ἐγκώμια καὶ μνήμην ὀνόματος, τῶν μόλις ὑπὸ
6.2.9
εὐηθείας φθεγγομένων τοὔνομα· συμβέβηκε δὲ καὶ τῇ θέσει τοῦ Βυζαντίου μηδὲ εἰς πλοῦν ἁρμόζειν τῶν καταφερομένων πλοίων, ἂν μὴ καταπνεύσῃ νότος ἀκραὴς καὶ ἄμικτος. καὶ τότε δὴ τοῦ πολλάκις συμβαίνοντος κατὰ τὴν ὡρῶν φύσιν συμβάντος, ὅ τε δῆμος ὑπὸ λιμοῦ παρεθέντες συνῄεσαν εἰς τὸ θέατρον, καὶ σπάνις ἦν τοῦ μεθύοντος ἐπαίνου, καὶ
6.2.10
τὸν βασιλέα κατεῖχεν ἀθυμία. καὶ οἱ πάλαι βασκαίνοντες, εὑρηκέναι καιρὸν ἡγούμενοι κάλλιστον," ἀλλὰ Σώπατρός γε," ἔφασαν" ὁ παρὰ σοῦ τιμώμενος κατέδησε τοὺς ἀνέμους δι' ὑπερβολὴν σοφίας, ἣν καὶ αὐτὸς ἐπαινεῖς, καὶ δι' ἣν
6.2.11
ἔτι τοῖς βασιλείοις ἐγκάθηται θρόνοις." καὶ ὁ Κωνσταντῖνος ταῦτα ἀκούσας καὶ συμπεισθείς, κατακοπῆναι κελεύει τὸν ἄνδρα, καὶ ἐγίνετο διὰ τοὺς βασκαίνοντας ταῦτα θᾶττον
6.2.12
ἢ ἐλέγετο. ὁ δὲ τῶν κακῶν ἁπάντων αἴτιος ἦν Ἀβλάβιος, ἔπαρχος μὲν τῆς βασιλικῆς αὐλῆς, ὑπὸ Σωπάτρου δὲ παρευδοκιμούμενος ἀπήγχετο. ἐμοὶ δέ, ὥσπερ προείρηται, πεπαιδευμένων ἀνδρῶν εἰς πᾶσαν παιδείαν ἀναγράφοντι βίους, τὰ εἰς τὴν ἐμὴν ἀκοὴν σωζόμενα, διάφορον οὐδὲν εἰ καὶ τῶν εἰς αὐτοὺς ἐξημαρτηκότων βραχέα τινὰ ἐπιδράμοιμι.
6.3.1
Ἀβλαβίῳ τῷ τὸν φόνον ἐργασαμένῳ γένος ἦν ἀδοξότατον, καὶ τὰ ἐκ πατέρων τοῦ μετρίου καὶ φαύλου ταπεινότερα. καὶ λόγος τε ὑπὲρ αὐτοῦ τοιοῦτος διασώζεται, καὶ οὐδεὶς τοῖς λεγομένοις ἀντέλεγεν. τῶν ἐξ Αἰγύπτου τις περὶ τὸ καλούμενον μάθημα συντεταμένων, παρελθὼν εἰς τὴν πόλιν (ἱκανοὶ δέ εἰσιν Αἰγύπτιοι καὶ δημοσίᾳ μετ' ὀλιγω
6.3.2
ρίας ἐν ταῖς ἀποδημίαις ἀσχημονεῖν· εἰκὸς δὲ αὐτοὺς καὶ οἴκοθεν οὕτω παιδεύεσθαι), παρελθὼν δὲ ὅμως, εἰς τὸ πολυτελέστερον ὠθεῖται τῶν καπηλείων, καὶ ξηρός τε εἶναι, πολλὴν ἀνύσας ὁδόν, ἔφασκεν καὶ ὑπὸ δίψους αὐτίκα μάλα ἀποπεπνίξεσθαι, καὶ γλυκὺν ἠρτυμένον ἐγχεῖν ἐκέ
6.3.3
λευσε τὸν οἶνον, καὶ προέκειτο τὸ ἀργύριον. ἡ δὲ προεστῶσα τοῦ καπηλείου τὸ κέρδος ὁρῶσα, πρὸς τὴν ὑπηρεσίαν παρεσκευάζετο, καὶ διετρόχαζεν. ἡ δὲ ἐτύγχανε μὲν ἱκανὴ καὶ μαιώσασθαι γυναῖκας ἐπὶ τῷ λοχεύεσθαι. προθεμένης αὐτῆς κύλικα τῷ Αἰγυπτίῳ καὶ τὸν ἠρτυμένον οἶνον καταχεομένης, προσδραμοῦσά τις ἐκ γειτόνων" ἀλλὰ κινδυνεύει σοι" εἶπεν λέγουσα πρὸς τὸ οὖς" ἐπὶ ταῖς ὠδῖσιν ἡ φίλη καὶ συγγενής," καὶ γὰρ οὕτως εἶχεν," εἰ μὴ θᾶττον ἀφί
6.3.4
κοιο." καὶ ἡ μὲν ταῦτα ἀκούσασα, καὶ καταλιποῦσα τὸν Αἰγύπτιον, πρὶν τὸ θερμὸν ὕδωρ ἐπιβαλεῖν, κεχηνότα, κἀκείνην ἀπολύσασα τῶν ὠδίνων, καὶ συντελέσασά γε ὅσα ἐπὶ ταῖς λοχείαις γίνεται, παρῆν αὐτίκα, διακαθήρασα τὰς
6.3.5
χεῖρας, πρὸς τὸν ξένον. ὡς δὲ ἀγανακτοῦντα κατέλαβε καὶ τῷ θυμῷ περιζέοντα, τὴν αἰτίαν ἀπήγγειλεν ἡ γυνὴ τῆς βραδυτῆτος. ὡς δὲ ἤκουσεν ὁ βέλτιστος Αἰγύπτιος καὶ πρὸς τὴν ὥραν εἶδεν, ὀξέως μᾶλλον ἐδίψησεν ἐξειπεῖν τὸ παρὰ τῶν θεῶν ἐπελθὸν ἢ τὸ τοῦ σώματος θεραπεῦσαι
6.3.6
πάθος, καὶ μέγα φθεγξάμενος·" ἀλλ' ἄπιθί γε, ὦ γύναι· φράζε τῇ τεκούσῃ ὅτι μικροῦ βασιλέα τέτοκε." καὶ τοῦτο δηλώσας, ἑαυτόν τε ἐπλήρωσεν ἀφθόνως τῆς κύλικος, καὶ
6.3.7
τὸ ὄνομα ὅστις εἴη κατέλιπε τῇ γυναικὶ εἰδέναι. καὶ ὁ τεχθεὶς ἦν Ἀβλάβιος, καὶ τοσοῦτον ἐγένετο παίγνιον τῆς εἰς ἅπαντα νεωτεριζούσης Τύχης, ὥστε οὕτω πλείονα ἐδύνατο τοῦ βασιλεύοντος, ὥστε καὶ Σώπατρον ἀπέκτεινεν, αἰτίαν ἐπενεγκὼν τῆς Σωκρατικῆς εὐηθεστέραν, ὥσπερ ἀτάκτῳ
6.3.8
δήμῳ τῷ τότε βασιλεύοντι. Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον τιμῶν ἐκολάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς περὶ ἐκείνου γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα κατέλιπε Κωνστάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ, διαδεξάμενον δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κωνσταντίνῳ καὶ Κώνσταντι τοῖς ἀδελφοῖς. ἐν δὲ τοῖς κατὰ τὸν θειότατον
6.3.9
Ἰουλιανὸν ἀκριβέστερον ταῦτα εἴρηται. διαδεξάμενος δὲ ὁ Κωνστάντιος τὴν βασιλείαν καὶ κληρωθεὶς ὅσα γε ἐκληρώθη, ταῦτα δὲ ἦν τὰ ἐξ Ἰλλυριῶν εἰς τὴν ἑῴαν καθήκοντα, τὸν μὲν Ἀβλάβιον αὐτίκα παραλύει τῆς ἀρχῆς, ἄλλο δὲ περὶ
6.3.10
αὑτὸν ἑταιρικὸν συνέστησε. καὶ ὁ μὲν Ἀβλάβιος τὰ περὶ Βιθυνίαν χωρία πάλαι παρεσκευασμένος, βασιλικάς τε καταφυγὰς καὶ ῥᾳθυμίας ἔχοντα, διέτριβεν ἐν ἀφθόνοις, πάντων
6.3.11
ἀνθρώπων θαυμαζόντων ὅτι βασιλεύειν οὐ βούλεται. ὁ δὲ Κωνστάντιος ἐγγύθεν ἐκ τῆς τοῦ πατρὸς πόλεως ξιφηφόρους τινὰς ἐπ' αὐτὸν ἐκπέμψας οὐκ ὀλίγους, τοῖς μὲν πρώτοις ἐκέλευσεν ἀποδιδόναι γράμματα. καὶ προσεκύνησάν γε αὐτόν, ὥσπερ νομίζουσιν Ῥωμαῖοι βασιλέα προσκυνεῖν, οἱ τὰ γράμματα ἐγχειρίζοντες· καὶ ὃς μάλα σοβαρῶς δεξάμενος τὰ γράμματα καὶ παντὸς ἀπολυθεὶς φόβου, τήν τε ἁλουργίδα τοὺς ἐλθόντας ἀπῄτει, βαρύτερος ἤδη γινόμενος, καὶ φοβε
6.3.12
ρὸν ἦν τοῖς ὁρωμένοις. οἱ δὲ ἔφασαν πρὸς αὐτόν, αὐτοὶ μὲν τὰ γράμματα κομίζειν, πρὸ θυρῶν δὲ εἶναι τοὺς ταῦτα
6.3.13
πεπιστευμένους. καὶ ὁ μὲν ἐκείνους ἐκάλει μέγα φρονῶν καὶ τῇ γνώμῃ διηρμένος· οἱ δὲ συγχωρηθέντες εἰσελθεῖν πλῆθός τε ἦσαν καὶ ξιφηφόροι πάντες, καὶ ἀντὶ τῆς ἁλουργίδος ἐπῆγον αὐτῷ" τὸν πορφύρεον θάνατον," κρεουργηδόν, ὥσπερ τι τῶν ἐν ταῖς εὐωχίαις ζῷον, κατακόψαντες. καὶ ταῦτα ἔτισε Σωπάτρῳ δίκην ὁ πάντα εὐδαίμων Ἀβλάβιος.
