Vitae sophistarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.2
καὶ ἐπὶ στόματος ἔχων· κάλλιστος δὲ ὢν καὶ μέγας ὀφθῆναι, καὶ ἀπαίδευτος ἂν ἔδοξεν εἶναι διὰ τὸ μόλις χωρεῖν ἐς διάλεξιν, ἀλλ' ὡς θησαυρόν γέ τινα ἐφύλαττε τὰ δόγματα, καὶ τοὺς εὐκόλως περὶ αὐτῶν προϊεμένους φωνὴν ἀσώτους
8.1.3
ἔφασκεν. οὐ γὰρ νικώμενον ἐν ταῖς διαλέξεσιν ἐξημεροῦσθαι μᾶλλον ἔφασκεν, ἀλλὰ πρὸς τὴν δύναμιν τῆς ἀληθείας ἀντιβαίνοντα, ταῖς δὲ ἡδοναῖς καὶ τῷ φιλοσωμάτῳ κατακλώμενον ἀγριοῦσθαι, καὶ μισόλογόν τε ἅμα καὶ μισοφιλόσοφον
8.1.4
ἀποτελεῖσθαι καὶ διαπράττεσθαι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπεῖχε τὰ πολλά. καὶ βραδὺς ἦν καὶ ὀγκώδης κατὰ τὸ ἦθος, καὶ τὸ ἦθος ἐφύλαττεν οὐ μόνον ὅτε ἑταίροις καὶ ὁμιληταῖς
8.1.5
συνῆν, ἀλλ' ἐκ νεότητος αὐτῷ τὸ ἀξίωμα συνεγήρασεν. ὁ γοῦν Χρυσάνθιος πρὸς ταῦτα γράφοντα ἔλεγεν, ὡς ὁ μὲν Αἰδεσίου τρόπος κοινὸς ἦν καὶ δημοτικός, καὶ μετά γε τοὺς ἄθλους ὅσοι περὶ λόγους ἦσαν, πρὸς περίπατον ἐξῄει κατὰ τὸ Πέργαμον, καὶ τῶν ἑταίρων παρῆσαν οἱ τιμιώτεροι·
8.1.6
ὁ δὲ διδάσκαλος ἁρμονίαν τινὰ καὶ ἐπιμέλειαν πρὸς τὸ ἀνθρώπειον ἐμφυτεύων τοῖς μαθηταῖς, ὡς ἀσυφήλους αὐτοὺς ἑώρα, καὶ δι' ἀγερωχίαν τῶν δογμάτων ὑπέρφρονας, καὶ τὰ πτερὰ μακρότερα καὶ ἁπαλώτερα τοῦ Ἰκαρίου, καταβιβάζων αὐτοὺς οὐκ ἐπὶ τὸν πόντον, ἀλλ' ἐπὶ τὴν γῆν καὶ
8.1.7
τὸ ἀνθρώπινον. αὐτὸς ὁ ταῦτα διδάσκων λαχανόπωλίν τε ἀπαντήσας ἡδέως ἂν εἶδε, καὶ τὴν πορείαν ἐπιστήσας προσεφθέγξατο, καὶ περὶ τιμῆς ἂν διειλέχθη πρὸς αὐτήν, ὅτι πολὺ τὸ καπηλεῖον ἐργάζεται, καὶ ἅμα διῄει τὴν γεωργίαν τοῦ λαχάνου πρὸς αὐτήν. καὶ πρὸς ὑφάντην τοιοῦτον ἄν τι
8.1.8
ἐποίησεν ἕτερον, καὶ πρὸς χαλκέα καὶ τέκτονα. οἱ μὲν οὖν σωφρονέστεροι τῶν ἑταίρων ἐξεπαιδεύοντο ταῦτα, καὶ μάλιστα Χρυσάνθιος, καὶ εἴ τις ἦν ἐκείνης τῆς διατριβῆς Χρυσανθίῳ παραπλήσιος.
8.1.9
Μόνος δὲ ὁ Πρίσκος οὐδὲ παρόντος ἐφείδετο τοῦ διδασκόλου, ἀλλὰ προδότην τε αὐτὸν ἐκάλει τοῦ τῆς φιλοσοφίας ἀξιώματος, καὶ ἄνθρωπον λογάρια εἰδότα, κρείττονα μὲν πρὸς ψυχῆς ἀναγωγήν, οὐ φυλαττόμενα δὲ ἐπὶ τῶν ἔργων.
