Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.2
ὄμματα. καὶ ἁρμονία γέ τις ἐπῆν καὶ ἀκούοντι καὶ ὁρῶντι, καὶ δι' ἀμφοῖν τῶν αἰσθήσεων ὁ συνὼν ἐπλήττετο, οὔτε τὴν ὀξυκινησίαν φέρων τῶν ὀμμάτων, οὔτε τὸν δρόμον τῶν
7.1.3
λόγων. ἀλλ' οὐδὲ εἴ τις τῶν ἐμπειροτάτων πάνυ καὶ δεινῶν διελέγετο πρὸς αὐτόν, ἀντιλέγειν ἐτόλμα, ἀλλ' ἡσυχῆ παραδόντες αὑτούς, τοῖς λεγομένοις ὥσπερ ἐκ τριπόδων εἵποντο· τοσαύτη τις ἀφροδίτη τοῖς χείλεσιν ἐπεκάθητο.
7.1.4
ἦν μὲν οὖν τῶν εὖ γεγονότων, καὶ πλοῦτος ἁδρότερος ὑπῆν αὐτῷ, ἀδελφοὺς δὲ εἶχε γνησίους, οὓς ἐκώλυεν εἶναι πρώτους αὐτὸς ὤν, Κλαυδιανόν τε τὸν καταλαβόντα τὴν Ἀλεξάνδρειαν κἀκεῖ παιδεύσαντα, καὶ Νυμφιδιανὸν τὸν ἐν Σμύρνῃ περιφανῶς σοφιστεύσαντα.
7.1.5
Ἦν δὲ ὁ ἀνὴρ οὗτος τῶν διαπλησθέντων τῆς Αἰδεσίου σοφίας. Ἰουλιανοῦ δὲ τοῦ βασιλεύσαντος ἠξιώθη γενέσθαι διδάσκαλος. οὗτος, πάντων ἀνῃρημένων ὑπὸ τοῦ Κωνσταντίου (ταῦτα δὲ ἐν τοῖς κατὰ Ἰουλιανὸν ἀκριβέστερον γέγραπται), καὶ ψιλωθέντος τοῦ γένους Ἰουλιανοῦ, περιελείφθη
7.1.6
μόνος, δι' ἡλικίαν περιφρονηθεὶς καὶ πρᾳότητα. εὐνοῦχοι δὲ αὐτὸν ὅμως ἀμφεπόλευον βασιλικοὶ καὶ παραφυλακαί τινες ἦσαν, ὅπως εἴη χριστιανὸς βέβαιος· ὁ δὲ καὶ πρὸς ταῦτα τὸ
7.1.7
μέγεθος τῆς φύσεως ἐπεδείκνυτο. πάντα γοῦν οὕτω διὰ στόματος εἶχε τὰ βιβλία, ὥστε ἠγανάκτουν ἐκεῖνοι πρὸς τὴν βραχύτητα τῆς παιδείας, ὡς καὶ οὐκ ἔχοντες ὅ τι διδάξουσι
7.1.8
τὸ παιδίον. ὡς δὲ οὔτε ἐκεῖνοι παιδεύειν εἶχον, οὔτε Ἰουλιανὸς μανθάνειν, ἐξῄτησαν τὸν ἀνεψιὸν ἐπιτραπῆναί οἱ καὶ ῥητορικῶν ἀκροάσασθαι καὶ φιλοσόφων λόγων. ὁ δέ, θεοῦ νεύ σαντος, ἐπέτρεψεν, περὶ τὰ βιβλία πλανᾶσθαι βουλόμενος αὐτὸν καὶ ἀργεῖν μᾶλλον ἢ τοῦ γένους καὶ τῆς βασιλείας
7.1.9
ὑπομιμνήσκεσθαι. τοῦτο δὲ ἐπιτραπὲν αὐτῷ, πανταχοῦ βαθέων καὶ βαρυτάτων ὑποκειμένων κτημάτων, μετὰ βασιλικῆς ὑπονοίας καὶ δορυφορίας περιεφοίτα, καὶ διέστειχεν ὅπῃ βούλοιτο. καὶ δὴ καὶ εἰς τὸ Πέργαμον ἀφικνεῖται κατὰ
7.1.10
κλέος τῆς Αἰδεσίου σοφίας. ὁ δὲ ἤδη μὲν εἰς μακρόν τι γῆρας ἀφῖκτο, καὶ τὸ σῶμα ἔκαμνε· τῆς δὲ ὁμιλίας αὐτοῦ προεστήκεσαν καὶ ἀνὰ τοὺς πρώτους ἐφέροντο Μάξιμός τε, ὑπὲρ οὗ τάδε γράφεται, καὶ Χρυσάνθιος ὁ ἐκ Σάρδεων, Πρίσκος τε ὁ Θεσπρωτὸς ἢ Μολοσσός, Εὐσέβιός τε ὁ ἐκ Καρίας Μύν
7.1.11
δου πόλεως. καὶ συνουσίας ἀξιωθεὶς τῆς Αἰδεσίου, ὁ καὶ ἐν μειρακίῳ πρεσβύτης Ἰουλιανός, τὴν μὲν ἀκμὴν καὶ τὸ θεοειδὲς τῆς ψυχῆς καταπλαγείς, οὐκ ἐβούλετο χωρίζεσθαι, ἀλλ', ὥσπερ οἱ κατὰ τὸν μῦθον ὑπὸ τῆς διψάδος δηχθέντες, χανδὸν καὶ ἀμυστὶ τῶν μαθημάτων ἕλκειν ἐβούλετο, καὶ δῶρά γε
7.1.12
ἐπὶ τούτοις βασιλικὰ διέπεμπεν· ὁ δὲ οὐδὲ ταῦτα προσίετο, καὶ μετακαλέσας τὸν νεανίσκον, εἶπεν·" ἀλλὰ σὺ μὲν καὶ τὴν ψυχὴν τὴν ἐμὴν οὐκ ἀγνοεῖς, τηλικαύταις ἀκοαῖς ἀκροώμενος, τὸ δὲ ὄργανον αὐτῆς συνορᾷς ὅπως διάκειται, τῆς
7.1.13
γομφώσεως καὶ πήξεως διαλυομένης, εἰς τὸ συντεθέν· σὺ δέ, εἴ τι καὶ δρᾶν βούλει, τέκνον σοφίας ἐπήρατον (τοιαῦτα γάρ σου τὰ τῆς ψυχῆς ἰνδάλματα καταμανθάνω), πρὸς τοὺς ἐμοὺς παῖδας πορευθεὶς ὄντας γνησίους, ἐκεῖθεν ῥύδην ἐμφοροῦ σοφίας ἁπάσης καὶ μαθημάτων· κἂν τύχῃς τῶν μυστηρίων, αἰσχυνθήσῃ πάντως ὅτι ἐγένου καὶ ἐκλήθης ἄνθρωπος.