6.4.1
Τούτων δὴ οὕτω κεχωρηκότων καὶ τῆς Προνοίας οὐκ ἀφιείσης τὸ ἀνθρώπινον, ὁ τῶν περιλειφθέντων ἐνδοξότατος Αἰδέσιος κατελίπετο. καταφυγὼν δὲ ἐπί τινα μαντείαν δι' εὐχῆς ᾗπερ ἐπίστευε μάλιστα (αὕτη δὲ ἦν δι' ὀνείρατος), ὁ μὲν θεὸς ἐφίστατο πρὸς τὴν εὐχήν, καὶ ἔχρησεν ἐν ἑξαμέτρῳ
6.4.2
τόνῳ τάδε· ὁ δέ, ἀνακαλύψας ἄρτι τὰ βλέφαρα καὶ περίφοβος ὢν ἔτι, τὸν μὲν νοῦν ἐμέμνητο τῶν εἰρημένων, τὸ δὲ ὑπερφυὲς καὶ οὐρανόμηκες τῶν ἐπῶν περιέφευγεν αὐτὸν καὶ διωλίσθαινε. τόν τε οὖν παῖδα καλεῖ, τὴν ὄψιν καὶ τὸ πρόσωπον ἀποσμῆσαι τῷ ὕδατι βουλόμενος, καὶ ὁ θερά πων πρὸς αὐτὸν ἔλεγεν," ἀλλ' ἡ ἀριστερά γε χεὶρ ἔξωθεν
6.4.3
κατάπλεως ἐστὶ γραμμάτων." καὶ ὃς εἶδεν καὶ τὸ πρᾶγμα θεῖον εἶναι συνεφρόνησε, καὶ προσκυνήσας τὴν ἑαυτοῦ χεῖρα καὶ τὰ γεγραμμένα, εὗρε τὸν χρησμὸν ἐπὶ τῆς χειρὸς
6.4.4
γεγραμμένον. ἔστι δὲ οὗτος· δοιῶν Μοιράων ἐπὶ νήμασι νήματα κεῖται εἵνεκα σῆς βιοτῆς. εἰ μὲν πτολίεθρ' ἀγαπάζοις ἄστεά τ' αὖ φωτῶν, καί σοι κλέος ἄφθιτον ἔσται, ἀνδρῶν ποιμαίνοντι νέων θεοείκελον ὁρμήν. ἢν δ' αὖ ποιμαίνῃς μήλων νομὸν ἠδ' ἔτι ταύρων, δὴ τότε σαυτὸν ἔελπε συνήορα καὶ μακάρεσσιν ἔμμεναι ἀθανάτοισι. λίνον δέ τοι ὧδε νένευκεν.
6.4.5
Καὶ ὁ μὲν χρησμὸς ταῦτα εἶχεν· ὁ δὲ ἑπόμενος, ὥσπερ ἕπεσθαι χρή, πρὸς τὴν κρείττονα ὁδὸν συνηπείγετο, καὶ χωρίδιόν τέ τι περιεσκόπει καὶ πρὸς αἰπολίου τινὸς βοτῆρος ἑαυτὸν ἐνέτεινε βίον· τοὺς δὲ λόγων δεομένους ἢ παιδείας διὰ τὸ προκατακεχυμένον κλέος οὐκ ἐλάνθανεν, ἀλλ' ἀνιχνεύοντες αὐτὸν περιεστήκεσαν, ὥσπερ κύνες ὠρυόμενοι περὶ τὰ πρόθυρα, καὶ διασπάσασθαι ἀπειλοῦντες, εἰ τοσαύτην καὶ τηλικαύτην σοφίαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰ δένδρα τρέποι, καθάπερ οὐδὲ ἄνθρωπος γεγονὼς
6.4.6
οὐδὲ εἰδὼς τὸ ἀνθρώπινον. τοιούτοις δὲ λόγοις τε καὶ ἔργοις ἐκβιασθεὶς εἰς τὴν κοινὴν ὁμιλίαν, ἐπέδωκεν ἑαυτὸν φέρων τῇ χείρονι τῶν ὁδῶν, καὶ τὴν μὲν Καππαδοκίαν ἐξέλιπεν, Εὐσταθίῳ παραδοὺς ἐπιμελεῖσθαι τῶν ἐκείνῃ (καὶ κατὰ
6.4.7
γένος οὐκ ἀφεστήκεσαν). αὐτὸς δὲ εἰς τὴν Ἀσίαν διαβάς, ὅλης Ἀσίας προτεινούσης αὐτῷ χεῖρας, ἐν τῷ παλαιῷ Περγάμῳ καθιδρύθη, καὶ παρ' ἐκεῖνον μὲν Ἕλληνές τε ἐφοίτων καὶ οἱ πρόσχωροι, καὶ ἡ δόξα τῶν ἄστρων ἔψαυεν.
