Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vitae sophistarum
Eunapius SardianusSoph 9 · pg-scrape-grcMore by Eunapius Sardianus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eunapius-sardianus" aria-label="More works by Eunapius Sardianus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.2
ὁ δὲ τῷ μεγέθει τῆς φύσεως ἁπάντων κατεκράτει, καὶ τὸ ἔλαττον μακρῷ τινι ἦν ἔλαττον. ὁμιληταὶ δὲ αὐτοῦ πολλοὶ μὲν καὶ πανταχόθεν, ὡς εἰπεῖν, καὶ πανταχῆ διασπαρέντες,
9.1.3
καὶ θαυμασθέντες ὅπου ποτὲ ἱδρύθησαν· ἀπόλεκτοι δὲ τῶν ἄλλων ἁπάντων ὅ τε θειότατος Προαιρέσιος, καὶ Ἡφαιστίων, Ἐπιφάνιός τε ὁ ἐκ Συρίας, καὶ Διόφαντος ὁ Ἀράβιος. Τουσκιανοῦ δὲ μνησθῆναι καλόν, καὶ γὰρ οὗτος ἐκείνου μετέσχε τῆς ὁμιλίας, ἀλλὰ τούτου μὲν καὶ ἐν τοῖς κατὰ Ἰουλιανὸν
9.1.4
ἐμνήσθημεν διεξοδικοῖς. Ἰουλιανοῦ δὲ καὶ τὴν οἰκίαν ὁ συγγραφεὺς Ἀθήνησιν ἑώρα, μικρὰν μὲν καὶ εὐτελῆ τινα, Ἑρμοῦ δὲ ὅμως καὶ Μουσῶν περιπνέουσαν, οὕτως ἱεροῦ τινος ἁγίου διέφερεν οὐδέν· Προαιρεσίῳ δὲ αὐτὴν καταλελοίπει.
9.1.5
καὶ εἰκόνες δὲ τῶν ὑπ' αὐτοῦ θαυμασθέντων ἑταίρων ἀνέκειντο, καὶ τὸ θέατρον ἦν ξεστοῦ λίθου, τῶν δημοσίων θεάτρων
9.1.6
εἰς μίμησιν, ἀλλὰ ἔλαττον καὶ ὅσον πρέπειν οἰκίᾳ. τοσαύτη γὰρ ἦν Ἀθήνησιν ἡ στάσις τῶν τότε ἀνθρώπων καὶ νέων, καθάπερ τῆς πόλεως, ἐκ τῶν παλαιῶν ἐκείνων πολέμων, τὸν ἐντὸς τείχους ἀσκούσης κίνδυνον, ὥστε οὐδεὶς ἐτόλμα τῶν σοφιστῶν δημοσίᾳ καταβὰς διαλέγεσθαι, ἀλλ' ἐν τοῖς ἰδιωτικοῖς θεάτροις ἀπολαβόντες τὰς φωνὰς αὑτῶν μειράκια ελέγοντο, οὐ τὸν περὶ ψυχῆς θέοντες, ἀλλὰ τὸν περὶ κρότου καὶ φωνῆς ἀγωνιζόμενοι.