7.1.14
ἐβουλόμην μὲν οὖν παρεῖναι καὶ Μάξιμον, ἀλλ' ἐπὶ τὴν Ἔφεσον ἔσταλται. καὶ περὶ Πρίσκου τὰ ὅμοια διελέχθην ἄν, ἀλλὰ κἀκεῖνος ἐπὶ τῆς Ἑλλάδος πέπλευκεν· λοιποὶ δὲ τῶν ἐμῶν ἑταίρων Εὐσέβιός τε καὶ Χρυσάνθιος, ὧν ἀκροώμενος ἐλάχιστα τὸ ἐμὸν ἐνοχλήσεις γῆρας."
7.2.1
Ὡς δὲ ταῦτα ἤκουσεν Ἰουλιανός, τοῦ φιλοσόφου μὲν οὐδ' ὣς ἀφίστατο, προσέκειτο δὲ κατὰ τὸν πολὺν χρόνον Εὐσεβίῳ τε καὶ Χρυσανθίῳ. ἦν δὲ ὁ Χρυσάνθιος ὁμόψυχος Μαξίμῳ, τὰ περὶ θειασμὸν συνενθουσιῶν, καὶ ὑφεῖλκεν ἑαυτὸν
7.2.2
ἐν τοῖς μαθήμασιν, καὶ τὸ ἄλλο ἦθος τοιοῦτον ἔχων. Εὐσέβιος δέ, παρόντος μὲν Μαξίμου, τὴν ἀκρίβειαν τὴν ἐν τοῖς μέρεσι τοῦ λόγου καὶ τὰς διαλεκτικὰς μηχανὰς καὶ πλοκὰς ὑπέφευγεν, ἀποστάντος δὲ ὥσπερ ἡλιακοῦ φέγγους ἀστὴρ ἀπέλαμπεν· τοσαύτη τις εὐκολία καὶ χάρις ἐπήνθει τοῖς λόγοις. καὶ ὁ Χρυσάνθιος παρὼν ἐπῄνει καὶ συνεπένευεν, ὅ τε Ἰου
7.2.3
λιανὸς τὸν ἄνδρα ἐσεβάζετο. προσετίθει δὲ μετὰ τὴν ἐξήγησιν ὁ Εὐσέβιος, ὡς ταῦτα εἴη τὰ ὄντως ὄντα, αἱ δὲ τὴν αἴσθησιν ἀπατῶσαι μαγγανεῖαι καὶ γοητεύουσαι, θαυματοποιῶν ἔργα, καὶ πρὸς ὑλικάς τινας δυνάμεις παραπαιόντων καὶ
7.2.4
μεμηνότων. τοῦτο ἀκούων τὸ ἐπιφώνημα πολλάκις ὁ θειότατος Ἰουλιανός, ἰδίᾳ τὸν Χρυσάνθιον ἀπολαβών," εἴ τί σοι μέτεστιν ἀληθείας, ὦ φίλε Χρυσάνθιε," πρὸς αὐτὸν ἔφη" φράσον μοι σαφῶς τίς ὁ ἐπίλογος οὗτος τῆς ἐξηγήσεως." ὁ δὲ βαθέως μάλα καὶ σωφρόνως ἀνενεγκών" ἀλλὰ πρᾶγμα ποιήσεις" ἔφη" σοφόν, μὴ παρ' ἐμοῦ ταῦτα, ἀλλὰ παρὰ ἐκεί
7.2.5
νου πυθόμενος." καὶ μαθὼν τοῦτο ἤκουσε καὶ ἐποίησε, θεόν τινα νομίσας τὸν Χρυσάνθιον ἐπὶ τῷ λόγῳ. γενομένης δὲ τῆς συνουσίας, ὁ μὲν τὰ αὐτὰ προσεπέραινεν, ὁ δὲ Ἰουλιανὸς θαρσαλέως ἤρετο, τί τοῦτο αὐτῷ βούλεται συνεχῶς
7.2.6
ἐπιλεγόμενον. ἐνταῦθα ὁ Εὐσέβιος τὴν ἑαυτοῦ πετάσας εὐγλωττίαν, καὶ τὸ εὔστομον ἐπὶ τὸ φράζειν ἀκώλυτον ἀφεὶς φέρεσθαι," Μάξιμος" εἶπεν" τὶς ἐστὶ τῶν πρεσβυ
7.2.7
τέρων ἀκροατῶν καὶ πολλὰ ἐκπεπαιδευμένων· οὗτος διὰ μέγεθος φύσεως καὶ λόγων ὑπεροχὴν καταφρονήσας τῶν ἐν τούτοις ἀποδείξεων, ἐπὶ μανίας τινὰς ὁρμήσας καὶ δραμών, συνεκάλεσεν ἡμᾶς πρώην τοὺς παρόντας εἰς τὸ Ἑκατήσιον,
7.2.8
καὶ πολλοὺς ἐδείκνυ τοὺς καθ' ἑαυτοῦ μάρτυρας. ὡς δὲ ἀπηντήσαμεν, καὶ τὴν θεὸν προσεκυνήσαμεν," καθῆσθε μέν," εἶπε πρὸς ἡμᾶς," ὦ φίλτατοι ἑταῖροι, καὶ τὸ μέλλον
7.2.9
ὁρᾶτε, καὶ εἴ τι διαφέρω τῶν πολλῶν ἐγώ." τοῦτο δὲ εἰπών, καὶ καθεσθέντων ἡμῶν ἁπάντων, χόνδρον καθαγίσας λιβανωτοῦ, καὶ πρὸς ἑαυτὸν ὅντινα δήποτε ὕμνον περαίνων, εἰς τοσόνδε παρῆλθεν ἐπιδείξεως, ὥστε τὸ μὲν πρῶτον ἐμειδία
7.2.10
τὸ ἄγαλμα, εἶτα καὶ γέλως ἦν τὸ φαινόμενον. θορυβουμένων δὲ ἡμῶν ὑπὸ τῆς ὄψεως," ἀλλὰ ταραχθήτω γε ὑμῶν ὑπὸ τούτων μηδὲ εἷς, αὐτίκα γὰρ καὶ αἱ λαμπάδες ἀνάψουσιν, ἃς ἐν ταῖν χεροῖν ἡ θεὸς φέρει·" καὶ τοὺς λόγους ἔφθανεν τὸ φῶς ταῖς λαμπάσι περιφλεγόμενον. ἡμεῖς μὲν οὖν τὸν θεατρικὸν ἐκεῖνον θαυματοποιὸν πρὸς τὸ παρὸν καταπλαγέντες,
7.2.11
ἀνεχωρήσαμεν· σὺ δὲ τούτων μηδὲν θαυμάσῃς, ὥσπερ οὐδὲ ἐγώ, τὴν διὰ τοῦ λόγου κάθαρσιν μέγα τι χρῆμα ὑπολαμ
7.2.12
βάνων." ὁ δὲ θειότατος Ἰουλιανὸς τοῦτο ἀκούσας," ἀλλ' ἔρρωσο" εἶπε" καὶ πρόσεχε τοῖς βιβλίοις, ἐμοὶ δὲ ἐμήνυσας ὃν ἐζήτουν." καὶ ταῦτα εἰπών, καὶ Χρυσανθίου καταφι λήσας τὴν κεφαλήν, ἐπὶ τὴν Ἔφεσον ἐξώρμησε. συντυχὼν δὲ ἐκεῖ Μαξίμῳ, ἐξεκρέματό τε τοῦ ἀνδρός, καὶ ἀπρὶξ τῆς
7.2.13
ὅλης σοφίας εἴχετο. ὁ δὲ Μάξιμος ὑφηγεῖται αὐτῷ καὶ τὸν θειότατον μετακαλέσαι Χρυσάνθιον, καί, γενόμενον οὕτως, μόλις ἤρκουν ἄμφω τῇ τοῦ παιδὸς ἐς τὰς μαθήσεις εὐρυχωρίᾳ.