6.5.1
Περὶ δὲ Εὐσταθίου καὶ ἀσεβές ἐστι παραλιπεῖν τὰ ἐς ἀλήθειαν φέροντα· παρὰ πάντων γὰρ συνωμολογεῖτο τὸν ἄνδρα τοῦτον ὀφθῆναι καὶ εἶναι κάλλιστον, καὶ εἰς πεῖραν λόγων ἐλθεῖν δεινότατον, τό τε ἐπὶ τῇ γλώσσῃ καὶ τοῖς χείλεσιν αἱμύλιον οὐκ ἔξω γοητείας ἐδόκει. καὶ τὸ μείλιχον καὶ ἥμερον ἐπὶ τοῖς λεγομένοις ἐπήνθει καὶ συνεξεχεῖτο τοσοῦτον, ὥστε οἱ τῆς φωνῆς ἀκούσαντες καὶ τῶν λόγων, παραδόντες αὑτούς, καθάπερ οἱ τοῦ λωτοῦ γευσάμενοι,
6.5.2
τῆς φωνῆς ἐξεκρέμαντο καὶ τῶν λόγων. οὕτω δὴ πολύ τι τῶν μουσικῶν οὐκ ἀπεῖχε Σειρήνων, ὥστε ὁ βασιλεὺς αὐτόν, καί τοί γε τοῖς τῶν χριστιανῶν ἐνεχόμενος βιβλίοις, ἐπειδὴ θόρυβος αὐτὸν κατεῖχε, καὶ παρὰ τοῦ Περσῶν βασιλέως ἀνάγκη τις ἐπέκειτο, καὶ τὴν Ἀντιόχειαν ἤδη περιειργασμένου καὶ συντοξεύοντος, ὅς γε τὴν ἄκραν τὴν ὑπερκειμένην τοῦ θεάτρου καταλαβὼν ἀδοκήτως καὶ ἐξαπιναίως, τὸ πολὺ πλῆθος τῶν θεωμένων συνετό
6.5.3
ξευσε καὶ διέφθειρε. τούτων δὲ ὅμως κατεχόντων, οὕτως
6.5.4
πάντες ἦσαν ᾑρημένοι καὶ κατακεκηλημένοι, ὥστε μὴ κατοκνῆσαί τινα Ἕλληνα ἄνθρωπον ἐς τὰ ὦτα τοῦ βασιλέως παραβαλεῖν· καί τοί γε εἰώθεσαν πρότερον οἱ βασιλεύοντες τοὺς κατὰ στρατιὰν ἐπαινουμένους ἐπὶ τὰς πρεσβείας χειροτονεῖν, ἤτοι γε στρατοπεδάρχας ἢ ὅσοι γε μετ' ἐκεί
6.5.4
νους ἐς τὸ ἄρχειν ἐξῃρημένοι· τότε καὶ ἀνάγκης τυραννούσης, ὁ φρονιμώτατος ἁπάντων περιεσκοπεῖτο καὶ συνωμολογεῖτο Εὐστάθιος. μετεκλήθη τε οὖν ἐκ τοῦ βασιλέως, καὶ αὐτίκα παρῆν, καὶ τοσαύτη τις ἐπῆν ἀφροδίτη τοῖς χείλεσιν, ὥστε οἱ συμβουλεύσαντες τὴν πρεσβείαν δι' Εὐσταθίου πεμφθῆναι, ἀξιωμάτων τε ἔτυχον παρὰ τῷ βασιλεῖ μειζόνων, καὶ πρὸς τὴν εὔνοιαν αὐτῶν ὁ βασιλεὺς ἐπεκλί
6.5.5
νετο. τούτων μὲν οὖν τινες αὐτῷ καὶ ἐθελονταὶ συνεξώρμησαν ἐπὶ τὴν πρεσβείαν, μείζονα διάπειραν θέλοντες λαβεῖν, εἰ καὶ πρὸς τοὺς βαρβάρους ἔχοι τὸ αὐτὸ θελκτήριον
6.5.6
ὁ ἄνθρωπος. ὡς δὲ εἰς τὴν Περσῶν ἀφίκοντο χώραν, καί τοί γε τυραννικὸς καὶ ἄγριός τις Σαπώρης εἶναι πρὸς τοὺς ἐσιόντας, ἦν τε ἀληθῶς, [καὶ] ἐξηγγέλλετο, ἀλλ' ὅμως ἐπεὶ πρόσοδος Εὐσταθίῳ κατὰ τὴν κοινὴν πρεσβείαν ἐγένετο πρὸς τὸν βασιλέα, τήν τε ὑπεροψίαν τὴν ἐν τοῖς ὄμμασι καὶ τὸ μείλιχον ἐθαύμασε, καί τοί γε πολλὰ ἐς κατάπληξιν
6.5.7
τοῦ ἀνδρὸς μηχανησάμενος. καὶ ὡς ἡμέρως καὶ ἀλύπως διαλεγομένου τῆς φωνῆς ἤκουσεν, καὶ τῶν ἐπιτρεχουσῶν κοσμίως καὶ εὐκόλως ἀποδείξεων, ἐξελθεῖν μὲν αὐτὸν κελεύει, καὶ ὃς ἐξῄει λόγῳ συνῃρηκὼς τύραννον· ὁ δὲ ἐπὶ τράπεζάν τε εὐθὺς διὰ τῶν θαλαμηπόλων εἰσεκάλει, καί, πρὸς τοῦτο ὑπακούσαντος (ἐῴκει γὰρ εὖ πεφυκέναι πρὸς ἀρετῆς ῥοπήν),
6.5.8
ἀπήντησεν ἐπὶ τὴν θοίνην. καὶ ὁμοτράπεζος ἐγένετο, καὶ κατεκράτει τῷ λόγῳ τοσοῦτον, ὥστε μικροῦ τινὸς ἐδέησε τὸν Περσῶν βασιλέα τήν τε ὀρθὴν μεταβαλεῖν τιάραν καὶ τοὺς περιπορφύρους καὶ λιθοκολλήτους ἀπολῦσαι κόσμους, καὶ τὸ τριβώνιον Εὐσταθίου μεταμφιάσασθαι· τοσαύτην τῆς τύχης ἐποιήσατο καταδρομὴν καὶ τῶν περὶ σῶμα κόσμων, καὶ εἰς τοσοῦτο κακοδαιμονίας τοὺς φιλοσωμά
6.5.9
τους ἀνήγαγε. ἀλλὰ τοῦτο μὲν ἐκώλυσαν οἱ παρατυχόντες τῶν μάγων, γόητα εἶναι τελείως τὸν ἄνδρα φάσκοντες, καὶ τὸν βασιλέα συμπείσαντες ἀποκρίνασθαι τῷ βασιλεῖ
6.5.10
Ῥωμαίων· τί δήποτε ἄνδρας εὐτυχοῦντες τοιούτους, εἶτα πέμπουσιν ἀνδραπόδων πλουτούντων οὐδὲν διαφέροντας; τὰ δὲ κατὰ τὴν πρεσβείαν ἅπαντα ἦν ὑπὲρ ἐλπίδας.
6.6.1
Περὶ τούτου γε τοῦ ἀνδρὸς καὶ τοιοῦτόν τι ἐς τὴν ἐμὴν ἱστορίαν συνέπεσεν, ὡς ἅπασα μὲν ἡ Ἑλλὰς ἰδεῖν αὐτὸν
6.6.2
ηὔχοντο καὶ ᾔτουν τοὺς θεοὺς τὴν ἐπιδημίαν· καὶ αἵγε μαντεῖαι τοῖς περὶ ταῦτα δεινοῖς ἐς τοῦτο συνέβαινον. ὡς δὲ διημάρτανον, οὐ γὰρ ἐπεδήμει, πρεσβείαν παρ' αὐτὸν στέλλουσιν οἱ Ἕλληνες, τοὺς ἄκρους ἐπὶ σοφίᾳ κατὰ τὴν πρεσβείαν προελόμενοι. νοῦς δὲ ἦν αὐτοῖς διαλέγεσθαι πρὸς
6.6.3
τὸν μέγαν Εὐστάθιον· τί δήποτε ἐπὶ τοῖσδε τοῖς σημείοις τὸ ἔργον οὐκ ἀπήντησεν; ὁ δὲ ἀκούσας, καὶ τοὺς ὀνομαστοὺς ἐπ' ἐκείνοις καὶ πολυυμνήτους ἀναθεωρῶν καὶ διακρίνων ἐβασάνιζε, καὶ συνηρώτα τό τε μέγεθος καὶ τὴν χροιὰν καὶ τὸ σχῆμα τῶν σημείων, εἶτα μειδιάσας συνηθῶς πρὸς αὐτούς, ὡς ἤκουσε τὰ ὄντα (ψεῦδος γὰρ οὐ μόνον ἔξω θείου χοροῦ, ἀλλὰ καὶ λόγου ἵσταται)," ἀλλὰ ταῦτά γε" εἶπεν" τὴν ἐμὴν τήνδε ἐπιδημίαν οὐκ ἐμαντεύετο."
6.6.4
καί πού τι καὶ παρὰ τὸ ἀνθρώπειον κατά γε ἐμὴν ἐφθέγξατο κρίσιν· ἀπεκρίνατο γὰρ ὡς" μικρότερα ἦν καὶ βραδύτερα τῶν ἐμῶν καλῶν τὰ φανθέντα σημεῖα."