9.2.1
Πολλῶν δὲ σιωπωμένων, τοῦτο ἀνάγκη περὶ αὐτοῦ καταβαλεῖν καὶ συνεισενεγκεῖν ἐς τὸν λόγον, δεῖγμα τῆς
9.2.2
ὅλης τοῦ ἀνδρὸς παιδείας καὶ συνέσεως. ἔτυχον μὲν γὰρ οἱ θρασύτατοι τῶν Ἀψίνου μαθητῶν ταῖς χερσὶ κρατήσαντες τῶν Ἰουλιανοῦ κατὰ τὸν ἐμφύλιον ἐκεῖνον πόλεμον· χερσὶ δὲ βαρείαις καὶ Λακωνικαῖς χρησάμενοι, τῶν πεπονθότων περὶ τοῦ σώματος κινδυνευόντων, ὥσπερ ἀδικηθέντες, κατη
9.2.3
γόρουν. ἀνεφέρετο δὲ ἐπὶ τὸν ἀνθύπατον ἡ δίκη, καὶ ὃς βαρύς τις εἶναι καὶ φοβερὸς ἐνδεικνύμενος, καὶ τὸν διδάσκαλον συναρπασθῆναι κελεύει καὶ τοὺς κατηγορηθέντας ἅπαντας
9.2.4
δεσμώτας, ὥσπερ τοὺς ἐπὶ φόνῳ κατακεκλεισμένους. ἐῴκει δὲ ὡς Ῥωμαῖός τις οὐκ εἶναι τῶν ἀπαιδεύτων, οὐδὲ τῶν
9.2.5
ὑπ' ἀγροίκῳ καὶ ἀμούσῳ τύχῃ τεθραμμένων. ὅ τε γοῦν Ἰουλιανὸς παρῆν, οὕτως ἐπιταχθέν, καὶ ὁ Ἀψίνης συμπαρῆν, οὐκ ἐπιταχθέν, ἀλλ' ὡς συνηγορήσων τοῖς κατηγορηκόσιν. καὶ ἡ μὲν ἐξέτασις προὔκειτο, καὶ τοῖς διώκουσιν εἴσοδος
9.2.6
ἐδόθη. προειστήκει δὲ τῆς ἀτάκτου Σπάρτης Θεμιστοκλῆς τις Ἀθηναῖος, ὃς ἦν καὶ τῶν κακῶν αἴτιος· προπετέστερος δὲ ὢν καὶ θρασύτερος, ἐς τὴν ἐπωνυμίαν ὕβριζεν. εὐθὺς μὲν οὖν ὁ ἀνθύπατος ταυρηδὸν ὑπιδὼν τὸν Ἀψίνην," σὲ δὲ τίς"
9.2.7
εἶπεν" ἐλθεῖν ἐκέλευσεν;" ὁ δὲ ἀπεκρίνατο" περὶ τοῖς ἑαυτοῦ τέκνοις ἀγωνιῶν ἐληλύθειν." καὶ τῇ σιωπῇ κρύψαντος τὴν ἔννοιαν τοῦ ἄρχοντος, εἰσῄεσαν πάλιν οἱ δεσμῶται καὶ ἠδικημένοι, καὶ ὁ διδάσκαλος μετ' αὐτῶν, κόμας ἔχοντες καὶ τὰ σώματα κεκακωμένοι λίαν, ὥστε οἰκτροὺς αὐτοὺς φανῆναι
9.2.8
καὶ τῷ κρίνοντι. δοθέντος δὲ τοῦ λόγου τοῖς κατηγοροῦσιν, ἤρξατο μὲν ὁ Ἀψίνης τοῦ λόγου, ἀλλ' ὁ ἀνθύπατος ὑπολαβών," ἀλλ' οὐ τοῦτό γε" εἶπεν" Ῥωμαῖοι δοκιμάζουσιν· ἀλλ' ὁ τὴν πρώτην εἰπὼν κατηγορίαν κινδυνευέτω περὶ τῆς δευτέρας." ἐνταῦθα παρασκευὴ μὲν οὐκ ἦν πρὸς τὴν τῆς
9.2.9
κρίσεως ὀξύτητα· ἦν δὲ ὁ Θεμιστοκλῆς κατηγορηκώς, καὶ λέγειν ἀναγκαζόμενος, χροιάν τε ἤλλαξε καὶ τὰ χείλη διέδακνεν ἀπορούμενος, καὶ πρὸς τοὺς ἑταίρους ὑπέβλεπεν καὶ παρεφθέγγετο τί πρακτέον· εἰσεληλύθεσαν γὰρ ὡς ἐπὶ τῇ συνηγορίᾳ τοῦ διδασκάλου μόνον κεκραξόμενοι καὶ βοη
9.2.10
σόμενοι. πολλῆς οὖν σιωπῆς καὶ ταραχῆς οὔσης, σιωπῆς μὲν καθ' ὅλον τὸ δικαστήριον, ταραχῆς δὲ περὶ τὸ τῶν διωκόντων μέρος, ἐλεεινόν τι παραφθεγξάμενος ὁ Ἰουλιανός," ἀλ
9.2.11
λ' ἐμέ γε εἰπεῖν" ἔφη" κέλευσον·" ὁ δὲ ἀνθύπατος ἀναβοήσας·" ἀλλ' οὐδεὶς ὑμῶν γ' ἐρεῖ τῶν ἐσκεμμένων διδασκάλων, οὐδὲ κροτήσει τις τῶν μαθητῶν τὸν λέγοντα, ἀλλ' εἴσεσθέ γε αὐτίκα ἡλίκον ἐστὶ καὶ οἷον τὸ παρὰ Ῥωμαίοις δίκαιον.