7.3.1
Ὡς δὲ καὶ ταῦτα εἶχε καλῶς, ἀκούσας τι πλέον εἶναι κατὰ τὴν Ἑλλάδα παρὰ τῷ ταῖν Θεαῖν ἱεροφάντῃ, καὶ πρὸς ἐκεῖνον ὀξὺς ἔδραμεν. τοῦ δὲ ἱεροφάντου, κατ' ἐκεῖνον τὸν χρόνον ὅστις ἦν, τοὔνομα οὔ μοι θέμις λέγειν· ἐτέλει γὰρ
7.3.2
τὸν ταῦτα γράφοντα, καὶ εἰς Εὐμολπίδας ἦγε· καὶ οὗτός γε ἦν ὁ καὶ τὴν τῶν ἱερῶν καταστροφὴν καὶ τῆς Ἑλλάδος ἀπώλειαν ἁπάσης προγνούς, τοῦ συγγραφέως παρόντος, καὶ φανερῶς διαμαρτυρόμενος ὡς μεθ' αὑτὸν ἱεροφάντης γενήσοιτο, ᾧ μὴ θέμις ἱεροφαντικῶν ἅψασθαι θρόνων, ἐπειδὴ θεοῖς ἑτέροις καθιέρωται, καὶ ὀμώμοκεν ἀρρήτους
7.3.3
ὅρκους ἑτέρων ἱερῶν μὴ προστήσεσθαι· προστήσεσθαι δὲ ἔλεγεν ὅμως αὐτὸν μηδὲ Ἀθηναῖον ὄντα. καὶ (εἰς τοσόνδε προνοίας ἐξικνεῖτο) ἐφ' αὑτῷ τε τὰ ἱερὰ κατασκαφήσεσθαι καὶ δῃωθήσεσθαι ἔφασκεν, κἀκεῖνον ζῶντα ταῦτα ἐπόψεσθαι, διὰ φιλοτιμίαν περιττὴν ἀτιμαζόμενον, καὶ προτελευτήσειν γε αὐτοῦ τὴν θεραπείαν ταῖν Θεαῖν, τὸν δὲ τῆς τιμῆς ἀποστερηθέντα, μήτε τὸν ἱεροφάντην μήτε τὸν γηραιὸν βίον
7.3.4
ἔχειν. καὶ ταῦτά γε οὕτως· ἅμα τε γὰρ ὁ† ἐκ θεσπιὼν† ἐγίνετο, πατὴρ ὢν τῆς Μιθριακῆς τελετῆς, καὶ οὐκ εἰς μακρὰν πολλῶν καὶ ἀδιηγήτων ἐπικλυσθέντων κακῶν, ὧν τὰ μὲν ἐν τοῖς διεξοδικοῖς τῆς ἱστορίας εἴρηται, τὰ δέ, ἐὰν ἐπιτρέπῃ τὸ Θεῖον, λελέξεται, ὁ [τε] Ἀλλάριχος ἔχων τοὺς βαρβάρους διὰ τῶν Πυλῶν παρῆλθεν, ὥσπερ διὰ σταδίου καὶ ἱππο
7.3.5
κρότου πεδίου τρέχων· τοιαύτας αὐτῷ τὰς πύλας ἀπέδειξε τῆς Ἑλλάδος ἥ τε τῶν τὰ φαιὰ ἱμάτια ἐχόντων ἀκωλύτως προσπαρεισελθόντων ἀσέβεια, καὶ ὁ τῶν ἱεροφαντικῶν θεσμῶν παραρραγεὶς νόμος καὶ σύνδεσμος, ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἐπράχθη, καὶ ὁ λόγος διὰ τὴν πρόγνωσιν παρήνεγκεν.