6.6.5
Οὕτως Εὐστάθιος ὁ τοσοῦτος Σωσιπάτρᾳ συνῴκησεν, ἣ τὸν ἄνδρα τὸν ἑουτῆς δι' ὑπεροχὴν σοφίας εὐτελῆ
6.6.6
τινὰ καὶ μικρὸν ἀπέδειξε. περὶ ταύτης δὲ ἐν ἀνδρῶν σοφῶν καταλόγοις καὶ διὰ μακροτέρων εἰπεῖν ἁρμόζει, τοσοῦτον κλέος τῆς γυναικὸς ἐξεφοίτησεν. καὶ ἦν γὰρ ἐκ τῆς περὶ Ἔφεσον Ἀσίας, ὅσην Κάϋστρος ποταμὸς ἐπιὼν καὶ διαρρέων γῆν τὴν ἐπωνυμίαν ἀφ' ἑαυτοῦ τῷ πεδίῳ δίδωσι. πατέρων δὲ ἦν καὶ γένους εὐδαίμονός τε καὶ ὀλβίου· παιδίον δὲ ἔτι νήπιον οὖσα, ἅπαντα ἐποίει ὀλβιώτερα, τοσοῦτό
6.6.7
τι κάλλους καὶ αἰδοῦς τὴν ἡλικίαν κατέλαμπεν. καὶ ἡ μὲν εἰς πενταετῆ συνετέλει χρόνον· ἐν δὲ τούτῳ πρεσβῦται δύο τινές (ἄμφω μὲν τὴν ἀκμὴν παρήλλαττον, ὁ δὲ ἕτερος ἦν ἀφηλικέστερος) πήρας βαθείας ἔχοντες, καὶ δέρματα ἐπὶ τῶν νώτων ἐνημμένοι, πρός τι χωρίον συνωθοῦνται τῶν γονέων τῆς Σωσιπάτρας, καὶ τὸν ἐπιτροπεύοντα συμπείθουσιν (ῥᾴδιον δὲ ἦν αὐτοῖς τοῦτο ποιεῖν) ἀμπελίων ἐπι
6.6.8
μέλειαν αὐτοῖς πιστεῦσαι. ὡς δὲ ὁ καρπὸς ἀπήντησε παρὰ τὴν ἐλπίδα (καὶ ὁ δεσπότης παρῆν καὶ τὸ παιδίον ἡ Σωσιπάτρα συμπαρῆν), τὸ μὲν θαῦμα ἄπειρον ἦν καὶ πρὸς
6.6.9
ὑπόνοιαν ἔφερε θειασμοῦ τινός· ὁ δὲ τοῦ χωρίου δεσπότης ὁμοτραπέζους αὐτοὺς ἐποιήσατο καὶ πολλῆς ἐπιμελείας ἠξίου, τοῖς συγγεωργοῦσι τὸ χωρίον καταμεμφόμενος, ὅτι
6.6.10
μὴ τὰ αὐτὰ πράττοιεν. οἱ δὲ πρεσβῦται ξενίας τε Ἑλληνικῆς καὶ τραπέζης τυχόντες, τοῦ δὲ παιδίου τῆς Σωσιπάτρας τῷ τε περιττῶς καλῷ καὶ λαμυρῷ δηχθέντες καὶ ἁλόντες," ἀλλ' ἡμεῖς γε" ἔφασαν" τὰ μὲν ἄλλα κρύφια καὶ ἀπόρρητα πρὸς ἑαυτοὺς ἔχομεν, καὶ ταυτησὶ τῆς ἐπαινουμένης† εὐνοίας† ἐστὶ γέλως, καὶ παίγνιόν τι μετ' ὀλιγωρίας τῶν
6.6.11
παρ' ἡμῖν πλεονεκτημάτων. εἰ δέ τι βούλει σοι τῆς τραπέζης ταύτης καὶ τῶν ξενίων δοθῆναι παρ' ἡμῶν οὐκ ἐν χρήμασι οὐδὲ ἐν ἐπικήροις καὶ διεφθαρμέναις χάρισιν, ἀλλ' ὅσον ὑπὲρ σέ τέ ἐστιν καὶ τὸν σὸν βίον, δῶρον οὐρανόμηκες καὶ τῶν ἀστέρων ἐφικνούμενον, ἄφες παρ' ἡμῖν τὴν Σωσιπάτραν ταύτην τροφεῦσι καὶ πατράσιν ἀληθεστέροις, καὶ εἴς γε πέμπτον ἔτος μηδὲ νόσον περὶ τῇ παιδίσκῃ φοβηθῇς,
6.6.12
μηδὲ θάνατον, ἀλλ' ἥσυχος ἔσο καὶ ἔμπεδος. μελέτω δέ σοι μὴ πατῆσαι τὸ χωρίον μέχρις ἂν τὸ πέμπτον ἔτος, περιτελλομένων τῶν ἡλιακῶν κύκλων, ἐξίκηται. καὶ πλοῦτός τέ σοι αὐτόματος ἀπὸ τοῦ χωρίου φύσεται καὶ ἀναθηλήσει, καὶ ἡ θυγάτηρ οὐ κατὰ γυναῖκα καὶ ἄνθρωπον ἔσται μόνον, ἀλλὰ καὶ αὐτὸς ὑπολήψῃ τι περὶ τῆς παιδίσκης πλέον. εἰ μὲν οὖν ἀγαθὸν ἔχεις θυμόν, ὑπτίαις χερσὶ δέξαι τὰ λεγόμενα·
6.6.13
εἰ δέ τινας ὑπονοίας ἀνακινεῖς, οὐδὲν ἡμῖν εἴρηται." πρὸς ταῦτα τὴν γλῶτταν ἐνδακὼν καὶ πτήξας ὁ πατήρ, τὸ παιδίον ἐγχειρίζει καὶ παραδίδωσι, καί, τὸν οἰκονόμον μετακαλέσας," χορήγει" πρὸς αὐτὸν εἶπεν" ὅσα οἱ πρε
6.6.14
σβῦται βούλονται, καὶ πολυπραγμόνει μηδέν." ταῦτα εἶπεν· οὔπω δὲ ἕως ὑπέφαινεν, ἐξῄει καθάπερ φεύγων καὶ τὴν θυγατέρα καὶ τὸ χωρίον.