9.2.12
ἀλλὰ Θεμιστοκλῆς μὲν περαινέτω τὴν κατηγορίαν, ἀπολογείσθω δὲ ὃν ἂν σὺ ἀποκρίνῃς ἄριστον." ἐνταῦθα κατηγόρει
9.2.13
μὲν οὐδείς, ἀλλὰ Θεμιστοκλῆς ὀνόματος ἦν ὕβρις. ἀπολογεῖσθαι δὲ πρὸς τὴν προτέραν κατηγορίαν ὡς ἐκέλευσε τὸν δυνάμενον, ὁ σοφιστὴς Ἰουλιανός" σὺ μέν," εἶπεν" ἀνθύ πατε, διὰ τὴν ὑπεροχὴν τοῦ δικαίου πεποίηκας Πυθαγόραν Ἀψίνην, βραδέως τὸ σιωπᾶν, ἀλλ' ὅμως δικαίως, μαθόντα·
9.2.14
ὁ δὲ πάλαι (τοῦτο γὰρ αὐτὸς καταμανθάνεις) καὶ τοὺς ἑταίρους πυθαγορίζειν [καὶ σιωπᾶν] ἐδίδαξεν. εἰ δὲ ἀπολογεῖσθαι κελεύεις τῶν ἐμῶν ἑταίρων τινά, κέλευσον ἀπολυθῆναι τῶν δεσμῶν Προαιρέσιον, καὶ δοκιμάσεις αὐτὸς πότε
9.2.15
ρον ἀττικίζειν ἢ πυθαγορίζειν πεπαίδευται." ὡς δὲ ταῦτα ἐπέτρεψε καὶ ἅμα εὐκόλως (ταῦτα δὲ πρὸς τὸν συγγραφέα Τουσκιανὸς ἐξήγγελλε παρὼν τῇ κρίσει, καὶ εἴσω τῶν κατηγορουμένων) παρελθὼν εἰς μέσους Προαιρέσιος ἄδεσμος, ἐμβοήσαντος αὐτῷ τοῦ διδασκάλου σφοδρόν τε καὶ διάτονον ὥσπερ ἐπὶ τῶν στεφανιτῶν οἱ παρακελευόμενοι καὶ προτρέποντες, ἐμβοήσαντος δὲ ὀξέως τό" λέγε, Προαιρέσιε, νῦν καιρὸς τοῦ λέγειν", ὁ μὲν προοίμιόν τι ἔφη (οὐ γὰρ ἠπίστατό γε αὐτὸ Τουσκιανός, τὸν δὲ νοῦν ἔφραζεν), ἐξήνεγκεν εἴς τε οἶκτον ὧν ἐπεπόνθεσαν ῥέπον καὶ μεμιγ
9.2.16
μένον τινὰ εἶχε τὸ προοίμιον ἔπαινον τοῦ διδασκάλου· καί πού τις καὶ διὰ λέξεως μιᾶς διαβολή τις ἐγκατεσπείρετο τῷ προοιμίῳ, προπέτειαν ἐμφαίνουσα τῆς ἀνθυπατικῆς ἀρχῆς, ὡς οὐ προσῆκον αὐτοῖς οὐδὲ μετὰ τοὺς ἐλέγχους τοιαῦτα
9.2.17