7.3.6
Τότε δὲ ὁ μὲν Ἰουλιανὸς τῷ θειοτάτῳ ἱεροφαντῶν συγγενόμενος καὶ τῆς ἐκεῖθεν σοφίας ἀρυσάμενος χανδόν, ἐσόμενος ὑπὸ τὸν Κωνστάντιον, ἀπήγετο σφοδρῶς ὡς παραβασιλεύσων εἰς τὸν Καίσαρα, Μάξιμος δὲ ἦν κατὰ τὴν Ἀσίαν, Αἰδεσίου δὲ μεταλλάξαντος, πήχεσιν δὲ ἐπὶ πᾶσαν σοφίαν αὐξό
7.3.7
μενος· ὥστε ὁ μὲν Ἰουλιανὸς ἔτυχεν ὧν οὐκ ἐβούλετο μέν, ἀλλ' ἠναγκάζετο. πεμφθεὶς δὲ Καῖσαρ ἐπὶ Γαλατίας οὐχ ἵνα βασιλεύῃ τῶν ἐκείνῃ μόνον, ἀλλ' ἵνα ἐν τῇ βασιλείᾳ διαφθαρῇ, παρὰ δόξαν ἅπασαν ἐκ τῆς τῶν θεῶν προνοίας ἀνήνεγκεν, πάντας μὲν λανθάνων ὅτι θεραπεύει θεούς, πάντας δὲ νικῶν ὅτι ἐθεράπευε θεούς, καὶ τόν τε Ῥῆνον ἐπεραιώθη, καὶ πάντα ὅσα ὑπὲρ ἐκεῖνον ἔθνη βάρβαρα συνελὼν καὶ δουλωσάμενος, πολλῶν ἐπιβουλῶν καὶ μηχανημάτων πλεκομένων αὐτῷ (ὡς ἐν τοῖς περὶ ἐκεῖνον ἀναγέγραπται), τὸν ἱεροφάντην μετακαλέσας ἐκ τῆς Ἑλλάδος καὶ σὺν ἐκείνῳ τινὰ μόνοις ἐκείνοις γνώριμα διαπραξάμενος, ἐπὶ τὴν καθαίρεσιν ἠγέρθη
7.3.8
τῆς Κωνσταντίου τυραννίδος. ταῦτα δὲ συνῄδεσαν Ὀριβάσιος ἐκ τοῦ Περγάμου, καί τις τῶν ἐκ Λιβύης, ἣν Ἀφρικὴν καλοῦσι Ῥωμαῖοι κατὰ τὸ πάτριον τῆς γλώττης, Εὐήμερος. ταῦτα δὲ πάλιν ἐν τοῖς κατὰ Ἰουλιανὸν βιβλίοις ἀκριβέστερον
7.3.9
εἴρηται. ὡς δ' οὖν καθεῖλε τὴν τυραννίδα Κωνσταντίου, καὶ τὸν ἱεροφάντην ἀπέπεμψεν ἐπὶ τὴν Ἑλλάδα, καθάπερ θεόν τινα ἀποπέμπων φανέντα, καὶ παρασχόντα ἃ ἐβούλετο, καὶ βασιλικά γε αὐτῷ δῶρα θεραπείαν συνέπεμψε πρὸς τὴν ἐπιμέλειαν τῆς Ἑλλάδος ἱερῶν, τὸν Μάξιμον εὐθὺς μετε
7.3.10
πέμψατο καὶ τὸν Χρυσάνθιον. καὶ μία γε ἦν ἐπ' ἀμφοῖν ἡ κλῆσις. τοῖς δὲ ἐπὶ τοὺς θεοὺς καταφεύγειν ἐδόκει, καὶ ἄνδρες οὕτω δραστήριοι καὶ πεῖραν ἔχοντες, καὶ συνενεγκόντες εἰς ταὐτὸ τὴν πεῖραν, καὶ τὴν περὶ ταῦτα ὀξυδορκίαν καὶ διάθρησιν τῆς ψυχῆς ἀνεγείραντες καὶ συστησάμενοι, σημείοις
7.3.11
ἐγχρίμπτουσιν ἀπηνέσι καὶ ἀγρίοις (ἐκεῖνοι ᾔδεσαν τὰ φανθέντα σημεῖα). ὁ μὲν οὖν Χρυσάνθιος εὐθὺς καταπλαγεὶς καὶ πρὸς τὴν ὄψιν ὑποπτήξας, τὴν γλῶσσαν ἐνδακών," οὐ μενετέον" εἶπεν" ἐμοὶ μόνον ἐνταῦθα, ὦ Μάξιμε φίλτατε,
7.3.12
ἀλλὰ καὶ φωλευτέον·" ὁ δὲ ἀναστήσας ἑαυτόν" ἀλλ' ἐπιλελῆσθαί μοι δοκεῖς," εἶπεν" ὦ Χρυσάνθιε, τῆς παιδείας ἣν ἐπαιδεύθημεν, ὡς τῶν ἄκρων γέ ἐστιν Ἑλλήνων καὶ ταῦτα πεπαιδευμένων μὴ πάντως εἴκειν τοῖς πρώτως ἀπαντήσασιν, ἀλλ' ἐκβιάζεσθαι τὴν τοῦ θείου φύσιν ἄχρις ἂν ἐπικλίνῃ πρὸς τὸν θεραπεύοντα." Χρυσανθίου δὲ ὑπολα
7.3.13
βόντος," ἴσως σὺ ταῦτα πράττειν εἶ δεινὸς καὶ τολμηρός, ἐγὼ δὲ τούτοις οὐκ ἂν μαχεσαίμην τοῖς σημείοις" καὶ μετὰ τοὺς λόγους ἀποχωρήσαντος, ὁ μὲν Μάξιμος ἐπέμεινεν ἅπαντα
7.3.14
πράττων, ἔστε ἔτυχεν ὧν ἐβούλετο καὶ κατεπεθύμει· ὁ δὲ Χρυσάνθιος ἀκινητότερος ἐπέμενεν ἀνδριάντος, τοὺς ἐξ ἀρχῆς πεπηγότας παρ' ἑαυτῷ λογισμοὺς μηδὲ κινῆσαι διανοούμενος. πάντες οὖν ἄνθρωποι παρὰ τὸν Μάξιμον ἤδη συνετρόχαζον κατὰ τὴν Ἀσίαν, ὅσοι τε ἦσαν ἐν ἀρχαῖς καὶ ὅσοι
7.3.15
τούτων ἀπελέλυντο, τό τε κρεῖττον τῶν βουλευτηρίων. καὶ δῆμος ἐστενοχώρει τὰς προόδους τῷ Μαξίμῳ μετὰ βοῆς πηδῶντες, ἣν δῆμος, ὅταν τινὰ θεραπεύειν, ἐκ πολλοῦ μεμελέτηκεν· αἵ τε γυναῖκες παρὰ τὴν γυναῖκα τῇ πλαγίᾳ θύρᾳ παρεισεχέοντο, τὴν εὐδαιμονίαν θαυμάζουσαι καὶ μεμνῆσθαι
7.3.16
σφῶν ἀξιοῦσαι· ἡ δὲ φιλοσοφίας ἕνεκεν Μάξιμον οὔτε γράμματα εἰδότα ἀπέφαινεν. ὁ μὲν οὖν Μάξιμος ὑπὸ τῆς Ἀσίας πάσης προσκυνούμενος, ἐπὶ τὴν συντυχίαν ἀνῄει τοῦ βασιλέως, Χρυσάνθιος δὲ ἔμεινε κατὰ χώραν, ἐκεῖνο θεοῦ κατ' ὄναρ, ὡς πρὸς τὸν ταῦτα γράφοντα ἔλεγεν ἐς ὕστερον, εἰπόντος· ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐτοῦ.