6.7.1
Οἱ δὲ παραλαβόντες τὸ παιδίον (εἴτε ἥρωες, εἴτε δαίμονες, εἴτε τι θειότερον ἦσαν γένος), τίσιν μὲν συνετέλουν αὐτὴν μυστηρίοις ἐγίνωσκεν οὐδὲ εἷς, καὶ πρὸς τί τὴν παῖδα
6.7.2
ἐξεθείαζον ἀφανὲς ἦν καὶ τοῖς πάνυ βουλομένοις εἰδέναι. ὁ δὲ χρόνος ἤδη προσῄει, καὶ τά τε ἄλλα πάντα συνέτρεχε προσόδων πέρι τοῦ χωρίου, καὶ ὁ πατὴρ τῆς παιδὸς παρῆν εἰς τὸν ἀγρόν, καὶ οὔτε τὸ μέγεθος ἐπέγνω τῆς παιδός, τό τε κάλλος ἑτεροῖον αὐτὸ κατεφαίνετο· τὸν δὲ πατέρα σχε
6.7.3
δόν τι καὶ ἠγνόει. ὁ δὲ καὶ προσεκύνησεν αὐτήν, οὕτως ἄλλην τινὰ ὁρᾶν ἔδοξεν. ὡς δὲ οἵ τε διδάσκαλοι παρῆσαν καὶ ἡ τράπεζα προὔκειτο, οἱ μὲν ἔφασαν·" ἐρώτα ὅ τι
6.7.4
βούλει τὴν παρθένον." ἡ δὲ ὑπέλαβεν·" ἀλλ' ἐρώτησόν γε, πάτερ, τί σοι πέπρακται κατὰ τὴν ὁδόν." τοῦ δὲ εἰπεῖν ἐπιτρέψαντος (διὰ δὲ εὐδαιμονίαν ἐπὶ τετρακύκλου ὀχήματος ἐφέρετο· συμβαίνει δὲ πολλὰ ἐπὶ τοῖς τοιούτοις ὀχήμασι πάθη), πάντα οὕτως ἐξήγγειλεν φωνάς τε καὶ ἀπειλὰς καὶ
6.7.5
φόβους, ὥσπερ αὐτὴν συνηνιοχοῦσαν· καὶ εἰς τοσόνδε προῄει θαύματος ὁ πατήρ, ὥστε οὐκ ἐθαύμαζεν, ἀλλὰ κατεπλήττετο, καὶ θεὸν εἶναι τὴν παῖδα ἐπέπειστο. προσπεσὼν δὲ τοῖς ἀνδράσιν, ἱκέτευεν εἰπεῖν οἵτινες εἶεν· οἱ δὲ μόλις καὶ βραδέως (δόξαν δὲ ἴσως οὕτω καὶ θεῷ) παρέφηναν εἶναι τῆς Χαλδαϊκῆς καλουμένης σοφίας οὐκ ἀμύητοι, καὶ τοῦτο δι' αἰ
6.7.6
νίγματος καὶ κάτω νεύοντες. ὡς δὲ ὁ τῆς Σωσιπάτρας πατὴρ προσπεσὼν τοῖς γόνασιν ἱκέτευεν, δεσπότας εἶναι τοῦ χωρίου παρακαλῶν, καὶ τὴν παῖδα ἔχειν ὑφ' ἑαυτοῖς καὶ μυεῖν εἰς τὸ τελεώτερον, οἱ μὲν ἐπινεύσαντες ὅτι οὕτω ποιήσουσιν, οὐκέτι ἐφθέγξαντο· ὁ δὲ ὥσπερ ἔχων ὑπόσχεσίν τινα ἢ χρησμόν, ἐθάρσει καθ' ἑαυτόν, καὶ πρὸς τὸ χρῆμα
6.7.7
ἠπόρει· καὶ ὑπερεπῄνει γε τὸν Ὅμηρον κατὰ ψυχήν, ὡς ὑπερφυές τι χρῆμα καὶ δαιμόνιον τοῦτο ἀνυμνήσαντα· καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας. καὶ γὰρ αὐτὸς ᾤετο ξένοις μὲν ἀνδράσι, θεοῖς δὲ συντετυχη
6.7.8
κέναι. καὶ ὁ μὲν τοῦ πράγματος ἐμπιπλάμενος ὕπνῳ κατείχετο, οἱ δὲ ἀποχωρήσαντες τοῦ δείπνου καὶ τὴν παῖδα παραλαβόντες, τήν τε στολὴν τῆς ἐσθῆτος ἐν ᾗ τετέλεστο μάλα φιλοφρόνως αὐτῇ καὶ συνεσπουδασμένως παρέδοσαν, καὶ ἄλλα τινὰ προσθέντες ὄργανα καὶ τὴν κοιτίδα τῆς Σωσιπάτρας, κατασημήνασθαι κελεύσαντες καὶ προσεμβα
6.7.9
λόντες τινὰ βιβλίδια. καὶ ἡ μὲν ὑπερεγάννυτο τοὺς ἄνδρας τοῦ πατρὸς οὐκ ἔλαττον. ὡς δὲ ἕως ὑπέφαινεν καὶ ἀνεῴγνυντο θύραι, καὶ πρὸς ἔργα ἐχώρουν ἄνθρωποι, κἀκεῖνοι τοῖς ἄλλοις συνεξέβησαν κατὰ τὸ εἰωθός. ἡ μὲν παῖς παρὰ τὸν πατέρα ἔδραμεν εὐαγγέλια φέρουσα, καὶ τὴν κοιτίδα
6.7.10
τῶν τις θεραπευτήρων ἐκόμιζεν· ὁ δὲ πλοῦτόν τε ὃν εἶχε ἐς τὸ παρατυχόν, καὶ παρὰ τῶν οἰκονόμων ὅσον ἦν ἀναγκαῖον αὐτῆς αἰτήσας, μετεκάλει τοὺς ἄνδρας· οἱ δὲ ἐφάνησαν οὐδαμοῦ. καὶ πρὸς τὴν Σωσιπάτραν εἶπε·" τί δὴ τοῦτό
6.7.11
ἐστιν, ὦ τέκνον;" ἡ δὲ ἐπισχοῦσα μικρόν," ἀλλὰ νῦν γε" ἔφη" συνορῶ τὸ λεχθέν. ὡς γὰρ ταῦτα ἐμοὶ δακρύον τες ἐνεχείριζον, σκόπει, ἔφασαν, ὦ τέκνον· ἡμεῖς γὰρ ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν ἐνεχθέντες, αὐτίκα ἐπανήξομεν." τοῦτο συμφανέστατα δαίμονας εἶναι τοὺς φανέντας ἀπήλεγξεν.
6.8.1
καὶ οἱ μὲν ἀπιόντες ᾤχοντο ὁπῃδήποτε καὶ ἀπῄεσαν· ὁ δὲ πατὴρ τὴν παῖδα παραλαβὼν τεθειασμένην καὶ σωφρόνως ἐνθουσιῶσαν, συνεχώρει τε ζῆν ὅπως βούλεται, καὶ περιειργάζετο τῶν κατ' ἐκείνην οὐδέν, πλὴν ὅσα γε πρὸς
6.8.2
τὴν σιωπὴν αὐτῆς ἐδυσχέραινεν. ἡ δὲ προϊοῦσα εἰς μέτρον ἀκμῆς, διδασκάλων τε ἄλλων οὐ τυχοῦσα, τά τε τῶν ποιητῶν βιβλία διὰ στόματος εἶχε καὶ φιλοσόφων καὶ ῥητόρων, καὶ ὅσα γε τοῖς πεπονηκόσι καὶ τεταλαιπωρημένοις μόλις ὑπῆρχε καὶ ἀμυδρῶς εἰδέναι, ταῦτα ἐκείνη μετ' ὀλιγωρίας ἔφραζε, εὐκόλως καὶ ἀλύπως εἰς τὸ σαφὲς ἐπιτρέχουσα.
6.8.3
ἔδοξε γοῦν αὐτῇ καὶ ἀνδρὶ συνελθεῖν. καὶ ἀναμφίλεκτον ἦν ὅτι ἐξ ἁπάντων ἀνδρῶν μόνος Εὐστάθιος ἄξιος ἦν τοῦ γάμου. ἡ δὲ πρὸς Εὐστάθιος καὶ τοὺς παρόντας εἰποῦσα·" ἀλλ' ἄκουε μὲν Εὐστάθιε, συμμαρτυρούντων δὲ οἱ παρόντες. παῖδας μὲν ὑπὸ σοὶ τέξομαι τρεῖς, πάντες δὲ τὸ ἀνθρώπινον δοκοῦν ἀγαθὸν ἀτυχήσουσι, πρὸς τὸ
6.8.4
θεῖον δὲ [οὐδὲ] εἷς. καὶ σὺ δὲ προαπολείψεις ἐμέ, καλὴν μεταλαχὼν λῆξιν καὶ πρέπουσαν, ἐγὼ δὲ ἴσως κρείσσονα. σοὶ μὲν γὰρ περὶ σελήνην ἡ χορεία, καὶ οὐκέτι λατρεύσεις καὶ φιλοσοφήσεις τὸ πέμπτον, οὕτω γάρ μοί φησιν τὸ σὸν εἴδωλον, ἀλλὰ καὶ τὸν ὑπὸ σελήνην παρελεύσῃ τόπον σὺν
6.8.5
ἀγαθῇ καὶ εὐηνίῳ φορᾷ· ἐγὼ δὲ καὶ ἐβουλόμην μὲν εἰπεῖν τὰ κατ' ἐμαυτήν," εἶτα ἐπισιωπήσασα τῷ λόγῳ βραχύν τινα χρόνον," ἀλλ' ὁ ἐμός," ἀνεφθέγξατο," θεός με κωλύει."