8.1.10
ἀλλ' ὅμως τοιοῦτος ὤν, καὶ μετὰ τὴν Ἰουλιανοῦ βασιλείαν ἀμώμητος ἔμεινε, καὶ πολλούς τε νεωτερισμοὺς ἐνεγκὼν κορυβαντιώντων ἐπὶ σοφίᾳ μειρακίων, καὶ ἐπὶ πᾶσι τὸ βαθὺ διαφυλάττων ἦθος, καὶ γελῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, τοῖς τῆς Ἑλλάδος ἱεροῖς, εἰς μακρόν τι γῆρας ἀνύσας, ὅς γε
8.1.11
ἦν ὑπὲρ τὰ ἐνενήκοντα, συναπώλετο· πολλῶν καὶ ἄλλων ἐν τῷδε τῷ χρόνῳ τῶν μὲν διὰ λύπην προϊεμένων τὸν βίον, οἱ δὲ καὶ ὑπὸ τῶν βαρβάρων κατεκόπτοντο· ἐν οἷς Προτέριός τε ἦν τις ἐκ Κεφαληνίας τῆς νήσου, καὶ ἐμαρτυρεῖτο καλὸς
8.2.1
καὶ ἀγαθὸς εἶναι. Ἱλάριον δὲ καὶ ὁ ταῦτα γράφων ἠπίστατο, ἄνδρα Βιθυνὸν μὲν τὸ γένος, Ἀθήνησι δὲ καταγηράσαντα, πρὸς δὲ τῷ καθαρῷ τῆς ἄλλης παιδείας, κατὰ γραφικὴν οὕτω φιλοσοφήσαντα, ὥστε οὐκ ἐτεθνήκει ἐν ταῖς ἐκείνου χερσὶν ὁ
8.2.2
Εὐφράνωρ. καὶ ὁ ταῦτα γράφων διὰ τοῦτο αὐτὸν εἴδεσι καλὸν ἐθαύμαζεν καὶ ὑπερηγάπα. ἀλλ' ὅμως καὶ Ἱλάριος τῶν ἀπολαυσάντων ἦν τῆς κοινῆς συμφορᾶς, ἔξω μὲν εὑρεθεὶς τῶν Ἀθηνῶν (πλησίον γάρ που Κορίνθου διέτριβεν)
8.2.3
κατακοπεὶς δὲ παρὰ τῶν βαρβάρων ἅμα τοῖς οἰκέταις. καὶ ταῦτα μὲν ἐν τοῖς διεξοδικοῖς, ἐὰν τῷ δαίμονι δόξῃ, γραφήσεται, οὐ τὸ καθ' ἕκαστον ἔχοντα, ἀλλὰ τὸ κοινὸν ἐκεῖ σαφέ
8.2.4
στερον λελέξεται· νυνὶ δὲ ὅσον ἐπέβαλεν τὸ καθ' ἕκαστον ἱκανῶς ἐς ἀφήγησιν εἴρηται. ἸΟΥΛΙΑΝΟΣ. Ἰουλιανὸς δὲ ὁ ἐκ Καππαδοκίας σοφιστὴς εἰς τοὺς Αἰδεσίου χρόνους ἤκμαζεν καὶ ἐτυράννει γε τῶν Ἀθηνῶν, καὶ παρὰ τοῦτον ἡ πᾶσα νεότης πανταχόθεν ἐχώρει, ῥητορικῆς ἕνεκεν τὸν ἄνδρα καὶ μεγέθους φύσεως σεβαζόμενοι. ἦσαν μὲν γὰρ καὶ κατὰ ταὐτὸν ἕτεροί τινες παραψαύοντες τοῦ καλοῦ, καὶ πρὸς τὴν ἐκείνου δόξαν διαιρόμενοι, Ἀψίνης τε ὁ ἐκ Λακεδαίμονος, δόξαν ἔχων τεχνικοῦ τινος, καὶ Ἐπάγαθος, καὶ τοιαύτη τις ὀνομάτων χορηγία·