7.4.1
Ὡς δὲ καὶ ὁ Μάξιμος μετὰ τοσαύτης πομπείας ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησέ τε καὶ διὰ ταχέων εἰς αὐτὴν παρελθὼν ἐξέλαμψεν, ὅ τε γὰρ βασιλεὺς καὶ οἱ βασιλευόμενοι πάντα ἦσαν ἐπὶ Μαξίμῳ, νὺξ καὶ ἡμέρα διέφερεν αὐτοῖς οὐδέν, οὕτως ὑπὲρ τῶν παρόντων ἐπὶ τοὺς θεοὺς
7.4.2
ἅπαντα ἀνέφερον· ἐνταῦθα ὁ μὲν Μάξιμος βαρὺς ἦν ἤδη περὶ τὰ βασίλεια, στολήν τε ἁβροτέραν ἢ κατὰ φιλόσοφον περιχεόμενος, καὶ πρὸς τὰς ἐντεύξεις ὢν χαλεπώτερος καὶ
7.4.3
δυσχερέστερος· ὁ δὲ βασιλεὺς ἠγνόει τὰ πραττόμενα. μεταπέμψασθαι γοῦν αὐτοῖς, ἐκβιασαμένου τοῦ βασιλέως, ἔδοξε καὶ τὸν Πρίσκον· ὁ δὲ Μάξιμος ἀπῄτει, προσαναγκάζων,
7.4.4
καὶ τὸν Χρυσάνθιον. καὶ ἄμφω γε ἦσαν μετάπεμπτοι, ὁ μὲν Πρίσκος ἐκ τῆς Ἑλλάδος, Χρυσάνθιος δὲ ἀπὸ Λυδίας καὶ Σάρδεων. καὶ οὕτω γε ἐξεκρέματο τῆς τοῦ ἀνδρὸς συνουσίας ὁ θεσπέσιος Ἰουλιανός, ὥστε τοῖς μὲν ὡς φίλοις ἐπέστελλεν,
7.4.5
καθάπερ θεοὺς ἱκετεύων ἐλθεῖν καὶ συνεῖναι· τῷ δὲ Χρυσανθίῳ καὶ γυναῖκα εἶναι πυθόμενος, Μελιτὴν ὄνομα ἔχουσαν καὶ ὑπ' αὐτοῦ θαυμαζομένην διαφερόντως (τοῦ δὲ ταῦτα γράφοντος ἀνεψιάν), ἰδίᾳ που καθίσας ἑαυτόν, καὶ πρὸς τὴν γυναῖκα ἐπέστελλεν αὐτὸς γράφων, οὐδενὸς εἰδότος, καὶ παντοίας ἀφιεὶς φωνάς, τὸν ἄνδρα πείθειν μηδαμῶς ἀπα
7.4.6
γορεῦσαι τὴν ἔξοδον· καὶ τὴν πρὸς Χρυσάνθιον αἰτήσας ἐπιστολήν, εἶτα εἰσβαλὼν ἐκείνην καὶ σφραγῖδα ἀμφοτέραις ἐπιθείς,† ὡς ἂν τὴν μίαν† τοὺς ἄξοντας ἔστελλεν πολλὰ καὶ ἀπὸ στόματος φράσας ἃ χρήσιμα ἐνόμιζεν πρὸς τὸ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
7.4.7
ὁ μὲν οὖν Πρίσκος ἦλθε, καὶ ἐλθὼν ἐσωφρόνει· καί τοί γε οὐκ ἐλάττους ἦσαν αὐτὸν οἱ θεραπεύοντες, ἀλλ' ἔμενεν ὅμως ἀκίνητος, οὐχ ὑπὸ τῆς βασιλείας ἐπαιρόμενος, ἀλλὰ τὴν βασιλείαν καταφέρων καὶ ὁμαλίζων ἐς τὸ φιλοσοφώτερον.
7.4.8
Ὁ δὲ Χρυσάνθιος οὐδὲ ταύταις ἑάλω ταῖς ἄρκυσιν καὶ μηχαναῖς, ἀλλὰ τοῖς θεοῖς ἐντυχών, ὡς τὰ παρὰ τῶν θεῶν ἦν ἀμετάβλητα, καὶ αὐτὸς εἵπετο τοῖς θεοῖς, καὶ πρὸς τὸν βασιλέα ἐπέστελλεν, ὡς ὑπὲρ τοῦ βασιλέως ἢ κατὰ Λυδίαν*
7.4.9
ὑπὲρ αὐτοῦ γίνοιτο μόνον, καὶ οἱ θεοὶ ταῦτα ἔφραζον. ὁ δὲ ὑπώπτευσε μὲν τὴν ἀποτυχίαν τῆς κλήσεως, ἀρχιερέα δὲ ἀποδείξας τόν τε ἄνδρα καὶ τὴν γυναῖκα τῆς Λυδίας, καὶ ὑπ' ἐκείνοις ἐπιτρέψας εἶναι τῶν ἄλλων τὴν αἵρεσιν, αὐτὸς ἐπὶ τὸν Περσικὸν συνήγετο πόλεμον. Μαξίμου δὲ καὶ Πρίσκου συνεπομένων, καὶ ἄλλοι δέ τινες συμπαρωμάρτουν εἰς πλῆθος συντελοῦντες, ἑαυτοὺς ἐγκωμιαζόντων ἀνθρώπων ὄχλος, καὶ σφόδρα γε διογκουμένων, ὅτι ὁ βασιλεὺς
7.4.10
ἔφησεν αὐτοῖς συντετυχηκέναι. ὡς δὲ τὰ πράγματα συντόνως ἀπὸ τῶν μεγάλων ἐκείνων καὶ λαμπρῶν ἐλπίδων ἐς τὸ ἀφανὲς καὶ ἄμορφον κατερράγη καὶ διωλίσθησεν, ὡς ἐν τοῖς διεξοδικοῖς τοῖς κατὰ Ἰουλιανὸν εἴρηται, ὅ τε Ἰο
7.4.11
βιανὸς ἐβασίλευσε καὶ τιμῶν τοὺς ἄνδρας διετέλεσεν· εἶτα μάλα ταχέως καὶ σφοδρῶς συναπῆλθε τῷ προβασιλεύσαντι (εἴ γε μὴν παρὰ τοὺς πλείονας οὕτως ἀπῆλθε), Βαλεντινιανός τε καὶ Βάλης ἐπέστησαν τοῖς πράγμασι. ἐνταῦθα συναρπάζονται μὲν Μάξιμος καὶ Πρίσκος, πολὺ τῆς κλή