ὑποστῆναι καὶ παθεῖν. κάτω δὲ τοῦ ἀνθυπάτου νεύοντος, καὶ τόν τε νοῦν τῶν λεγομένων καταπεπληγμένου καὶ τὸ βάθος τῶν λέξεων καὶ τὴν εὐκολίαν καὶ τὸν κρότον, καὶ πάντων μὲν βουλομένων ἐπαινεῖν, καταπτηξάντων δὲ ὥσπερ διοσημείαν, καὶ σιωπῆς κατακεχυμένης μυστηριώδους, εἰς δεύτερον προοίμιον ὁ Προαιρέσιος ἐντείνων τὸν λόγον (τοῦ
9.2.18
το γὰρ ἐμέμνητο Τουσκιανός), ἐνθένδε ἤρξατο·" εἰ μὲν οὖν ἔξεστι καὶ ἀδικεῖν ἅπαντα καὶ κατηγορεῖν καὶ λέγοντα πιστεύεσθαι πρὸ τῆς ἀπολογίας, ἔστω, γινέσθω Θεμιστο
9.2.19
κλέους ἡ πόλις." ἐνταῦθα ἀνά τε ἐπήδησεν ὁ ἀνθύπατος ἐκ τοῦ θρόνου, καὶ τὴν περιπόρφυρον ἀνασείων ἐσθῆτα (τήβεννον αὐτὴν Ῥωμαῖοι καλοῦσιν), ὥσπερ μειράκιον ὁ 9. 2. βαρὺς ἐκεῖνος καὶ ἀμείλικτος ἐκρότει τὸν Προαιρέσιον· συνεκρότει δὲ ὁ Ἀψίνης οὔτι ἑκών, ἀλλ' ἀνάγκης βιαιότερον οὐδέν· ὁ διδάσκαλος Ἰουλιανὸς ἐδάκρυε μόνον. ὁ δὲ ἀνθύπατος τὸ μὲν διωκόμενον μέρος ἐξελθεῖν κελεύσας, τοῦ δὲ διώκοντος τὸν διδάσκαλον μόνον, εἶτα ἀπολαβὼν τὸν Θεμιστοκλέα καὶ τοὺς Λάκωνας, τῶν ἐν Λακεδαιμονίᾳ μαστίγων
9.2.21
ὑπέμνησε, προσθεὶς αὐτοῖς καὶ τῶν Ἀθηναίων. εὐδοκιμῶν δὲ καὶ αὐτὸς ἄγαν καὶ διὰ τῶν ὁμιλητῶν, Ἀθήνησιν ἐτελεύτα, μέγαν ἐπιτάφιον ἀγῶνα τοῖς ἑαυτοῦ παραδεδωκὼς ἑταίροις. ΠΡΟΑΙΡΕΣΙΟΣ. Περὶ δὲ Προαιρεσίου καὶ προλαβοῦσιν ἱκανῶς εἴρηται, καὶ ἐν τοῖς ἱστορικοῖς κατὰ τὴν ἐξήγησιν ὑπομνήμασιν. καὶ νῦν δὲ ἐπελθεῖν καιρὸς εἰς τὸ ἀκριβέστερον εἰδότι τε ἀσφαλῶς καὶ ἀξιωθέντι τῆς ἐκείνου γλώττης καὶ ὁμιλίας· καὶ ταῦτά γε, εἰ καὶ πάνυ μεγάλα καὶ οὐρανομήκη πρὸς χάριν, εἴ τις διδάσκαλος, ἀλλ' ὅμως πολλῷ τινι καὶ μακρῷ τῆς εἰς τὸν συγγραφέα φιλίας ἀφεστήκεσαν αἱ τοσαῦ

Intertext edge

Open linked passage

Note