6.8.6
ταῦτα εἰποῦσα, Μοῖραι γὰρ οὕτως ἔνευον, τῷ τε Εὐσταθίῳ συνῆλθε, καὶ τὰ λεχθέντα οὐδὲν διέφερε τῶν ἀκινήτων μαντειῶν, πάντα γὰρ ἐγένετο καὶ ἀπέβη καθάπερ γεγενημένα.
6.9.1
Προσιστορῆσαι δὲ τοῖς γεγενημένοις τάδε ἀναγκαίως εἴη· Σωσιπάτρα, μετὰ τὴν ἀποχώρησιν Εὐσταθίου, πρὸς τὰ αὑτῆς ἐπανελθοῦσα κτήματα, περὶ τὴν Ἀσίαν καὶ τὸ παλαιὸν Πέργαμον διέτριβεν· καὶ ὁ μέγας Αἰδέσιος θερα
6.9.2
πεύων αὐτὴν ἠγάπα, καὶ τοὺς παῖδας ἐξεπαίδευε. καὶ ἀντεκάθητό γε αὐτῷ φιλοσοφοῦσα κατὰ τὴν ἑαυτῆς οἰκίαν ἡ Σωσιπάτρα, καί, μετὰ τὴν Αἰδεσίου συνουσίαν, παρ' ἐκείνην φοιτῶντες, οὐκ ἔστιν ὅστις τὴν μὲν ἐν λόγοις ἀκρίβειαν Αἰδεσίου περιηγάπα καὶ συνεθαύμαζεν, τὸν δὲ τῆς γυναικὸς ἐνθουσιασμὸν προσεκύνει καὶ ἐσεβάζετο.
6.9.3
Φιλομήτωρ γοῦν τις αὐτῆς ἀνεψιὸς ὤν, τοῦ τε κάλλους ἡττηθεὶς καὶ τῶν λόγων, εἰς ἔρωτα ἀφίκετο, καὶ τὴν γυναῖκα εἰδὼς θειοτέραν· ἔρως δὲ συνηνάγκαζε καὶ κατεβιάζετο. καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν πολύς, καὶ ἡ γυνὴ συνησθάνετο τῆς πείρας· καὶ πρὸς τὸν Μάξιμον, οὗτος δὲ ἀνὰ τὰ πρῶτα τῆς ὁμιλίας ἐφέρετο τοῦ Αἰδεσίου, καὶ οὐδὲ συγ
6.9.4
γενείας κεχώριστο·" ἀλλὰ κατάμαθέ γε, ὦ Μάξιμε, ἵνα μὴ πράγματα ἐγὼ ἔχω, τί τὸ περὶ ἐμὲ πάθος ἐστί." τοῦ δὲ ὑπολαβόντος·" τί γάρ ἐστι τὸ πάθος;"" ἂν μὲν παρῇ Φιλομήτωρ," ἔφη πρὸς αὐτόν" Φιλομήτωρ γέ ἐστι, καὶ
6.9.5
διαφέρει τῶν πολλῶν ὑμῶν οὐδὲ ἕν· ἂν δὲ ἀποχωροῦντα θεάσωμαι, δάκνεταί μου καὶ στρέφεταί πως πρὸς τὴν ἔξοδον ἔνδον ἡ καρδία. ἀλλ' ὅπως ἀθλήσῃς περὶ ἐμοὶ καὶ θεοφιλὲς ἐπιδείξῃ τι," προσέθηκεν. καὶ ὁ μὲν Μάξιμος ἐξῄει τοιαῦτα ἀκηκοώς, ὑπέρογκος ὤν, ὡς ἂν ἤδη τοῖς θεοῖς ὁμιλῶν, ὅτι
6.9.6
ὑπὸ τοσαύτης γυναικὸς τοιαῦτα ἐπεπίστευτο. Φιλομήτωρ δὲ τοῖς προτεθεῖσιν ἐνέκειτο, Μάξιμος δὲ ἀντενέκειτο, διὰ σοφίας μὲν θυτικῆς καταμαθὼν ᾧτινι κέχρηται, βιαιοτέρῳ δὲ καὶ δυνατωτέρῳ καταλύσας τὸ ἔλαττον. καὶ ὁ μὲν ταῦτα συντελέσας ὁ Μάξιμος ἔδραμε παρὰ τὴν Σωσιπάτραν, καὶ παραφυλάττειν ἠξίου μάλα ἀκριβῶς, εἰ τὸ αὐτὸ τοῦ λοιποῦ
6.9.7
πείσεται· ἡ δὲ οὐκέτι πάσχειν ἔφη, καὶ τήν γε εὐχὴν ἀπήγγειλε τῷ Μαξίμῳ καὶ τὴν ἅπασαν πρᾶξιν, καὶ τήν γε ὥραν προσέθηκεν, ὥσπερ συμπαροῦσα, καθ' ἣν ταῦτα ἔπραττεν, καὶ τὰ φανέντα ἀνεκάλυψε σημεῖα. τοῦ δὲ πεσόντος ἐπὶ τὴν γῆν ἀχανοῦς, καὶ θεὰν ἄντικρυς εἶναι τὴν Σωσιπάτραν ὁμολογοῦντος," ἀνίστω" φησίν" ὦ τέκνον· θεοί σε φιλοῦσιν, ἐὰν σὺ πρὸς ἐκείνους βλέπῃς καὶ μὴ ῥέπῃς ἐπὶ
6.9.8
τὰ γήϊνα καὶ ἐπίκηρα χρήματα." καὶ ὁ μὲν ταῦτα ἀκούσας, ἐξῄει μεγαλαυχότερος γεγονώς, καὶ τῆς κατὰ τὴν γυναῖκα δὲ θειότητος ἀσφαλῶς πεπειραμένος. ὁ δὲ Φιλομήτωρ φαιδρὸς ἀπήντα περὶ θύρας αὐτῷ μετὰ πολλῶν ἑταίρων εἰσιών·
6.9.9
ὁ δὲ πόρρωθεν μέγα φθεγξάμενος εἶπεν ὁ Μάξιμος·" τοὺς θεούς σοι, Φιλομήτωρ" εἶπεν" ἑταῖρε, παῦσαι μάτην κατακαίων τὰ ξύλα" ἐνεωρακώς τι τοιοῦτον ἴσως αὐτῷ
6.9.10
περὶ ἃ κακουργῶν ἔπραττεν. καὶ ὁ μὲν τὸν Μάξιμον ὑπερευλαβηθεὶς θεὸν ᾠήθη, καὶ τῆς γε ἐπιβουλῆς ἐπαύσατο, καταγελάσας τῆς προθέσεως ὅ τι καὶ ἐνεχείρησεν· ἡ δὲ Σωσιπάτρα γνησίως καὶ διαφερόντως ἑώρα τοῦ λοιποῦ τὸν
6.9.11
Φιλομήτορα, θαυμάζουσα αὐτὸν ὅτι αὐτὴν ἐθαύμασε. ποτὲ γοῦν συνεληλυθότων ἁπάντων παρ' αὐτῇ Φιλομήτωρ δὲ οὐ παρῆν, ἀλλ' ἐν ἀγρῷ διέτριβεν, ἡ μὲν πρόθεσις ἦν καὶ
6.9.12
τὸ ζήτημα περὶ ψυχῆς· πολλῶν δὲ κινουμένων λόγων, ὡς ἤρξατο Σωσιπάτρα λέγειν, κατὰ μικρὸν ταῖς ἀποδείξεσι διαλύουσα τὰ προβαλλόμενα, εἶτα εἰς τὸν περὶ καθόδου ψυχῆς καὶ τί τὸ κολαζόμενον καὶ τί τὸ ἀθάνατον αὐτῆς ἐμπίπτουσα λόγον, μεταξὺ τοῦ κορυβαντιασμοῦ καὶ τῆς ἐκβακχεύσεως, ὥσπερ ἀποκοπεῖσα τὴν φωνήν, ἐσιώπησεν, καὶ βραχὺν ἐλλιποῦσα χρόνον," τί τοῦτο;" ἀνεβόησεν εἰς μέσους·" ὁ συγγενὴς Φιλομήτωρ φερόμενος ἐπ' ὀχήματος, τό τε ὄχημα κατά τινα δυσχωρίαν περιτέτραπται, κἀκεῖνος
6.9.13
κινδυνεύει περὶ τὼ σκέλη· ἀλλ' ἐξῃρήκασί γε αὐτὸν οἱ θεράποντες ὑγιαίνοντα, πλὴν ὅσα περὶ τοῖς ἀγκῶσι καὶ χερσὶ τραύματα εἴληφε, καὶ ταῦτά γε ἀκίνδυνα· ἐπὶ φο
6.9.14
ρείου δὲ φέρεται ποτνιώμενος." ταῦτα ἔλεγεν καὶ εἶχεν οὕτως, καὶ πάντες ᾔδεσαν ὅτι πανταχοῦ εἴη Σωσιπάτρα, καὶ πᾶσι πάρεστι τοῖς γινομένοις, ὥσπερ οἱ φιλόσοφοι περὶ
6.9.15
τῶν θεῶν λέγουσιν. καὶ ἐτελεύτα δὲ ἐπὶ τοῖς τρισὶ παισί. καὶ τῶν μὲν δύο τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν, Ἀντωνῖ νος δὲ ἦν ἄξιος τῶν πατέρων, ὅς γε τὸ Κανωβικὸν τοῦ Νείλου καταλαβὼν στόμα, καὶ τοῖς ἐκεῖ τελουμένοις προσθεὶς ὅλον ἑαυτόν, τήν τε ἀπὸ τῆς μητρὸς πρόρρησιν ἐξεβιάζετο.