7.4.12
σεως διαφερούσης ἢ ὅτε Ἰουλιανὸς ἐκάλει. ἐκείνη μὲν γάρ τις ἦν πανηγυρικὴ καὶ πρὸς τιμὴν περιττῶς διαλάμπουσα, ταύτης δὲ τῆς δευτέρας πρὸ τῶν ἐλπιζομένων καὶ τὸ φαινόμενον κίνδυνος ἦν, οὕτως ἀτιμία τις ἁδρὰ καὶ περιφανὴς κατεκέχυτο τῶν ὁρωμένων, ἀλλ' ὁ μὲν Πρίσκος οὐδὲν ὑποστὰς δεινόν, ἀλλὰ καὶ προσμαρτυρηθεὶς ἀγαθὸς εἶναι καὶ γεγενῆσθαι κατὰ τὸν καιρὸν ἐκεῖνον, ἐπανῆλθεν
7.4.13
εἰς τὴν Ἑλλάδα· καὶ ὁ ταῦτα γράφων ἐπαιδεύετο κατ' ἐκείνους τοὺς χρόνους παῖς ὢν καὶ εἰς ἐφήβους ἄρτι τελῶν. ὁ δὲ Μάξιμος, πολλοὶ μὲν γὰρ αὐτοῦ κατεβόων δημοσίᾳ τε ἐν τοῖς θεάτροις καὶ ἰδίᾳ πρὸς τὸν βασιλέα, θαυμαστὸς δὲ ἦν καὶ οὕτως, ὅτι πρὸς τοσαύτας ἀνέφερε συμφοράς· πλὴν ἐς τὸ βαθύτατον αὐτὸν τῆς τιμωρίας περιάγουσιν, τοσούτων τιμήσαντες χρημάτων, ὅσα μήτε ἀνὴρ ἀκούειν ἐδύνατο φιλοσοφῶν (ὑπώπτευον γὰρ αὐτὸν τὰ πάντα
7.4.14
ἔχειν), καὶ μετεγίνωσκον, ὡς ὀλίγου τιμήσαντες αὐτῷ. καὶ ἀνεπέμφθη γε εἰς τὴν Ἀσίαν ἐπὶ καταβολῇ τῶν χρημάτων, καὶ ὅσα μὲν ἔπασχεν ὑπὲρ πᾶσάν ἐστι τραγῳδίαν, καὶ οὐδεὶς ἂν εἴη μεγαλόφωνος, οὐδὲ ἡδόμενος κακοῖς, ὥστε ἐξαγγέλ
7.4.15
λειν ἀνδρὸς τοσούτου τηλικαύτας συμφοράς. μικρὰ γὰρ καὶ ἡ Περσῶν λεγομένη σκάφευσις, καὶ οἱ γυναικεῖοι τῶν Ἀρτάβρων σκαλισμοί, πρὸς τὰς ἐπιφερομένας ὀδύνας τῷ σώματι.
7.4.16
καὶ θαυμασία γυνὴ παρῆν καὶ ὑπερήλγει. ὡς δὲ ἦν ἄπειρον, καὶ ἐπετείνετο," πριαμένη," φησίν" ὦ γύναι,
7.4.17
φάρμακον, ἐπίδος, καὶ ἐλευθέρωσον." ἡ δὲ καὶ ἐπρίατο καὶ παρῆν ἔχουσα. ἐνταῦθα ὁ μὲν ᾔτει πιεῖν, ἡ δὲ ἠξίωσεν προπιεῖν, καὶ αὐτίκα γε ἀπολομένης, τὴν μὲν οἱ προσήκοντες ἔθαπτον· ὁ δὲ Μάξιμος ἔπιεν οὐκέτι.
7.5.1
Ἐνταῦθα δὴ πᾶς λόγος ἐλάττων, καὶ πᾶν ὅσον ἂν τὸ
7.5.2
ποιητικὸν ὑμνήσειε γένος, πρὸς τὰς Κλεάρχου πράξεις. ἦν μὲν γὰρ ὁ Κλέαρχος ἐκ Θεσπρωτῶν τῶν εὐδαιμόνων, καὶ διαφερόντως περὶ δόξαν καλὴν γενόμενος, τῶν πραγμάτων ἤδη μεταβεβλημένων, καὶ Βαλεντινιανοῦ μὲν εἰς τὴν ἑσπέραν ἀποκεχωρηκότος, τοῦ δὲ βασιλέως Βάλεντος κινδύνοις τοῖς ἐσχάτοις ἐμβεβηκότος, καὶ οὐ τὸν περὶ βασιλείας, ἀλλὰ τὸν περὶ τῆς σωτηρίας ἀγῶνα τρέχοντος (ὁ γὰρ Προκόπιος ἀνταναστὰς πολλαῖς καὶ ἀπείροις δυνάμεσι, πανταχόθεν αὐτὸν περιέκοπτεν εἰς τὸ† συνήμεναι†) τῆς οὖν Ἀσίας ἁπάσης κατ' ἐκεῖνον τὸν καιρὸν ὁ Κλέαρχος ἐπεστάτει, ὅση κατὰ τὴν ἐξουσίαν ἀφ' Ἑλλησπόντου διὰ Λυδίας καὶ
7.5.3
Πισιδίας ἐπὶ Παμφυλίαν ἀφορίζεται. πολλὴν εἰς τὰ πράγματα συνέφερεν εὔνοιαν, τῷ τε σώματι παραβαλλόμενος ἐς τοὺς πρώτους κινδύνους, καὶ πρὸς τὸν τῆς αὐλῆς ἔπαρχον ἄντικρυς διαφερόμενος, ὥστε οὐδὲ ὁ βασιλεὺς τὴν διαφορὰν ἠγνόει. καί τοί γε ἦν ἔπαρχος Σαλούτιος, ἀνὴρ καὶ ἐπὶ τῆς Ἰουλιανοῦ βασιλείας κοσμήσας τὴν ἑαυτοῦ τύχην, ἀλλ' ὅμως τήν τε βλακείαν αὐτοῦ διὰ τὸ γῆρας ἀπήλεγχεν καὶ Νικίαν
7.5.4
ἀπεκάλει· καὶ γὰρ ἔμελεν αὐτῷ κατὰ τὸν καιρὸν ἐκεῖνον μοσχεύειν καὶ ῥωννύναι τὴν ψυχὴν ὑπ' ἀναγνώσεώς τε καὶ τῆς ἱστορικῆς ἐμπειρίας.
7.5.5
Χωρησάντων δὲ καλῶς τῶν πραγμάτων, ὁ Βάλης ὑπερηγάσθη τὸν Κλέαρχον, καὶ οὐκ ἀπέλυσε τῆς ἀρχῆς, ἀλλ' εἰς ἀρχὴν μετέστησε χείρονα, ἀνθύπατον αὐτὸν ἐπιστή
7.5.6
σας τῆς νῦν ἰδίως Ἀσίας καλουμένης. αὕτη δὲ ἀπὸ Περγάμου τὸ ἁλιτενὲς ἐπέχουσα πρὸς τὴν ὑπερκειμένην ἤπειρον ἄχρι Καρίας ἀποτέμνεται, καὶ ὁ Τμῶλος αὐτῆς περιγράφει τὸ πρὸς Λυδίαν. ἔστι δὲ ἀρχῶν ἐνδοξοτάτη, καὶ οὐ κατήκοος τοῦ τῆς αὐλῆς ἐπάρχου, πλὴν ὅσα γε νῦν πάλιν ἐς τὸν νεώτερον τουτονὶ θόρυβον ἅπαντα συμπεφύραται καὶ ἀνα
7.5.7
τετάρακται. τότε δὲ τὴν ὑγιαίνουσαν Ἀσίαν ἀπολαβὼν ὁ Κλέαρχος, εὗρεν ἐκεῖ τὸν Μάξιμον κατατεινόμενον ταῖς βασά
7.5.8
νοις, καὶ μόλις ἀνέχοντα. θεῖον δὴ τὸ μετὰ ταῦτά ἐστιν εἰπεῖν ἔργον, οὐ γὰρ ἄν τις οὕτως τὸ παράλογον ἐς ἄλλον τινὰ ἀναφέροι δικαίως ἢ θεόν· τούς τε γὰρ στρατιώτας ἅπαντας, οἳ ταύταις ἐφεστήκεσαν ἀλήκτως ταῖς κολάσεσιν, μείζονι βίᾳ φυγεῖν ἀπηνάγκασεν, καὶ τὸν Μάξιμον ἀνῆκε τῶν δεσμῶν, ἐπιμέλειάν τε ἐποιήσατο τοῦ σώματος, καὶ ὁμοτράπεζον ἔθετο, καὶ πρὸς τὸν βασιλέα τοσαύτῃ κατεχρήσατο παρρησίᾳ, ὡς ὁ βασιλεὺς ἤδη καὶ μεθῆκε τὴν ψυχήν, καὶ
7.5.9
πάντα γε συνεχώρησεν ὅσα Κλέαρχος ἔπειθεν. τῷ γοῦν Σαλουτίῳ τὴν ἀρχὴν παραλύσας, Αὐξόνιον ἐπενόησε τοῖς τῆς αὐλῆς ἔργοις. ὁ δὲ Κλέαρχος τούς τε κολαστῆρας ἐκείνους στρατιώτας, καὶ ὅσον κατὰ τὸν ἀτυχῆ χρόνον ἐκεῖνον ἦσαν ὑφελόμενοί τι καὶ ὑβρίσαντες, τοὺς μὲν ἠμύνετο,
7.5.10
τοὺς δὲ εἰσεπράττετο· καὶ πάντες τοῦτο διὰ στόματος εἶχον
7.6.1
ὡς εἴη δεύτερος Ἰουλιανὸς τῷ Μαξίμῳ. ἐνταῦθα δὴ καὶ δημοσίας τινὰς ἐπιδείξεις ὁ Μάξιμος ἐποιήσατο, ἀλλ' (οὐ γὰρ ἐπεφύκει πρὸς θέατρον) τὴν δόξαν εἰς ἐλάχιστον ἤνεγκεν, ὡς ἀνέφερεν ἑαυτόν, διαλεγόμενος πάλιν. πολλὰ γοῦν τῶν τε κτημάτων ἀνεκομίζετο, καὶ τῶν ἑτέρως πως διακεκλεμμένων, καὶ ἦν ταχὺ μάλα ὄλβιος, καὶ ὥσπερ ἄρτι παριὼν εἰς
7.6.2
τὴν Ἰουλιανοῦ βασιλείαν. ὁ δὲ καὶ εἰς τὴν Κωνσταντινούπολιν περιφανὴς ὢν ἐπεδήμησε, καὶ πάντες αὐτὸν ἐδεδοίκεσαν, τήν τε τύχην ἀνισταμένην ὁρῶντες· καὶ τῆς δεινότητος τῆς περὶ θεουργίας ἐστὶ μὲν πεπειραμένος, τὴν δὲ ἐς τὸν λόγον ἐπὶ πλέον ἐδόξαζεν. ἐνταῦθα δὲ αὐτῷ πάλιν διὰ
7.6.3
τὸ πολὺ κλέος ταχύτερον ἀνέφυ πάθος. οἱ γὰρ περὶ τὰ βασίλεια τοῖς βασι τινὰ συστησάμενοι καὶ προστησάμενοι μαντεῖον ἰδιωτικὸν (οὐ παντός ἐστι καταμαθεῖν ὃ λέγω), χρησμοῦ τινὸς ἐκπεσόντος ἀσαφεστέρου, τὸν χρησμὸν ἐπὶ τὸν Μάξιμον ἀνήνεγκαν, τὸ μὲν πρᾶγμα οὐχ ὁμολογήσαντες, ὡς δ' ἂν αὐτοῦ χρήσαντος καὶ ἀνελόντος τὶ σαφέστερον βουλόμενοι μαθεῖν· δέδεικτο γὰρ τότε τὰ τῶν θεῶν Μάξιμον μόνον πάντων ἀνθρώπων εἰδέναι, κἂν ἐπικε
7.6.4
καλυμμένα πρὸς τοὺς ἄλλους φέρηται. ὁ δὲ τὸν νοῦν ἐπιστήσας καὶ διαθρῶν τὰ λεγόμενα, τὸ κεκρυμμένον μὲν ἐν τοῖς λόγοις, ὂν δὲ ἀληθῶς, εἶδεν ὀξέως, καὶ μαντείων ἀληθέστερον ἐξήνεγκεν, ὡς τόν τε ἀναγνόντα (λέγων ἑαυτόν) ἀπώλεσαν, καὶ πάντας (οὐ τοὺς εἰδότας τὴν ταξιν μόνον προσέ θηκεν, ἀλλὰ καὶ τὸ κολασθησόμενον ἀδίκως πλέον ἀπεφήνατο), ἀνύτων δὲ ἐπέθηκεν ὅτι" μετὰ τὴν ἁπάντων κοινὴν καὶ πολύτροπον φθοράν, ἐν ᾗ τὸν φόνον εἰργασάμεθα, ὁ βασιλεὺς ξένον τινὰ ἀναφθαρήσεται τρόπον, οὐδὲ ταφῆς ἀξιω
7.6.5
θείς, οὐδὲ ἐνδόξου τάφου." καὶ ταῦτα ἔσχεν οὕτως, καὶ ἐν τοῖς διεξοδικοῖς ἀκριβέστερον γέγραπται. ἑαλώκεσαν μὲν γὰρ αὐτίκα οἵ τε συστησάμενοι καὶ ἀρθμήσαντες· πάντων δὲ πανταχοῦ ἁρπαζομένων καὶ κατακοπτομένων, ὥσπερ ἀλεκτορίδων ἐν ἑορτῇ καὶ συμποσίῳ κοινὴν εὐωχίαν ἔχοντι, καὶ ὁ Μάξιμος συνηρπάσθη μέν, καὶ εἰς τὴν Ἀντιόχειαν ἦλ
7.6.6
θεν, ἔνθα ὁ βασιλεὺς διέτριβεν· αἰσχυνθέντες δὲ αὐτοῦ τὸν φόνον, ὡς πάντα ἐπὶ τῆς κρίσεως ἠλέγχθη, καὶ ὅτι κατέγνω τῶν ἐγχειρησάντων, καὶ ὅτι προεῖπεν ἀκριβῶς ἅπαντα, καθάπερ ἐν τῷ Μαξίμου σώματι θεόν τινα κολάζοντες, φονικήν τινα καὶ μαγειρώδη ψυχὴν τὸν Φῆστον ἐπὶ τὴν Ἀσίαν αὐτῷ συνεξέπεμψαν, τὴν Ἀσίαν τοιούτου τινὸς ἀξιώσαντες.