6.9.16
καὶ ἡ νεότης τῶν ὑγιαινόντων τὰς ψυχὰς καὶ φιλοσοφίας ἐπιθυμούντων ἐφοίτων πρὸς αὐτόν, καὶ τὸ ἱερὸν νεανί
6.9.17
σκων ἱερέων μεστὸν ἦν. αὐτὸς μὲν οὖν ἔτι ἄνθρωπος εἶναι δοκῶν καὶ ἀνθρώποις ὁμιλῶν, πᾶσι τοῖς ὁμιληταῖς προὔλεγεν, ὡς μετ' ἐκεῖνον οὐκ ἔτι τὸ ἱερὸν ἔσοιτο, ἀλλὰ καὶ τὰ μεγάλα καὶ ἅγια τοῦ Σεράπιδος ἱερὰ πρὸς τὸ σκοτοειδὲς καὶ ἄμορφον χωρήσει καὶ μεταβληθήσεται, καὶ τὸ μυθῶδες καὶ ἀειδὲς σκότος τυραννήσει τὰ ἐπὶ γῆς κάλλιστα. ὁ δὲ χρόνος ἀπήλεγξεν ἅπαντα, καὶ τὸ πρᾶγμά γε εἰς χρησμοῦ συνετελέσθη βίαν.
6.10.1
Τούτου δὲ τοῦ γένους, οὐ γὰρ τὰς Ἡσιόδου καλουμένας Ἠοίας ἔσπευδον γράφειν, ἀπόρροιαί τινες, ὥσπερ ἀστέρων περιελείφθησαν, καὶ εἰς φιλοσοφούντων ἕτερα ἄττα γένη διεσπάρησαν καὶ κατενεμήθησαν, οἷς τοῦ φιλοσοφεῖν
6.10.2
ἡ συγγένεια κέρδος ἦν. τὰ πλεῖστα δὲ ἐν δικαστηρίοις, ὥσπερ ὁ Σωκράτης περὶ τὴν τοῦ βασιλέως στοάν, ἐκινδύνευον· οὕτω περιεφρόνησαν χρήματα καὶ κατεστύγησαν
6.10.3
χρυσίον. ἦν γοῦν αὐτοῖς φιλοσοφία, τὸ τριβώνιον καὶ τὸ μεμνῆσθαι Σωσιπάτρας, καὶ τὸν Εὐστάθιον διὰ στόματος φέρειν, τὰ δὲ ἐν τοῖς ὁρωμένοις σακκία τε ἁδρὰ καὶ ὑπόμεστα βιβλιδίων, καὶ ταῦτα ὡς ἂν ἄχθος εἶναι καμήλων πολλῶν.
6.10.4
καὶ ἐξηπίσταντό γε πάνυ ἀκριβῶς τὰ βιβλία· καὶ ταῦτά γε ἦν εἰς οὐδένα φέροντα τῶν παλαιῶν φιλοσόφων, ἀλλὰ διαθῆκαί τε καὶ ἀντίγραφα τούτων, καὶ συμβόλαια καὶ περὶ πράσεων, καὶ ὅσα ὁ κακοδαίμων καὶ ὁ πρὸς τὴν πλανωμένην καὶ ἄτακτον ἄτην ἐπικλίνων βίος
6.10.5
ἐπαινεῖν εἴωθεν. οὕτως οὐδὲ ἐν τοῖς μετὰ ταῦτα Σωσιπάτρα ἐς τὸν χρησμὸν ἀπετύγχανε, καὶ τούτων γε τὰ ὀνόματα οὐδὲν δέομαι γράφειν· ὁ γὰρ λόγος οὐκ ἐπὶ τοὺς
6.10.6
φαύλους ἀλλ' ἐπὶ τοὺς ἀγαθοὺς φέρειν συνεπείγεται. πλὴν ὅσα εἷς αὐτῆς τῶν παίδων (Ἀντωνῖνος ἦν αὐτῷ, οὗ καὶ πρὸ βραχέος ἐπεμνήσθην, ὁ διαβαλὼν ἐς τὴν Ἀλεξάνδρειαν, εἶτα τὸ Κανωβικὸν θαυμάσας τε καὶ ὑπεραγασθεὶς τοῦ Νείλου στόμα, καὶ τοῖς ἐκείνῃ θεοῖς τε καὶ ἀρρήτοις ἱεροῖς ἀναθεὶς καὶ προσαρμόσας ἑαυτόν) ταχὺ μάλα πρὸς τὴν τοῦ θείου συγγένειαν ἐπέδωκεν, σώματός τε περιφρονήσας καὶ τῶν περὶ τοῦτο ἡδονῶν ἀπολυθείς, σοφίαν τε ἄγνωστον τοῖς πολλοῖς ἐπιτηδεύσας· περὶ οὗ προσῆκε
6.10.7
καὶ διὰ μακροτέρων εἰπεῖν. ἐπεδείκνυτο μὲν γὰρ οὐδὲν θεουργὸν καὶ παράλογον ἐς τὴν φαινομένην αἴσθησιν, τὰς βασιλικὰς ἴσως ὁρμὰς ὑφορώμενος ἑτέρωσε φερούσας· τοῦ δὲ τὴν καρτερίαν καὶ τὸ ἄκαμπτον καὶ ἀμετάστατον ἐθαύ
6.10.8
μαζον ἅπαντες. καὶ κατῄεσάν γε παρ' αὐτὸν ἐπὶ θάλασσαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν τότε σχολάζοντες, ἡ δὲ Ἀλεξάνδρεια διά γε τὸ τοῦ Σεράπιδος ἱερὸν ἱερά τις ἦν οἰκουμένη·
6.10.9
οἱ γοῦν πανταχόθεν φοιτῶντες ἐς αὐτὴν πλῆθός τε ἦσαν τῷ δήμῳ παρισούμενοι, καί, μετὰ τὰς θεραπείας τοῦ θείου, παρὰ τὸν Ἀντωνῖνον ἔτρεχον, οἱ μὲν διὰ γῆς, ὅσοι γε ἔτρεχον, τοῖς δὲ ἐξήρκει τὰ ποτάμια πλοῖα, μετὰ ῥᾳστώνης
6.10.10
ἐπὶ τὴν σπουδὴν ὑποφέροντες. συνουσίας δὲ ἀξιωθέντες, οἱ μὲν λογικὸν πρόβλημα προθέμενοι, ἀφθόνως καὶ αὐθωρὸν τῆς Πλατωνικῆς ἐνεφοροῦντο σοφίας, οἱ δὲ τῶν θειοτέρων τι προβάλλοντες, ἀνδριάντι συνετύγχανον· οὐκοῦν ἐφθέγγετο πρὸς αὐτῶν οὐδένα, ἀλλὰ τὰ ὄμματα στήσας καὶ διαθρήσας εἰς τὸν οὐρανόν, ἄναυδος ἔκειτο καὶ ἄτεγκτος, οὐδέ τις εἶδεν αὐτὸν περὶ τῶν τοιούτων ῥᾳδίως εἰς ὁμιλίαν ἐλθόντα ἀνθρώπων.