7.6.7
ὁ δὲ παραγενόμενος τὸ προσταχθὲν ἔπραξε καὶ παρ' ἑαυτοῦ προσέθηκεν, ἄφθονόν τινα χορηγίαν τῷ συώδει καὶ λελυσσηκότι τῆς ψυχῆς νέμων· πολλοὺς γὰρ προκατακόψας αἰτίους τε καὶ ἀναιτίους, καὶ τὸν μέγαν Μάξιμον αὐτοῖς ἐπέσφαξε.
7.6.8
κἀκεῖνο μὲν εἶχεν ἡ μαντεία τέλος, ἀπέβαινε δὲ καὶ τὰ λειπό
7.6.9
μενα. ὅ τε γὰρ βασιλεὺς ἐν μεγάλῃ τῶν Σκυθῶν μάχῃ ξένον τινὰ ἠφανίσθη τρόπον, ὥστε οὐδὲ ὀστέον εἰς ἀναίρεσιν εὑρέθη· προσεπέθηκε δὲ ὁ δαίμων καὶ ἕτερόν τι μεῖζον· ὁ γὰρ Φῆστος ἐκεῖνος (καὶ ταῦτα δὲ ἀκριβῶς ὁ γράφων παρὼν συνηπίστατο) παραλυθεὶς τῆς ἀρχῆς, καὶ ἀποδημήσας πρὸς τὸν νεωστὶ βασιλεύοντα Θεοδόσιον, εἶτα ἐπανελθών (ἐγε γαμήκει γὰρ ἐκ τῆς Ἀσίας γάμον τυραννίδι πρέποντα), καὶ τὴν τρυφὴν ἐπιδεικνύμενος καὶ τὸ διαπεφευγέναι τὰ ἐγκλήματα, ἑορτήν τε ἐπήγγελλε πολυτελῆ τοῖς ἐν ἀξιώματι καὶ
7.6.10
κατὰ εὐγένειαν προβεβηκόσι. ἡ τρίτη δὲ ἦν ἡμέρα τῶν καλανδῶν, ἃς οὕτως Ἰανουαρίας ἡμέρας Ῥωμαῖοι προσονομάζουσι, καὶ προσκυνήσαντες πάντες αὐτῷ ὑπέσχοντο τὴν εὐωχίαν.
7.6.11
ὁ δὲ παρῆλθε μὲν εἰς τὸ τῶν Νεμέσεων ἱερόν (καί τοί γε οὐδέποτε φήσας θεραπεύειν θεούς, ἀλλ' οὓς ἐκόλασεν ἅπαντας διὰ τοῦτο ἀνῃρηκώς), παρελθὼν δὲ ὅμως, αὐτοῖς ὄναρ
7.6.12
ἀπήγγειλε καὶ κατεδάκρυε τὴν ὄψιν διηγούμενος. τὸ δὲ ὄνειρον ἦν· τὸν Μάξιμον ἔφασκεν τραχηλάγχην ἐπιβαλόμενον ἕλκειν αὐτὸν εἰς τὸν ᾅδην, ὡς δικασόμενον ἐπὶ τοῦ Πλουτέως. οἱ δὲ παρόντες, καίπερ δεδιότες καὶ πρὸς τὸν ὅλον τοῦ ἀνδρὸς ἀναφέροντες βίον, τά τε δάκρυα ἀπέψηχεν ἕκαστος, καὶ ταῖν Θεαῖν ἐκέλευον εὔχεσθαι· ὁ δὲ ἐπείθετο καὶ ηὔχετο.
7.6.13
ἐξιόντι δὲ αὐτῷ, τοῖν ποδοῖν ἀμφοῖν ὑπενεχθέντων, ἐπὶ τὰ νῶτα ἐξολισθαίνει τὸ σῶμα, καὶ ἄναυδος ἔκειτο· καὶ ἀπενεχθεὶς αὐτίκα ἐτελεύτησε, καὶ τοῦτο ἔδοξεν εἶναι τῆς Προνοίας ἔργον ἄριστον. ΠΡΙΣΚΟΣ. Περὶ δὲ Πρίσκου τὰ μὲν πολλὰ κατὰ τὴν περιπεσοῦσαν ἀνάγκην· καὶ πρότερον εἴρηται ὅθεν γε ἦν· ἴδιον δὲ κατὰ τὸ ἦθος αὐτοῦ τοιοῦτον ἀπομνημονεύεται· κρυψίνους τε ἦν ἄγαν καὶ βαθυγνώμων, μνήμης τε εἰς ἄκρον ἀφιγμένος, καὶ τὰς δόξας ἁπάσας τῶν παλαιῶν συνῃρηκὼς