6.11.1
Ὅτι δὲ ἦν τι θειότερον τὸ κατ' αὐτόν, οὐκ εἰς μακρὰν ἀπεσημάνθη· οὐ γὰρ ἔφθανεν ἐκεῖνος ἐξ ἀνθρώπων ἀπιών, καὶ ἥ τε θεραπεία τῶν κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὸ Σεραπεῖον ἱερὸν διεσκεδάννυτο· οὐχ ἡ θεραπεία μόνον, ἀλλὰ καὶ τὰ οἰκοδομήματα, καὶ πάντα ἐγίνετο καθάπερ ἐν
6.11.2
ποιητικοῖς μύθοις, τῶν Γιγάντων κεκρατηκότων. καὶ τὰ περὶ τὸν Κάνωβον ἱερὰ ταὐτὸ τοῦτο ἔπασχον, Θεοδοσίου μὲν τότε βασιλεύοντος, Θεοφίλου δὲ προστατοῦντος τῶν ἐναγῶν, ἀνθρώπου τινὸς Εὐρυμέδοντος ὅς ποθ' ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν, Εὐαγρίου δὲ τὴν πολιτικὴν ἀρχὴν ἄρχοντος, Ῥωμανοῦ δὲ
6.11.3
τοὺς κατ' Αἴγυπτον στρατιώτας πεπιστευμένου· οἵτινες, ἅμα φραξάμενοι κατὰ λιθ ων καὶ λιθοξο ων, ἐπὶ θυμὸν ταῦτα βαλλόμενοι, πολέμου δὲ μήτε ἀκοὴν ὑφιστάμενοι, τῷ τε Σεραπείῳ κατελυμήναντο καὶ τοῖς ἀναθήμασιν ἐπολέμησαν, ἀνανταγώνιστον καὶ ἄμα
6.11.4
χον νίκην νικήσαντες. τοῖς γοῦν ἀνδριᾶσι καὶ ἀναθήμασι ἐς τοσόνδε γενναίως ἐμαχέσαντο, ὥστε οὐ μόνον ἐνίκων αὐτά, ἀλλὰ καὶ ἔκλεπτον, καὶ τάξις ἦν αὐτοῖς πολεμικὴ τὸ
6.11.5
ὑφελόμενον λαθεῖν. τοῦ δὲ Σεραπείου μόνον τὸ ἔδαφος οὐχ ὑφείλοντο διὰ βάρος τῶν λίθων, οὐ γὰρ ἦσαν εὐμετακίνητοι· συγχέαντες δὲ ἅπαντα καὶ ταράξαντες, οἱ πολεμικώτατοι καὶ γενναῖοι, καὶ τὰς χεῖρας ἀναιμάκτους μέν, οὐκ ἀφιλοχρημάτους δὲ προτείναντες, τούς τε θεοὺς ἔφασαν νενικηκέναι, καὶ τὴν ἱεροσυλίαν καὶ τὴν ἀσέβειαν εἰς ἔπαινον σφῶν αὐτῶν κατελογίζοντο.
6.11.6
Εἶτα ἐπεισῆγον τοῖς ἱεροῖς τόποις τοὺς καλουμένους μοναχούς, ἀνθρώπους μὲν κατὰ τὸ εἶδος, ὁ δὲ βίος αὐτοῖς συώδης, καὶ ἐς τὸ ἐμφανὲς ἔπασχόν τε καὶ ἐποίουν μυρία κακὰ καὶ ἄφραστα. ἀλλ' ὅμως τοῦτο μὲν εὐσεβὲς ἐδόκει, τὸ
6.11.7
καταφρονεῖν τοῦ θείου· τυραννικὴν γὰρ εἶχεν ἐξουσίαν τότε πᾶς ἄνθρωπος μέλαιναν φορῶν ἐσθῆτα, καὶ δημοσίᾳ βουλόμενος ἀσχημονεῖν· εἰς τοσόνδε ἀρετῆς ἤλασε τὸ ἀνθρώπινον. ἀλλὰ περὶ τούτων μὲν καὶ ἐν τοῖς καθολικοῖς
6.11.8
τῆς ἱστορίας συγγράμμασιν εἴρηται. τοὺς δὲ μοναχοὺς τούτους καὶ εἰς τὸν Κάνωβον καθίδρυσαν, ἀντὶ τῶν νοητῶν θεῶν εἰς ἀνδραπόδων θεραπείας, καὶ οὐδὲ χρηστῶν, καταδήσαντες τὸ ἀνθρώπινον. ὀστέα γὰρ καὶ κεφαλὰς τῶν ἐπὶ πολλοῖς ἁμαρτήμασιν ἑαλωκότων συναλίζοντες, οὓς τὸ πολιτικὸν ἐκόλαζε δικαστήριον, θεούς τε ἀπεδείκνυσαν, καὶ προσεκαλινδοῦντο τοῖς ὀστοῖς καὶ κρείττους ὑπελάμβανον
6.11.9
εἶναι μολυνόμενοι πρὸς τοῖς τάφοις. μάρτυρες γοῦν ἐκαλοῦντο καὶ διάκονοί τινες καὶ πρέσβεις τῶν αἰτήσεων παρὰ τῶν θεῶν, ἀνδράποδα δεδουλευκότα κακῶς, καὶ μάστιξι καταδεδαπανημένα, καὶ τὰς τῆς μοχθηρίας ὠτειλὰς ἐν τοῖς
6.11.10
εἰδώλοις φέροντα· ἀλλ' ὅμως ἡ γῆ φέρει τούτους τοὺς θεούς. τοῦτο γοῦν εἰς μεγάλην πρόνοιαν καὶ Ἀντωνίνου συνετέλεσεν, ὅτι πρὸς ἅπαντας ἔφασκεν τὰ
6.11.11
ἱερὰ τάφους γενήσεσθαι· (ὥσπερ που καὶ Ἰάμβλιχος ὁ μέγας– ὅπερ ἐν τοῖς κατ' ἐκεῖνον παραλελοίπαμεν– ἀνδρός τινος Αἰγυπτίου τὸν Ἀπόλλω καλέσαντος, τοῦ δὲ ἐλθόντος, καὶ καταπλαγέντων τὴν ὄψιν τῶν παρόντων," παύσασθε," εἶπεν" ἑταῖροι, θαυμάζοντες· μονομαχήσαντος γὰρ ἀνδρός ἐστιν εἴδωλον·" οὕτως ἕτερόν τί ἐστιν τῷ νῷ θεωρεῖν καὶ τοῖς τοῦ σώματος ἀπατηλοῖς ὄμμασιν. ἀλλ' Ἰάμβλιχος μὲν τὰ παρόντα δεινά, Ἀντωνῖνος δὲ τὰ μέλλοντα προεῖδεν· καὶ τοῦτό γε αὐτοῦ μόνον ἀσθέ
6.11.12
νειαν φέρει). ἄλυπον δὲ αὐτῷ τὸ τέλος εἰς γῆρας ἄνοσον ἀφικομένῳ καὶ βαθύ, καὶ λυπηρὸν τοῖς νοῦν ἔχουσι τὸ προεγνωσμένον ἐκείνῳ τῶν ἱερῶν τέλος. ΜΑΞΙΜΟΣ. Μαξίμου καὶ πρότερον ἐμνήσθημεν, καὶ ὁ ταῦτα γράφων οὐκ ἦν ἀθέατος τοῦ ἀνδρός, ἀλλὰ νέος ἔτι γηραιῷ συνετύγχανεν καὶ φωνῆς τε ἤκουσεν, οἵας ἄν τις ἤκουσε τῆς Ὁμηρικῆς Ἀθηνᾶς ἢ τοῦ Ἀπόλλωνος. τῷδὲ καὶ πτηναὶ μέν τινες ἦσαν αἱ τῶν ὀμμάτων κόραι, πολιὸν δὲ καθεῖτο γένειον, τὰς δὲ ὁρμὰς τῆς ψυχῆς διεδήλου τὰ

Intertext edge

Open linked passage

Note